Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐγκώμιον [169]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐγκώμιον
Cooperatorum Veritatis Societas
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0508614898
[03826]
Τὰ γὰρ τῆς φύσεως πλεονεκτήματα οὐ τῶν ἐχόντων, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ἔπαινος καὶ ἐγκώμιον.
[04921]
Βούλει καὶ ἕτερον ἀκοῦσαι τῆς πόλεως ἀξίωμα καὶ ἐγκώμιον;
[04991]
Ὅταν ἐθέλῃς τῆς πόλεως εἰπεῖν ἐγκώμιον, μή μοι τὴν ∆άφνην εἴπῃς τὸ προάστειον, μηδὲ τὸ πλῆθος καὶ μῆκος τῶν κυπαρίσσων, μηδὲ τὰς πηγὰς τῶν ὑδάτων, μηδὲ τὸ πολλοὺς τὴν πόλιν οἰκεῖν ἀνθρώπους, μηδὲ τὸ μέχρι βαθυτάτης ἑσπέρας ἐπὶ τῆς ἀγορᾶς διατρίβειν μετὰ ἀδείας πολλῆς, μηδὲ τῶν ὠνίων τὴν ἀφθονίαν·
[05656]
Τοῦτο ἐκείνου μὲν κατηγορία, σὸν δὲ ἐγκώμιον·
[05657]
σὸν μὲν ἐγκώμιον, ὅτι καὶ ὁρῶν τοιοῦτον γινόμενον, διὰ τὸ τῷ Θεῷ δοκοῦν οὐκ ἀπέστης θεραπεύων αὐτόν·
[06125]
Εἴπω τι καὶ ἕτερον τοῦ δικαίου ἐγκώμιον.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0448623717
[00542]
Καθάπερ γὰρ παιδαγωγοῦ μέγιστον ἐγκώμιον γένοιτ' ἂν, τὸ [48.860] μηκέτι δεῖσθαι τῆς παρ' αὐτοῦ φυλακῆς εἰς σωφροσύνην τὸν ὑπ' αὐτοῦ παιδαγωγηθέντα νέον, εἰς μείζονα ἐπιδόντα ἀρετήν·
[02309]
Ὥστε τοῦ νόμου μέγιστον καὶ τοῦτο ἐγκώμιον, τὸ παρασκευάσαι τῷ διδασκάλῳ τὴν φύσιν τὴν ἀνθρωπίνην.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0048213959
[00043]
ὅρα πρῶτον ἐγκώμιον·
[00045]
οὐ γὰρ δὴ μικρὸν ἐγκώμιον τοῦτο, τὸ ἄνθρωπον εἶναι.
[00047]
καὶ τοῦτο μέγα ἐγκώμιον.
[01279]
εἶτα λοιπὸν ἐγκώμιον θανάτου, ὅτι οἱ μὲν τῆς κακίας ἀπέστησαν, οἱ δὲ τῆς ταλαιπωρίας ἀπηλλάγησαν, οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας·
[03596]
ἐμοὶ δοκεῖ καὶ τὸ πάθος διηγεῖσθαι καθαιρῶν ἑαυτοῦ τὸ ἐγκώμιον, ὅτι «οὐδὲν μέγα ἐποίησα μὴ μοιχεύσας μηδὲ τὴν ἀνομίαν τὴν οὕτω μεγάλην ἐργασάμενος.
[03629]
[163] εἶτα πάλιν καθαιρεῖ αὐτοῦ τὸ ἐγκώμιον.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0678093135
[00308]
Εἰ δὲ νῦν οὕτως ἀφόρητον, ὅτε πρὸς μείζονα φιλοσοφίαν ἐκλήθημεν, καὶ πρὸς τὸν οὐρανὸν ὁδεύομεν, καὶ λόγος ἡμῖν τῶν παρόντων οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν παρασκευαζόμεθα, καὶ πολὺ τὸ τῆς παρθενίας ἐγκώμιον, ἐννόησον ἡλίκον τότε κακὸν τὸ πρᾶγμα ἐνομίζετο εἶναι, ὅτε τῶν μελλόντων μὲν οὐδεμία τις ἦν ἐλπὶς, οὐδὲ ἔννοια τοῖς παλαιοῖς, πάντα δὲ ὑπὲρ τῶν παρόντων ἔπραττον πραγμάτων, καὶ ἀρά τις ἦν καὶ καταδίκη τὸ στεῖραν εἶναι καὶ ἄγονον.
De Chananaea
Ante [Go Back]
000-00-00 Serial Number=0440005898
[00446]
Τὸ ἐγκώμιον τοῦτο, Ἰουδαίου κατηγορία ἐστίν.
[00581]
Ἀπέθανεν ἡ γυνὴ, καὶ τὸ ἐγκώμιον αὐτῆς μένει, διαδήματος ὂν λαμπρότερον.
De Christi precibus
Ante [Go Back]
000-00-00 Serial Number=0387116730
[00320]
Τοῦτο μὲν οὖν ἔπαινος, τοῦτο στέφανος, τοῦτο ἐγκώμιον, τοῦτο κέρδος καὶ θησαυρὸς μυρία ἔχων ἀγαθά·
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0284736872
[02061]
τοῦτο γὰρ ἐμὸν ἐγκώμιον, καὶ ὑμέτερος ἔπαινος, προοιμίων καταβαλλομένων, ἤδη ὑμᾶς τὸν στάχυν δρέπεσθαι.
[02258]
οὕτω καὶ ἐνταῦθα τὸ ἐγκώμιον μεῖζον, ὅτι μητέρα τις ἔχων πονηρὰν, οὐκ ἐμιμήσατο τὴν πονηρίαν αὐτῆς, ἀλλ' ἀπὸ ῥίζης πικρᾶς ἔφυ καρπός·
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0062518537
[00049]
ἀλλ' ἐκεῖ μὲν τὸ ταχύτερον ἀποστῆναι, ἐγκώμιον, ἐνταῦθα δὲ τὸ ταχύτερον ἀποστῆναι, οὐχὶ ἐγκώμιον, ἀλλὰ συγγνώμης ἄξιον·
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0254747272
[01388]
καὶ γέγονε τὸ τοῦ ἐχθροῦ βέλος αὐτῷ φάρμακον καὶ ἴασις, καὶ τὸ ὄνειδος ἐγκώμιον, καὶ ἡ κατηγορία στέφανος.
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0288839877
[00001]
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος αʹ
[00141]
[2.t] Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος βʹ
[00264]
[3.t] Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος γʹ
[00380]
[4.t] Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος δʹ
[00627]
[5.t] Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος εʹ
[00709]
Ὅταν ἴδῃς καυχώμενον, θαύμασον ὁμοίως, ὥσπερ ὅταν ἴδῃς διακρουόμενον ἐγκώμιον·
[00804]
[6.t] Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος στʹ
[00856]
ποῖον δὲ οὐκ ἐγκώμιον, φοβούμενον θάνατον μηδὲν διὰ τὸν φόβον ἀνελεύθερον ὑπομεῖναι;
[00962]
[7.t] Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον λόγος ζʹ
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0791725636
[00174]
Εἴδετε πῶς μεῖζον αὐτοῦ ἐποίησε τὸ ἐγκώμιον ἡ προτέρα κατηγορία;
De precatione [1]
Ante [Go Back]
000-00-00 Serial Number=0155077636
[00194]
Τί μεῖζον ἂν γένοιτο προσευχῆς ἐγκώμιον, ἢ ὅτι ναοὺς ἀπεργάζεται Θεοῦ;
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0386493802
[00353]
Ὥσπερ γὰρ τότε οὐκ ἦν κατηγορία Μωϋσέως τὸ κάλυμμα ἔχειν ἐπὶ τῆς ὄψεως, ἀλλ' ἀσθένεια τῶν Ἰουδαίων, Μωϋσέως δὲ καὶ ἐγκώμιον μέγιστον ἦν, ὅτι τοιαύτην εἶχεν ἐπὶ τῆς ὄψεως δόξαν, ὡς καὶ παραπετάσματος δεηθῆναι πρὸς τοὺς ὁμοδούλους·
[00808]
Εἶδες κακηγορίαν στέφανον ἔχουσαν καὶ ἐγκώμιον καὶ δικαιοσύνην;
De sancta Thecla martyre [1]
Ante [Go Back]
000-00-00 Serial Number=0915328801
[00001]
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ Καὶ ἀπόστολον Θέκλαν ἐγκώμιον.
De sanctis Bernice et Prosdoce
Ante [Go Back]
000-00-00 Serial Number=0097073317
[00176]
φέρε δὴ λοιπὸν ἐπὶ τὸ ἐγκώμιον τῶν μαρτύρων ἴωμεν, εἰ μὴ ἀπεκάμετε πρὸς τὴν ἀκρόασιν·
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0934591234
[00561]
Τὸ δὲ ἀληθὲς λανθανόντως ἐν ταῖς περὶ τοῦ γάμου προφάσεσιν ἐπαίρει τὸ τῆς ἐγκρατείας ἐγκώμιον, οὐ φανερῶς ἐκκαλύπτων τῷ λόγῳ ἀλλὰ τῷ συνειδότι τῶν ἀκουόντων καταλιμπάνων αὐτό.
[00659]
καὶ οὐδαμοῦ τὴν συγχώρησιν ἁπλῶς τίθησιν ἀλλὰ μετὰ αἰτίας, «διὰ τὰς πορνείας» λέγων «καὶ τοὺς πειρασμοὺς σατανικοὺς καὶ τὴν ἀκρασίαν» καὶ ἀνυπόπτως τὸ τῆς παρθενίας ἐγκώμιον ἐργαζόμενος ἐν τοῖς περὶ τοῦ γάμου λόγοις.
[00706]
Αὕτη μὲν γὰρ ὅσῳ ἂν ἐπιταθῇ τοσούτῳ μεῖζον ἔχει τὸ ἐγκώμιον.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0211283088
[00078]
διὰ τί μὴ κατασκευάζεις φιλίαν τὸ μέγιστον τῆς ἀρετῆς ἐγκώμιον;
Encomium in sanctos martyres
Ante [Go Back]
000-00-00 Serial Number=0200970709
[00001]
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους μάρτυρας.
Encomium in sanctum Joannem evangelistam
Ante [Go Back]
000-00-00 Serial Number=0210118294
[00001]
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τὸν
Epistula ad Cyriacum
Ante [Go Back]
000-00-00 Serial Number=0935544193
[00619]
Ποῖον γὰρ ἐγκώμιον, εἰπέ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν τοῦ προστάτου τὴν οἰκίαν;
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0438160539
[03030]
Καὶ τὰ αὐτὰ πάλιν λέγω, μὴ κάλει τόλμαν τὸ προτέραν τοῖς πρὸς ἡμᾶς ἐπιπηδῆσαι γράμμασι, μηδὲ ἁμάρτημα νόμιζε τὸ μέγιστον ἐγκώμιον.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0081129372
[00463]
ἄλλως δὲ οὐδὲ ἐγκώμιον προεθέμεθα νῦν εἰπεῖν τῆς ἁγίας σου ψυχῆς, ἀλλὰ παραμυθίας κατασκευάσαι φάρμακον·
[00973]
Ποῖον γὰρ ἐγκώμιον, εἰπέ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ ἀλλότριον διορῦξαι γάμον, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν τοῦ προστάτου τὴν οἰκίαν;
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0137269258
[00046]
Ὅρα δὲ πρῶτον ἐγκώμιον, ὅτι τοιοῦτον βλαστὸν ἤνεγκεν ἡ Αὐσῖτις χώρα.
[00989]
Εἶτα λοιπὸν ἐγκώμιον θανάτου, ὅτι οἱ μὲν τῆς κακίας ἀπέστησαν, οἱ δὲ τῆς ταλαιπωρίας ἀπηλλάγησαν·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0701210439
[00142]
Μέγα τῶν ἀποστόλων τὸ ἐγκώμιον, ὅταν τοιαῦτα ὦσιν ἐγκεχειρισμένοι·
[01474]
Τοῦτο γὰρ ὑμᾶς, τοῦτο ἀπολώλεκεν, ὅτι τοῦτο ὄνειδος εἶναι νομίζετε, καὶ εὐγλωττίαν ἐγκώμιον, καὶ ἀπειρίαν εὐγλωττίας, ὄνειδος.
[01555]
Μέγα ἄρα ἐγκώμιον ἡγοῦντο, καὶ τὸ ἐν Ἱεροσολύμοις οἰκεῖν.
[01585]
Οὔτε ὑμῶν, φησὶ, κατόρθωμα τοῦτο, οὔτε μὴν ἐγκώμιον·
[07097]
Μέγα τῆς γυναικὸς τὸ ἐγκώμιον, εἴ γε ἀμφότερα οὕτως ἐποίει, ὡς ἀμφοτέρων εἶναι πεπληρωμένην.
[07347]
Ἀλλὰ μέγα ἐκείνου ἐγκώμιον τὸ τοσαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ, μηδὲ καιροῦ τοιούτου ὄντος, ἐν ὁδῷ ἀναγινώσκειν, καὶ τὸ ἐπὶ ὀχήματος φερόμενον τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα·
[07359]
Θέα δέ μοι κἀνταῦθα πάλιν ἐλεημοσύνης ἄλλο ἐγκώμιον, ὥσπερ ἐκεῖ διὰ τῆς Ταβηθᾶς.
[08401]
Οὐ μικρὸν τῆς πόλεως τὸ ἐγκώμιον.
[09999]
Τὸ ἐγκώμιον τὸ περὶ Παῦλον ἐνέφραξεν αὐτῶν τὰ στόματα.
[09999]
Τὸ μέγιστον τῆς ἀρετῆς ἐγκώμιον οὐκ ἔχεις.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0749804378
[01597]
Οὐ γάρ ἐστι κατηγορία παίδων ἐν εὐσεβείᾳ ζώντων ἡ τῶν πατέρων κακία, ἀλλ' εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ ἐγκώμιον μᾶλλον, ὅτι μὴ παρὰ προγόνων δεξάμενοι τὴν εὐσέβειαν, μηδὲ τοὺς χειραγωγοῦντας ἔχοντες, ἀλλ' ὥσπερ ἐν ἐρήμῳ καὶ ἀβάτῳ ὁδεύοντες, ἠδυνήθησαν τὴν ὁδὸν τὴν εἰς τὸν οὐρανὸν φέρουσαν εὑρεῖν.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0570270121
[00392]
Εἰ γὰρ καὶ θαυμαστὸν τὸ λεγόμενον καὶ ἐγκώμιον ἀναμέμικται τῇ κατηγορίᾳ τὴν κατηγορίαν χαλεπωτέραν ποιοῦν.
In Psalmum 050 homilia 1
Ante [Go Back]
000-00-00 Serial Number=0647630215
[00253]
Ὢ ἐγκώμιον ὑψηλόν! ὢ ἀπόδειξις ἀρετῆς! Ὁ ∆εσπότης αὐτοῦ λέγει·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0486777961
[00298]
Εἶτα ἵνα μὴ δόξῃ εἰς ἑαυτὸν μόνον τὸ ἐγκώμιον περιιστᾷν, ὅρα πῶς καὶ ἐκείνους ποιεῖ τῶν ἐπαίνων τούτων κοινωνούς.
[02568]
Ὃ γὰρ ἐνόμιζον ἐγκώμιον εἶναι ἐκεῖνοι, τοῦτο αἰσχρὸν καὶ καταγέλαστον ἀποφαίνει.
[03992]
Ἐνταῦθα λοιπὸν, ἵνα μὴ δόξῃ κακίας ἁπλῶς κατηγορίαν, καὶ ἀρετῆς ἐγκώμιον διεξιέναι, μέμνηται καὶ προσώπων ἀδιορίστως.
[04609]
Καὶ γὰρ καὶ τοῦτο μέγιστον ἐγκώμιον.
[04623]
Εἶτα, ἵνα μὴ δόξῃ κολακεύειν, πανταχοῦ τίθησι τῆς φιλίας τὰς αἰτίας, ἵν', ὅπερ εἶπον, καὶ τὴν κολακείαν διαφύγῃ, καὶ ἐκείνους μᾶλλον προτρέψῃ, [61.512] τὸ ἐγκώμιον εἰς αὐτοὺς περιιστὰς, καὶ δεικνὺς τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς τοσαύτης ἀγάπης ἐκείνους ἐμβαλόντας αὐτῷ.
[04755]
Οὐ μικρὸν γὰρ καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ προενάρξασθαι·
[04873]
τῆς γὰρ ἐκείνων φιλοτιμίας ἐγκώμιον τὸ εἰρημένον·
[05261]
Εἶδες πῶς δι' ἀλλήλων αὐτοὺς διεγείρει, τούτους μὲν δι' ἐκείνων, ἐκείνους δὲ διὰ τούτων, καὶ τῷ ζήλῳ καὶ ἐγκώμιον ἀνέμιξε μέγιστον;
[05537]
Τοῦτο δὲ πάλιν ἐγκώμιον ἐκείνων γίνεται, τὸ καὶ ὑπὲρ τῶν ἑτέροις διδομένων εὐχαριστεῖν.
[05651]
Καὶ οὐκ ἄν τις ἁμάρτοι, τὴν ἐπιστολὴν ταύτην ἐγκώμιον Παύλου προσειπών·
[05714]
βίου γάρ ἐστιν ἐγκώμιον·
[05734]
Εἶτα καὶ ἐγκώμιον αὐτῶν διέξεισι μακρὸν λέγων·
[06244]
Τὸ δὲ θαυμαστὸν αὐτοῦ τοῦτό ἐστιν, ὅτι ἔχων εἰπεῖν ὅτι καὶ ἀπὸ τῶν χειρῶν ἐτρέφετο, οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ μάλιστα αὐτοὺς ἐνέτρεπε, καὶ οὐδὲ αὐτοῦ ἐγκώμιον ἦν, τοῦτο λέγει, ὅτι Παρὰ ἄλλων ἔλαβον.
[06273]
ὅπερ καὶ ἐγκώμιον μέγιστον αὐτῶν ἦν, ὅτι ἐξ αὐτῶν τῶν προοιμίων ἔλαμψαν.
[06605]
Ἐπεὶ καὶ Σαμουὴλ ἐγκώμιον ὑπὲρ ἑαυτοῦ συνέθηκε μέγα, ὅτε τὸν Σαοὺλ ἔχριε, λέγων·
[07252]
Ἀλλ' ὅμως ἡ βαρύτης καὶ ἀγάπης ῥήματα, καὶ ἐγκώμιον ἐκείνων ἔχει·
[07470]
Τῇ χάριτι τὸ πᾶν ἀνατίθησι, καὶ δείκνυσιν, ὅτι ὅλον τὸ ἐγκώμιον τοῦτο, οὐ τῶν ἡμετέρων πόνων, ἀλλὰ τῆς τοῦ Πνεύματος δωρεᾶς κατόρθωμα ἦν, καὶ τῆς χάριτος.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0693150640
[00979]
Εἰ μὲν γὰρ εἶπεν, ὅτι Πιστεύομεν δὲ ὑμῖν, ἦν μὲν τὸ ἐγκώμιον μέγα, ἀλλ' οὐκ ἂν ἔδειξεν αὐτοὺς ἐξαρτᾷν εἰς τὸν Θεὸν ἅπαντα·
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0090084851
[00090]
Εἶτα καὶ ἄλλο ἐγκώμιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ' ἄνωθεν ἀπὸ οἰκίας ἦν τῷ Χριστῷ δουλευούσης.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0288625479
[00310]
Οὐδὲ γὰρ ἐγκώμιον τοῦτο ἦν αὐτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος·
[00966]
Εἰ δέ τινες καὶ βασάνους ὑπέμειναν, ἀλλὰ καὶ τούτων τὸ ἐγκώμιον ἀπόλωλεν·
[01442]
Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ' ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν·
[03948]
Εἰ δὲ τὸ ἐν τοῖς βιωτικοῖς εἶναί τινα πιστὸν, ἐγκώμιον, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς.
[07950]
∆ιὸ καὶ ἐπαίρει τὸ ἐγκώμιον, λέγων·
[09605]
Καὶ ὅρα ἡλίκον ἐγκώμιον ἐν βραχεῖ θεὶς παρέδραμε, συμφερόντως τοῦτο καὶ χρη-σίμως ποιῶν.
[09736]
ἂν δὲ καὶ αὐτὸς ἐπαινῆται, μετὰ τὸ κοι-νὸν ἐγκώμιον ἐπαινεῖται.
[09941]
Εἶτα μέλλων ἐμβαίνειν εἰς τὸν περὶ αὐτῆς λόγον καὶ τὸ ἐγκώμιον τοῦ κατορθώματος τού-του, πρῶτον καθαιρεῖ ταῦτα τῇ πρὸς ἐκείνην συγ-κρίσει, οὐδὲν ὄντα δεικνὺς ταύτης χωρὶς, σφόδρα συνετῶς.
[09999]
Ἕτερον πάλιν ἐγκώμιον τῆς ἀγάπης·
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0212473810
[00107]
Βαβαί! πόσον τὸ ἐγκώμιον! οἱ μαθηταὶ ἐξαίφνης ἐγένοντο διδάσκαλοι·
[00341]
καὶ τούτων γὰρ, καὶ αὐτῶν ἔχει ἐγκώμιον·
[01163]
Ἀλλ' αὐτὸς ἅπαν τοὐναντίον ποιεῖ, καὶ εἰς ἐκείνους περιτρέπει τὸ ἐγκώμιον·
[01399]
ταῦτα γὰρ πραττόμενα μὲν φέρει κόλασιν, μὴ πραττόμενα δὲ, οὐδὲ ἐγκώμιον.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0820018172
[00112]
Ὅρα δὲ καὶ τὸ ἐγκώμιον ὅσον, εἴ γε μὴ μόνον υἱὸν αὑτοῦ φησιν αὐτὸν, ἀλλὰ καὶ γνήσιον τέκνον.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0047617018
[00425]
Οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγένετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν καὶ γενέσθαι ὑπτίους ὁλοσχερὲς γενόμενον.
[00496]
Καὶ πολὺ δὲ τὸ ἐγκώμιον.
[00527]
Μηδὲ τὸ μέγα ἐγκώμιον ἀφαιρείσθω τοῦ δικαίου.
[00586]
τούτου γὰρ οὐδὲν μεῖζον ἐγκώμιον·
[01543]
νῦν δὲ εἰς ἐγκώμιον κατέληξε.
[02470]
Ἰδοὺ τρίτον ἐγκώμιον τοῦ ἀνδρὸς τούτου, ὅταν μήτε ἔθνους, μήτε ἀξιώματος, μήτε προγόνων διαφορὰ ἐπεισέρχηται, ὅταν ἔχῃ τῶν ἔξωθεν μηδὲν, μηδὲ δέηται τούτων·
[03534]
Καὶ τὸ ἐγκώμιον δὲ προστίθητι τῆς πόλεως, ἵνα καὶ ἐγκαλλωπίζωνται, μὴ μόνον οὐκ ἐπαισχύνωνται.
[03561]
Εἶτα πᾶσι τὸ ἐγκώμιον κοινὸν ἀποδίδωσιν, εἰπὼν τὸ ἰδιάζον ἑκάστου·
[03706]
καίτοι γε ἑτέρου τὸ ἔργον, ἀλλὰ τὸ ἐγκώμιον σόν.
[03870]
Μέγα ἐγκώμιον, καὶ μεῖζον τῶν ἄλλων ἁπάντων τὸ λέγειν περὶ τοῦ Ἐπαφρᾶ, Ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ.
[03877]
Ἀλλὰ τοῦτο φθόνον ἂν ἔτεκε τὸ ἐγκώμιον.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0651624680
[02874]
Ὁ μὲν γὰρ ἄγγελος τῇ φύσει σοῦ διέστηκεν, ὅπερ οὔτε ἐγκώμιον ἐκείνου, οὔτε κακία γένοιτο·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0666689098
[02074]
Ἐνταῦθα δέ μοι δοκεῖ καὶ ἐγκώμιον τοῦ νόμου εἰρηκέναι μέγα καὶ θαυμαστόν·
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0077733636
[03202]
Ὥσπερ δὲ ἐνταῦθα μετὰ ἐπιπλήξεως τίθησι τὸ ἐγκώμιον, λέγων·
[03206]
Μετ' ἐκπλήξεως τὸ [63.86] ἐγκώμιον·
[05854]
Ὁρᾷς ὅσον τούτου τὸ ἐγκώμιον;
[06441]
Εἶτα καὶ ἄλλο ἐγκώμιον τίθησι λέγων·
[06748]
Βαβαὶ, οἷον τὸ ἐγκώμιον τῆς πόλεως ἐκείνης! Πίστει καὶ αὐτὴ Σάῤῥα.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0663386643
[00259]
Καὶ τοῦτο γὰρ οὐ μικρὸν ἐγκώμιον, τὸ τὸν Θεὸν ἔν τινι ἐνεργεῖν.
[00263]
Ὥστε τῷ εἰπεῖν, Ὁ Θεὸς ἐπιτελέσει, καὶ τοῦτο πάλιν αὐτῶν ἐγκώμιον γίνεται, τῶν ἐπισπασαμένων τοῦ Θεοῦ τὴν χάριν συμπράττειν αὐτοῖς ἐν τῷ ὑπερβῆναι τὴν ἀνθρωπίνην φύσιν.
[00264]
Καὶ ἑτέρως δὲ [62.186] ἐγκώμιον, ὅτι τοιαῦτα τὰ κατορθώματα ὑμῶν ἐστιν, ὥστε μὴ εἶναι ἀνθρώπινα, ἀλλὰ τῆς τοῦ Θεοῦ δεῖσθαι ῥοπῆς.
[00268]
Οὐ μικρὸν δὲ τῶν ἀνδρῶν τὸ ἐγκώμιον, τὸ μεμνῆσθαι ὑπὸ τοῦ ἁγίου τούτου·
[01770]
Τῇ γὰρ ἀνάγκῃ τὸ τῆς προαιρέσεως ἐγκώμιον ἀφῄρηται.
[04694]
Βαβαὶ, ἡλίκον τὸ ἐγκώμιον! εἴ γε Κορίνθιοι μὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ' αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεμιᾶς Ἐκκλησίας ἀρξαμένης (καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὶ πρῶτοι τῆς καρποφορίας ἄρξασθαι ταύτης.
[04731]
Πάλιν μέγα τὸ ἐγκώμιον, εἴ γε ἐν τῇ μητροπόλει καθήμενος, παρὰ τῆς μικρᾶς ἐτρέφετο πόλεως.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0887567759
[02834]
Εἰ γὰρ ὑπὲρ τῶν μελλόντων ἐπιτρέχει (οὔπω γὰρ τῷ Παύλῳ τοιούτῳ γεγενημένῳ τὸ ἐγκώμιον ὕφανεν), ὅταν ἀπηρτισμένον ἴδῃ, τί οὐκ ἐργάσεται;
[04207]
εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώμιον αὐτοῦ φανεῖται ὄν.
[04394]
Σὺ κύριος εἶ ποιῆσαι τὴν ὕβριν ταύτην ἐγκώμιον σόν.
[04422]
ἵν' οὖν μὴ τὸν νόμον τῶν κακῶν τούτων αἴτιον νομίσῃ τις εἶναι, πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν μετὰ πολλῆς τῆς περιουσίας, οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώμιον αὐτῷ πλέκων μέγιστον.
[04481]
Εἰ γὰρ καὶ μετέρχεται τὴν κακίαν, ἀλλὰ μισοῦσα μετέρχεται, ὃ καὶ τοῦ φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ μέγιστον ἐγκώμιον ἂν εἴη.
[07485]
Πλὴν ἀλλὰ τὰ αὐτῷ συνήθη ποιῶν, προάγει τὸν λόγον εἰς ἕτερον ἐγκώμιον, οὐκ ὂν ἐγκώμιον, ἀλλὰ δοκοῦν εἶναι μόνον, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος, οἳ τοσαῦτα παραμυθοῦνται τοὺς κάμνοντας, ὅσα ἡ τῆς ἀῤῥωστίας ἐνδίδωσι φύσις.
[07542]
Ἰδοὺ πάλιν ἕτερον αὐτῶν ἐγκώμιον, καὶ ἐκείνων κατηγορία.
[09999]
Οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον ὑπογραφέα εἶναι Παύλου·
[09999]
Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ἕτερον πάλιν ἐγκώμιον προστίθησι, λέγων·
[09999]
Εἰ γὰρ τὸ παρὰ βασιλέως ἀγαπᾶσθαι, μέγα, τὸ παρὰ Παύλου φιλεῖσθαι, ἡλίκον ἐγκώμιον;
[09999]
Τοῦτο ἐκείνου μεῖζον τὸ ἐγκώμιον·
[09999]
Καίτοι καὶ τὸ ἀποστόλους εἶναι μέγα, τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι, ἐννόησον ἡλίκον [60.670] ἐγκώμιον·
[09999]
∆οκεῖ μὲν καὶ τοῦτο ἐγκώμιον εἶναι·
[09999]
διὸ οὐδὲ ὀνομαστὶ τῶν πάντων μέμνηται, καὶ τὸ προσῆκον αὐτοῖς ἐγκώμιον ἀποδοὺς, τὸ πιστοὺς εἶναι·
[09999]
Τὸ μὲν γὰρ ἐγκώμιον αὐτῶν ἦν μέγιστον, εἴ γε καρπὸν αὐτῷ παρέχειν ἔμελλον ἐκ τῆς ὑπακοῆς·
[09999]
Οὐ μικρὸν δὲ τοῦτο ἐγκώμιον, τὸ ἐν ἔργοις εἶναι δι' ὅλου, καὶ μὴ μόνον ἐνεργεῖν, ἀλλὰ καὶ κοπιᾷν.
[09999]
μᾶλλον δὲ οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ ἀδελφοὺς αὐτοὺς καλεῖν, ὡσπεροῦν καὶ τοὺς μετ' αὐτοὺς ἁγίους·
[09999]
Εἶτα καὶ ἄλλο ἐγκώμιον·
[09999]
Οὐ μικρὸν καὶ [60.677] τοῦτο ἐγκώμιον.
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0959104002
[00424]
Ὥστε οὐκ ἔγκλημα τοῦ νόμου τὸ κόλασιν ἐπάγειν καὶ τιμωρίαν, καὶ καθάπερ οἰκέτας ἀγνώμονας παιδεύειν καὶ σωφρονίζειν, ἀλλὰ καὶ ἐγκώμιον μέγιστον, καὶ οὐχ ὁ τυχὼν ἔπαινος, ὅτι τοὺς πρὸς τοσαύτην κατενεχθέντας κακίαν ἠδυνήθη διὰ τῆς οἰκείας σφοδρότητος ἀπαλλάξαι τῆς πονηρίας, μαλάξαι τε καὶ ποιῆσαι καταπειθεῖς τῇ χάριτι, καὶ πρὸς τὴν τῆς Καινῆς ὁδηγῆσαι φιλοσοφίαν.
In illud In faciem ei restiti
Ante [Go Back]
000-00-00 Serial Number=0449756503
[00050]
Ἀλλ' εἰ καὶ Παύλου ἐγκώμιον τοῦτο, ἡμετέρα δὲ αἰσχύνη γίνεται.
[00061]
Ἀλλὰ καὶ τῆς πόλεως ὑμῶν ἐγκώμιον τὰ ῥηθησόμενα.
[00187]
Οὐδὲ γὰρ ἐγκώμιον αὐτοῦ τήμερον εἰπεῖν πρόκειται, ἀλλὰ τὴν δοκοῦσαν εἶναι ζήτησιν λῦσαι, καὶ εἰς πέρας ἀγαγεῖν.
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0049515307
[00591]
Οὐκοῦν τοῦ χρυσοχόου τὸ ἐγκώμιον.
[00677]
Τὴν γὰρ οἰκίαν θαυμάζομεν, καὶ τὸν παράδεισον, καὶ τὸν λειμῶνα, καὶ τῶν ἱματίων τὸ κάλλος, ἃ τῶν ἐργασαμένων τῆς τέχνης ἐστὶν ἐγκώμιον, οὐ τῆς τῶν κεκτημένων ἀρετῆς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν τῆς κακίας ἀπόδειξις.
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0472589970
[00134]
διὰ ταῦτα αὐτῶν μέμνηται διηνεκῶς, καὶ ἐγκώμιον αὐτοῖς συντίθησι μέγα καὶ θαυμαστὸν, οὐχ ἵνα αὐτοὺς λαμπροτέρους ἐργάσηται, ἀλλ' ἵνα τοὺς λοιποὺς εἰς τὸν αὐτὸν ἀγάγῃ ζῆλον, καὶ πείσῃ μακαρίζειν, οὐχὶ τοὺς πλουτοῦντας, οὐδὲ τοὺς ἐν ἀρχαῖς ὄντας, ἀλλὰ τοὺς φιλοξένους, τοὺς ἐλεήμονας, τοὺς φιλανθρώπους, τοὺς πολλὴν περὶ τοὺς ἁγίους φιλοφροσύνην ἐπιδεικνυμένους.
[00383]
∆ιόπερ αὐτοὺς ἐπαινεῖ καὶ θαυμάζει, καὶ μέγιστον αὐτῶν συντίθησιν ἐγκώμιον.
[00389]
εἰ καὶ τοῦτο μόνον ἦν, ἀρκοῦν ἐγκώμιον ἦν.
In illud Si esurierit inimicus
Ante [Go Back]
000-00-00 Serial Number=0223812759
[00323]
Καίτοι γε εἰ ἀνῃρήκει τότε τὸν Σαοὺλ, καὶ οὕτως αὐτῷ φιλοσοφίας ἐγκώμιον ἀκέραιον ἔμενεν ἂν, οὐ μόνον ὅτι ἠμύνατο, οὐκ αὐτὸς ἄρχων χειρῶν ἀδίκων, ἀλλ' ὅτι καὶ, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, μετὰ πολλῆς ἐνίκα τῆς ἐπιεικείας.
In illud Si qua in Christo nova creatura
Ante [Go Back]
000-00-00 Serial Number=0846304059
[00163]
Μάθε τί ὕβρις, καὶ τί ἐγκώμιον, καὶ μὴ καταγέλα·
[00199]
Εἴπω σοι αὐτοῦ ἐγκώμιον διαδήματος βέλτιον, πορφυρίδος λαμπρότερον;
[00204]
Εἶδες ἐγκώμιον;
In illud Simile est regnum caelorum grano sinapis
Ante [Go Back]
000-00-00 Serial Number=0537851155
[00093]
Καὶ αὕτη μὲν ἡ τοῦ λαχάνου φύσις, καὶ τοῦ σπέρματος ἐγκώμιον.
In illud Utinam sustineretis modicum
Ante [Go Back]
000-00-00 Serial Number=0223646879
[00008]
Ἐκεῖνος μὲν γὰρ ὁ ἔρως ἔγκλημα, οὗτος δὲ ἐγκώμιον·
In illud Vidi dominum
Ante [Go Back]
000-00-00 Serial Number=0572448671
[00660]
ὅτι ἐγκώμιον τῆς πόλεως τῆς ἡμετέρας, οὐχ ὅτι σύγκλητον ἔχει καὶ ὑπάτους ἀριθμεῖν ἔχομεν, οὐδ' ὅτι ἀνδριάντας πολλούς, οὐδ' ὅτι ὠνίων ἀφθονίαν, οὐδ' ὅτι θέσεως ἐπιτηδειότητα·
[00909]
Μὴ ὀνειδίσῃς τῷ πλησίον καὶ ὑποτέμῃς σου τὸ ἐγκώμιον.
In omnes sanctos
Ante [Go Back]
000-00-00 Serial Number=0244976401
[00001]
Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους πάντας.
In sanctam Pelagiam
Ante [Go Back]
000-00-00 Serial Number=0258093894
[00001]
Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὴν αὐτὴν ἁγίαν μάρτυρα Πελαγίαν.
In sanctum Eustathium Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0564139366
[00007]
Οὐκοῦν ἀσφαλὴς ὁ μακαρισμὸς, ἀνεπίληπτον τὸ ἐγκώμιον·
In sanctum Stephanum protomartyrem
Ante [Go Back]
000-00-00 Serial Number=0297309101
[00013]
τίς ἀνθρώπων ἀνάλογον τῆς αὐτοῦ πολιτείας ἐγκώμιον διαπλέξει;
Peccata fratrum non evulganda
Ante [Go Back]
000-00-00 Serial Number=0081381440
[00068]
Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκαλίας ἀπὸ τῆς γλώττης τοῦ λέγοντος, ἔχων κατηγορίαν κακίας, ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον, καθάπερ ποικίλον καὶ παντοδαπὸν φάρμακον ἐξ ἁπάντων εἰδῶν συγκείμενον·
[00073]
Οἱ μὲν οὖν συνειδότες ἑαυτοῖς σπουδὴν, ἐδέξαντο τὸ ἐγκώμιον τῆς εὐχῆς, καὶ ἐγένοντο σπουδαιότεροι τοῖς ἐπαίνοις·
Post reditum a priore exsilio
Ante [Go Back]
000-00-00 Serial Number=0965919793
[00082]
Ἀλλὰ καὶ τοῦτο ἐμὸν ἐγκώμιον, καὶ πάλιν μερίζομαι ἐγὼ μεθ' ὑμῶν τὴν νίκην, ὅτι οὕτως ὑμᾶς ἀνέθρεψα, ὡς καὶ ἀπόντος τοῦ πατρὸς τὴν οἰκείαν εὐγένειαν ἐπιδείκνυσθαι.
[00090]
Ἄπελθε εἰς τὴν θάλατταν, εἰς τὴν ἔρημον, εἰς τὰ ὄρη, εἰς τὰς οἰκίας, τὸ ἐγκώμιον ὑμῶν ἀναγέγραπται.
Quales ducendae sint uxores
Ante [Go Back]
[00338]
Εἰ μὲν γὰρ ἐν θαλάμῳ διηνεκῶς ἐκάθητο, καθάπερ αἱ νῦν παρθένοι, καὶ μηδέποτε εἰς ἀγορὰν ἐνέβαλεν, μηδὲ ἐξῄει τὴν οἰκίαν τὴν πατρῴαν, οὐδὲν τοσοῦτον ἦν εἰς ἐγκώμιον λέγεσθαι περὶ αὐτῆς, ὅτι ἀνὴρ οὐκ ἔγνω αὐτήν.
[00339]
Ὅταν δὲ ἴδῃς αὐτὴν εἰς ἀγορὰν ἐξιοῦσαν, καθ' ἑκάστην ἡμέραν ὑδροφορεῖν ἀναγκαζομένην, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, εἶτα μηδενὶ γνώριμον οὖσαν ἀνδρὶ, τότε μάλιστα αὐτῆς δυνήσῃ κατιδεῖν τὸ ἐγκώμιον.
[00358]
οὔτε διὰ τὴν σωφροσύνην τὴν φιλοξενίαν ἐλυμήνατο, οὐδ' αὖ πάλιν διὰ τὴν φιλοξενίαν τὸ τῆς σωφροσύνης ἐγκώμιον ὑπετέμετο, ἀλλ' ὁλόκληρον ἑκατέραν ἐπεδείξατο τὴν ἀρετὴν, τῷ μὲν ἀναμεῖναι τὴν αἴτησιν τὴν σωφροσύνην ἐπιδεικνυμένη, τῷ δὲ παρασχεῖν μετὰ τὴν αἴτησιν τὴν φιλοξενίαν τὴν ἄφατον.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»