Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐλπίσι [83]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐλπίσι


000-00-00 Serial Number=0359478891
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01013]  Ἐπειδὴ δὲ λοιπὸν καὶ τρανοτέραν ἔλαβεν ἐπαγγελίαν περὶ τοῦ Ἰσαὰκ, καὶ χρόνος ὡρίζετο τῷ τόκῳ, πρὶν ἢ πάλιν αὐτὸν ἡσθῆναι ταῖς ἐλπίσι ταύταις, τὰ τῶν Σοδομιτῶν πάθη πολλὴν αὐτοῦ κατέχεεν ἀθυμίας ἀχλύν.
 [01289]  Πῶς οὖν οὐκ ἄτοπον τῆς μὲν γῆς μέλλοντα κρατεῖν μηδενὶ τῶν ἐμπιπτόντων συστέλλεσθαι δυσχερῶν ταῖς τῆς βασιλείας ἐλπίσι γαυρούμενον, πρὸς δὲ τοὺς οὐρανοὺς στελλόμενον καταπίπτειν καὶ θορυβεῖσθαι ἐφ' ἑκάστῳ τῶν ἐν τῷ καταγωγίῳ τούτῳ συμβαινόντων ἡμῖν λυπηρῶν;
000-00-00 Serial Number=0068456054
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00679]  Οὔτε γὰρ ὁ μὴ ῥᾳθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτέ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς καὶ μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν.
000-00-00 Serial Number=0233943999
Ad populum Antiochenum Ante [Go Back]  
 [00576]  Ταύταις ἑαυτοὺς πτερώσωμεν ταῖς ἐλπίσι, καὶ τῶν μελλόντων ῥηθήσεσθαι μετὰ τῆς εἰωθυίας ἀκούσωμεν προθυμίας.
 [00728]  Ὁ γὰρ χρησταῖς συντρεφόμενος ἐλπίσι καὶ περὶ τῶν μελλόντων θαῤῥῶν, ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐγεύσατο.
 [00891]  Ταύταις τοίνυν [49.47] θαῤῥοῦντες ταῖς ἐλπίσι, παρακαλῶμεν αὐτὸν διηνεκῶς, καὶ εὐχαῖς καὶ ἱκετηρίαις προσανέχωμεν, καὶ τῆς λοιπῆς ἀρετῆς ἐπιμελώμεθα μετὰ ἀκριβείας ἁπάσης, ἵνα καὶ τὸν ἐπικείμενον διαφύγωμεν κίνδυνον, καὶ τῶν μελλόν [49.48] των ἐπιτύχωμεν ἀγαθῶν·
 [04711]  Οὐ τοίνυν ἀσφαλείας ἕνεκεν μόνον τῆς ἡμετέρας, ἀλλὰ καὶ ἡδονῆς καὶ παραμυθίας πρότερα ἔταξεν εἶναι τὰ δεινὰ, ἵνα ταῖς ἐλπίσι τῶν μελλόντων κουφιζόμενοι, μηδεμίαν τῶν παρόντων λάβωμεν αἴσθησιν.
 [04751]  οὕτως ὁ πλουτῶν ἐν κατορθώμασι, καὶ πρὸ τῆς βασιλείας χαρᾶς μεγίστης ἀπολαύσεται, χρησταῖς ἐντρεφόμενος ἐλπίσι.
000-00-00 Serial Number=0297721863
Adversus Judaeos Ante [Go Back]  
 [02832]  οὕτω καὶ σὺ σήμερον εἵλου μαστίζεσθαι καὶ βασανίζεσθαι παρὰ τοῦ πυρετοῦ καὶ τῶν τραυμάτων, ὥστε μὴ προσίεσθαι ἀσεβεῖς ἐπῳδὰς μηδὲ περίαπτα, καὶ ταῖς ἐλπίσι ταύταις τρεφόμενος, οὐδὲ αἰσθήσῃ τῶν ἀντικειμένων δεινῶν.
000-00-00 Serial Number=0113163173
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00342]  ἔστω δὲ καὶ αὐτὸς οὗτος ἐν ἐλπίσι χρησταῖς, καὶ ταχέως ἐπὶ τὴν αὐτὴν ἀρχὴν ἀναβήσεσθαι προσδοκάσθω, καὶ λαμπρότερον αὐτοῦ φανήσεσθαι, καὶ πᾶσιν αὐτὸν ἀποκρύψειν τοῖς βιωτικοῖς·
000-00-00 Serial Number=0584014535
Catecheses ad illuminandos Ante [Go Back]  
 [01187]  Πόθεν γάρ, εἰπέ μοι, ἄλλοθεν τούτοις ἡ τοσαύτη τῆς ἀρετῆς φιλοσοφία καὶ τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ τὰ ἄδηλα καὶ ἀφανῆ καὶ τὰ ἐν ἐλπίσι τῶν φαινομένων καὶ ἐν χερσὶ ὄντων προτιθέναι;
000-00-00 Serial Number=0607434571
Contra theatra Ante [Go Back]  
 [00263]  Ὢ, ποσάκις ἐν τῷ τριημέρῳ τούτῳ διαστήματι καθ' ἑαυτὸν ὁ πατὴρ ἀνετυπώσατο τοῦ υἱοῦ τὴν σφαγήν! ποσάκις ἐπέθηκε τῇ πυρᾷ τοῦ τέκνου τὸ λείψανον, τοσαυτάκις τὴν καρδίαν πληγεὶς, ὁσάκις ἂν τὴν θυσίαν ἀνελογίζετο! Τὸ μὲν γὰρ πεπραγμένον κακὸν εὐθὺς πρὸς λήθην ὁρᾷ, τὸ δὲ ἐν ἐλπίσι λυπεῖ τοσαυτάκις, ὁσάκις ἂν ἐλπισθῇ.
000-00-00 Serial Number=0666752100
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00090]  Ποίαις ἐπαρθέντες ἐλπίσι;
 [00603]  Καὶ γὰρ κἀκεῖνον ὁ μιαρὸς οὗτος δαίμων ἠπάτησεν ἐλπίσι φυσήσας κεναῖς καὶ εἰς προὖπτον κακὸν ἐμβαλών.
000-00-00 Serial Number=0787566602
De Lazaro Ante [Go Back]  
 [01575]  Καὶ γὰρ καὶ τότε ὁ λόγος ἡμῖν ἅπας τοῦτο παιδεῦσαι τοὺς ἀκροατὰς ἔσπευδε, μηδὲν τοῦ παρόντος βίου τὰ λαμπρὰ νομίζειν εἶναι πράγματα, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ τὰς ἐκεῖ ψήφους καθ' ἑκάστην ἐννοεῖν τὴν ἡμέραν, καὶ τὸ φοβερὸν κριτήριον, καὶ τὸν ἀπαραλόγιστον δικαστήν.
 [01735]  πῶς ἔστιν ἄνθρωπον ὄντα ἀλγεῖν, λόγῳ τιμηθέντα καὶ λογισμῷ, καὶ ταῖς περὶ τῶν μελλόντων ἐλπίσι;
 [02739]  Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς [48.1053] τῶν ἐν πενίᾳ ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ καταφρονήσῃ, ἑαυτὸν ταλανίζων, ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις.
000-00-00 Serial Number=0466321826
De diabolo tentatore Ante [Go Back]  
 [00560]  Καὶ γὰρ σφόδρα βούλεται ἐκεῖνος τῶν ἡμετέρων ἁμαρτημάτων ἐπ' αὐτὸν ἄγειν τὴν αἰτίαν, ἵνα ταύταις ταῖς ἐλπίσι τρεφόμενοι, καὶ πᾶν εἶδος κακίας ἐπιόντες, πολλὴν αὐξήσωμεν καθ' ἑαυτῶν τὴν κόλασιν, οὐδεμιᾶς τυγχάνοντες συγγνώμης ἀπὸ τοῦ μετατιθέναι ἐπ' αὐτὸν τὴν αἰτίαν·
000-00-00 Serial Number=0493959963
De futurae vitae deliciis Ante [Go Back]  
 [00055]  τὸν μὲν ἐν χερσὶ, τὸν δὲ ἐν ἐλπίσι·
 [00080]  Ἀλλ' ἦν καὶ ταῦτα ἀόρατα, καὶ ἐν ἐλπίσι καὶ ἐν πίστει καὶ ἐν προσδοκίᾳ τῇ τῶν μελλόντων.
000-00-00 Serial Number=0656834126
De gloria in tribulationibus Ante [Go Back]  
 [00044]  Ταῦτ' οὖν ὁρῶν ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης παιδοτρίβης, ὁ τῶν οὐρανίων δογμάτων διδάσκαλος, ἐπειδὴ τὰ μὲν δεινὰ ἐν χερσὶν ἦν καὶ πρὸ τῶν ὀφθαλμῶν πραττόμενα, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι μόνον καὶ ἐπαγγελίαις, βασιλεία οὐρανῶν, λέγω, καὶ ἀνάστασις, καὶ τῶν ἀγαθῶν ἐκείνων λῆξις τῶν πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων κάμινοι δὲ καὶ τήγανα καὶ ξίφη καὶ τιμωρίαι καὶ παντοδαπαὶ κολάσεις καὶ θάνατοι οὐκ ἐν ἐλπίσιν, ἀλλ' ἐν πείρᾳ·
 [00048]  Συνεχῶς περὶ τῶν μελλόντων αὐτοῖς διαλέγεται, καὶ τὰ βραβεῖα ὑπ' ὄψιν ἄγει, καὶ δείκνυσι τοὺς στεφάνους, ἀλείφων αὐτοὺς καὶ παραμυθούμενος ταῖς τῶν αἰωνίων ἀγαθῶν ἐλπίσι.
 [00094]  Καὶ πρῶτον μὲν τὰ ὑπηργμένα προλέγει τῇ οἰκουμένῃ ἀγαθὰ, τὰ οὐκ ἐν ἐλπίσι καὶ προσδοκίᾳ, ἀλλ' ἐν πείρᾳ καὶ ἀπολαύσει γενόμενα ἅπερ καὶ τῶν μελλόντων καὶ ἐλπιζομένων μεγίστη καὶ σαφεστάτη ἀπόδειξίς ἐστι, καὶ πολὺν περὶ πίστεως κατατείνας τὸν λόγον, καὶ τοῦ πατριάρχου Ἀβραὰμ μνημονεύσας καὶ τῆς φύσεως ἀπαγορευούσης τοῦ πατέρα αὐτὸν ἔσεσθαι, ἤλπισε καὶ προσεδόκησε, καὶ ἐπείσθη ἔσεσθαι, διὸ καὶ ἐγένετο, κἀκεῖθεν ἀνάγων εἰς τὸ μὴ δεῖν ποτε εἰς τὴν τῶν λογισμῶν καταπίπτειν ἀσθένειαν, ἀλλὰ τῷ μεγέθει τῆς πίστεως ὀρθοῦσθαι καὶ διανίστασθαι καὶ ὑψηλὰ φρονεῖν·
000-00-00 Serial Number=0118345916
De non iterando conjugio Ante [Go Back]  
 [00222]  Οὕτω καὶ ἡμεῖς ταῖς ἐλπίσι ταῖς χρησταῖς τὸν τῆς χηρείας μόχθον ἐπικουφίσωμεν, καὶ πολλῷ μᾶλλον ἡμεῖς ἢ ἐκεῖνοι·
000-00-00 Serial Number=0820907712
De paenitentia [1] Ante [Go Back]  
 [00075]  Εἰ γὰρ μὴ δυνατὸν ἦν, εἰκῆ πρὸς αὐτοὺς ἔλεγεν, Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν, καὶ ματαίαις αὐτοὺς ἔτρεφεν ἐλπίσι.
000-00-00 Serial Number=0639430821
De paenitentia [2] Ante [Go Back]  
 [00111]  καὶ οὕτω καθ' ἑκάστην ἡμέραν τὸ μὲν σήμερον ἐν ταῖς ἐπιθυμίαις κατέχων, τὸ δὲ αὔριον ἐν ταῖς ἐλπίσι τῆς μετανοίας ὑποδεικνὺς, παραναλίσκει σου τὸν βίον καθ' ἡμέραν ἁμαρτάνοντος.
 [00117]  Βέλτιον γὰρ καὶ ἐν δίκαις προλαβεῖν φιλικαῖς διαλύσεσι τὸ τῆς δίκης ἄδηλον τέλος, ἢ ταῖς ἐλπίσι τῆς νίκης ἐπερειδομένους ἀδήλῳ καταπιστεῦσαι πελάγει.
000-00-00 Serial Number=0842736006
De resurrectione mortuorum Ante [Go Back]  
 [00035]  μηδὲ τὸν δίκαιον ταλανίσῃς διὰ τὴν ἐνταῦθα πενίαν, ἀλλὰ μακάρισον διὰ τὸν μέλλοντα τῶν ἀγαθῶν πλοῦτον, καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐν τῇ σαυτοῦ διανοίᾳ ῥίζωσον, ἵνα, κἂν ἀγαθὸς ᾖς καὶ πειράζῃ, δοκιμώτερος γίνῃ, ταῖς μελλούσαις ἐλπίσι προθυμίαν μείζονα προσλαμβάνων·
 [00168]  Ἀλλὰ ταῦτα, φησὶν, ἐν πείρᾳ, ἐκεῖνα δὲ ἐν ἐλπίσι·
 [00186]  ἐν ἐλπίσι γάρ ἐστιν ἔτι.
 [00193]  Πῶς οὖν ἄτοπον ἐπὶ μὲν τῶν βιωτικῶν πραγμάτων πρὸ τῶν φανερῶν τὰ ἀφανῆ βλέπειν, καὶ πρὸ τῶν μισθῶν ὑπομένειν τοὺς πόνους, καὶ πρότερον τὰ δυσχερῆ πάντα φέροντας, τότε τὰ ἐξ αὐτῶν ἀναμένειν χρηστὰ, καὶ ταῖς τῶν ἀφανῶν ἐλπίσι προτρεπομένους οὕτως ἅπτεσθαι τῶν φανερῶν·
000-00-00 Serial Number=0943696916
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00281]  εἶχον γὰρ ἀληθινὴν πατρίδα τὴν πίστιν, εἶχον οἰκείαν πόλιν τὴν ὁμολογίαν, καὶ ἐλπίσι συντρεφόμεναι χρησταῖς οὐδενὸς ᾐσθάνοντο τῶν παρόντων·
000-00-00 Serial Number=0445684791
De virginitate Ante [Go Back]  
 [01513]  Τῇ μὲν γὰρ φύσει τὸ πρᾶγμα τοιοῦτόν ἐστι, τῇ δὲ τῶν κατορθούντων προαιρέσει καὶ ταῖς ἐλπίσι ταῖς χρησταῖς σφόδρα γίνεται κοῦφον.
000-00-00 Serial Number=0712609351
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01245]  ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις·
 [01788]  Ὁ γὰρ χρησταῖς συστρεφόμενος ἐλπίσι καὶ περὶ τῶν μελλόντων θαῤῥῶν, ἀπεντεῦθεν ἤδη τῆς βασιλείας ἐγεύσατο·
 [03809]  καὶ σὺ ὑπὲρ οὗ τὴν ψυχὴν ὁ Χριστὸς ἔδωκε, καὶ οὐδὲ σφαγῆναι παρῃτήσατο, ἐχθροῦ ὄντος, καὶ ἐπὶ τοιαύταις ἐλπίσι μέλλων ἀποδημεῖν, ἀναδύῃ καὶ ὀκνεῖς πρὸς τὸ καταλῦσαι τὴν ἔχθραν;
 [06085]  Μὴ τοίνυν ταῖς ψυχραῖς ταύταις ἐλπίσι τρεφώμεθα.
 [09726]  Μάτην ἑαυτοὺς παραμυθούμεθα ταύταις ταῖς ἐλπίσι·
000-00-00 Serial Number=0030671120
Expositiones in Psalmos Ante [Go Back]  
 [00535]  χρησταῖς ἐμετεώρησας ἐλπίσι, πρὸς τὴν μέλλουσαν ζωὴν ἐχειραγώγησας·
 [00554]  Εἰ δὲ λέγοις, Καὶ τίνος ἕνεκεν ἐν ἐλπίσι ταῦτα ἀπόκειται καὶ ἔστιν ἀφανῆ;
 [00555]  ἐκεῖνο ἂν εἴποιμι, ὅτι μάλιστα μὲν ἡμεῖς οἱ πιστοὶ τῶν φανερῶν τούτων φανερώτερα εἶναι νομίζομεν τὰ ἐν ἐλπίσι·
 [06501]  οὗτος δὲ, κἂν τῆς ἀναγκαίας ἀπορῇ τροφῆς, τῶν πάσης ἀπολαυόντων τρυφῆς εὐθυμότερος ἔσται, ἐλπίσι χρησταῖς συντρεφόμενος, καὶ τὰς ἀμοιβὰς τῶν οἰκείων κατορθωμάτων καθ' ἑκάστην προσδοκᾷ τὴν ἡμέραν.
000-00-00 Serial Number=0407479465
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05065]  Ἐπειδὴ γὰρ ἐξέβη τὰ λυπηρὰ, καὶ διὰ τῶν πραγμάτων ἔδωκε πεῖραν τῆς αὐτοῦ δυνάμεως ὁ Θεὸς, παραμυθεῖται αὐτοὺς ἐν τοῖς λυπηροῖς ταῖς ἐλπίσι τῶν χρηστῶν·
000-00-00 Serial Number=0221573472
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00040]  Ἐπειδὴ γὰρ εἶπεν ὁ ἐχθρὸς, ὅτι Ἔσεσθε ὡς θεοὶ, καὶ ταύταις αὐτοὺς ἐφύσησε ταῖς ἐλπίσι, καὶ ἰσοθεΐαν προσδοκῆσαι παρεσκεύασε, καὶ εἰς ἀπόνοιαν ἤλειψε, καὶ μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν ἐποίησεν·
000-00-00 Serial Number=0133234322
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00053]  ἀλλὰ τὴν πίστιν ὁδηγὸν ἔχων, καὶ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν ἀντὶ βακτηρίας κτησάμενος, τὰ μὲν ἐν χερσὶν ἠφίει, τὰ δὲ ἐν ἐλπίσι προσελάμβανε·
000-00-00 Serial Number=0773923159
In Ecclesiasten Ante [Go Back]  
 [00099]  Τοῦτο δὲ μόχθος, ἅτε μήτε τὸν θεὸν ἔχον συμπράττοντα, μήτε ταῖς ἐλπίσι κουφιζόμενον.
000-00-00 Serial Number=0412342489
In Genesim sermones Ante [Go Back]  
 [01513]  καὶ ἡ μὲν ἐν χερσὶν, ἡ δὲ ἐν ἐλπίσι·
 [01586]  Ταῦτα ἐκερδάναμεν ἀπὸ τοῦ Ἀβραὰμ ὀνόματος, μαθόντες διὰ τί περάτης ἐλέχθη, καὶ ὅτι τὴν οἰκείαν ἀφεὶς γῆν, πρὸς τὴν ἀλλοτρίαν μετέστη, καὶ τὰ δῆλα παραδραμὼν, πρὸς τὰ ἄδηλα ἔβλεπε, τὰ ἐν χερσὶ ῥίψας, ἐκεχήνει πρὸς τὰ ἐν ἐλπίσι, καὶ αἰσθητὰ λαβὼν, πρὸς τὰ νοητὰ ἀνετείνατο, καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὸ τοῦ νόμου, πρὸ τῆς ἀπὸ τῶν προφητῶν διδασκαλίας.
000-00-00 Serial Number=0753126979
In Isaiam Ante [Go Back]  
 [02288]  Ἐπειδὴ γὰρ ὁ φόβος κατέσεισε καὶ πρὸ ὀφθαλμῶν ἦν τὰ δεινά, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι καὶ προσδοκίαν ὑπερβαίνοντα πᾶσαν καὶ οἱ ἀκροώμενοι οὐ σφόδρα πιστοί, ὅρα τί ποιεῖ.
000-00-00 Serial Number=0150146067
In Joannem Ante [Go Back]  
 [00435]  καὶ οὕτως ἔσται ἐν ἐλπίσι χρησταῖς καὶ ἀσφαλείᾳ πολλῇ, τῇ πείρᾳ τῆς προκοπῆς αἰσθανόμενος Ὅταν γὰρ ὁ διάβολος ἴδῃ τοῦ Θεοῦ τὸν νόμον ἐγγραφέντα τῇ ψυχῇ, καὶ πλάκας αὐτοῦ γενομένην τὴν καρδίαν, οὐ προσελεύσεται λοιπόν.
 [01363]  ὅταν δὲ ταῖς ἐλπίσι ταύταις δελεάσας ἐκβάλῃ τῆς τοῦ Θεοῦ χάριτος, τότε λοιπὸν οὐ μόνον οὐδὲν πλέον προσδίδωσι, (πῶς γὰρ διάβολος ὤν;), ἀλλ' οὐδὲ εἰς τὰ πρότερα, ἔνθα ἀσφαλῶς καὶ βεβαίως διετρίβομεν, ἀφίησιν ἐπανελθεῖν, ἀλλὰ πανταχοῦ περιάγει πλανωμένους, καὶ οὐκ ἔχοντας οὐδαμοῦ στῆναι.
 [01960]  Οὐκ ἄνδρες δὲ καὶ γυναῖκες μόνον ὑπὸ τῆς ἡδονῆς ἐπτερώθησαν, ἀλλὰ καὶ τὸ μηδέπω βρέφος εἰς φῶς ἐξελθὸν, ὁ τῆς ἐρήμου πολίτης, λέγω, καὶ τούτου ὁμώνυμος τοῦ εὐαγγελιστοῦ, ἐσκίρτησεν, ἐν τῇ νηδύϊ τῆς μητρὸς ὢν ἔτι, καὶ πάντες μετέωροι ταῖς ἐλπίσι πρὸς τὰ μέλλοντα ἦσαν.
 [03855]  Ταῦτ' οὖν εἰδότες, καὶ ἡμεῖς ἅπαντα πράττωμεν, ὥστε διὰ τῶν οἰκείων ἔργων σωθῆναι δυνηθῆναι, ἵνα μὴ μάτην ἑαυτοὺς ταῖς εἰς ἑτέρους ἀπατήσαντες ἐλπίσι, τότε μάθωμεν ὅτι μάτην ἠπατήθημεν, ὅτε τῆς γνώσεως ἡμῖν ταύτης [59.134] ὄφελος οὐδέν.
 [03871]  Ὥστε εἰ βούλεσθε ἡμῖν τὴν προθυμίαν διεγεῖραι, καὶ μὴ σβέσαι, μηδὲ ἀσθενεστέραν ποιῆσαι, δείξατε ἡμῖν, παρακαλῶ, τὸν καρπὸν, ἵνα κομῶντα ὁρῶντες τὰ λήϊα, καὶ ἡμεῖς ταῖς τῆς εὐθηνίας ἐλπίσι τρεφόμενοι, καὶ τὸν πλοῦτον ἡμῶν ἀναλογιζόμενοι, μὴ ναρκῶμεν ἐμπορευόμενοι τὴν καλὴν ταύτην πραγματείαν.
000-00-00 Serial Number=0138471127
In Kalendas Ante [Go Back]  
 [00070]  Ἂν τοίνυν καθαρὸν ἔχῃς τὸ συνειδὸς, ἑορτὴν ἔχεις διαπαντὸς, χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ ἐντρυφῶν τῇ τῶν μελλόντων ἀγαθῶν προσδοκίᾳ·
000-00-00 Serial Number=0322848976
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03141]  Ταῦτα δὲ λέγων, τούς τε κατωρθωκότας καὶ ἐλαυνομένους ἀνιστᾷ ταῖς ἐλπίσι, τούς τε ἀναπεπτωκότας σπουδαιοτέρους ποιεῖ τῷ φόβῳ.
000-00-00 Serial Number=0259156346
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01757]  πολλάκις γὰρ ἐν μέσαις ταῖς ἐλπίσι καὶ τὴν ψυχὴν ἀφέντες [62.640] ἀπῆλθον εἰκῆ πονήσαντες·
000-00-00 Serial Number=0169411480
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01233]  Εἰ δὲ καὶ προσεδόκων κρατῆσαι, ποίαις ἐλπίσι τοσούτους ἀνεδέχοντο κινδύνους, εἰ μὴ πρὸς τὰ μέλλοντα ἑώρων;
 [02087]  Αὐτὸ οὖν τοῦτο, εἰπέ μοι, τὸ καταφρονεῖν τῶν παρόντων, τὸ μέγα νομίζειν ἀρετὴν, τὸ μὴ τὰ ἆθλα ἐνταῦθα ζητεῖν, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ ψυχὴν οὕτως εὔτονον ἔχειν καὶ πιστὴν, ὡς μηδενὶ τῶν παρόντων δεινῶν πρὸς τὰς μελλούσας παρεμποδίζεσθαι ἐλπίδας, πόσης ἂν εἴη φιλοσοφίας;
 [06885]  Ταῦτα δὲ ἔλεγεν, οὐκ ἐπειδὴ μισθῷ τινι ταῦτα ἔπραττεν, ἀλλ' ἵνα ἐκείνους κἀντεῦθεν ἐπισπάσηται, καὶ ταῖς ἐλπίσι ταύταις πείσῃ πάντα ποιεῖν ὑπὲρ τῶν ἀδελφῶν.
000-00-00 Serial Number=0718614340
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00084]  ∆ύο γὰρ τούτοις φέρομεν τοὺς κινδύνους, ἢ ταχέως αὐτῶν ἀπαλλαττόμενοι, ἢ χρησταῖς ἐλπίσι τρεφόμενοι.
 [02614]  καὶ οὔπω λέγω, ὅτι πολλὰ πονήσαντες, ἢ καὶ πολλοὶ ταλαιπωρηθέντες, ἐψεύσθησαν πρὸς αὐτὰ τοῦ λιμένος τὰ στόματα, πνεύματός ποθεν ἐμπεσόντος, καὶ ἐν αὐταῖς ταῖς ἐλπίσι τῶν ἀγαθῶν τὸ ναυάγιον ἐργασαμένου.
000-00-00 Serial Number=0918600976
In epistulam ad Colossenses Ante [Go Back]  
 [00299]  ἐκεῖνος δὲ ἔχει τὸν Θεὸν ὀφειλέτην, καὶ χρησταῖς τρέφεται ταῖς ἐλπίσι, καθ' ἑκάστην ἡμέραν εὐωχούμενος ἀπ' ἐκείνης τῆς τραπέζης.
000-00-00 Serial Number=0713355422
In epistulam ad Ephesios Ante [Go Back]  
 [01133]  Μάτην ἑαυτοὺς παραμυθούμεθα ταύταις ταῖς ἐλπίσι.
000-00-00 Serial Number=0332449019
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00111]  Ἐπειδὴ γὰρ καὶ Ἰουδαῖοι ἦσαν, καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἐμάνθανον, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ πόδας ἐχρῆν προσδοκᾷν, καὶ οὕτω βιῶναι, τότε δὲ τὸ ἐναντίον ἦν, τὰ μὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ μετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσὶ, καὶ πολλὰ καρτερη [63.13] σάντων αὐτῶν, εἰκὸς ἦν ὀλιγοψυχεῖν πολλοὺς, πολὺν ὑπὲρ τούτου ποιεῖται τὸν λόγον.
 [07716]  Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα τὸν λόγον ἐκίνησε, δεικνὺς ὅτι οὐ νῦν, ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται.
000-00-00 Serial Number=0902597427
In epistulam ad Romanos Ante [Go Back]  
 [00346]  Ὁ γὰρ τὴν υἱοθεσίαν διατηρῶν, καὶ τὴν ἁγιωσύνην μετὰ ἀκριβείας φυλάττων, αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου καὶ τὴν ἁλουργίδα ἔχοντος, λαμπρότερός τέ ἐστι πολλῷ καὶ μακαριστότερος, καὶ κατὰ τὸν παρόντα βίον γαλήνῃ τε ἐντρυφῶν πολλῇ, καὶ χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ οὐδεμίαν θορύβου καὶ ταραχῆς ἔχων ὑπόθεσιν, ἀλλ' ἡδονῆς διηνεκοῦς ἀπολαύων.
 [03036]  Ἐπειδὴ γὰρ πολλοὶ μὲν οἱ πειρασμοὶ τότε ἦσαν, ἡ δὲ βασιλεία ἐν ἐλπίσι, καὶ τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν προσδοκίᾳ, τοῦτο δὲ τοὺς ἀσθενεστέρους ἐξέλυσε, καὶ πρὸ τῶν στεφάνων ἤδη δίδωσιν αὐτοῖς τὰ βραβεῖα, λέγων ὅτι καὶ ἐν ταῖς θλίψεσι δεῖ καυχᾶσθαι.
 [03057]  Ἐν ἐλπίσι μὲν, ἀλλ' οὐκ ἀνθρωπίναις, αἳ διαπίπτουσι καὶ καταισχύνουσι πολλάκις τὸν ἐλπίσαντα, τοῦ προσδοκηθέντος προΐστασθαι τελευτήσαντος, ἢ ζῶντος μεταβληθέντος.
 [03950]  Ἵνα γὰρ μὴ λέγῃς, ὅτι πάντα ἐν ἐλπίσι, δείκνυσι καὶ ἤδη σε καρπωσάμενον·
 [04050]  Εἶτα καὶ προτρέπει ταῖς κρείττοσιν ἐλπίσι, λέγων·
 [05231]  ἐνταῦθα δὲ, ἐπειδὴ τῆς δωρεᾶς αὐτὸν ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόμον ἀπέφηνε τοῦ Μονογενοῦς, θαῤῥῶν αὐτὸν ἐξάγει λοιπὸν καὶ ἐπὶ τοὺς κινδύνους.
 [05346]  Ἄνω καὶ κάτω συνεχῶς ἔστρεφες, καὶ ἐβόας λέγων, ὅτι Ἤδη γεγόναμεν υἱοὶ, καὶ νῦν ἐν ἐλπίσι τίθης τουτὶ τὸ ἀγαθὸν, γράφων ὅτι ἐκδέχεσθαι αὐτὴν δεῖ;
 [05364]  Ἐπειδὴ γὰρ ἐν τῇ τῶν μελλόντων ἐνδιέτριψεν ὑποσχέσει, ἐδόκει καὶ [60.532] τοῦτο λυπεῖν τὸν ἀσθενέστερον ἀκροατὴν, εἴ γε ἐν ἐλπίσι τὰ ἀγαθὰ, πρότερον κατασκευάσας, ὅτι τῶν παρόντων καὶ ὁρωμένων ἐστὶ σαφέστερα, καὶ πολλὰ περὶ τῶν ἤδη δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλάβομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν καὶ τὴν εὐγένειαν ἡμῶν προδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησί·
 [07028]  καὶ κεναῖς ἡμᾶς ἐφύσησας ἐλπίσι τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων, πάντων ἀπολλυμένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης;
 [09999]  Μὴ, παρακαλῶ, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσι σεαυτὸν ἀπόλλυε, καὶ τοὺς πειθομένους.
000-00-00 Serial Number=0597364604
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00524]  Ταῦτ' οὖν εἰδότες, μὴ τῇ δαπάνῃ προσέχωμεν, ὅταν ἐλεημοσύνην ποιῶμεν, ἀλλὰ τῇ προσόδῳ καὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ τῷ παρόντι δὲ κέρδει·
 [00543]  ὑμεῖς τε μαθόντες, ὅτι καὶ ἀπὸ μιᾶς λέξεως ἀποστολικῆς ἄφατον ἔστι καρπώσασθαι φιλοσοφίας πλοῦτον, οὐ παραδραμεῖσθε τὰς Ἐπιστολὰς ἁπλῶς, ἀλλὰ προαχθήσεσθε, ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, τῶν ἐγκειμένων ῥήσεων ἑκάστην μετὰ πολλῆς περιεργάζεσθαι [51.291] τῆς σπουδῆς.
 [00713]  Ἐθορύβει τοῦτο τοὺς μαθητὰς, ὅτι τὰ μὲν δεινὰ ἐν πείρᾳ, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι·
 [00749]  ἔδειξε δὲ πόῤῥωθεν, ἵνα ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, μηδὲ αἴσθησιν τῶν παρόντων λάβωσι πόνων.
000-00-00 Serial Number=0234925866
In illud Vidi dominum Ante [Go Back]  
 [00004]  ∆ιὰ τοῦτο τοίνυν ἀόκνως τὰ τῆς διδασκαλίας κἀγὼ καταβάλλομαι σπέρματα, χρησταῖς ἐντεῦθεν ταῖς ἐλπίσι τρεφόμενος.
000-00-00 Serial Number=0344153702
In principium indictionis [1] Ante [Go Back]  
 [00056]  Ὢ πόσα τῇ γυναικὶ τὰ μαχόμενα! χρόνου μῆκος, ἀλγηδόνες ἀνένδοτοι, δημεύσεις ἀνωφέλητοι, μαραινομένου σώματος λύπη, λογισμὸς κεναῖς ἐλπίσι δαπανηθείς.
000-00-00 Serial Number=0388235331
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00081]  ἀλλ' ἔμενεν ἀδάμαντος παντὸς ἰσχυρότερος, ταῖς ἀγαθαῖς ἐντρυ φῶν ἐλπίσι, καὶ τῇ τῶν ἀγώνων ἐγκαλλωπιζόμενος ὑποθέσει, ἱκανὴν παραμυθίαν ἔχων τῶν ἄθλων τὴν ἀφορμὴν, μάλιστα καθ' ἑκάστην ἀκούων Παύλου λέ γοντος·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»