Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐνόμιζον [92]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐνόμιζον


000-00-00 Serial Number=0026224256
Ad populum Antiochenum Ante [Go Back]  
 [05821]  Πόσοι ὑπὸ τῆς τῶν ὅρκων ἐκλέπτοντο συνηθείας, καὶ τὸ πρᾶγμα δυσκατόρθωτον εἶναι ἐνόμιζον! ἀλλ' ὅμως διὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ μικρὰν ἐπεδείξασθε σπουδὴν, τὸ πλέον ἀπενίψασθε.
 [05988]  Οὐχὶ ταύτην πάντων προὔθηκα τὴν πόλιν ἀεὶ, καὶ τῆς ἐνεγκούσης ποθεινοτέραν εἶναι ἐνόμιζον, καὶ εὐχῆς μοι διηνεκοῦς ἔργον ἦν, τὴν πόλιν ἐκείνην ἰδεῖν, καὶ τοῦτον ἐποιούμην ὅρκον πρὸς πάντας;
000-00-00 Serial Number=0298871815
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01328]  Ἀναγκαῖον δὲ τοῦτο εἶναι ἐνόμιζον, οὐ τῶν ἁγίων μόνον ἕνεκεν ἐκείνων, οὐδὲ τῆς μητρὸς, οὐδὲ τοῦ παιδαγωγοῦ, ἀλλὰ καὶ αὐτοῦ τοῦ παιδός.
000-00-00 Serial Number=0038241148
Commentarius in Job Ante [Go Back]  
 [01067]  ἐμοὶ δοκεῖ καὶ παράνομόν τινα αὐτὴν ἀπὸ τῆς συμφορᾶς ἐνόμιζον εἶναι.
 [03683]  οἰκονόμος τις εἶναι ἐνόμιζον τῶν ἐν χρείᾳ καθεστηκότων, οὐκ ἐμὰ τὰ ἐμὰ ἡγούμενος, ἀλλὰ δεσποτικὰ τὰ ἐμά.
000-00-00 Serial Number=0835697114
De Lazaro Ante [Go Back]  
 [00427]  ἐπειδὴ γὰρ εἶδον τὴν ἔχιν ἐκκρεμαμένην αὐτοῦ τῆς χειρὸς, οὐδὲν χρηστὸν περὶ αὐτοῦ ὑπενόησαν, ἀλλὰ τῶν τὰ ἔσχατα κακὰ τετολμηκότων αὐτὸν εἶναι ἐνόμιζον·
000-00-00 Serial Number=0334137321
De Susanna Ante [Go Back]  
 [00102]  καλοῦσι τὴν Σουσάνναν, ὡς μὲν ἐκεῖνοι ἐνόμιζον, πρὸς αἰσχύνην καὶ θάνατον·
000-00-00 Serial Number=0353892386
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01101]  Ἀποκτείνωμεν αὐτόν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν ἡμῶν τὴν πόλιν καὶ τὸ ἔθνος, καὶ τοὐναντίον συνέβη, ἐπειδὴ γὰρ ἀπέκτειναν αὐτόν, διὰ τοῦτο ἦραν οἱ Ῥωμαῖοι καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν πόλιν, καὶ ἅπερ ἐνόμιζον εἶναι κωλύματα, ταῦτα ἐγένετο βοηθήματα τοῦ κηρύγματος , οὕτω καὶ Παύλου κηρύττοντος, ἅπερ ἐπῆγον ἐκεῖνοι τὸν λόγον ἐκκόπτοντες, ταῦτα αὐτὸν ηὔξησε, καὶ εἰς ὕψος ἐπῆρεν ἄφατον.
000-00-00 Serial Number=0186900139
De mutatione nominum Ante [Go Back]  
 [00898]  ἐνόμιζον γὰρ ἀνθρώπῳ ψιλῷ ἐπιτίθεσθαι.
000-00-00 Serial Number=0698558033
De non iterando conjugio Ante [Go Back]  
 [00004]  τὸ δὲ τὰς μυρία ἀνασχομένας κακά, πολλάκις δὲ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ἀναπεισθείσας, μακαρίσαι μὲν τὰς ἀπηλλαγμένας τῶν τοῦ κόσμου πραγμάτων, ἐπαρᾶσθαι δὲ μυριάκις ἑαυταῖς καὶ ταῖς προμνηστευτρίαις καὶ τῇ ἡμέρᾳ καθ' ἣν αἱ παστάδες ἐπλέκοντο, ταύτας δὲ μετὰ τοσαύτην ἀποδυσπέτησιν πάλιν τῶν αὐτῶν πραγμάτων ἐπιθυμεῖν, τοῦτό ἐστι τὸ μάλιστά με ἐκπλῆττον καὶ ποιοῦν ἀπορεῖν, καὶ τὴν αἰτίαν ἐπιζητεῖν δι' ἣν τὰ πράγματα, ἃ πρότερον ἐνόμιζον εἶναι φευκτά, ὅτε ἦσαν ἐν αὐτοῖς, ταῦτα νῦν, ὅτε αὐτῶν ἀπηλλάγησαν, ὡς ποθεινὰ πάλιν διώκειν.
000-00-00 Serial Number=0069040895
De paenitentia [1] Ante [Go Back]  
 [00142]  Ἐπειδὴ γὰρ ἐνόμιζον μέχρις ἐκείνου μόνον ἑστάναι τὸ δεινὸν, ἐναγωνίους αὐτοὺς καθίστησι λέγων·
000-00-00 Serial Number=0428722680
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00188]  ὅπερ οὖν καὶ ἕτερος ἐπισημαίνεται Εὐαγγελιστὴς λέγων, ὅτι ἐνόμιζον ἤδη παραγίνεσθαι αὐτοῦ τὴν βασιλείαν, ἀνθρωπίνην τινὰ αὐτὴν ὑποπτεύοντες, καὶ προσδοκῶντες ἐπὶ τοῦτο αὐτὸν χωρεῖν, ἀλλ' οὐκ ἐπὶ σταυρὸν καὶ θάνατον·
 [00190]  ἐπεὶ οὖν τετρανωμένην μὲν τῶν δογμάτων οὐδέπω ἀκρίβειαν ἐκέκτηντο, ἐνόμιζον δὲ αὐτὸν ἐπὶ βασιλείαν χωρεῖν τὴν αἰσθητὴν ταύτην, καὶ βασιλεύειν ἐν Ἱεροσολύμοις, ἀπολαβόντες αὐτὸν ἐπὶ τῆς ὁδοῦ, ὡς καιρὸν ἐπιτήδειον ἔχειν νομίσαντες, ταύτην αἰτοῦσι τὴν αἴτησιν.
 [00244]  Ἐπειδὴ γὰρ διὰ τὸ πολλῆς ἀπολαύειν φιλίας καὶ παῤῥησίας ἐνόμιζον ὅτι καὶ τῶν ἑτέρων προτι [48.776] μηθήσονται, ἵνα μὴ ταῦτα ὑποπτεύοντες ῥᾳθυμότεροι γένωνται, ταύτης ἀπάγων αὐτοὺς τῆς ὑπονοίας, φησίν·
000-00-00 Serial Number=0373786211
De precatione [1] Ante [Go Back]  
 [00076]  ἐγὼ δὲ εἰ μόνην ἐξαρκεῖν πρὸς τὴν ἡμετέραν σωτηρίαν τὴν προσευχὴν ἐνόμιζον, εἰκότως ἄν τις τούτοις ἐκέχρητο τοῖς λόγοις·
000-00-00 Serial Number=0153768957
De sacerdotio Ante [Go Back]  
 [00411]  εἰ γὰρ μὴ τῶν τυχόντων αὐτὸ καὶ ὧν οὐ πολὺς ὁ λόγος ἐνόμιζον εἶναι, οὐδ' ἂν ὑποπτεῦσαι τοῦτο ἐπῆλθεν αὐτοῖς.
000-00-00 Serial Number=0905800700
De sancta Droside martyre Ante [Go Back]  
 [00121]  Κἀκεῖνοι μὲν ταῦτα ὁρῶντες ἐνόμιζον αὐτὴν ἀπόλλυσθαι, αὐτὴ δὲ ἐξεκαθαίρετο μᾶλλον, καὶ καθάπερ τὸ χρυσίον ὁ μὲν ἰδιώτης ἑστὼς καὶ ὁρῶν τηκόμενον καὶ καταῤῥέον καὶ ἀναμιγνύμενον τῇ τέφρᾳ, ἀπολωλέναι καὶ διεφθάρθαι νομίζει, ὁ δὲ τεχνίτης καὶ ἀκριβῶς ταῦτα ἐπιστάμενος οἶδεν ὅτι ταύτῃ [50.689] καθαρώτερον γίνεται, καὶ μετὰ πύρωσιν αὐτὸ πάντοθεν ἀνασπᾷ λαμπρὸν συλλέγων·
 [00122]  οὕτω δὴ καὶ ἐπ' ἐκείνης οἱ μὲν ἄπιστοι τηκομένην αὐτῆς τὴν σάρκα ὁρῶντες καὶ καταῤῥέουσαν, ἐνόμιζον τέφραν γίνεσθαι καὶ κόνιν, οἱ δὲ πιστοὶ σφόδρα ἀκριβῶς ᾔδεσαν, ὅτι τηκομένη πᾶσαν ἀποτίθεται κηλῖδα, καὶ λαμπροτέρα ἄνεισιν ἀφθαρσίαν ἀπολαβοῦσα.
000-00-00 Serial Number=0561265528
De sancta trinitate Ante [Go Back]  
 [00217]  Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν ἐνόμιζον, λέγοντες, ὅτι Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ·
000-00-00 Serial Number=0297690868
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00019]  Τὸ γὰρ ὄνομα αὐτὸ καὶ συγγενείας κόσμον, καὶ οἰκίας ἀσφάλειαν, καὶ τοῖς καλουμένοις σωτηρίαν, καὶ τοῦ πόθου παραμυθίαν εἶναι ἐνόμιζον·
000-00-00 Serial Number=0667455375
Epistulae Ante [Go Back]  
 [00422]  Οὐδὲ γὰρ ἐπιστολὴν ἐνόμιζον σὴν ἐπιέναι μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι ἡμῖν καὶ συγγίνεσθαι.
 [01380]  Οὐδὲ γὰρ ἐπιστολὴν ἐνόμιζον σὴν ἐπιέναι μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι ἡμῖν καὶ συγγίνεσθαι.
000-00-00 Serial Number=0758540273
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00970]  Τὸ δὲ αἴτιον, ἐν τοῖς ὑψηλοῖς ἐνόμιζον κατοικεῖν τοὺς δαίμονας·
 [02481]  Ἐπειδὴ γὰρ οὐχ ὡς ἀνθρώποις προσεῖχον αὐτοῖς, οὐδὲ παρὰ Θεοῦ οὗτοι ἐνόμιζον εἶναι τὰ ἀγαθά·
 [03742]  Ἐλθέτω, καὶ ἐνόμιζον αὐτὸν μὴ δύνασθαι, κατάγει αὐτὸν ἐκεῖ.
 [04203]  Καὶ ἐπειδὴ ἐνόμιζον εἶναι ἐν ἀσφαλείᾳ.
000-00-00 Serial Number=0071650326
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00221]  εἰ γὰρ ἕνα τῶν πολλῶν ἐνόμιζον, οὐκ ἂν προσεκύνησαν.
000-00-00 Serial Number=0810725927
In Acta apostolorum Ante [Go Back]  
 [01383]  ἐνόμιζον γὰρ αὐτοῖς τέλος ἔχειν τὸ πρᾶγμα διὰ τὴν γενομένην τόλμαν κατὰ τοῦ Χριστοῦ.
 [02281]  καθάπερ παιδία ἐνόμιζον οὕτω παιδεύεσθαι, ὡς ἀρτίτοκοι οὕτω διέκειντο.
 [02290]  Οὔτε ἀλλότρια ἐνόμιζον εἶναι τὰ τῶν ἀδελφῶν·
 [02381]  τοῦτο ἐνόμιζον [60.68] ἐκεῖνοι χριστιανισμὸν εἶναι.
 [02833]  Ἐπειδὴ γὰρ διὰ τὸ τόλμημα ἐνόμιζον ἑαυτοὺς ἠλλοτριῶσθαι (καὶ γὰρ οὐκ ἔχει λόγον τὸν αὐτὸν, νῦν μὲν σταυροῦσθαι, νῦν δὲ ὡς οἰκείους θεραπεύειν), δείκνυσιν, ὅτι καὶ ἐκεῖνο κατὰ προφητείαν, καὶ τοῦτο.
 [03311]  Ὢ τῆς ἀνοίας! εἰ γευσαμένους τῶν ἀγώνων λοιπὸν καταπλήξεσθαι ἐνόμιζον·
 [03341]  Ἄλλως δὲ καὶ αὐτοὶ ἀνάστασιν ἐνόμιζον, ψυχρὰν μὲν καὶ μειρακιώδη, ἐνόμιζον δὲ ὅμως·
 [04234]  Εἰ δὲ ἐξέβαλον αὐτοὺς οἱ φύλακες, ὡς ἐκεῖνοι ἐνόμιζον, ἔφυγον ἂν, εἴ γε πεισθέντες ἐξῆλθον·
 [05468]  Καὶ εἰ μὴ τὸ πρᾶγμα ὕβριν ἐνόμιζον, καὶ ὀνειδιστικῶς με ταῦτα [60.134] λέγειν ἡγοῦντο, ἤδη ἂν καὶ ὀνομαστὶ παρήγαγον αὐτούς.
 [09999]  Ἐνταῦθα ἐκεῖνο ἐπισημαίνεται, ὅτι καίτοι ἀεὶ ἐν τούτῳ ἀσχολούμενοι, τῷ λαλεῖν καὶ ἀκούειν, ὅμως ξενίζοντα ἐνόμιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε ἤκουσαν.
 [09999]  Οὕτως οὐδὲν μέγα ἐνόμιζον τὸν Ἰησοῦν, ὅτι καὶ τὸν Παῦλον προσετίθεσαν, ὡς αὐτὸν ταύτῃ μέγα τι νομίζοντες εἶναι.
 [09999]  Οἱ μὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόμιζον, οὗτοι δὲ ἔσυρον πείσαντες τοὺς ὄχλους·
 [09999]  Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
 [09999]  Οἳ ἐνόμιζον αὐτὸν πίμπρασθαι, τουτέστι διαῤῥήγνυσθαι, οὗτοι θεασάμενοι, ὅτι οὐδὲν κακὸν ἔπαθε, λέγουσιν, ὅτι θεός [60.374] ἐστι.
 [09999]  Καὶ γὰρ τὴν ἀνάστασιν Θεόν τινα εἶναι ἐνόμιζον, ἅτε εἰωθότες καὶ θηλείας σέβειν.
 [09999]  Οὐρανοῦ, φησὶ, καὶ γῆς Κύριος ὑπάρχων, ἅπερ ἐνόμιζον εἶναι θεούς.
000-00-00 Serial Number=0245781839
In Isaiam Ante [Go Back]  
 [00938]  Ἐπεὶ οὖν ὥσπερ ἐν δικτύοις αὐτὸν λαβόντες οἱ βάρβαροι, ἕτοιμον ἐνόμιζον θήραν ἔχειν, καὶ οὐδὲ πόνου δεῖσθαι εἰς τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν αἰχμαλωσίαν τὴν ἐκείνου, συνέβη τοὐναντίον τοῖς βαρβάροις.
 [02239]  ∆ιεσείσθη γὰρ αὐτῶν, φησίν, ἡ ψυχή, κατεβλήθη τὸ φρόνημα, ἀπέγνωσαν τῆς σωτηρίας, ἐν ἐσχάτοις ἐνόμιζον εἶναι, οὐδὲν χρηστὸν προσεδόκων, ἕκαστος ὑπὸ τῶν οἰκείων λογισμῶν προδεδομένος ἦν.
000-00-00 Serial Number=0921265960
In Joannem Ante [Go Back]  
 [02110]  Οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἦν τέως, τὸ τοὺς ἀκούοντας τοῦ οὕτω θαυμασίου, τοῦ Ἰωάννου λέγω, καὶ περιφανοῦς, καὶ πρὸς ὃν ἅπαντες ἔτρεχον, καὶ ὃν ἄγγελον ἐνόμιζον εἶναι, τὸν οὐδέπω φανέντα οὐδὲ θαυματουργήσαντα, δυνηθῆναι πιστεῦσαι κρείττονα εἶναι.
 [02673]  Εἰς γὰρ τὴν τοῦ κόσμου δόξαν ἐπτοημένοι, καὶ τὰ κατὰ πρόσωπον βλέποντες, ἀνάξιον εἶναι ἐνόμιζον ὑποτάσσεσθαι αὐτὸν τῷ Χριστῷ.
 [05444]  Τέως γὰρ οὐδὲν μέγα ἐνόμιζον εἶναι παρακοῦσαι τοῦ Χριστοῦ.
 [05664]  Καὶ δηλοῖ τοῦτο ἕτερος εὐαγγελιστὴς λέγων, ἡνίκα περὶ τῆς ζύμης τῶν Φαρισαίων αὐτοῖς διελέγετο, ὅτι ἐκεῖνοι ἐνόμιζον ὅτι ἄρτους οὐκ ἐβάσταζον.
 [06053]  Ὅτι τοπικὸν καὶ μερικὸν Θεὸν ἐνόμιζον εἶναι·
000-00-00 Serial Number=0140358031
In Rachelem et infantes Ante [Go Back]  
 [00022]  Ὢ βασιλέως Ἡρώδου τοῦ διδάσκοντός με μὴ φονεύειν, καὶ ἔργῳ τὸν ἑαυτοῦ νόμον ἀκυροῦντος! ὃν ἐνόμιζον βασι λέα εἶναι τῆς εὐταξίας, τοῦτον ἡγεμόνα τῆς ἀταξίας ὁρῶ νῦν, ἀτάκτως καὶ ἀνόμως ἐργαζόμενον.
000-00-00 Serial Number=0183948517
In adorationem venerandae crucis Ante [Go Back]  
 [00036]  Ὃν γὰρ ἐνόμιζον κρατεῖν ἐν χερσὶ, νῦν κρατοῦμαι ὑπ' αὐτοῦ·
000-00-00 Serial Number=0638076961
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00112]  οὐ γὰρ διδόναι μᾶλλον, ἢ λαμβάνειν ἐνόμιζον.
 [00128]  ἀλλὰ χαίροντες, ἀγαλλόμενοι, κερδαίνειν τὰ μέγιστα νομίζοντες, οὕτως ἔφερον τὰ χρήματα, καὶ ἀγαπητὸν εἶναι ἐνόμιζον, εἰ καταξιώσειεν οἱ ἀπόστολοι δέξασθαι.
000-00-00 Serial Number=0458491921
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00887]  Ἀφ' ὧν ἐνόμιζον αὐτὸν δεικνύναι σαρκικῶς βουλευόμενον, ἐκ τοῦ μὴ πληρῶσαι τὴν ὑπόσχεσιν, ἐκ τούτου δείκνυσι μάλιστα πνευματικῶς βεβουλευμένον, καὶ τοὐναντίον σαρκικῶς βουλεύεσθαι.
 [01692]  Καὶ οὗ τὴν κτῆσιν ἐνόμιζον ἐκεῖνοι εἶναι καύχημα, τῆς σοφίας λέγω τῆς ἔξωθεν, οὗτος τὴν ἀναίρεσιν·
 [02568]  Ὃ γὰρ ἐνόμιζον ἐγκώμιον εἶναι ἐκεῖνοι, τοῦτο αἰσχρὸν καὶ καταγέλαστον ἀποφαίνει.
 [04402]  Ἐξ ὧν γὰρ ἐνόμιζον αὐτὸν διατετράφθαι, ὡς εἰκῆ ἐπιτιμήσαντα, διὰ τὴν προκοπὴν αὐτῶν, ἀπὸ τούτων δείκνυσιν ὅτι παῤῥησιάζεσθαι αὐτὸν δίκαιον.
 [06288]  ∆είκνυσι δὲ, ὅτι καὶ βάρος ἐνόμιζον εἶναι τοῦτο·
000-00-00 Serial Number=0636346161
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01328]  Τὸν μὲν γὰρ ἴσως ἐνόμιζον ἑαυτῷ δόξαν κτώμενον ταῦτα ποιεῖν, τούτους δὲ καὶ μειζόνως ἂν ἐμίσησαν, ἅτε ὑπὲρ ἑτέρου πολεμοῦντας αὐτοῖς.
 [05944]  καὶ κενοῖ τὸν τῦφον αὐτῶν πρῶτον, ὅπερ ἐνόμιζον αὐτῶν εἶναι ἐξαίρετον τὸ γνῶσιν ἔχειν τελείαν, τοῦτο κοινὸν ἀποφήνας·
 [05959]  Πρῶτον μὲν οὖν αὐτὸ κοινοποιεῖ, ἐπειδὴ ἐκεῖνοι αὐτῶν αὐτὸ εἶναι ἐνόμιζον μόνων·
 [06214]  Ὅπερ γὰρ ἐνόμιζον ὑπὲρ αὐτῶν εἶναι οὗτοι, τοῦτο πανταχοῦ εἰς τὴν αὐτῶν περιτρέπει κεφαλήν.
 [09409]  Ἀφ' ὧν γὰρ ἐνόμιζον οὐκ εἶναι ἰσότιμοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτων δείκνυσιν, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο ἰσότιμοι.
 [09999]  Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπ-ηγγέλλετο τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήματος τοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγομένῳ τινὲς καὶ σχε-δὸν ἀδύνατον εἶναι ἐνόμιζον, εἰ μετὰ τὴν τέφραν καὶ τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος·
 [09999]  Ἐπεὶ οὖν καὶ οὗτοι γλωσσῶν ἔχοντες χάρισμα, τὸ πᾶν ἔχειν ἐνόμιζον, ὅπερ τῶν ἄλλων ἔσχατον ἦν, διὰ τοῦτό φησι, Μὴ παιδία γίνεσθε, τουτέστι, μὴ ἀνόητοι, ἔνθα συν-ετοὺς εἶναι χρὴ, ἀλλ' ἐκεῖ νήπιοι καὶ ἀφελεῖς, ἔνθα ἀδικία, ἔνθα κενοδοξία, ἔνθα φύσημα·
 [09999]  Ἐπειδὴ γὰρ δοκεῖ πειρασμῶν ἀπαλλάττειν, τοὐναν-τίον αὐτῷ περιέθηκεν οὗπερ ἐνόμιζον οἱ πλουτοῦντες.
 [09999]  Εἶτα ἐπειδὴ καλλωπίζεσθαι ἐντεῦθεν ἐνόμιζον ἐκ τοῦ φθέγγεσθαι δημοσίᾳ, πάλιν εἰς τὸ ἐναντίον περιάγει τὸν λόγον, λέγων·
000-00-00 Serial Number=0622986078
In epistulam ad Ephesios Ante [Go Back]  
 [02443]  Εἰ γὰρ τιμωρίαν τὸ πρᾶγμα ἐνόμιζον, τὸ ἐμπεσεῖν εἰς τὴν κάμινον, κἂν ἤλγησαν πρὸς τὸν ἐμβαλόντα·
000-00-00 Serial Number=0789958417
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00229]  Ἐπειδὴ γὰρ ἐνόμιζον ἐκεῖνοι τοῦ Θεοῦ παρακούειν, ὡς δεδωκότος τὸν νόμον, καὶ ἐδεδοίκεσαν, εἰ τὴν Παλαιὰν ἀφέντες προσέλθοιεν τῇ Καινῇ·
000-00-00 Serial Number=0845865130
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07647]  Ἐκεῖνοι δὲ οὐχ οὕτως, ἀλλ' αὐτοὺς ἐνόμιζον εἶναι τοὺς θεούς·
 [08486]  Ὅρα, ὅθεν ἐνόμιζον ἐγκαταλελεῖφθαι, ἀπὸ τούτων φησὶν αὐτοὺς πιστεύειν, ὅτι οὐκ ἐγκαταλελειμμένοι εἰσίν.
000-00-00 Serial Number=0195173800
In epistulam ad Philippenses Ante [Go Back]  
 [00285]  Ὃ γὰρ ἐνόμιζον εἶναι ἀσθένειαν καὶ κατηγορίαν, τοῦτο βεβαίωσίν φησι·
 [00562]  οὕτω δὲ δι' αὐτὸν τὸ πᾶν ἑλεῖν ἐνόμιζον, ἀνελόντες αὐτόν.
 [02814]  Ὥσπερ ὑμᾶς, φησὶν, ἀνεκτησάμην ταῦτα ἀκούσαντας, ἅπερ ηὔχεσθε περὶ ἐμοῦ, ὅτι τὸ Εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατῃσχύνθησαν ἐκεῖνοι, ὅτι δι' ὧν ἐνόμιζον βλάπτειν, διὰ τούτων εὔφραναν·
000-00-00 Serial Number=0033661366
In epistulam ad Romanos Ante [Go Back]  
 [02671]  Ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριωτέραν, ἐπὶ τὸν Θεὸν τὸν λόγον ἀναγαγών.
 [06399]  Ἐπειδὴ γὰρ τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν, καὶ καταισχύνειν αὐτοὺς ἐνόμιζον, ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν.
000-00-00 Serial Number=0546457946
In epistulam ad Titum Ante [Go Back]  
 [00550]  καὶ γὰρ καὶ ἄλλους ἐνόμιζον θεούς.
000-00-00 Serial Number=0860790372
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00211]  τότε γνώσονται ὅτι μάταια αὐτοῖς ἀπέβη πάντα τὰ τοῦ βίου, καὶ ἃ ἐνόμιζον ἐντεῦθεν ἡδέα εἶναι, χολῆς καὶ ἰοῦ πικρότερα εὑρέθησαν.
000-00-00 Serial Number=0547126591
In illud Collegerunt Judaei Ante [Go Back]  
 [00025]  Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν χιονόφεγγον μαργαρίτην πίστει ὑποδέξωνται, ἀλλ' ἵνα τὸν φεγγίτην λίθον, ὡς ἐνόμιζον, τῇ ἀπιστίᾳ σκοτίσωσι.
000-00-00 Serial Number=0037617445
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00101]  Οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, εἰ αὐτὸς μὲν οὐκ ἐποίει ἑαυτὸν ἴσον τῷ Θεῷ, οἱ δὲ Ἰουδαῖοι τοῦτο ὑπώπτευον ἀπὸ τῶν εἰρημένων, διώρθωσεν ἂν τὴν ὑπόνοιαν ταύτην ὁ εὐαγγελιστὴς, καὶ εἶπεν ὅτι Ἰουδαῖοι μὲν ἴσον ἑαυτὸν ἐνόμιζον αὐτὸν ποιεῖν τῷ Θεῷ, αὐτὸς δὲ οὐκ ἐποίει τοῦτο οὐδὲ κατεσκεύαζεν.
000-00-00 Serial Number=0605146348
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00144]  Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ' ὁ θάνατος ἐκράτει, καὶ μετὰ τὴν ἐντεῦθεν ζωὴν ἀπόλλυσθαι ἐνόμιζον οἱ τελευτῶντες, ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων εἰκόνας ἐμψύχους μένειν, καὶ τὸ γέ νος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τοῖς ἐκείνων μεγίστην εἶναι πα ράκλησιν τὰ ἐκείνων ἔκγονα.
000-00-00 Serial Number=0723055243
In martyres Aegyptios Ante [Go Back]  
 [00054]  Πολλαπλάσιον τότε ἐνόμιζον ὁρᾷν τὸ φῶς, καὶ τὸ εἰρημένον παρὰ τῷ προφήτῃ, ὅτι Ἡ σελήνη ἔσται ὡς ὁ ἥλιος, ὁ δὲ ἥλιος ἑπταπλασίων, τοῦτο ἀπειληφέναι τὸ φῶς ἤδη ἐνόμιζον.
 [00056]  Ἤδη πρὸς τὸν οὐρανὸν μεθεστάναι καὶ μετ' ἀγγέλων χορεύειν ἐνόμιζον.
000-00-00 Serial Number=0095341742
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00100]  Καὶ πάλιν, πῶς τὰ σώματα τῶν τριῶν παίδων οὐ κατέκαυσεν, ἀλλ' ἡ κάμινος εἰς δρόσον μετεβάλλετο, καὶ τοὺς ἄνθρακας ῥοδῶνα ἐνόμιζον;
000-00-00 Serial Number=0237942696
In principium Actorum Ante [Go Back]  
 [01425]  Τὸ πρότερον τὸ ξύλον καὶ τὸν λίθον οὐκ ἐνόμιζον εἶναι ξύλον καὶ λίθον οἱ ἄνθρωποι, ἀλλὰ θεοὺς ἐκάλουν τὰ ἀναίσθητα, οὕτως ἦσαν ἀποτετυφλωμένοι·
000-00-00 Serial Number=0719258487
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00131]  ξύλον ἔβλεπον, καὶ τοῦτο ὁμοίως θεὸν ἐνόμιζον.
000-00-00 Serial Number=0485455155
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00139]  Καὶ ὅπερ ἐπὶ τῶν Ἰουδαίων συνέβη, ὅτε τὸν Παῦλον δήσαντες καὶ εἰς τὴν Ῥώμην ἀποστείλαντες ἐνόμιζον μὲν ἐπὶ θάνατον πέμπειν, ἔπεμπον δὲ τοῖς ἐκεῖ κατοικοῦσιν Ἰουδαίοις διδάσκαλον, [50.593] τοῦτο δὴ καὶ ἐπὶ Ἰγνατίου γέγονε μετὰ περιουσίας τινός.
000-00-00 Serial Number=0743933022
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00347]  Ἐπειδὴ γὰρ φιλοσοφεῖν ᾔδεσαν καὶ βιωτικῶν ἦσαν ἀνώτεροι τῶν πραγμάτων, καὶ τὸν τῦφον ἅπαντα κατεπάτησαν τὸν ἀνθρώπινον, καὶ κοῦφον αὐτῶν τὸ πτερὸν εἰργάσαντο, προσθήκην κακῶν καὶ τὴν αὐτόθι διατριβὴν ἐνόμιζον εἶναι.
 [00349]  εἰς δὲ τὸ δεσμωτήριον εἰσαχθέντες ἐκεῖνο δεσμωτηρίου γὰρ τὴν φαντασίαν ἅπασαν ἐκείνην, καὶ κρημνῶν καὶ σκοπέλων οὐδὲ ἄμεινον εἶναι ἐνόμιζον εὐθέως δυσκολίαν ὑπέμειναν χαλεπήν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»