Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐναντίας [68]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐναντίας
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0756384254
[00161]
Τί ταύτης σφοδρότερον τῆς ἐναντιώσεως γένοιτ' ἂν καὶ τῆς μάχης, ἣν μαχόμεθα τῷ ταῦτα νομοθετήσαντι, πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν ἐξ ἐναντίας ἱστάμενοι;
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0436760962
[00149]
Ὅπερ οἶμαι καὶ τὸν δίκαιον πεπονθέναι ἐκ τοῦ σφόδρα καταγινώσκειν ἑαυτοῦ, καὶ μηδέποτε χρηστὰς ἑαυτῷ ὑποτείνειν ἐλπίδας, ἀλλὰ τὰς ἐναντίας ἀεί.
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0889466286
[00071]
ὁ δὲ τοῖς τῆς ἀπογνώσεως δεθεὶς λογισμοῖς καὶ τὴν ἰσχὺν παραλύσας τὴν αὑτοῦ, πῶς δυνήσεται περιγενέσθαι καὶ ἀντιστῆναι, ἐξ ἐναντίας φυγών;
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0737343967
[02082]
Ἄνθρωποι τὸν ἅπαντα χρόνον τοιαύταις συντραφέντες ἀποδημίαις, καὶ τοῦτο ἔργον ἔχοντες ἵππους ἐλαύνειν διηνεκῶς, νῦν ὑπ' αὐτῆς τῆς ἱππασίας συντριβέντες ὑστέρησαν, καὶ γέγονεν ἀπ' ἐναντίας τοῖς τοῦ Ἰωνᾶ πράγμασι τὰ συμβάντα νῦν.
[02836]
πῶς καὶ αὗται καθάπερ παρθένοι τινὲς χορεύουσαι ἐν κύκλῳ μετὰ πολλῆς τῆς εὐταξίας ἀλλήλας διαδέχονται, καὶ κατὰ μικρὸν καὶ ἀψοφητὶ πρὸς τὰς ἐναντίας αἱ μέσαι διαβιβάζουσαι οὐ παύονται;
[03146]
Ὅταν γὰρ ἀλλήλων ἀναλωτικὰ τὰ στοιχεῖα ᾖ, καὶ κολάζῃ μὲν τοῦ ἡλίου τὴν δύναμιν ψυχρότης ἐπιγινομένη πλέον, ἀναλίσκῃ δὲ ταύτην τὸ θερμὸν πάλιν ἐπικρατῆσαν, καὶ τὰς ἐναντίας ποιότητάς τε καὶ διαθέσεις ἐν ἀλλήλοις ποιῇ καὶ πάσχῃ τὰ στοιχεῖα, εὔδηλον ὅτι μεγάλης φθορᾶς ταῦτα ἀπόδειξις, καὶ τοῦ σῶμα εἶναι πάντα τὰ ὁρώμενα.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0513229966
[00660]
Καὶ περὶ τοῦ μὴ κατακαλύπτεσθαι δὲ τὰς γυναῖκας, ἀλλὰ τοὺς ἄνδρας ἀπ' ἐναντίας, ἄκουσον πῶς αὐτοῖς ἐπιτιμᾷ λέγων·
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr
Ante [Go Back]
000-00-00 Serial Number=0414514840
[00121]
Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με·
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0461331606
[00904]
«ἐξ ἐναντίας μάχεσθε», ἀλλά·
[02863]
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου, φησίν, ἤγγισαν καὶ ἔστησαν.
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0756367147
[00542]
Καὶ γὰρ οἱ μαινόμενοι τῶν πραγμάτων οὐδενὸς ὡς ἔχει φύσεως αἰσθάνονται ἀλλὰ ἐναντίας τοῖς οὖσι τὰς ψήφους φέρουσιν.
De circo
Ante [Go Back]
000-00-00 Serial Number=0502303004
[00019]
Ἔχεις ἐξ ἐναντίας τοὺς τὰς δόσεις αὐτοῦ καταγγέλλοντας Χαναναίους, Φαρισαίους, Σαδουκαίους·
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0558867991
[00671]
καὶ πᾶσαν ἀπ' ἐναντίας ἦλθεν ἐκείνοις, καθάπερ τις ὁδίτης πολλῷ πλήθει ῥύμῃ φερομένῳ τὴν ἐναντίαν ὁδεύων ὁδόν.
De non iterando conjugio
Ante [Go Back]
000-00-00 Serial Number=0943555355
[00017]
Καὶ γὰρ ἂν εἴη τῆς ἐσχάτης ἀπονοίας τε καὶ μανίας ἃς οὐκ ἐκόλασεν ὁ μακάριος ἐκεῖνος, ἀλλ' ἐφείσατο, ταύτας ἡμᾶς καταδικάζειν ἀφειδῶς ἐξ ἐναντίας, καὶ ταῦτα μυρίων ἐμπεπλησμένους κακῶν.
De patientia sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0813846290
[00209]
οἱ δὲ τοὺς ὀδόντας βρύχουσιν, ἄλλοι τὰς σιαγόνας κόπτουσιν, ἕτεροι τοὺς ὀφθαλμοὺς ἐλεεινῶς περιστρέφουσιν, ὡς ὁρῶσι τὰς δυνάμεις κατ' ὀλίγον τοῦ σώματος ληγούσας, τὴν γλῶτταν φθεγγομένην, καὶ τὴν παρακαταθήκην βεβαίως ἀνυομένην, τὰς δυνάμεις τὰς ἐναντίας παρισταμένας λογοθετούσας, κατηγορούσας, ἁρπάσαι ἐπιχειρούσας, εἶτα καὶ τὸν κλέπτην εἰσελθόντα καὶ μηνύσαντα καὶ τοῦ σώματος τὴν ψυχὴν διαῤῥήξαντα.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0067414403
[00483]
οὗτοι δέ, ὅτε ἐπὶ τὸ κρεῖττον διεκοσμήθη καὶ τοσαύτην ἔλαβεν ἐπίδοσιν τὸ πρᾶγμα, τότε ἐξ ἐναντίας μὲν ἐκείνοις, πολλῷ δὲ ἐκείνων μείζονα τετολμήκασιν.
[00700]
ὥσπερ γὰρ ἀγρίων ἀνέμων ἐξ ἐναντίας προσπεσόντων ἀλλήλοις, τὸ τέως ἡσυχάζον πέλαγος μαίνεται ἐξαίφνης καὶ κορυφοῦται καὶ τοὺς ἐμπλέοντας ἀπόλλυσιν, οὕτω καὶ ἡ τῆς Ἐκκλησίας γαλήνη, δεξαμένη φθόρους ἀνθρώπους, ζάλης καὶ ναυαγίων πληροῦται πολλῶν.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0900887311
[00421]
Ὁ γὰρ πρὸς τὰ καλὰ τῶν πραγμάτων ἀπ' ἐναντίας διακείμενος τῆς γνώμης μετὰ τῆς ἄλλης βλάβης καὶ μαρτύριον οὐ μικρὸν παρὰ πᾶσι τῆς οἰκείας ἐκφέρει μοχθηρίας τὴν οὕτω διεστραμμένην καὶ ἄδικον ψῆφον.
[00810]
Τί γὰρ ἀτερπέστερον, εἰπέ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι καὶ θόρυβος ἀπ' ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων;
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0055436850
[01401]
Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστὸν, ἡμᾶς δὲ αὐτοὺς ἀπ' ἐναντίας περὶ τῶν πνευματικῶν διακεῖσθαι πραγμάτων;
[09999]
Οὐκοῦν μάχῃ καὶ κατὰ τοῦτο τῷ Θεῷ, τὰς ἐναντίας αὐτῷ φέρων ψήφους;
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0314383447
[02292]
Καὶ τοῦτο τοῦ ∆εσπότου οἰκονομία, ὅτι ἐξ ἐναντίας ἐποίησε τὴν κόλασιν τοῖς ἀσεβέσι, καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις, [52.684] ἵνα βλέπωσιν ἀλλήλους, καὶ ἀλλήλους γνωρίζωσι.
[02299]
Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος, ἐποίησεν αὐτὸν ἐξ ἐναντίας τοῦ παραδείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ' ἑκάστην ἡμέραν καὶ ὥραν βλέπων ἐκεῖνο τὸ ποθητὸν χωρίον, ὅθεν ἐξῆλθεν, ἔχῃ πάντοτε τὴν ὀδύνην ἐν τῇ ψυχῇ.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0307258010
[00689]
ἀλλ' ἔστιν ὅτε διαφθείρεται ταῦτα ἐξ ἑτέρας ἕξεως ἐναντίας·
Homilia dicta in templo sanctae Anastasiae
Ante [Go Back]
000-00-00 Serial Number=0206991255
[00086]
Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ' ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0310220718
[05759]
μάχη γάρ ἐστι τὸ ἐξ ἐναντίας στῆναι.
[09999]
ἐξ ἐναντίας ἔδει λέγεσθαι·
[09999]
μὴ πανταχοῦ διεσπάρθω τῶν ἡμετέρων λογισμῶν, ἀλλ' ἔν τινι βάθει τῆς διανοίας, ὥστε μὴ τὸν ἄνεμον τὸν ἀπὸ τῶν ῥημάτων τοῦ δι' ἐναντίας εὐκόλως ἐφικνεῖσθαι, ἀλλὰ παρ' ἡμῶν δέχεσθαι τὸν ἄνεμον, τῶν εἰδότων συμμέτρως αὐτὸ κινεῖν καὶ ἀσφαλῶς.
In Ecclesiasten
Ante [Go Back]
000-00-00 Serial Number=0280744731
[00289]
τοῦτό ἐστιν τὸ δεινόν, ὥστε, εἰ καὶ μὴ μάταια ἦν *** Ἀλλ' ἑτέρωθεν πάλιν ὅρα ἐναντίας δύο κακίας διωρισμένας, καὶ θαύμασον πῶς οὐδὲν ὄντα φθονεῖ δὲ ὡς μένοντα καὶ ἀεὶ ὄντα.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0466035485
[00145]
∆ιὰ τοῦτο αὐτὸν μάλιστα μίσησον, ὅτι πρὸς μὲν τὸν ὁμόδουλόν σε προσηνὴς καὶ ἥμερος εἶναι δοκεῖ, πρὸς δὲ τὸν κοινὸν ἡμῶν ἁπάντων ∆εσπότην κυνῶν λυττώντων ἐστὶν ἀγριώτερος, ἀκήρυκτον εἰς τὸν οὐρανὸν μάχην εἰσάγων καὶ πόλεμον ἄσπονδον, καὶ δύναμίν τινα ἐξ ἐναντίας ἀντικαθιστῶν τῷ Θεῷ.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0807074845
[00377]
τὰς ἐκ διαμέτρου ποιότητας ἐναντίας λαβὼν καὶ ὑποσχόμενος πρὸς τὸ ἐναντίον μεταστήσειν αὐτός.
[01764]
Ἐπεὶ οὖν τὰς ἐναντίας περὶ τούτων δόξας εἶχον καὶ τὰς οὐ προσηκούσας, εἰκότως αὐτοὺς διορθοῦται λέγων·
[02114]
τῷ Πατρὶ προσῆγε καὶ πλάνον ὠνόμαζον καὶ τὰς ἐναντίας ἐδέχοντο δόξας), μνημονεύει τῆς προφητείας ταύτης λέγων·
[02128]
∆ιὸ ἑτέρας περὶ τῶν ὁρωμένων δόξας ἐλάμβανον καὶ τὰς ἐναντίας.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0530721903
[00346]
τί ἂν εἴποιμεν ἐπὶ τῆς κατὰ προαίρεσιν ἐπιθυμίας καὶ διαθέσεως, καὶ μάλιστα ὅταν οἱ ἔρωτες οὗτοι ἀπ' ἐναντίας ἀλλήλοις διακέωνται;
[04109]
ἵνα μὴ δόξῃ ὡς ἀντίθεός τις καὶ ἐξ ἐναντίας ἥκων τῷ Πατρὶ ταῦτα ποιεῖν, ἐντεῦθεν τῆς τοιαύτης ὑπονοίας αὐτῶν ποιεῖται τὴν διόρθωσιν.
[04296]
Ὅπερ γὰρ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τὸ σπουδαζόμενον ἦν τῷ Χριστῷ οὐχ οὕτω τέως τὴν ἀξίαν ἐκκαλύψαι τὴν ἑαυτοῦ, ὡς τὸ πεῖσαι ὅτι οὐδὲν ἐξ ἐναντίας ἔπραττε τῷ Πατρί.
In Psalmum 050
Ante [Go Back]
000-00-00 Serial Number=0806985319
[00070]
Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με.
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0574081302
[00621]
Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με·
In Psalmum 118
Ante [Go Back]
000-00-00 Serial Number=0672634661
[01015]
Οὔτε γὰρ κατὰ ταὐτὸν δυ νατὸν δύο ὁδεύειν ὁδοὺς, ἀκολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας, ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0614950657
[01689]
Ὁρᾷς ἀπ' ἐναντίας τοῖς ψευδαποστόλοις φθεγγόμενον;
[02721]
Πῶς οὖν καθῄρηται καὶ ἠφάνισται, καὶ ἀπ' ἐναντίας ἐκείνοις τὰ ἡμέτερα;
[05815]
ἀλλ' ὅμως τούτῳ πολλοὶ προσέπταισαν, καὶ ἀπ' ἐναντίας ἀλλήλοις·
[05820]
Ἀλλ' ὅμως οἱ πηρωθέντες ἐξ οἰκείων λογισμῶν, εἰς ἐναντίας ἐξέπεσον ἐννοίας, ἀλλήλους ἐλέγχοντες, καὶ ἀλλήλων γινόμενοι κατήγοροι, καὶ ὑπὲρ τῆς τοῦ Θεοῦ σοφίας ἀπολογούμενοι καὶ αὐτῶν ὧν ἐπλανήθησαν λογισμῶν.
[06240]
Τοῦτο γὰρ μάλιστα ζητοῦσιν οἱ βιωτικοὶ, καὶ ἐν τούτῳ κἀκεῖνοι, οἳ δι' ἐναντίας μέγα ἐφρόνουν.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0761574447
[00882]
Καὶ γὰρ ἐν τοῖς πολέμοις πρὸ τῶν ἄλλων ἁπάντων τὸν στρατηγὸν καταβαλεῖν ὁ δι' ἐναντίας ἐπιχειρεῖ.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0338487744
[09999]
ἐπεὶ καταγέλαστος ἔσται παρὰ τοῖς προκατειλημμένοις ὑπὸ τῆς ἐναντίας ψήφου·
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0744893849
[00983]
ἀλλ' ἐξ ἐναντίας, ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες·
[01040]
Οὐκοῦν μάχῃ καὶ κατὰ τοῦτο τῷ Θεῷ, τὰς ἐναντίας αὐτῷ φέρων ψήφους.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0551737547
[02890]
Καὶ καθάπερ εἰς λιμένα γαληνὸν πνεύματα ἄγρια ἐξ ἐναντίας ἐμπεσόντα, πάσης σπιλάδος καὶ παντὸς πορθμοῦ ἐπισφαλέστερον αὐτὸν καθίστησιν·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0740520418
[02010]
Ἐνταῦθα δὲ ἐπιτίθενταί τινες λέγοντες, ὅτι διεῖλεν εἰς δύο τὸν ἄνθρωπον ὁ Ἀπόστολος, ὥσπερ ἐξ ἐναντίας οὐσίας κατεσκευασμένον εἰσάγων, καὶ μάχην τῷ σώματι πρὸς τὴν ψυχὴν δεικνὺς οὖσαν.
[02229]
Τὰ δὲ τοῦ πνεύματος οὐ τοιαῦτα, ἀλλ' ἀπ' ἐναντίας ἅπαντα τούτοις.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0283729911
[02808]
Οὐδὲ γὰρ οἶδε τὴν ἐξ ἐναντίας μάχην, ἀλλ' ὥσπερ ὄφις ταῖς ἀκάνθαις ἐγκρύπτεται τῇ ἀπάτῃ τοῦ πλούτου συνεχῶς ἐμφωλεύων.
[05942]
τοῦ δὲ ἀποτιμηθέντος, ἐξ ἐναντίας ἐχωρίζοντο γνώμης ἅπαντες.
[06483]
Τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξ ἐναντίας, ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχ εὗρε, καὶ τὴν ἐλάττονα οὐχ εὗρεν.
[07720]
Οὕτω καὶ τέκνα Θεοῦ καλεῖ ὁ Χριστὸς, οὕτω καὶ υἱοὺς διαβόλου πάλιν ἐξ ἐναντίας, οὕτω καὶ ἀπειθείας, οὕτω καὶ γεέννης, οὕτω καὶ ἀπωλείας.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0512927115
[00872]
Ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεμνότητα, λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον.
[00874]
Τὸν ἐξ ἐναντίας φησὶ καὶ τὸν διάβολον καὶ πάντα τὸν ἐκείνῳ διακονούμενον.
[00878]
Ὁρᾷς τί προλαβὼν εἶπεν, Ἵνα ὁ ἐξ ἐναντίας, φησὶν, ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον.
In illud Diligentibus deum omnia cooperantur in bonum
Ante [Go Back]
000-00-00 Serial Number=0686358452
[00036]
διὰ τοῦτο καθάπερ στρατηγὸς ἄριστος, ὁρῶν μετὰ πολλοῦ θυμοῦ πνέοντα τὸν ἀντίπαλον, περιιὼν τοὺς οἰκείους πανταχόθεν διεγείρει, νευροῖ, ἀλείφει, θαρσαλεωτέρους καθίστησι, προθυμοτέρους ποιεῖ πρὸς τὸ τὰς χεῖρας ἀντᾶραι κατὰ τοῦ πολεμίου, καὶ μὴ δεδοικέναι τὰς ἐκείνου καταδρομὰς, ἀλλὰ στεῤῥῷ τῷ φρονήματι ἐξ ἐναντίας ἱσταμένους καὶ αὐτὴν αὐτοῦ συγκόπτειν, εἰ οἷόν τε, τὴν ὄψιν, καὶ μὴ καταπλήττεσθαι τὴν πρὸς αὐτὸν ἀντίστασιν τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ μακάριος οὗτος, ἡ οὐρανομήκης ψυχὴ, διεγεῖραι βουλόμενος τῶν πιστῶν τὰ φρονήματα, καὶ κάτω κείμενον, ὡς εἰπεῖν, αὐτῶν τὸν λογισμὸν ἀνορθῶσαι ἐπειγόμενος, οὕτως ἤρξατο λέγων·
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0270495594
[00309]
ἀλλ' οὐκ ἀπὸ ἐναντίας τῆς γνώμης, ἀλλ' ἀπὸ μιᾶς καὶ συμφώνου.
In illud Ignem veni mittere in terram
Ante [Go Back]
000-00-00 Serial Number=0142290711
[00031]
ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με·
In illud Messis quidem multa
Ante [Go Back]
000-00-00 Serial Number=0841785729
[00006]
Τοιαῦτα γὰρ τὰ παρ' ἡμῖν, ἀπ' ἐναντίας τοῖς ἔξωθεν.
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0236159563
[00727]
Ἀπ' ἐναντίας τοῖς ἄλλοις δραπέταις.
In pentecosten Sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0261961401
[00078]
Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με·
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0495285869
[01981]
Καὶ ὁ ἄρ χων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν.
[02048]
Καὶ ὁ ἄρχων τῆς βασιλείας, φησὶ, Περσῶν εἰστήκει ἐξ ἐναντίας μου.
Oratio de hypapante
Ante [Go Back]
[00142]
Ἐπεὶ οὖν μέχρι τοῦ νῦν ἠγνόησας τὸν δεσπότην, καὶ τὰς ἐναντίας δυνάμεις ἐφαίδρυνας τῇ ἀπωλείᾳ σου, σπούδασον κἂν ἀπὸ τοῦ νῦν μακροθυμήσαντα ἐπὶ σοὶ τὸν δεσπότην τὸν γνώριμόν σε γενέσθαι πρὸς αὐτὸν διὰ μετανοίας, καὶ τοὺς μηδέποτε χαροποιηθέντας ἀγγέλους ἐπὶ σοὶ νῦν διὰ τῆς πρὸς τὸν δεσπότην ἐπανόδου χαροποίησον·
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»