Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐξαίφνης [128]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐξαίφνης


000-00-00 Serial Number=0615737200
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00146]  Οὐδὲ γὰρ κατὰ μικρὸν, οὐδ' ἐν χρόνῳ πολλῷ προσῆλθε τῷ καινῷ τούτῳ μιάσματι, ἀλλ' ἀθρόως καὶ ἐξαίφνης πρὸς αὐτὴν εὐθέως ἀνεπήδησε τὴν κορυφὴν, τὸν κοινωνήσαντα τῶν αὐτῶν ὠδίνων αὐτῷ, τὸν ἠδικηκότα οὐδὲν, πλὴν εἰ τὸ τιμῆσαι τὸν Θεὸν ἀδίκημα ᾤετο, τοῦτον λοχήσας καὶ ἀνελών.
 [01016]  ὅτε δὲ καὶ κατενεχθέντα τὸν φρικωδέστατον ἐκεῖνον εἶδεν ὑετὸν, καὶ πάντα κόνιν καὶ τέφραν ἐξαίφνης γεγενημένα, οὐδὲ ἐν ἑαυτῷ λοιπὸν ἦν.
 [01033]  Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας, καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν·
 [01425]  οὕτως οἱ μὲν πυρὸς ἁφθέντος ἐξαίφνης ἐκαύθησαν, οἱ δὲ γενομένου χάσματος κατεπόθησαν·
000-00-00 Serial Number=0810728490
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00053]  Ὁ πρὸς τὸν οὐρανὸν φθάσας, ὁ τῆς τοῦ βίου ματαιότητος καταγελῶν, ὁ τὰ κάλλη τῶν σωμάτον ὡς τὰ ἐν λίθοις ὁρῶν, ὁ χρυσοῦ μὲν ὡς πηλοῦ, τρυφῆς δὲ ἁπάσης ὡς βορβόρου καταφρονῶν, οὗτος ἡμῖν ἐξαίφνης πυρετῷ κατασχεθεὶς ἐπιθυμίας ἀτόπου, καὶ τὴν ὑγίειαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὥραν ἅπασαν διέφθειρεν, καὶ δοῦλος γέγονεν τῶν ἡδονῶν.
 [00315]  Καὶ καθάπερ παιδίον βασιλικὸν πρότερον ἐν εὐτελεῖ τρεφόμενον οἰκήματι καὶ ὑπὸ φόβον ὂν παιδαγωγῶν, ὥστε μὴ τῇ ἀνέσει γενέσθαι χεῖρον καὶ τῆς πατρικῆς ἀνάξιον κληρονομίας, ἐπειδὰν εἰς τὸ βασιλικὸν ἐλθεῖν ἀξίωμα δέῃ, πάντα ἀθρόως ἐκεῖνα μεταμφιασάμενος, ἐξαίφνης, μετὰ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος καὶ τοῦ πλήθους τῶν δορυφόρων, μετὰ πολλῆς προκάθηται τῆς παρρησίας, τὰ ταπεινὰ καὶ κατηφῆ ῥίψας ἀπὸ τῆς ψυχῆς, καὶ ἕτερα ἀντ' ἐκείνων ἀναλαβών·
 [00335]  Εἰ δὲ ἐκεῖνος ἀμυδράν τινα τῶν μελλόντων εἰκόνα ἰδὼν ἅπαντα ἐξαίφνης ἔρριψεν ἀπὸ τῆς ψυχῆς διὰ τὴν ἀπὸ τῆς ὄψεως ἐκείνης ἡδονὴν ἐντεθεῖσαν αὐτοῦ τῇ ψυχῇ, τί ἄν τις εἴποι, ὅταν αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια παραγένηται, ὅταν τῶν βασιλείων ἀνοιγέντων κατοπτεύειν ἐξῇ τὸν βασιλέα αὐτόν, μηκέτι ἐν αἰνίγματι μηδὲ δι' εἰσόπτρου, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον, μηκέτι διὰ πίστεως ἀλλὰ διὰ εἴδους;
 [00588]  Οὗτος τὸ μὲν πρῶτον ἐρρῶσθαι πολλὰ ταῖς ἐν τοῖς μουσείοις διατριβαῖς εἰπών, καὶ τὴν λαμπρὰν ἐκείνην ἀμφίασιν ἀφείς, καὶ τὸν τῦφον ἅπαντα τὸν βιωτικόν, ἐξαίφνης ἱμάτιον εὐτελὲς περιθέμενος, καὶ πρὸς τὴν ἐν τοῖς ὄρεσιν ἐρημίαν ἀναχωρήσας, πολλὴν ἐπεδείξατο τὴν φιλοσοφίαν, οὐ κατὰ τὴν ἡλικίαν μόνον, ἀλλ' ὅσην ἄν τις τῶν θαυμαστῶν καὶ μεγάλων ἀνδρῶν.
 [00590]  Καὶ πάντες ἔχαιρον καὶ ἐδόξαζον τὸν θεόν, ὅτι καὶ ἐν πλούτῳ τραφεὶς πολλῷ, καὶ προγόνους ἔχων λαμπροὺς καὶ σφόδρα ἔτι νέος ὤν, οὕτως ἐξαίφνης ἅπασαν τοῦ βίου τὴν φαντασίαν καταπατήσας πρὸς τὸ ὕψος ἀνέδραμεν τὸ ἀληθινόν.
000-00-00 Serial Number=0786484599
Ad populum Antiochenum Ante [Go Back]  
 [00496]  ∆ῆμος εὔτακτος οὕτω καὶ ἥμερος, καὶ καθάπερ ἵππος χειροήθης καὶ τιθασσὸς, ἀεὶ ταῖς τῶν ἀρχόντων εἴκων χερσὶν, ἐξαίφνης τοσοῦτον ἡμῖν ἀπεσκίρτησε νῦν, ὡς τοσαῦτα ἐργάσασθαι κακὰ, ἃ μηδὲ εἰπεῖν θέμις.
 [00546]  νῦν ἡ πολύπαις ἄπαις ἐξαίφνης γεγένηται, καὶ ὁ βοηθήσων οὐδείς.
 [04892]  καὶ μοναστήριον ἡμῖν ἡ πόλις ἐξαίφνης ἐγένετο.
000-00-00 Serial Number=0364526331
Ad viduam juniorem Ante [Go Back]  
 [00015]  Τὸ γὰρ τοσούτων συνδραμόντων ἐξαίφνης κακῶν μὴ ἀποπνιγῆναι τῇ λύπῃ μηδὲ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν οὐκ ἀνθρωπίνης τινὸς βοηθείας ἦν, ἀλλὰ τῆς πάντα δυναμένης χειρός, τῆς συνέσεως ἧς οὐκ ἔστιν ἀριθμός, τῆς φρονήσεως ἧς οὐκ ἔστιν ἐξεύρεσις, τοῦ Πατρὸς τῶν οἰκτιρμῶν καὶ Θεοῦ πάσης παρακλήσεως.
000-00-00 Serial Number=0551970959
Adversus Judaeos Ante [Go Back]  
 [01654]  σεισμοῦ δὲ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου, καταλειφθῆναι μόνον, φυγόντων τῶν φίλων.
 [02291]  οὐ γὰρ δὴ τοῦτο μόνον εἶδεν, ἀλλὰ προφητικοῖς ἄνωθεν καταμαθὼν ὀφθαλμοῖς τὴν τῶν ἐθνῶν προσαγωγὴν, καὶ πῶς οἱ τοῖς θεοῖς προσηλωμένοι, καὶ θεραπεύοντες λίθους, καὶ τῶν ἀλόγων ἀθλιώτερον διακείμενοι, ἐξαίφνης ἀνέβλεψαν, καὶ τὸν τῶν ἁπάντων ἐπέγνωσαν ∆εσπότην, καὶ τὴν μιαρὰν τῶν δαιμόνων λατρείαν ἀφέντες, καθαρῶς καὶ ἀναιμωτὶ τὸν Θεὸν ἐθεράπευον·
000-00-00 Serial Number=0912427604
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00308]  τούτους δὲ ὥσπερ ἔκ τινος μέθης ἐξαίφνης μεταβαλλομένους ἀλγεῖν, ἐπὶ φιλοσοφίᾳ τῶν παίδων ἀγομένων αὐτοῖς·
 [00352]  Ἀλλ' ἐξαίφνης, ὥσπερ τις σκηπτὸς ἢ καταιγίς ποθεν ἐπιπεσοῦσα, [47.334] μυριαγωγὸν ὁλκάδα καὶ πολλῶν γέμουσαν φορτίων, καὶ μακρὸν διανύσασαν πέλαγος, καὶ ἐξ οὐρίας πλέουσαν, καὶ πρὸς αὐτῷ λοιπὸν οὖσαν τῷ λιμένι, μικρὸν πρὸ τοῦ στόματος αὐτοῦ κατέκλυσε, καὶ μὴ μόνον πενίας τῆς ἐσχάτης, ἀλλὰ καὶ θανάτου τοῦ ἐλεεινοῦ καὶ ἀπωλείας δέος, μὴ τῇ τοῦ τὰ τοιαῦτα πεπλουτηκότος κεφαλῇ περιστήσειεν ὁ χειμών·
000-00-00 Serial Number=0000186086
Catecheses ad illuminandos Ante [Go Back]  
 [00613]  Ὅρα αὐτὸν πάλιν ἀθρόον εἰς ἡμερότητα προβάτου μεταβαλλόμενον καὶ τὸν πρὸ τούτου δεσμεύοντα καὶ εἰς φυλακὰς ἐμβάλλοντα καὶ πάντας τοὺς εἰς τὸν Χριστὸν πιστεύοντας ἐλαύνοντα καὶ διώκοντα ἐξαίφνης διὰ τὸν Χριστὸν διὰ τοῦ τείχους ἐν σπυρίδι χαλώμενον ἵνα διαφύγῃ τῶν Ἰουδαίων τὰς ἐπιβουλάς, ἄλλοτε διὰ νυκτὸς εἰς Καισάρειαν ἐκπεμπόμενον κἀκεῖθεν εἰς Ταρσὸν ἐξαποστελλόμενον ἵνα μὴ διασπασθῇ ὑπὸ τῆς τῶν Ἰουδαίων μανίας.
 [00633]  Πῶς οὐ καινὰ καὶ παράδοξα τὰ πάντα ὅταν ὁ πρότερον ἀκόλαστος καὶ περὶ τὰς ἡδονὰς τοῦ παρόντος βίου καταδαπανώμενος, ἐξαίφνης ἀνώτερος τῶν παθῶν γεγονώς, ὡς οὐδὲ σῶμα περικείμενος, οὕτω τὴν σωφροσύνην καὶ τὴν ἁγνείαν μεταδιώκῃ.
000-00-00 Serial Number=0417025387
Commentarius in Job Ante [Go Back]  
 [00546]  [18b] τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ [1,19a] ἐξαίφνης πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, [19b] καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν.
 [00681]  ἐξαίφνης ἄπαις ὁ πολύπαις γέγονεν.
000-00-00 Serial Number=0563663244
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00375]  Οἱ μὲν γὰρ ὑπὸ τοῦ λιμοῦ πάλαι διαφθειρόμενοι οἱ δὲ ἐπὶ ταῖς φαρμακείαις καὶ ταῖς κακουργίαις ἑάλωσαν δεσμωτήριά τε οἰκοῦντες καὶ μέταλλα ἐργαζόμενοι ἄλλοι δὲ ἐπιτηδευμάτων αἰσχρῶν μόλις δυνάμενοι διαζῆν ἱερεῖς καὶ ἱεροφάνται ἀναφανέντες ἐξαίφνης ἐν πολλῇ ἦσαν τῇ τιμῇ.
000-00-00 Serial Number=0619782388
De Lazaro Ante [Go Back]  
 [01766]  Εἰ γὰρ ἐν τρισὶν, ἢ πέντε ἡμέραις ἀπελθόντων τινῶν, αἱ γυναῖκες καὶ οἱ προσήκοντες ἅπαντες τοῦτο μάλιστα πάντων ὀλοφύρονται, ὅτι ταχέως καὶ ἐξαίφνης ἀνηρπάγη τῆς ἐκείνων ὄψεως ὁ τετελευτηκώς·
 [01769]  τὸ δὲ παρ' ἐλπίδα συμβὰν καὶ ἐξαίφνης ἀφόρητον γίνεται.
000-00-00 Serial Number=0900826812
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00062]  Πόθεν οὖν ἐξαίφνης μεταβέβλησαι;
000-00-00 Serial Number=0896987975
De jejunio [2] Ante [Go Back]  
 [00153]  Ἐὰν ἐξαίφνης εἴπω κατ' ἔθνος καὶ βασιλείας καταστρέψαι καὶ ἐκριζοῦν, καὶ μετανοήσει τῆς κακίας, μετανοήσω κἀγὼ ὧν ἀπεφηνάμην.
000-00-00 Serial Number=0828121185
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [01106]  ἀφανοῦς γὰρ γενομένης ἐξαίφνης, ὁ μὲν μνηστὴρ ἀπῄει ἓν μόνον κερδάνας ἀσελγείας ἱπποδρομίαν.
000-00-00 Serial Number=0963371456
De mansuetudine sermo Ante [Go Back]  
 [00083]  ἵνα μάθωσιν ἅπαντες οἱ τὰς ἀσεβεῖς χεῖρας προσάγοντες τῷ ∆εσπότῃ, ὅτι ῥᾳδίως ἂν τοὺς μανέντας ἐκόλαζεν ὁ ῥᾳδίως οὕτω σείσας τὴν γῆν καὶ τὸν ἥλιον ἐξαίφνης ἀφανῆ γενέσθαι προστάξας·
000-00-00 Serial Number=0709170938
De mutatione nominum Ante [Go Back]  
 [00099]  Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν.
 [00198]  ὅταν δὲ Παῦλον ἴδῃς τὸν οὐκ εἰδότα αὐτὸν, τὸν οὐκ ἀκούσαντα αὐτοῦ, τὸν οὐ μετασχόντα τῆς διδασκαλίας, τὸν καὶ μετὰ τὸν σταυρὸν αὐτῷ πολεμοῦντα, τὸν ἀποκτιννύντα τοὺς εἰς αὐτὸν πιστεύοντας, τὸν πάντα συγχέοντα καὶ ταράττοντα, τοῦτον ἐξαίφνης μεταβεβλημένον, καὶ τοῖς ὑπὲρ τοῦ κηρύγματος καμάτοις ἅπαντας παρελάσαντα τοὺς τοῦ Χριστοῦ φίλους, ποίαν ἕξεις λοιπὸν, εἰπέ μοι, ἀναισχυντίας πρόφασιν, ἀπιστῶν τῷ τῆς ἀναστάσεως λόγῳ;
 [00266]  καὶ δέδοικα μὴ, πολλὰ ῥεύματα ποταμῶν ἐξαίφνης ἀφεὶς, ἀποπνίξω τῆς διδασκαλίας τὸν λόγον.
 [00806]  Ἐγένετο δὲ, φησὶν, ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ ∆αμασκῷ, ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἐκ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαῦλε, Σαῦλε, τί με διώκεις;
000-00-00 Serial Number=0204621613
De non iterando conjugio Ante [Go Back]  
 [00136]  ἂν ταῦτα ῥίψῃ πάντα ἐξαίφνης ὡς οὐδὲ γεγενημένα, ἑτέρῳ τὰς θύρας ἀναπετάσασα τῆς οἰκίας, καὶ πρὸς τὴν εὐνὴν αὐτὸν ἕλκῃ τὴν ἐκείνου τὴν πάντα τὰ πρότερα συνειδυῖαν, ἂν ταῦτα ποιῇ, οὐδεὶς ὁ μεμφόμενος οὐδὲ ἐγκαλῶν;
000-00-00 Serial Number=0957222223
De patientia sermo 1 Ante [Go Back]  
 [00273]  Ὅτε ἥξει ἐξαίφνης ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, τότε ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα σκορπίζονται, αἱ δυνάμεις τῶν ἀγγέλων προτρέχουσι, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται, αἱ πηγαὶ ξηραίνονται, αἱ ἄβυσσοι σαλεύονται, ἡ γῆ πᾶσα κλονίζεται.
 [00297]  οὗτος ὁ τοσοῦτος ἐξαίφνης ἀνάρπαστος τῶν ἐμῶν χειρῶν ἐπήρθη, καὶ ὁ πρὸ μικροῦ ὁρώμενος, οὐ πάρεστι θεωρούμενος, ἀλλὰ καταλιπὼν τὸν γεννήσαντα, ἀπῆλθε πρὸς τὸν πλάσαντα·
000-00-00 Serial Number=0670062482
De perfecta caritate Ante [Go Back]  
 [00189]  Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα, καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ποιήσειν ἐξαίφνης νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ πάντας κατασκευάσειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης εἵλου τῆς ὑποθέσεως καὶ ποιῆσαι καὶ παθεῖν;
000-00-00 Serial Number=0557115436
De precatione [1] Ante [Go Back]  
 [00055]  οὕτως ἐξαίφνης ἀπὸ τοῦ φαυλοτέρου βίου πρὸς εὐσέβειαν μετεπήδησεν.
000-00-00 Serial Number=0006735384
De sacerdotio Ante [Go Back]  
 [00025]  Λόγος γὰρ οὐδεὶς ἂν ἐφίκοιτο τοῦ χειμῶνος ἐκείνου καὶ τοῦ κλύδωνος ὃν ὑφίσταται κόρη, ἄρτι μὲν τῆς πατρῴας οἰκίας προελθοῦσα καὶ πραγμάτων ἄπειρος οὖσα, ἐξαίφνης δὲ πένθει τε ἀσχέτῳ βαλλομένη καὶ ἀναγκαζομένη φροντίδων καὶ τῆς ἡλικίας καὶ τῆς φύσεως ἀνέχεσθαι μειζόνων.
 [00082]  ὅσοι δέ εἰσιν ἀφειδέστεροι τῶν αἰτιωμένων ταῦτά τε ἡμῖν ἀμφότερα ἐγκαλοῦσιν ὁμοῦ καὶ προστιθέασι τὴν εἰς τοὺς τετιμηκότας ὕβριν, δίκαια πεπονθέναι λέγοντες αὐτοὺς καὶ εἰ μείζονα τούτων ἀτιμασθέντες ἔτυχον παρ' ἡμῶν ὅτι τοσούτους καὶ τηλικούτους ἀφέντες ἄνδρας, μειράκια χθὲς καὶ πρώην ἔτι ταῖς τοῦ βίου μερίμναις ἐγκαλινδούμενα, ἵνα χρόνον βραχὺν τὰς ὀφρῦς συναγάγωσι καὶ φαιὰ περιβάλλωνται καὶ κατήφειαν ὑποκρίνωνται, ἐξαίφνης εἰς τοσαύτην ἤγαγον τιμὴν ὅσην οὐδὲ ὄναρ λήψεσθαι προσεδόκησαν.
 [00383]  Τί γὰρ δήποτε τοὺς μὲν μυρίους ἀνασχομένους ἱδρῶτας εἰς τὰς τῆς Ἐκκλησίας χρείας παρεῖδον, τὸν δὲ οὐδέποτε τοιούτων γευσάμενον πόνων, πᾶσαν δὲ τὴν ἡλικίαν ἐν τῇ τῶν ἔξωθεν λόγων ματαιοπονίᾳ καταναλώσαντα, ἐξαίφνης εἰς ταύτην εἵλκυσαν τὴν τιμήν;
 [00422]  τὸ γὰρ ἐν τούτῳ τῆς ἡλικίας ὄντα καὶ πρὸ βραχέος ἀποστάντα τῶν βιωτικῶν φροντίδων, ἐξαίφνης οὕτω δόξαι παρὰ πᾶσιν εἶναι θαυμαστὸν ὥστε τῶν τὸν ἅπαντα χρόνον ἐν τοῖς τοιούτοις ἐξαναλωθέντων πόνοις προτιμηθῆναι καὶ πλείονας ψήφους πάντων ἐκείνων λαβεῖν, θαυμαστά τινα καὶ μεγάλα περὶ ἡμῶν πάντας ἂν ὑποπτεύειν ἔπεισε καὶ σεμνοὺς ἂν ἡμᾶς καὶ περιβλέπτους κατέστησε.
 [00450]  Ὑπόγραψόν μοι τὸν Ἠλίαν τοῖς ὀφθαλμοῖς καὶ τὸν ἄπειρον ὄχλον περιεστῶτα καὶ τὴν θυσίαν ἐπὶ τῶν λίθων κειμένην καὶ πάντας μὲν ἐν ἡσυχίᾳ τοὺς λοιποὺς καὶ πολλῇ τῇ σιγῇ, μόνον δὲ τὸν προφήτην εὐχόμενον, εἶτα ἐξαίφνης τὴν φλόγα ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ἱερεῖον ῥιπτουμένην, θαυμαστὰ ταῦτα καὶ πάσης ἐκπλήξεως γέμοντα.
 [00633]  Καὶ καθάπερ τύραννον, ἕως μὲν ἂν κρατῇ, ἅπαντες πεφρίκασι καὶ κολακεύουσι διὰ τὸ μὴ δύνασθαι καθελεῖν, ὅταν δὲ ἴδωσι προχωροῦν ἐκεῖνο, τὴν μεθ' ὑποκρίσεως ἀφέντες τιμὴν οἱ πρὸ μικροῦ φίλοι γεγόνασιν ἐξαίφνης ἐχθροὶ καὶ πολέμιοι καὶ πάντα αὐτοῦ τὰ σαθρὰ καταμαθόντες ἐπιτίθενται παραλύοντες τῆς ἀρχῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν ἱερέων, οἱ πρὸ βραχέος, καὶ ἡνίκα ἐκράτει, τιμῶντες καὶ θεραπεύοντες, ὅταν μικρὰν εὕρωσι λαβήν, παρασκευάζονται σφοδρῶς, οὐχ ὡς τύραννον μόνον, ἀλλὰ καὶ τούτου χαλεπώτερον καθαιρήσειν μέλλοντες.
 [00700]  ὥσπερ γὰρ ἀγρίων ἀνέμων ἐξ ἐναντίας προσπεσόντων ἀλλήλοις, τὸ τέως ἡσυχάζον πέλαγος μαίνεται ἐξαίφνης καὶ κορυφοῦται καὶ τοὺς ἐμπλέοντας ἀπόλλυσιν, οὕτω καὶ ἡ τῆς Ἐκκλησίας γαλήνη, δεξαμένη φθόρους ἀνθρώπους, ζάλης καὶ ναυαγίων πληροῦται πολλῶν.
 [00959]  ἐπεὶ δὲ εὑρέθησαν οἱ δώσοντες τὴν τιμήν, γέγονας ἐξαίφνης ἰσχυρός;
 [01505]  Εἶτα ἁρπάσας τις ἐξαίφνης μειράκιον τῶν ἐν ἀγρῷ τραφέντων καὶ τῆς πηκτίδος καὶ τῆς καλαύροπος πλέον εἰδότων οὐδέν, καθοπλιζέτω μὲν αὐτὸ ὅπλοις χαλκοῖς·
000-00-00 Serial Number=0763039112
De salute animae Ante [Go Back]  
 [00116]  Εἶτα ὡς ταῦτα ἐνθυμούμεθα, ἐξαίφνης ἐφίστανται ἡμῖν ἄγγελοι ἀπότομοι.
000-00-00 Serial Number=0866137207
De sancta Thecla martyre [2] Ante [Go Back]  
 [00004]  ἀφανοῦς γὰρ γενομένης ἐξαίφνης, ὁ μὲν μνηστὴρ ἀπῄει ἓν μόνον κερδάνας ἀσελγείας ἱπποδρομίαν.
000-00-00 Serial Number=0378315091
De sancta pentecoste Ante [Go Back]  
 [00085]  Καὶ οἱ ῥανίδα ἐκεῖθεν δεξάμενοι εὐθέως τῆς φύσεως ἐπελανθάνοντο τῆς ἑαυτῶν, καὶ ἐξαίφνης ἀγγέλων ἐπληροῦτο πᾶσα ἡ γῆ·
000-00-00 Serial Number=0564864933
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00246]  Ἐκεῖ τοίνυν διατριβουσῶν τῶν γυναικῶν ἐξαίφνης ἐπιτάγματα πονηρὰ πανταχοῦ κατεπέμπετο πολλῆς γέμοντα τυραννίδος καὶ ὠμότητος βαρβαρικῆς·
000-00-00 Serial Number=0273464918
De virginitate Ante [Go Back]  
 [00089]  Ὁ δὲ πενίαν μὲν ἑκούσιον ὑποστὰς ἵνα ἐκεῖ πλουτῇ, καὶ τοὺς τῆς παρθενίας πόνους ἵνα ἐκεῖ μετ' ἀγγέλων χορεύῃ, εἶτα ἐξαίφνης καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὲρ τούτων κολαζόμενος ὑπὲρ ὧν μυρίων ἤλπισεν ἀπολαύσεσθαι καλῶν, οὐδὲ ἔστιν εἰπεῖν ὅσην ὑφίσταται τὴν ἀλγηδόνα τῷ παρ' ἐλπίδας ταῦτα παθεῖν.
 [00810]  Τί γὰρ ἀτερπέστερον, εἰπέ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι καὶ θόρυβος ἀπ' ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων;
 [00812]  Κἀνταῦθα ὁ πρώην περὶ τὸν τάφον ἐγκαλινδούμενος νυμφίος ἐξαίφνης·
 [01376]  Πολλαὶ πολλάκις ἐγένοντο γονέων λαμπρῶν, ἀνετράφησαν μετὰ πολλῆς τῆς τρυφῆς, ἐξεδόθησάν τινι τῶν μεγάλα δυναμένων ἀνδρῶν, εἶτα ἐξαίφνης πρὶν ἐπὶ τούτοις μακαρισθῆναι, κινδύνου τινὸς καθάπερ καταιγίδος ἢ πνεύματος προσπεσόντος, κατέδυσαν καὶ αὗται καὶ τῶν τοῦ ναυαγίου συμμετέσχον δεινῶν καὶ μυρίων πρὸ τοῦ γάμου καλῶν ἀπολαύουσαι πρὸς τὴν ἐσχάτην ἀπὸ τοῦ γάμου κατέπεσον συμφοράν.
000-00-00 Serial Number=0030416429
De virtute animi Ante [Go Back]  
 [00110]  τῆς τῶν ἀνθρώπων ἐξαίφνης ἀνοίξεως, τῆς παραδόξου τῆς γῆς ἀλλοιώσεως, τῶν τοὺς ἐξ αἰῶνος σαλπίγγων νεκροὺς ἐγειρουσῶν, τῶν φερομένων δι' ἀέρος δικαίων, τῶν ἀγγελικῶν ὀφθαλμοφανῶς βακχευμάτων, τῆς ἐπὶ τὴν γῆν ὑπ' ὄψεσιν τῆς οἰκουμένης τοῦ δεσπότου καθόδου.
000-00-00 Serial Number=0048807502
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04465]  Σὺ μὲν γὰρ ἴσως ἕνα ἀπώλεσας ἢ δεύτερον ἢ τρίτον, ἐκεῖνος δὲ τοσούτους καὶ τοσαύτας, καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγίνετο·
 [04492]  Εἰ γὰρ ἐν τρισὶν ἢ πέντε ἡμέραις ἀπελθόντων τινῶν, αἱ γυναῖκες καὶ οἱ προσήκοντες ἅπαντες τοῦτο μάλιστα πάντων ὀλοφύρονται, ὅτι ταχέως καὶ ἐξαίφνης ἀνηρπάγη τῆς ἐκείνων ὄψεως ὁ τετελευτηκώς·
 [04495]  τὸ δὲ παρ' ἐλπίδα συμβὰν καὶ ἐξαίφνης, κἂν φύσει κοῦφον ᾖ, τῷ παρ' ἐλπίδα συμβῆναι καὶ ἐξαίφνης, ἀφόρητον γίνεται.
 [06073]  Εἰπὲ δή μοι, εἴ τίς σε γεγηρακότα καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ποιήσειν ἐξαίφνης νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ πάντας κατασκευάσειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, τί οὐκ ἂν ὑπὲρ ταύτης εἵλου τῆς ὑποθέσεως καὶ ποιῆσαι καὶ παθεῖν;
 [07236]  Τίς γὰρ τὸν ὠμὸν καὶ ἀπάνθρωπον, καὶ διώκτην καὶ βλάσφημον, καὶ οὕτω τὴν Ἐκκλησίαν λυμαινόμενον, ὡς καὶ κατὰ τοὺς οἴκους πορευόμενον σύρειν ἄνδρας [63.789] τε καὶ γυναῖκας, καὶ πάντα συγχέειν καὶ ταράττειν, ὑπέμεινεν, εἰ μὴ ἐξαίφνης ὁ Βασιλεὺς ὁ ἡμέτερος καλέσας μετέστησε, καὶ πρὸς ἑαυτὸν ἐπανήγαγε;
 [07250]  εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς, αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο·
 [07559]  Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαμα Ῥώμη τὸν Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ [63.799] τῆς θήκης μετὰ Πέτρου, καὶ αἰρόμενον εἰς ἀπάντησιν τοῦ Χριστοῦ·
 [07833]  Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους, συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν·
 [08072]  Εἰ γὰρ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο·
 [08331]  Οὐ γὰρ ἂν τοσοῦτοι μετέθεντο, φησὶν, ἐξαίφνης, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ.
 [09263]  Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαμα Ῥώμη, τὸν Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ [63.847] τῆς θήκης ἐκείνης μετὰ Πέτρου, καὶ αἰρόμενον εἰς ἀπάντησιν τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0313397467
Epistula ad Cyriacum Ante [Go Back]  
 [00468]  Τίς γὰρ οὐκ ἂν αἰσχυνθείη καὶ καταπέσοι, ὅταν ἴδῃ τὸν χθὲς καὶ πρὸ ὀλίγων ἡμερῶν βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις δὲ καὶ πόλεων ὁλοκλήρων προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις, μυρία κατὰ πόλεις καὶ χώρας ἐργασάμενον ἀθρόον λίθων ἀφωνότερον κείμενον καὶ μυρίων ἀλυόντων καὶ τῶν φιλτάτων κατακοπτομένων καὶ τῆς γυναικὸς καταθρυπτομένης, πλοκάμους λυούσης, χοροὺς περιϊστάσης θεραπαινίδων μετὰ πολλῆς τῆς ὀλολυγῆς οὐδενὸς αἰσθανόμενον καὶ πάντα ἐξαίφνης ἐκποδὼν καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχὴν καὶ ὄψεως ἄνθος καὶ μελῶν κίνησιν καὶ τὰ ἀπρεπῆ διαδεχόμενα, ἀφωνίαν καὶ ἀναισθησίαν, φθοράν, ἰχῶρα, σκώληκας, τέφραν, κόνιν, δυσῳδίαν, ἀφανισμὸν παντελῆ καὶ ὀστέα εἰδεχθῆ καὶ ἄσημον τὸ πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα.
000-00-00 Serial Number=0997838020
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00808]  Τίς γὰρ οὐκ ἂν συγχυθείη καὶ καταπέσοι, ὅταν ἴδῃ τὸν χθὲς καὶ πρὸ ὀλίγων ἡμερῶν βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις δὲ καὶ πόλεων ὁλοκλήρων προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις, μυρία κατὰ πόλεις καὶ χώρας ἐργαζόμενον, ἀθρόον λίθων ἀφωνότερον κείμενον καὶ μυρίων κωκυόντων καὶ τῶν φιλτάτων κατακοπτομένων καὶ τῆς γυναικὸς καταθρυπτομένης, παρειὰς ξαινούσης, πλοκάμους λυούσης, χοροὺς περιιστάσης θεραπαινίδων μετὰ πολλῆς τῆς ὀλολυγῆς, οὐδενὸς αἰσθανόμενον καὶ πάντα ἐξαίφνης ἐκποδὼν καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχὴν καὶ ὄψεως ἄνθος καὶ μελῶν κίνησιν καὶ τὰ ἀτερπῆ διαδεχόμενα, ἀφωνίαν, ἀναισθησίαν, φθοράν, ἰχῶρα, σκώληκας, τέφραν, κόνιν, δυσωδίαν, ἀφανισμὸν παντελῆ καὶ εἰς ὀστέα εἰδεχθῆ καὶ ἄσημα τὸ πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα;
000-00-00 Serial Number=0197385013
Expositiones in Psalmos Ante [Go Back]  
 [07406]  Περὶ γὰρ διδασκάλου διαλεγόμενος τοῦτο γάρ ἐστι τὸ, Ἐξεχύθη χάρις ἐν χείλεσί σου, ἐξαίφνης ἡμῖν βασιλέα καθωπλισμένον ὑπογράφει, καὶ οὐκ ἐν τάξει προφητείας, ἀλλ' ἐν τάξει ἱκετηρίας.
000-00-00 Serial Number=0777638078
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03401]  *Ἐπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν.
000-00-00 Serial Number=0687696755
Fragmenta in Job Ante [Go Back]  
 [00289]  ὁ ἐν τοσαύτῃ ἀφθονίᾳ, καὶ μηδέποτε πεῖραν λαβὼν τοιούτου τινὸς, ἐξαίφνης γέγονεν ἐν ἀφαιρέσει τῶν ὄντων πάντων·
 [00310]  Τῶν υἱῶν σου, καὶ τῶν θυγατέρων σου, ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν·
 [00320]  Οἴμοι! ἐξαίφνης ἄπαις ὁ πολύπαις γέγονα·
 [00413]  Ἄλλως μὲν γὰρ ἴσως ἔνα υἱὸν ἀπώλεσεν, ἢ δεύτερον, ἢ τρίτον, ἐλεεινῶς δὲ τοσούτους, καὶ τοσαύτας, καὶ ὁ πολύπαις, ἐξαίφνης ἄπαις ἐγένετο·
000-00-00 Serial Number=0442567110
Fragmenta in Proverbia Ante [Go Back]  
 [01931]  ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς·
000-00-00 Serial Number=0410316885
In Acta apostolorum Ante [Go Back]  
 [01630]  Καὶ, εἰ βούλει, παραθώμεθα τὰ ῥήματα ἐκεῖνα τὰ ἐν τῷ Εὐαγγελίῳ, ἵνα μάθῃς τίς ἐξαίφνης γέγονεν ὁ Πέτρος.
 [02263]  Καὶ ἄγγελοι γεγόνασι λοιπὸν ἐξαίφνης.
 [06379]  καὶ ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνῆς λεγούσης αὐτῷ·
 [09765]  ἂν δὲ ἐξαίφνης ἀγριωθῇ ἐκεῖνος, πάντας σοβεῖ τοὺς ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐκινδύνευσε λοιπὸν ὁ περιάγων αὐτὸν ἄνθρωπος, καὶ τῆς τῶν ἄλλων ἀπωλείας γέγονεν αἴτιος.
 [09999]  ∆ιὰ τί γὰρ τοσοῦτον ἐξαίφνης ἔῤῥιψε ζῆλον;
 [09999]  Ἐγένετο δὲ πορευομένῳ μοι καὶ ἐγγίζοντι τῇ ∆αμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος, καὶ ἤκουον φωνῆς λεγούσης μοι·
 [09999]  Ἐγγίζοντί μοι, φησὶ, τῇ ∆αμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος.
 [09999]  Ὅθεν καὶ ἀξιόπιστος γίνεται μάρτυς, ὅτι ὁ μυρία ποιῶν, καὶ πολεμῶν τοὺς πιστεύοντας, καὶ πείθων βλασφημεῖν, καὶ πάντα κινῶν, πόλεις, ἄρχοντας, καὶ δι' [60.363] ἑαυτοῦ ταῦτα πράττων, οὕτως ἐξαίφνης μεταβέβληται.
000-00-00 Serial Number=0747485042
In Genesim sermones Ante [Go Back]  
 [01527]  Ὁ γὰρ πρὸ τούτου λαμπρὸς καὶ ἐπίσημος, ἄτιμος καὶ ἀνώνυμος ἐξαίφνης [54.626] γίνεται·
000-00-00 Serial Number=0202228129
In Joannem Ante [Go Back]  
 [01595]  ἀλλ' ὅμως καὶ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπεσόντες, ἐξαίφνης ὥσπερ ἔκ τινος μηχανῆς ἄνωθεν ἡμῖν καὶ ἀπ' αὐτῆς τῶν οὐρανῶν τῆς κορυφῆς ἀνεφάνησαν διαλάμποντες.
000-00-00 Serial Number=0876756191
In Psalmos 101-107 Ante [Go Back]  
 [00066]  [55.638] Ὑψηλόν με γὰρ δείξας καὶ περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας.
000-00-00 Serial Number=0424400032
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00116]  ∆έσποτα, τὸ θεραπεῦσαι τὰ τῆς φύσεως σφάλματα, τὸ διαλῦσαι τῶν παθῶν τὸν χειμῶνα, τὸ νέκρωσιν μελῶν πρὸς ζωτικὴν ἀνακαλέσασθαι δύναμιν, τὸ ἐπιτάξαι τῇ φύσει παιδοποιίας ἐνέργειαν, τὸ λῦσαι στείρωσιν ἐν ὑπερορίοις τοῖς μέλεσι, τὸ γεγηρακυῖαν καλάμην μετασχηματίσαι πρὸς χλοηφόρον σχῆμα, τὸ τὴν ἄγονον ἄρουραν δραγμάτων ἐξαίφνης ἀναδεῖξαι μητέρα,
000-00-00 Serial Number=0005284429
In annuntiationem deiparae Ante [Go Back]  
 [00047]  προκήρυξον τὴν οἰκονομίαν, ἵνα μὴ θεασαμένη τῆς γαστρὸς αὐτῆς τὸν ὄγκον ἐξαίφνης ὑψούμενον ταραχθῇ.
000-00-00 Serial Number=0778683484
In assumptionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00077]  Μετὰ τοιαύτης ὁρῶντες εἰς οὐρανὸν ἀπορίας ἤκουον τῶν ἀγγέλων ἐξαίφνης·
000-00-00 Serial Number=0347829580
In catechumenos Ante [Go Back]  
 [00054]  καὶ ὡς ἐνόμισαν χρόνον κλέπτειν βραχὺν, ὅλην οὐκ ἐνόησαν τὴν σωτηρίαν κλεπτόμενοι, ἐξαίφνης ἀνάρπαστοι καὶ πρὸ τοῦ γήρως γενόμενοι.
 [00063]  Πόσους ῥᾳθυμήσαντας, καὶ μακροχρόνιον ζωὴν προσδοκήσαντας, ἐξαίφνης ἐμπρησμὸς κατετέφρωσε;
000-00-00 Serial Number=0659861505
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02075]  εἰ δὲ ἀπὸ τούτων, τοῦτο μάλιστά ἐστι τὸ ποιοῦν τὸ κήρυγμα θαυμαστὸν, ὅτι τοιαῦτα δόγματα, οἷα Πλάτων καὶ οἱ κατ' ἐκεῖνον οὐκ ἴσχυσαν ἐννοῆσαι ὅλως, ἐξαίφνης ἴσχυσαν οἱ ἁλιεῖς, τὸ πάντων ἀμαθέστατον γένος, πείθειν καταδέξασθαι.
 [06605]  τοῦ διαβόλου δὲ κεφαλὴν καθηλωμένην δεικνύντος, ἐξαίφνης φιλότιμος γέγονας·
 [06907]  Μὴ τοίνυν ἀπογνῶμεν, ἀλλὰ, κἂν λοίδορος ᾖς, κἂν πλεονέκτης, κἂν ὁτιοῦν, ἐννόησον ὅτι Παῦλος βλάσφημος ἦν καὶ διώκτης καὶ ὑβριστὴς, καὶ τῶν ἁμαρτωλῶν πρῶτος, καὶ ἐξαίφνης πρὸς αὐτὴν ἀνέβη τὴν κορυφὴν τῆς ἀρετῆς, καὶ οὐδὲν αὐτῷ κώλυμα τὰ πρότερα γέγονε·
 [08780]  καὶ ὁ πολύπαις ἐξαίφνης ἄπαις ἐγένετο, καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο·
000-00-00 Serial Number=0602855086
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00107]  Βαβαί! πόσον τὸ ἐγκώμιον! οἱ μαθηταὶ ἐξαίφνης ἐγένοντο διδάσκαλοι·
 [02489]  Ὥσπερ γὰρ ἐκείνη παίζουσα, γελῶσα, οὐδὲν ὅλως προορωμένη, ἐξαίφνης ἀῤῥήτοις κατασχεθεῖσα πόνοις διακόπτεται ταῖς ὠδῖσιν·
000-00-00 Serial Number=0324106276
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00669]  Καὶ γὰρ ὄντως ὑπερεπλεόνασε, τοὺς μυρίων κολάσεων ἀξίους, τούτους εἰς υἱοθεσίαν ἀγαγοῦσα ἐξαίφνης.
 [00771]  Εἰ οἱ ἐχθροὶ, εἰ οἱ ἁμαρτωλοὶ, εἰ οἱ ἐν νόμῳ μὴ δικαιωθέντες μηδὲ δι' ἔργων, οὗτοι ἐξαίφνης διὰ πίστεως μόνης ἔμελλον τῶν πρωτείων τεύξεσθαι.
000-00-00 Serial Number=0947156906
In epistulam ad Colossenses Ante [Go Back]  
 [01355]  Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων, ὅταν τι τῶν οὐ φοβερῶν ἴδωσιν, οἷον ἢ ἔριον, ἢ ἄλλο τι τοιοῦτον, ἐξαίφνης φοβοῦνται·
 [01430]  ὥσπερ ἂν εἴ τις κύνα λιμῷ καὶ ψώρᾳ διεφθαρμένον, αἰσχρόν τινα καὶ δυσειδῆ καὶ οὐδὲ κινεῖσθαι δυνάμενον, ἀλλ' ἐῤῥιμμένον, ἐξαίφνης καὶ ἄνθρωπον ποιήσειε, καὶ ἐπὶ τοῦ θρόνου δείξειε τοῦ βασιλικοῦ.
 [01437]  οὐδὲ τί ἐστι Θεὸς εἰδότες, γεγόνασιν ἐξαίφνης καὶ σύνθρονοι τοῦ Θεοῦ.
 [01448]  Ὥσπερ ἂν εἴ τις μωρόν τινα φιλόσοφον ἐξαίφνης δείξειε·
000-00-00 Serial Number=0405092418
In epistulam ad Ephesios Ante [Go Back]  
 [00235]  ὁ ἐχθρὸς, ὁ μεμισημένος, οὗτος ἐξαίφνης ἄνω γέγονε.
 [01482]  μυστήριον γάρ ἐστι τὸ τὰ ἔθνη ἐξαίφνης εἰς μείζονα τῶν Ἰουδαίων εὐγένειαν ἀναγαγεῖν.
 [03230]  Μέγα γὰρ δεῖγμα ἀπάτης εἶναι δοκεῖ παρ' αὐτοῖς τὸ τοὺς γεννηθέντας ἐν αὐτῇ καὶ τραφέντας, καὶ τὰ ἀπόῤῥητα αὐτῆς μεμαθηκότας ἀκριβῶς, τούτους μεταβαλλομένους ἐξαίφνης τὰ τῶν ἐχθρῶν αὐτὴν διατίθεσθαι.
 [03771]  αὗται δὴ ἐξαίφνης τῷ πυρὶ ληφθεῖσαι τοῦ Χριστοῦ, πᾶσαν ἐκείνην ἀποδυσάμεναι τὴν βλακείαν καὶ τὸν τῦφον, καὶ τρυφῆς καὶ ἡλικίας ἐπιλαθόμεναι, καθάπερ τινὲς ἀθληταὶ γενναῖοι τὰ μαλακὰ ἐκεῖνα ἀποδυσάμεναι, εἰς μέσους ἐνέβησαν τοὺς ἀγῶνας.
000-00-00 Serial Number=0987523675
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00149]  Οἱ δοῦλοι, καὶ οἱ ἐχθροὶ, καὶ οἱ ἠλλοτριωμένοι, πόθεν ἐξαίφνης Πατέρα καλεῖτε τὸν Θεόν;
000-00-00 Serial Number=0559016526
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00031]  οὗτος δὲ οὐδενὸς τούτων ἀπολελαυκὼς, ἀλλὰ μετὰ Ἰουδαίων ὢν, ἐξαίφνης ηὐτομόλησε καὶ γέγονεν εἷς ἐξ αὐτῶν·
 [02967]  ὁ τοιοῦτος οὖν ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, μυστηρίων ἀποῤ [63.80] ῥήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ' ἄξιος μὲν ὢν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἂν δύναιτο βαπτισθῆναι πάλιν;
000-00-00 Serial Number=0325678110
In epistulam ad Philippenses Ante [Go Back]  
 [02712]  ἐκεῖνος δὲ ἐξαίφνης ἐν μέσαις ταῖς θυσίαις, ἐν μέσῃ τῇ θεραπείᾳ τῇ πρὸς τὸν Θεόν·
000-00-00 Serial Number=0269772947
In epistulam ad Romanos Ante [Go Back]  
 [00339]  Βαβαὶ, πόσον ἴσχυσεν ἡ τοῦ Θεοῦ ἀγάπη! οἱ ἐχθροὶ καὶ ἠτιμωμένοι, ἅγιοι καὶ υἱοὶ γεγόνασιν ἐξαίφνης.
 [00525]  Εἰ γὰρ συμβαίη ποτὲ καὶ γένοιτο, ὃ μὴ γένοιτο, ἀπενεχθέντας εἰς τὴν Περσῶν γῆν ἢ Σκυθῶν ἢ βαρβάρων ἑτέρων διεσπάρθαι κατὰ δύο καὶ τρεῖς ἐν ἐκείναις ταῖς πόλεσιν, εἶτα ἐξαίφνης τινὰ τῶν ἐντεῦθεν ἰδεῖν ἐπελθόντα, ἐννόησον ὅσην ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν.
 [02039]  οὕτω καὶ δικαιοσύνης ἔνδειξις, τὸ μὴ μόνον αὐτὸν εἶναι δίκαιον, ἀλλὰ καὶ τὸ ἑτέρους ἐν ἁμαρτίαις κατασαπέντας ἐξαίφνης δικαίους ποιεῖν.
 [02494]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πεισθῆναι καὶ πληροφορηθῆναι, ὅτι δύναται ὁ Θεὸς τὸν ἐν ἀσεβείᾳ βεβιωκότα τοῦτον ἐξαίφνης οὐχὶ κολάσεως ἐλευθερῶσαι μόνον, ἀλλὰ καὶ δίκαιον ποιῆσαι, καὶ τῶν ἀθανάτων ἐκείνων ἀξιῶσαι τιμῶν.
 [05554]  Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ἐξαίφνης ποιήσειν νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ ἅπαντας κατασκευάζειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης τῆς ὑποσχέσεως εἴλου ποιῆσαι καὶ παθεῖν;
 [06113]  Καὶ καθάπερ ἐκεῖ τῆς ἡλικίας ἀπογνωσθείσης, οὕτω καὶ ἐνταῦθα τοῦ γήρως τῶν ἁμαρτημάτων ἐπελθόντος, ἐξαίφνης νέος ἀνῆλθεν ὁ ἄνθρωπος, καὶ πάντες τοῦ Θεοῦ γεγόναμεν παῖδες, καὶ σπέρμα τοῦ Ἀβραάμ.
 [06913]  Ἃ γὰρ μηδέποτε ἤκουσαν οὗτοι, μηδὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι·
 [09737]  τότε γνώσῃ τὴν σοφίαν, ὅταν ἴδῃς, ὃ μήτε ἄγγελοι μήτε ἀρχάγγελοι ᾔδεσαν, τοῦτο ἐξαίφνης τοὺς ἐξ ἐθνῶν μεμαθηκότας διὰ τοῦ Ἰησοῦ.
 [09999]  Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαμα Ῥώμη, τὸν Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ τῆς θήκης ἐκείνης μετὰ Πέτρου, καὶ αἰρόμενον εἰς ἀπάντησιν τοῦ Κυρίου·
000-00-00 Serial Number=0642749667
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00150]  εἶδες τὸ καταγώγιον τῶν δημίων, εὐκτήριον οἶκον ἐξαίφνης ἀποδειχθέντα, καὶ τὴν μυσταγωγίαν ἐκεῖ τελουμένην;
000-00-00 Serial Number=0095535815
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00062]  Καὶ ἐγένετο ἐξαίφνης σὺν τῷ ἀγγέλῳ πλῆθος οὐρανίου στρατιᾶς, [61.766] αἰνούντων τὸν Θεὸν καὶ λεγόντων·
000-00-00 Serial Number=0459528446
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00011]  καὶ φωνῆς μέγεθος ἐξαίφνης ἠκούετο, καὶ βιαίας αὔρας ἦχος ἀπετελεῖτο, καὶ βροντῆς τύπον ἡ τοῦ Πνεύματος ἄφιξις ἐμιμεῖτο·
000-00-00 Serial Number=0887997329
In pharisaeum et meretricem Ante [Go Back]  
 [00293]  λόγισαι ἐξαίφνης πῶς ὑψώθης, πῶς ἦλθες ὡς κατάκριτος, καὶ τῆς κατακρίσεως ἐλευθερωθῆναι κατηξιώθης, καὶ θυγάτηρ γενέσθαι ἐμοῦ ποῦ βασιλέως τῶν οὐρανῶν.
000-00-00 Serial Number=0978750348
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00093]  εἰ μὲν ἐξαίφνης ἐπήγαγες τὴν πληγὴν, λόγος τὰ τῆς κολάσεως εἶχε, καὶ ἀλλοτρίους ὄντας καὶ φαύλους ἀπέκτενες·
000-00-00 Serial Number=0765512288
In sanctum Romanum Ante [Go Back]  
 [00158]  Καθάπερ γὰρ ἐκείνη ἡ ῥάβδος οὐχ ἡνωμένη ῥίζῃ, οὐδὲ ἕλκουσα τὰς ἀπὸ τῆς γῆς νοτίδας, ἀλλ' ἔρημος τῆς χορηγίας οὖσα τῆς ἐκεῖθεν, καὶ τὴν καρπογόνον ἀπολέσασα δύναμιν, ἐξαίφνης καρπὸν ἔδειξεν·
 [00159]  οὕτω δὴ καὶ ἐνταῦθα ἡ φωνὴ τῆς ῥίζης ἀποστερηθεῖσα, καὶ τὴν ἐκ τοῦ ὀργάνου δύναμιν οὐκ ἔχουσα, ἐν ξηρῷ καὶ ἀγόνῳ στόματι ἐξαίφνης ἐβλάστησεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»