Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἑαυτὴν [227]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἑαυτὴν


000-00-00 Serial Number=0948591411
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00030]  τῆς δὲ ψυχῆς καθ' ἑκάστην ἡμέραν κεντουμένης, σπαραττομένης τοῖς πάθεσι τοῖς σωματικοῖς, καιομένης, κρημνιζομένης, καὶ πάντα τρόπον ἀπολλυούσης ἑαυτὴν, οὐδὲ βραχὺν ἔχομεν λόγον.
000-00-00 Serial Number=0337495446
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00876]  Ἡ γὰρ ὕβρις τοῖς ἐλευθέροις καὶ καθ' ἑαυτὴν μὲν ἔστιν ἀφόρητος, ὅταν δὲ καὶ παρὰ τῶν παίδων γίνηται, κἂν εἰς ἔκστασιν ἀγάγοι τὸν πάσχοντα·
 [01142]  Τὸ δὲ πάντων χαλεπώτερον ἦν, ἡ ἐρωμένη, δι' ἣν ἔτη δὶς ἑπτὰ δουλεύειν εἵλετο, ὑπὸ τῆς ἀθυμίας ἀπεπνίγετο, τὴν μὲν ἀδελφὴν τίκτουσαν ὁρῶσα, ἑαυτὴν δὲ οὐδὲ ἐλπίδα τοῦ πράγματος ἔχουσαν, καὶ εἰς τοσαύτην ἔκστασιν ὑπὸ τῆς ἀθυμίας ἐξηνέχθη τότε, ὡς ἐγκαλεῖν καὶ μέμφεσθαι τῷ ἀνδρὶ, καὶ θάνατον ἀπειλεῖν καθ' ἑαυτῆς, εἰ μὴ τέκοι·
 [01329]  Ἱκανὴ μὲν οὖν καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ ἀλλοτρία ταπεινῶσαι τὸν ἄνδρα, τὸν καὶ χρείας ἕνεκεν ἀποδημοῦντα μόνον.
000-00-00 Serial Number=0567694962
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00020]  Καθάπερ γὰρ δέσποινα φοβερά τε καὶ ἐμβριθὴς, μύρον ἐργαζομένη ποικίλον, βαρύτιμον καὶ πολυτελὲς, καὶ πολλῶν εἰς τοῦτο δεομένη τῶν διακονησομένων χειρῶν, τὰς θεραπαίνας αὐτῆς ἀναστήσασα, καὶ πρὸς ἑαυτὴν ἀγαγοῦσα, τὴν μὲν κοσκίνῳ τὸ μηδέπω κατειργασμένον τῶν ἀρωμάτων ἀποκρίνειν ἐκέλευσε, τὴν δ' αὖ ζυγὰ καὶ σταθμὰ λαβοῦσαν σκοπεῖν ἀκριβῶς, ὅπως μήτε ἔλαττον, μῆτε πλέον τοῦ δέοντος ἐπεισελθὸν τῆς τοῦ παντὸς κατασκευῆς τὴν συμμετρίαν λυμήνηται, καὶ τὴν μὲν ἕψειν τὰ τούτου δεόμενα, τὴν δὲ τρίβειν ὅσα μὴ καλῶς ἔχει, τὴν δὲ ἕτερα φύρειν καὶ ἀναμιγνύναι τοῖς ἄλλοις, τὴν δὲ ἀλάβαστρον ἔχουσαν ἑστάναι·
 [00022]  οὕτω καὶ ἡ ψυχὴ τὸ πολυτελὲς τοῦτο μύρον κατασκευάζουσα, τὴν κατάνυξιν λέγω, τὰς αἰσθήσεις ἄγει πρὸς ἑαυτὴν, τὴν ῥᾳθυμίαν αὐτῶν περικόπτουσα.
 [00023]  Αὐτίκα γοῦν εἴ ποτε συμβαίη συστρέψασαν ἑαυτὴν λογίζεσθαί τι τῶν δεόντων καὶ θεοφιλῶν, ἐρήμους τῶν ἐνεργειῶν τὰς αἰσθήσεις καθίστησιν, ὥστε μηδὲν τῶν περιττῶν ἐπεισαγούσας ἀκαίρως διαταράξαι τὴν ἔνδον γινομένην ἡσυχίαν αὐτῇ.
000-00-00 Serial Number=0123861551
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00291]  Ταῦτα μὲν γὰρ ἐν τῇ γεέννῃ καὶ τούτων πικρότερα, ἡ γὰρ τῶν ἀποκειμένων ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλίψιν καὶ τὴν στενοχωρίαν ὡς, εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἔκειτο, αὐτὴν καθ' ἑαυτὴν ἀρκέσαι καὶ τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δακεῖν καὶ συνταράξαι τὰς ἡμετέρας ψυχάς.
 [00340]  κἂν μυρία μὲν ἔχωμεν ἀγαθά, ταλανίζομεν ἑαυτοὺς καὶ οὐδενὸς ἐκείνων λαμβάνομεν αἴσθησιν, εἰς τὴν δόξαν ἀφορῶντες τῶν περὶ αὐτόν, καίτοι γε εἰδότες ἐπισφαλῆ καὶ ἀβέβαιον τὴν τοιαύτην λαμπρότητα καὶ διὰ τοὺς πολέμους καὶ διὰ τὰς ἐπιβουλὰς καὶ διὰ τὰς βασκανίας καὶ διὰ τὸ καὶ χωρὶς τούτων αὐτὴν καθ' ἑαυτὴν οὐδενὸς ἀξίαν εἶναι λόγου·
000-00-00 Serial Number=0402566373
Ad populum Antiochenum Ante [Go Back]  
 [01325]  ἡ γὰρ ἄνεσις καὶ ἡ τρυφὴ εἰς ῥᾳθυμίαν ἐνάγειν εἴωθεν, ὥσπερ ἡ θλῖψις πρὸς σπουδὴν ἐπανάγει, καὶ πεπλανημένην ἔξω καὶ περὶ πολλὰ τὴν διάνοιαν κεχηνυῖαν πρὸς ἑαυτὴν ἐπιστρέφει.
 [01569]  ∆ιὰ τοῦτο παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ὥστε ἑκάστην ἐντολὴν ἀπολαβόντας καθ' ἑαυτὴν, δύο καὶ τρεῖς ἡμέρας εἰς τὴν κατόρθωσιν αὐτῆς ἀναλίσκειν·
 [02429]  ἐκείνη μὲν ἐπισπωμένη πρὸς ἑαυτὴν, αὕτη δὲ συνωθοῦσα πρὸς ἐκείνην, καὶ τῷ φόβῳ διορθουμένη τοὺς ἀμελέστερον διακειμένους.
 [02905]  ἐπειδὰν δὲ ἔλθῃ πρὸς τοὺς αἰγιαλοὺς, καὶ τὴν ψάμμον ἴδῃ, διαλυθεῖσα πρὸς ἑαυτὴν πάλιν ἐπάνεισι, δι' ἀμφοτέρων σε τούτων διδάσκουσα, ὅτι οὐχὶ φύσεως ἔργον ἐστὶ τὸ μένειν αὐτὴν εἴσω τῶν οἰκείων ὅρων, ἀλλὰ τῆς τοῦ κατέχοντος αὐτὴν δυνάμεως.
 [05341]  τὸ δὲ εἰπεῖν, ὅτι τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸν ἔβαλε τὸν ἀετὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν, τὰς συνθήκας ἐδήλωσε καὶ τὴν πρὸς αὐτὸν συμμαχίαν, καὶ ὅτι ἐπέῤῥιψεν ἑαυτὴν ἐπ' ἐκεῖνον.
 [05843]  οὕτω δὴ καὶ ψυχὴ, τῷ τῆς ἁμαρτίας ἰῷ βαφεῖσα, ἂν μὲν ἁπλῶς καὶ ὡς ἔτυχεν ἑαυτὴν ἀποσμήξῃ, καὶ καθ' ἑκάστην ἡμέραν μετανοῇ, οὐδὲν πλέον κερδανεῖ·
 [05844]  ἂν δὲ ὥσπερ εἰς χωνευτήριον τοῦ Θεοῦ τὸν φόβον ἑαυτὴν ἐμβάλῃ, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πᾶν ἀπονίψεται.
 [05914]  Ἡ πόλις μὲν γὰρ ηὐδοκίμησεν, ὅτι κινδύνου τοιούτου καταλαβόντος, παραδραμοῦσα πάντας τοὺς ἐν δυναστείαις, τοὺς πλοῦτον πολὺν περιβεβλημένους, τοὺς μεγάλην παρὰ βασιλεῖ δύναμιν ἔχοντας, ἐπὶ τὴν Ἐκκλησίαν καὶ τὸν ἱερέα τοῦ Θεοῦ κατέφυγε, καὶ μετὰ πολλῆς τῆς πίστεως τῆς ἄνωθεν ἑαυτὴν ἐξεκρέμασεν ἐλπίδος.
000-00-00 Serial Number=0662338138
Admonitiones spirituales Ante [Go Back]  
 [00033]  καὶ ἄνω ἡ ψυχὴ παρακαλείτω διαπαντὸς, ἐπὶ πρόσωπον ἑαυτὴν ῥίπτουσα·
000-00-00 Serial Number=0782864153
Adversus Judaeos Ante [Go Back]  
 [00599]  Πάλιν χρεία τις ἀναγκαία καὶ κατεπείγουσα, τῶν πρῴην εἰρημένων τὴν ἀκολουθίαν διακόψασα, πρὸς ἑαυτὴν ἐπισπᾶται τὸν λόγον, καὶ τῶν πρὸς τοὺς αἱρετικοὺς ἡμᾶς ἀπάγει παλαισμάτων τήμερον.
 [00604]  Οὕτω καὶ στρατηγὸς ἄριστος οὐχὶ τὰ μηχανήματα ἀποκρούεται μόνον, ἀλλὰ πρὸ τούτων τὴν πόλιν στασιάζουσαν πρὸς ἑαυτὴν συνάγει, εἰδὼς ὅτι τὸ πλέον οὐδὲν ἔσται τῆς ἔξωθεν νίκης, ἕως ἂν οἱ ἔνδοθεν ἐμφύλιοι μένωσι πόλεμοι.
 [00606]  Βασιλεία μερισθεῖσα ἐφ' ἑαυτὴν οὐ σταθήσεται.
 [00608]  Ἀλλ' ὅμως ἡ τοσαύτη δύναμις καταλύεται, ὅταν πρὸς ἑαυτὴν στασιάζῃ.
000-00-00 Serial Number=0159262180
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00174]  ∆εινὴ δὲ τὸ γύναιον ἀγανάκτησις εἰσῄει, καὶ πολλάκις λοιδοροῦσα καὶ καταρωμένη τοὺς ἅρπαγας ἐφ' ἑαυτὴν ἠρέθιζεν.
 [00491]  οὐ δι' ὧν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι' ὧν πάσχει κακῶς, οὐχ ἑαυτὴν, ἀλλὰ καὶ τοὺς ποιοῦντας οὐκ ἀφιεῖσα κρύπτεσθαι καὶ λανθάνειν.
 [01689]  καὶ εἴ ποτε αὐτὸν ἰδεῖν ἐπεθύμησεν, οἷα δὴ μήτηρ, οὐκ ἐκάλει παρ' ἑαυτὴν τὸ παιδίον, ἀλλ' αὐτὴ πρὸς ἐκεῖνον ἀνέβαινε μετὰ τοῦ πατρὸς, καθάπερ ὄντος ἀναθήματος ἀπεχομένη λοιπόν.
000-00-00 Serial Number=0503639877
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00119]  καὶ ἐπὶ τούτοις πᾶσιν σὺ μὲν θέλεις παρθένος καλεῖσθαι, οὐκ ἔτι δέ σε παρθένον ἐρῶ τὴν οὕτως ἑαυτὴν ῥίψασαν, καὶ μηδὲ φοβηθεῖσαν τὸν κίνδυνον.
000-00-00 Serial Number=0987291455
Catecheses ad illuminandos Ante [Go Back]  
 [00579]  Καθάπερ γὰρ μήτηρ φιλόστοργος ὁρῶσα τοὺς ἑαυτῆς παῖδας κυκλοῦντας αὐτὴν ἥδεται καὶ σκιρτᾷ καὶ πτεροῦται ὑπὸ τῆς ἡδονῆς, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ πνευματικὴ αὕτη μήτηρ βλέπουσα τὰ ἑαυτῆς τέκνα χαίρει καὶ γέγηθεν ὁρῶσα ἑαυτὴν καθάπερ πολύφορον ἄρουραν κομῶσαν τοῖς στάχυσι τούτοις τοῖς πνευματικοῖς.
000-00-00 Serial Number=0173482716
Commentarius in Job Ante [Go Back]  
 [00428]  οὕτως ἑαυτὴν ἡ πλάνη πανταχοῦ περιπείρει , οὕτω καὶ ἐνταῦθα·
 [01044]  ἐπειδὴ γὰρ ἔμελλεν αὐτῷ συμβουλεύειν ἀποθνῄσκειν, ἵνα μὴ δόξῃ ἀπὸ ἔχθρας ταῦτα λέγειν, δείκνυσιν ἑαυτὴν δεινότερα πεπονθυῖαν καὶ ἐπαίρει τῷ λόγῳ τὴν συμφοράν.
000-00-00 Serial Number=0140970945
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00210]  Ὅταν γὰρ ὑπεύθυνον ἑαυτὴν καταστήσασα τῶν τοιούτων παλαισμάτων, ἀνάξια πάντα πράττῃ τῆς τοιαύτης ὑποσχέσεως, μείζων ἡ κόλασις, χαλεπωτέρα ἡ τιμωρία.
000-00-00 Serial Number=0347820222
De Anna i Ante [Go Back]  
 [00191]  Καὶ καθάπερ, ὄμβρων καταφερομένων, καὶ ἡ σκληροτέρα γῆ καταβρεχθεῖσα καὶ καταμαλαχθεῖσα, ῥᾳδίως ἑαυτὴν πρὸς τὰς τῶν καρπῶν διεγείρει γονὰς, οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ταύτης ἐγένετο.
 [00235]  Οὐκ ἐνενόησε πρὸς ἑαυτὴν, λέγουσα·
 [00283]  μετὰ γὰρ τούτων προσελθοῦσα τῷ Θεῷ τῶν δώρων, πάντα ὅσα ἠθέλησεν ἤνυσε, καὶ φύσιν πεπηρωμένην διώρθωσε, καὶ μήτραν κεκλεισμένην ἀνέῳξε, καὶ αἰσχύνην ἀνεῖλε, καὶ τὰ ὀνείδη τῆς ἀντιζήλου κατέλυσε, καὶ πρὸς παῤῥησίαν ἑαυτὴν πολλὴν ἐπανήγαγεν, ἐκ πέτρας ἀγόνου στάχυν κομῶντα θερίσασα.
 [00340]  ὅλην γὰρ ἑαυτὴν συναγαγοῦσα, καὶ συντείνασα τὴν διάνοιαν, ἐκάλει τὸν Θεὸν μετ' ὀδυνωμένης ψυχῆς.
 [00521]  Πάλιν δούλην ἑαυτὴν καλεῖ, καὶ πολλὴν ποιεῖται σπουδὴν, ὥστε μὴ πονηρὰν δόξαν παρὰ τῷ ἱερεῖ λαβεῖν.
 [00717]  Καὶ ταῦτα τὰ ῥήματα λέγουσα, καὶ ἑαυτὴν ἀνετίθει μετὰ τοῦ παιδίου, καθάπερ σειρᾷ τινι, τῇ τῆς φύσεως συμπαθείᾳ, πρὸς τὸν ναὸν ἑαυτὴν ἀναδήσασα.
000-00-00 Serial Number=0336830497
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00062]  Ἀλλ' ὅμως τοσαύτης ἀπολαύσασα ἡσυχίας καὶ ὑπ' οὐδενὸς ἐνοχληθεῖσά ποτε τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἡ πλάνη ἀφ' ἑαυτῆς ἐσβέσθη καὶ περὶ ἑαυτὴν διέπεσε καθάπερ τῶν σωμάτων τὰ τηκεδόνι παραδοθέντα μακρᾷ καὶ μηδενὸς αὐτὰ βλάπτοντος αὐτόματα φθείρεται καὶ διαλυθέντα κατὰ μικρὸν ἀφανίζεται.
000-00-00 Serial Number=0728625357
De Davide et Saule Ante [Go Back]  
 [00106]  Ἄρτι τῶν πολεμίων ἀπελαθέντων, καὶ τῆς πόλεως ἑαυτὴν ἀνακτησαμένης, καὶ πάντων ἐπινίκια θυόντων, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ τῶν ἀγαθῶν ἐκείνων αἴτιον ἀνελεῖν ἐπεχείρησε ψάλλοντα, καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς ἠκόντισε, βουλόμενος ἀνελεῖν.
000-00-00 Serial Number=0914263725
De Lazaro Ante [Go Back]  
 [00891]  Καὶ αὐτὴ γὰρ καθ' ἑαυτὴν τῶν βιβλίων ἡ ὄψις ὀκνηροτέρους ἡμᾶς πρὸς τὴν ἁμαρτίαν ἐργάζεται.
000-00-00 Serial Number=0961779773
De Maccabeis Ante [Go Back]  
 [00055]  Πολλάκις γοῦν ὁρῶσα μήτηρ παιδίον πυρετῷ φλεγόμενον, πάντα ἂν ἕλοιτο παθεῖν, ὥστε ἀπὸ τοῦ σώματος ἐκείνου πρὸς ἑαυτὴν μεταγαγεῖν τὸ πῦρ τοῦ νοσήματος·
 [00061]  πῶς οὐκ ἀπὸ τῆς πρώτης ὄψεως ἐπὶ τὴν πυρὰν ἐπεπήδησεν ἀπαλλάττουσα ἑαυτὴν τῆς λοιπῆς θεωρίας;
000-00-00 Serial Number=0943438172
De Susanna Ante [Go Back]  
 [00031]  Ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ἐὰν ἀναπετασθεῖσα δέξηται τὰ τῆς καλλιφωνίας θέλγητρα, πρὸς ἐκεῖνα τὴν διάνοιαν τείνασα, ὅλην ἑαυτὴν τοῖς πορνικοῖς ᾄσμασι συνελκύσασα καταστρέφει.
000-00-00 Serial Number=0813343346
De corruptoribus virginum Ante [Go Back]  
 [00031]  Ὅλως ἐτόλμησας, ἀθλία, καθ' ἑαυτὴν δημηγορῆσαι, ὅτι καὶ μὴ ἐχούσης σου πρόθεσιν εἰς αὐτὸν ἢ ἀγάπην, ὁ ∆εσπότης ἐπόθησέ σε;
 [00132]  ∆ιὸ δεῖ καὶ τὴν τοῦ Χριστοῦ παρθένον ὅλην ἑαυτὴν ἄμωμον τηρεῖν καὶ ἄφθαρτον, καὶ τὴν καρδίαν πρὸς τὸν αὐτῆς νυμφίον καὶ δημιουργὸν Χριστὸν, τοῖς δὲ ὀφθαλμοῖς τῆς διανοίας ὡς βλέπουσαν τὸν ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, πάντα λόγον ἀργὸν καὶ μὴ ὄντα πρὸς οἰκοδομὴν ἀποστρέφεσθαι, παντὶ ἄῤῥενι ἀδεῶς μὴ συνδιάζειν, καὶ μάλιστα τῶν ἀτάκτως περιπατούντων.
000-00-00 Serial Number=0196486712
De diabolo tentatore Ante [Go Back]  
 [00705]  ἀλλ' οὐδὲν ἡ μικρότης παραβλάπτει τὸ φύραμα, ἀλλ' ἡ σμικρότης ἐκείνη ἅπαν τὸ ἄλευρον πρὸς ἑαυτὴν μεθίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως.
000-00-00 Serial Number=0755979955
De gloria in tribulationibus Ante [Go Back]  
 [00039]  Ὥσπερ θαλάττης μαινομένης καὶ χαλεπὰ ναυάγια ὠδινούσης, οὐδὲν ἄμεινον τὰ τῆς οἰκουμένης διέκειτο, πατρὸς παῖδα διὰ τὴν εὐσέβειαν τότε ἀποκηρύττοντος, καὶ νύμφης πρὸς πενθερὰν σχιζομένης, καὶ ἀδελφῶν διαιρουμένων, καὶ δεσποτῶν κατὰ τῶν οἰκετῶν ἀγανακτούντων, καὶ τῆς φύσεως σχεδὸν πρὸς ἑαυτὴν στασιαζούσης, καὶ οὐκ ἐμφυλίου μόνον, ἀλλὰ καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιὼν, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος τέμνων, πολλὴν ἐποίει πανταχοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ πανταχόθεν μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων παρεσκεύασεν ἐπαχθείας καὶ μάχας.
000-00-00 Serial Number=0888230205
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00354]  Οἶδεν μὲν γὰρ ἡ ψυχὴ καθ' ἑαυτὴν δεχομένη τὸ διήγημα πρὸ τῆς σῆς ἐπεξεργασίας καρποὺς ἐνεγκεῖν, πλὴν ἀλλὰ καὶ σὺ εἰπὲ μετὰ ταῦτα·
000-00-00 Serial Number=0246789515
De incomprehensibili dei natura Ante [Go Back]  
 [00740]  Ἡ γὰρ ψυχὴ φοβηθεῖσα καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν ἐθορυβεῖτο, καθάπερ τινὸς ἁλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀπορρῆξαι ἐπειγομένη.
 [01360]  Οὐδὲν οὕτω φυγαδεύει ῥᾳθυμίαν καὶ ὀλιγωρίαν ὡς ὀδύνη καὶ θλῖψις πανταχόθεν συνάγουσα τὴν διάνοιαν καὶ πρὸς ἑαυτὴν ἐπιστρέφουσα.
000-00-00 Serial Number=0342681408
De jejunio [2] Ante [Go Back]  
 [00111]  Ἡ γὰρ νηστεία καὶ ἑαυτὴν γινώσκει, καὶ τὰ ἀντικείμενα·
 [00112]  μέθη δὲ ἑαυτὴν ἀγνοοῦσα, καὶ τὰ ἀπὸ νηστείας ἀγαθὰ ἀγνοεῖ.
000-00-00 Serial Number=0227796257
De jejunio et eleemosyna Ante [Go Back]  
 [00104]  Ἕστηκεν ἡ παρθένος τὴν κάμινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη·
000-00-00 Serial Number=0991580129
De libello repudii Ante [Go Back]  
 [00143]  Ὥσπερ γὰρ ἡ τὸν ἄνδρα ἔχουσα γυνὴ, κἂν οἰκέτῃ κἂν ἐλευθέρῳ τινὶ γυναῖκα μὴ ἔχοντι ἑαυτὴν ἐκδῷ, τοῖς τῆς μοιχείας ἁλίσκεται νόμοις·
000-00-00 Serial Number=0630343258
De mutatione nominum Ante [Go Back]  
 [01187]  ἂν δὲ μηδὲν ἐπαγάγῃς αὐταῖς, μᾶλλον αὐτῶν ἐκφαίνεις τὴν εὐμορφίαν, γυμνῆς καθ' ἑαυτὴν τῆς ὥρας ἀγωνιζομένης, καὶ ὁλόκληρον καρπουμένης τὸ θαῦμα·
 [01189]  ἐὰν δὲ ἀφῇς γυμνὴν καθ' ἑαυτὴν ἀγωνίζεσθαι, πάντα ἀποστήσας τὰ ἀνθρώπινα, τότε ἀκριβῶς αὐτῆς φανεῖται τὸ κάλλος ἅπαν, τότε ἐκλάμψει σαφῶς ἡ ἄμαχος ἰσχὺς, ὅταν μήτε πλούτου, μήτε σοφίας, μήτε δυναστείας, μήτε εὐγενείας, μήτε ἄλλου τινὸς τῶν ἀνθρωπίνων δεηθεῖσα, πάντων δύνηται κρατεῖν καὶ περιγίνεσθαι, δι' ἀνθρώπων εὐτελῶν καὶ ταπεινῶν καὶ ἠπορημένων καὶ πενήτων καὶ ἰδιωτῶν, καὶ ἀσεβῶν ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων, καὶ τῆς οἰκουμένης κρατοῦσα ἁπάσης.
000-00-00 Serial Number=0361209631
De non iterando conjugio Ante [Go Back]  
 [00056]  κἂν γὰρ ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾖ, οὐκ ἔσται οὕτως ἄγριος, ὡς μηδὲν ἀνθρώπινον παθεῖν, κἂν μυρίοις καὶ ἑαυτὴν καὶ τὸν οἶκον περιβάλλῃ καλλωπισμοῖς ἐκείνη.
 [00215]  Ὥσπερ οὖν ἡ δευτέρῳ δοῦσα ἑαυτὴν ἐλάττων ἐστὶ τῆς τὸν ἕνα ἄνδρα ἐχούσης, οὕτως ἡ ἐν χηρείᾳ μένουσα ἐν αὐτῇ τῇ νεότητι πολλῷ τῷ μέτρῳ τὴν ἐν τῷ γήρᾳ τὸν ἄνδρα ἀποβαλοῦσαν ὑπερακοντίσαι δυνήσεται·
000-00-00 Serial Number=0914643228
De paenitentia [1] Ante [Go Back]  
 [01973]  Οὕτως ἡ κακία τυφλώττουσα, αὐτὴ ἑαυτῇ μάχεται, καὶ ἑαυτὴν ἀφανίζει.
000-00-00 Serial Number=0953744292
De precatione [1] Ante [Go Back]  
 [00036]  οὕτω ψυχὴ, μὴ κινοῦσα ἑαυτὴν εἰς προσευχὴν, νεκρά ἐστι, καὶ ἀθλία, καὶ δυσώδης.
000-00-00 Serial Number=0925735533
De sacerdotio Ante [Go Back]  
 [00552]  Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾶν δύνηται, ὅταν δὲ καθ' ἑαυτὴν ἀσθενὴς οὖσα τύχῃ, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αὐτή τε ἀσθενεστέρα μᾶλλον ἤπερ ἐστὶ καθίσταται καὶ τὸ λοιπὸν μεθ' ἑαυτῆς προσαπόλλυσι σῶμα.
 [00582]  ἀλλ' εἰ καὶ μόνη καθ' ἑαυτὴν
 [01331]  Κἂν μὴ τοῦτο ἰσχυρὸν ᾖ, μένει καθ' ἑαυτὴν ἡ προθυμία, οὐκ ἔχουσα εἰς ἔργον ἐξελθεῖν·
000-00-00 Serial Number=0179378510
De sancta Droside martyre Ante [Go Back]  
 [00114]  ἐπειδὴ τοίνυν τὴν πυρὰν ἀνῆψε, καὶ ἡ κάμινος ἀνεκαίετο, καὶ πρὸς ὕψος ᾔρετο μέγα, ταῦτα βλέπουσα ἡ μακαρία μάρτυς ἀνήπτετο καὶ αὐτὴ τῇ προθυμίᾳ, καὶ ἀνέζει τῷ πυρὶ τοῦ Χριστοῦ πόθου, τῶν τριῶν ἀναμνησθεῖσα παίδων, καὶ λογισαμένη πρὸς ἑαυτὴν, ὅτι κοινωνεῖ τοῖς ἄθλοις ἐκείνοις, καὶ τοὺς αὐτοὺς ἐπιφέρεται στεφάνους αὐτοῖς.
000-00-00 Serial Number=0597099483
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00011]  Καὶ ἵνα μάθῃς ὅτι τὴν τῶν ἀσεβῶν ἀσέλγειαν ἐδεδοίκει, προλαμβάνει, καὶ τῆς ἀσχήμονος ὕβρεως ἑαυτὴν προεξαρπάζει·
 [00021]  ἡ δὲ μηδὲν μηδέπω παθοῦσα τοιοῦτον, ἀλλὰ ἀκέραιον ἔτι τὸ σῶμα ἔχουσα, καὶ μηδεμιᾶς ὀδύνης αἰσθομένη μηδέπω, μεγάλου τινὸς καὶ γενναίου φρονήματος δεῖται, εἰ μέλλοι βιαίῳ θανάτῳ τῆς παρούσης ἑαυτὴν ἐξάγειν ζωῆς.
 [00040]  Ταῦτα δὲ οὐχ ἁπλῶς ἐποίει, ἀλλ' ἐπειδὴ πρότερον ἑαυτὴν ἀξίαν παρεσκεύασε τῆς ἐκείνου βοηθείας ἡ μάρτυς.
 [00093]  Καὶ τούτου μάρτυρες ὑμεῖς οἱ τὰς μὲν θήκας τῶν πλουσίων, καίτοι χρυσᾶ ἐχούσας ἱμάτια καθάπερ σπήλαια παρατρέχοντες, πρὸς δὲ τὴν ἁγίαν ταύτην μετὰ πολλῆς δραμόντες τῆς προθυμίας, ἐπειδὴ μαρτυρίῳ, καὶ ὁμολογίᾳ, καὶ παρθενίᾳ ἀντὶ ἱματίων χρυσῶν ἑαυτὴν ἀμφιάσασα, ἀπῆλθεν ἡ μάρτυς.
 [00098]  Καὶ γὰρ οὐχ ὡς ἔτυχε πρὸς Ἕλληνας διαλεγόμενοι καλλωπιζόμεθα τῷ πλήθει τῆς ἑορτῆς, καταισχύνοντες αὐτοὺς καὶ λέγοντες, ὅτι πόλιν ὁλόκληρον καὶ δῆμον [50.583] τοσοῦτον κόρη μία τελευτήσασα πρὸς ἑαυτὴν ἐπισπᾶται καθ' ἕκαστον ἐνιαυτὸν, καὶ μετὰ τοσαῦτα ἔτη, καὶ χρόνος οὐδεὶς τὴν ἀκολουθίαν τῆς τιμῆς διέκοψε ταύτης·
000-00-00 Serial Number=0745486856
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00067]  ἐπεφοίτα μνηστὴρ διαλέξει γαμικῇ γαργαλίζων, ἡ δὲ τῷ Χριστῷ καθ' ἑαυτὴν συνετάττετο, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, λέγουσα·
000-00-00 Serial Number=0283173859
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00264]  Τότε τοίνυν ταῦτα ἐπιτάττοντες οἱ ἐχθροὶ καὶ τὴν ὠμότητα ἐπεδείκνυντο τὴν ἑαυτῶν, καὶ ἄκοντες ἐμαρτύρουν τῇ τοῦ Χριστοῦ προφητείᾳ, καὶ ἀδελφοὶ παρεδίδοσαν ἀδελφοὺς, καὶ πατέρες τέκνα, καὶ αὐτὴ ἑαυτὴν ἐπολέμει ἡ φύσις, καὶ ἐσχίζετο καθ' ἑαυτῆς ἡ συγγένεια, καὶ πάντες ἐκ βάθρων ἀνετρέποντο οἱ νόμοι, καὶ πάντα θορύβου τινὸς ἔγεμε καὶ ταραχῆς, καὶ αἱμάτων τὰς οἰκίας ἐνέπλησαν συγγενικῶν οἱ δαίμονες τότε.
 [00324]  καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παιδία μεθ' ἑαυτῆς εἷλκεν.
000-00-00 Serial Number=0159065485
De studio praesentium Ante [Go Back]  
 [00122]  ∆εδεμένῳ παρεκάθισεν, ἐν ἁλύσει παρεμυθήσατο, τὴν ἀπὸ τῶν ἀναγκαίων χρειῶν παραμυθίαν εἰσήγαγε, τοὺς ἐπιβουλεύοντας ἀνέστειλεν, εἰς θάνατον ἑαυτὴν ἐξέδωκεν, ὥστε τὸν ἅγιον ἐκεῖνον ἀπαγόμενον ἐξαρπάσαι περιστάσεων.
000-00-00 Serial Number=0752032697
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00095]  ὢ στεναγμὸς, τὸν οὐράνιον νυμφίον Χριστὸν πρὸς ἑαυτὴν ἐπισπωμένη.
000-00-00 Serial Number=0248704791
De virginitate Ante [Go Back]  
 [00378]  Ὥσπερ οὖν οὐδὲ ἡ τῶν φαρμάκων φύσις αὐτὴ καθ' ἑαυτὴν δύναιτ' ἂν ἕλκος ἀφανίσαι ποτέ, ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν ἁμαρτημάτων οἱ νόμοι.
 [00534]  Κἂν μὴ οὕτω τύχῃ παρεσκευασμένη ψυχὴ μηδὲ ἐπιστρέφεσθαι πρὸς τὰς ἐκείνης ἀλγηδόνας, ταχέως ἑαυτὴν ἀπολεῖ.
 [00622]  ∆ιὰ τοῦτο καὶ ἡ νηστεία καλὸν ὅτι περικόπτει τὰς τῆς ψυχῆς φροντίδας καὶ τὴν περιρρέουσαν τὸν νοῦν ὀλιγωρίαν ἀναστέλλουσα ὅλην πρὸς ἑαυτὴν ἐπιστρέφει τὴν διάνοιαν.
 [00846]  Ἐπειδὰν δὲ ἕληται καὶ ἀπογράψηται, εἰσήγαγεν ἑαυτὴν εἰς τὸ στάδιον.
 [00909]  Ἢ γὰρ τὴν ἀπὸ τῆς ἐπιθυμίας βίαν χρὴ καρτερεῖν ἢ τοῦτο μὴ βουλομένην κολακεύειν τὸν ὑβριστὴν καὶ παρέχειν ἑαυτὴν ἐκείνῳ πρὸς ὅπερ ἂν βούληται, εἴτε πληγὰς ἐντείνοι εἴτε λοιδορίαις πλύνοι, εἴτε οἰκετῶν ὑπεροψίᾳ παραδοῦναι εἴτε ἕτερόν τι τοιοῦτον.
 [01179]  Ἐὰν γὰρ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε, τῶν δὲ ἀπὸ τῆς παρθενίας ἑαυτὴν ἀπεστέρησε στεφάνων, τῶν μεγάλων καὶ ἀπορρήτων δωρεῶν;
 [01187]  «Ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε», καὶ σιωπήσας τὰς ἐν τοῖς οὐρανοῖς δωρεάς, ὧν ἑαυτὴν ἀπεστέρησε, «Θλῖψιν», φησί, «τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι.».
 [01322]  Οὔτε οὖν τούτοις δυνήσεται ἑαυτὴν παραμυθήσασθαι τοῖς μηχανήμασιν οὔτε γοῦν τὴν ὀργὴν διὰ τῶν ῥημάτων ἐξενεγκεῖν, ἀλλ' ἅπαξ μὲν αὐτὴν ἴσως χαλεπαίνουσαν οἴσει καὶ δὶς ὁ ἀνήρ.
 [01487]  Ἡ γὰρ ἀμορφία πανταχοῦ καθ' ἑαυτὴν μὲν φαινομένη ὅσον ἐστὶ φαίνεται μόνον·
000-00-00 Serial Number=0119467318
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00477]  ἀλλ' ὅμως ἐπειδὴ μετὰ προσοχῆς καὶ νήψεως ταύτην ἐποιήσατο τὴν εὐχὴν, πάντα ὅσα ἠθέλησεν ἤνυσε, καὶ φύσιν πεπηρωμένην διώρθωσε, καὶ μήτραν ἀποκεκλεισμένην ἀνέῳξε, καὶ πρὸς παῤῥησίαν ἑαυτὴν πολλὴν ἐπανήγαγεν, ἐκ πέτρας ἀγόνου στάχυν κομῶντα θερίσασα.
 [00988]  Ἀλλ' ἐπειδὴ ῥᾴθυμός ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη, καὶ τῇ τρυφῇ καὶ τῇ ἀνέσει μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος, τὴν ἀπὸ τῆς νηστείας ἡμῖν ἰατρείαν ἐπενόησεν ὁ φιλάνθρωπος ∆εσπότης, ἵνα καὶ τὰ τῆς τρυφῆς ἡμῖν ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα μεταγάγωμεν ἐπὶ τὴν τῶν πνευματικῶν ἐργασίαν.
 [01770]  οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, ἐπειδὴ ἀργεῖν οὐ δύναται, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν ἐκδίδωσι πράγμασιν.
 [01784]  τῆς δὲ ψυχῆς καθ' ἑκάστην ἡμέραν κεντουμένης, κρημνιζομένης, καὶ πάντα τρόπον ἀπολλυούσης ἑαυτὴν, οὐδὲ βραχὺν ἔχειν λόγον;
 [04276]  Ἡ γὰρ ψυχὴ φοβηθεῖσα, καὶ τὴν ὄψιν τῆς παρουσίας οὐ φέρουσα τοῦ συνδούλου, οὐδὲ τὸ φῶς ἐκεῖνο δυναμένη βαστάζειν, ἐθορυβεῖτο καθάπερ τινὸς ἁλύσεως τοῦ δεσμοῦ τῆς σαρκὸς ἑαυτὴν ἀποῤῥῆξαι ἐπειγομένη·
 [05891]  ἡ δὲ τῶν ἀγαθῶν ἀπόπτωσις τοσαύτην ἔχει τὴν ὀδύνην, τοσαύτην τὴν θλῖψιν καὶ τὴν στενοχωρίαν, ὡς εἰ καὶ μηδεμία τιμωρία τοῖς ἐνταῦθα ἁμαρτάνουσιν ἀπέκειτο, αὐτὴν καθ' ἑαυτὴν ἀρκέσαι τῶν ἐν τῇ γεέννῃ βασανιστηρίων πικρότερον δάκνειν καὶ συνταράσσειν τὰς ἡμετέρας ψυχάς.
 [06087]  ὅταν δὲ ὑπερέχῃ ἡ βάσανος καὶ ζάλης ᾖ μεστὰ πάντα τὰ ἔνδον, καὶ μηδὲ ἑαυτὴν εἰδέναι ἡ ψυχὴ λοιπὸν ἔχῃ, πόθεν παραμυθίαν καρπώσεται;
 [06290]  Ἔστι μὲν οὖν καὶ καθ' ἑαυτὴν ἡ ἀρετὴ θαυμαστή·
 [06397]  ἀλλ' ἡ μικρότης ἐκείνη ἅπαν τὸ φύραμα πρὸς ἑαυτὴν μεθίστησι διὰ τῆς ἐνούσης αὐτῇ δυνάμεως.
 [06941]  ὅτι ἄρτι τῶν πολεμίων ἀπελαθέντων παρ' αὐτοῦ, καὶ τῆς πόλεως ἑαυτὴν ἀνακτησαμένης, καὶ πάντων ἐπινίκια θυόντων, αὐτὸς τὸν εὐεργέτην καὶ σωτῆρα καὶ τῶν ἀγαθῶν ἐκείνων ἁπάντων αἴτιον ἀνελεῖν ἐπεχείρησε.
000-00-00 Serial Number=0862343311
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00344]  Εἰ δὲ ὑπὲρ ἐλεημοσύνης μόνον τοσαῦται αἱ ἀντιδόσεις, τοσοῦτοι οἱ στέφανοι, τοσαύτη ἡ λαμπρότης, τοσαύτη ἡ περιφάνεια καὶ ἡ δόξα, εἰ καὶ τὰ ἄλλα τῆς ἀρετῆς ἐπέλθοιμί σοι μέρη, ποίαν ἂν σχοίης συγγνώμην, ὀφείλουσα ἐντεῦθεν ἤδη ἑορτὴν ἄγειν καὶ σκιρτᾶν καὶ χορεύειν καὶ στεφανοῦσθαι, ἐπειδὴ δὲ ὁ δεῖνα ἐμάνη καὶ ὁ δεῖνα κατὰ κρημνῶν ἦλθε, κατακόπτουσα ἑαυτὴν καὶ εὔκολον κατὰ τῆς ἁγίας σου ψυχῆς τῷ διαβόλῳ ποιοῦσα τὴν ἔφοδον ὃν μέχρι σήμερον καταξαίνουσα οὐκ ἐπαύσω;
 [00548]  Ψυχὴ γὰρ γυμνὴ καθ' ἑαυτὴν ἑτέρᾳ ψυχῇ συγγενομένη οὔτε εἰπεῖν τι οὔτε ἀκοῦσαι δυνήσεται·
 [01399]  Τοιαύτη γὰρ τῶν παλαισ μάτων ἡ φύσις τούτων, καὶ πρὸ τῶν βραβείων, καὶ ἐν αὐτοῖς τοῖς σκάμμασιν ἔχει καὶ τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις, τὴν ἡδονὴν ἣν καρποῦσαι νῦν, τὴν εὐφροσύνην, τὴν ἀνδρείαν, τὴν καρτερίαν, τὴν ὑπομονήν, τὸ ἀνάλωτον, τὸ ἀχείρωτον, τὸ πάντων ὑψηλοτέραν εἶναι, τὸ οὕτως ἑαυτὴν ἀσκῆσαι ὡς μηδὲν δύνασθαι παρὰ μηδενὸς παθεῖν δεινόν, τὸ τοσούτων κλυδωνίων γενομένων ἐπὶ τῆς πέτρας ἑστάναι, τὸ τῆς θαλάσσης μαινομένης ἐξ οὐρίας φέρεσθαι μετὰ πολλῆς τῆς γαλήνης.
000-00-00 Serial Number=0255724609
Epitimia lxxiii Ante [Go Back]  
 [00025]  [18] Ἐὰν γυνὴ εἰς μαλακίαν ἑαυτὴν ἐκδώσασα ταῖς ἰδίαις χερσὶν, ἔστω ἀκοινώνητος ἔτη ὰʹ, ἀφοριζέσθω αὐτὴ, καθ' ἡμέραν μετανοίας ρνʹ.
000-00-00 Serial Number=0147052884
Expositiones in Psalmos Ante [Go Back]  
 [02623]  ἐνταῦθα δὲ οὐδὲν εἶχον εἰπεῖν, αὐτῆς καθ' ἑαυτὴν τῆς φύσεως γυμνῆς ἀγωνιζομένης.
 [04386]  ἐνταῦθα δὲ οὐδὲν εἶχον εἰπεῖν, αὐτῆς καθ' ἑαυτὴν τῆς φύσεως γυμνῆς ἀγωνιζομένης.
 [06232]  Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι, καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνουσαι, πολλάκις μὲν καὶ καθ' ἑαυτὴν ἑκάστη, πολλάκις δὲ [55.157] καὶ συμφώνως ἅπασαι, μίαν τινὰ μελῳδίαν ᾄδουσι.
 [06760]  καίτοι γε προσεδρία καὶ καθ' ἑαυτὴν ἴσχυσε μόνον·
 [07301]  Ὅση γοῦν ψυχῆς αὐτῆς πρὸς ἑαυτὴν ἡ συμφωνία, τοσαύτη τοῦ Πνεύματος πρὸς τὸν Πατέρα ἡ συγγένεια.
 [07509]  Ὁρᾷς πῶς ἑαυτὴν ἑρμηνεύει ἡ Γραφὴ, καὶ δείκνυσι νοερὰν οὖσαν τὴν νίκην καὶ πνευματικήν;
000-00-00 Serial Number=0446151555
Fragmenta in Job Ante [Go Back]  
 [00248]  Αὐτὴ γὰρ ἑαυτὴν ἡ κακία πέφυκε τιτρώσκειν.
 [00737]  Ταῦτα δέ φησιν, ἵνα δείξῃ, καὶ ἑαυτὴν κοινωνοῦσαν τῆς συμφορᾶς·
000-00-00 Serial Number=0067105055
Fragmenta in Proverbia Ante [Go Back]  
 [00980]  ἵνα δι' ἑαυτὴν ᾖ ἡ ἀρετή·
000-00-00 Serial Number=0336996019
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00113]  ἀλλ' οὐκ ἀρκεῖ καθ' ἑαυτὴν τοῦτο ἐργάσασθαι.
000-00-00 Serial Number=0066568732
In Acta apostolorum Ante [Go Back]  
 [01660]  ἀλλὰ τὴν προφητείαν μόνην εἰσήγαγε καθ' ἑαυτὴν ἀγωνιζομένην.
 [02188]  ψυχὴ γὰρ ὅταν ἑαυτὴν καταδικάσῃ, οὐκέτι φθονεῖν δύναται.
 [04448]  οὐ γὰρ εἰς ἀνάγκην κατέστησεν ἑαυτὴν, οὐδὲ νόμον.
 [07144]  τουτέστιν, ηὔξησαν καὶ τὴν εἰρήνην αὐτὴν δήπου πρὸς ἑαυτὴν, τὴν ὄντως εἰρήνην.
 [07845]  Ὅτι καὶ αὐτὴ ἡ ἀνάστασις καθ' ἑαυτὴν μέγα σημεῖον ἦν·
 [09227]  Πρὸς ἑαυτὴν ἐναντία ἐστίν·
 [09999]  Οὐκ ἔχει καθ' ἑαυτὴν ἰσχὺν ἡ ὀργὴ, ἂν μὴ ἕτερος ὁ τρέφων αὐτὴν ᾖ.
 [09999]  Οὔτε γὰρ ἡ παῤῥησία τι συντελεῖ καθ' ἑαυτὴν, οὐκ οὔσης δυνάμεως, οὔτε ἡ δύναμις, οὐκ οὔσης παῤῥησίας.
 [09999]  Ὅταν δὲ πάντα αὐτὴν ἐκφοβῇ καὶ ταράττῃ, καὶ ὄνειροι καὶ ῥήματα καὶ σχήματα καὶ ὑποψίαι ἁπλῶς, πότε δυνήσεται εἰς ἑαυτὴν ἰδεῖν, οὕτως ἐκτεταραγμένη καὶ τεθορυβημένη;
000-00-00 Serial Number=0447613776
In Ecclesiasten Ante [Go Back]  
 [00646]  ἀγαθὸν παῖς πένης σοφὸς ὑπὲρ βασιλέα πρεσβύτην καὶ ἄφρονα οὐδαμοῦ γὰρ τὴν ἡλικίαν καθ' ἑαυτὴν διαβάλλει.
000-00-00 Serial Number=0032689095
In Genesim sermo 3 Ante [Go Back]  
 [00513]  καὶ πράξεις ἀθεμίτους ἐκτελοῦσα, καὶ κατὰ γαστρὸς συλλαμβάνουσα, κρύφιον αὐτὸ κατέχει, μυρία τεχνάσματα πρὸς ἑαυτὴν περιποιοῦσα, πρὸς τὸ ἐκτρῶσαι τὸ βρέφος ἐκ τῆς κοιλίας αὐτῆς, εἴτε διὰ δηλητηρίου, εἴτε δι' ἑτέρων παρανόμων γυναικῶν.
000-00-00 Serial Number=0780331790
In Genesim sermones Ante [Go Back]  
 [00054]  Ἐπειδὴ δὲ πρὸς κακίαν ἡ φύσις ἡμῶν ἀπέκλινε, καὶ καθάπερ εἰς ὑπερορίαν τινὰ μακρὰν ἑαυτὴν διέστησε, τηνικαῦτα λοιπὸν, καθάπερ ἐν μακρᾷ καθεστῶσιν ἀποδημίᾳ, γράμματα πέμπει, ὥσπερ διά τινος ἐπιστολῆς τὴν παλαιὰν πρὸς ἡμᾶς ἀνανεούμενος φιλίαν.
000-00-00 Serial Number=0966297746
In Isaiam Ante [Go Back]  
 [00569]  ἥ τε τοῦ Συμεών, ἥτις τὸ αὐτὸ τοῦτο σχεδὸν ἔπαθε, πάσαις αὐταῖς παρεκταθεῖσα κατὰ τὸν κλῆρον καὶ οὐχ, ὡς ἑκάστη τῶν ἄλλων, συνημμένην ἔλαβε τὴν κληρουχίαν καὶ πρὸς ἑαυτὴν συγκεκροτημένην.
 [01591]  οὐκ ἀφῆκε κύριον γενέσθαι τὸν ἀκροατὴν ἁρμόσαι τὰ εἰρημένα οἷς ἐβούλετο πράγμασιν ἢ προσώποις, ἀλλὰ προϊοῦσα ἑαυτὴν ἡρμήνευσεν, εἰποῦσα·
 [02690]  ὅτι πανταχοῦ ἐν ταῖς μεταφοραῖς ἑαυτὴν ἑρμηνεύειν εἴωθεν ἡ Γραφή;
000-00-00 Serial Number=0309217751
In Joannem Ante [Go Back]  
 [00341]  Ὅταν γὰρ ἐπιθυμία χρημάτων κατέχῃ τὸν ἀκροατὴν, οὐκ ἂν δύναιτο καὶ ἐπιθυμία κατασχεῖν ἀκροάσεως ὁμοίως, ἐπειδὴ μηδὲ ἀρκεῖ πολλαῖς ἐπιθυμίαις μία τυγχάνουσα ἡ ψυχὴ, ἀλλ' ἡ ἑτέρα τῇ ἑτέρᾳ λυμαίνεται, καὶ σχιζομένη ἀσθενεστέρα γίνεται, ἐπικρατούσης τῆς ἑτέρας καὶ τὸ πᾶν εἰς ἑαυτὴν δαπανώσης.
 [03744]  Ἐβούλετο γὰρ καὶ ἐκείνοις καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός.
 [03764]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν·
 [03799]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν·
 [05759]  Ὁρᾷς πῶς εἰσωθεῖ ἑαυτὴν εἰς τὴν εὐγένειαν τὴν Ἰουδαϊκήν;
000-00-00 Serial Number=0015504122
In Jordanem fluvium Ante [Go Back]  
 [00048]  Ἐπειδὴ γὰρ ἡ θνητὴ φύσις οὐκ ἤρκει καθ' ἑαυτὴν στῆσαι τὸ ῥεῖθρον, εἰσέρχεται Ἰησοῦς πρῶτος φέρων μὲν τοῦ ∆εσπότου τὴν προσηγορίαν, ἐπαγόμενος δὲ μεθ' ἑαυτοῦ τὴν κιβωτὸν, τὸ σύμβολον τοῦ δεσποτικοῦ σώματος.
000-00-00 Serial Number=0379005849
In Psalmos 101-107 Ante [Go Back]  
 [00533]  Αὐτὴν γὰρ ἐφ' ἑαυτὴν ἑδράσας δέδωκεν αὐτῇ τὸ ἀκίνη τον·
000-00-00 Serial Number=0778918147
In Psalmum 100 Ante [Go Back]  
 [00169]  καὶ τὸν συνόμιλον ὄντα τῷ ∆εσπότῃ πρὸς ἑαυτὴν ἐπισπασαμένη, ἄρτι ἐχθρὸν διὰ τῆς ἀπάτης κατέστησε, καὶ ἀλλότριον εἰς ἅπαξ τῶν ἀγαθῶν ἀπέδειξε.
000-00-00 Serial Number=0295428813
In Psalmum 705 Ante [Go Back]  
 [00010]  ἑαυτὴν δὲ διαναστήσασα πρὸς τὸ τηλικοῦτον στρατόπεδον μά χεσθαι καὶ πολεμῆσαι, καὶ ἐκδικῆσαι τὸ ἴδιον γένος, καὶ τὴν πόλιν περισώσασθαι βουλομένη, Θεῷ πιστεύ σασα, τῇ τοῦ σώματος ῥώμῃ ἑαυτὴν πρὸς τὸν τῶν ὑπεν αντίων πόλεμον ἐπιδοῦσα, ἔλεγε τοῖς ἱερεῦσι καὶ πᾶσι τοῖς πιστοῖς ἀνθρώποις·
 [00012]  Ἣ καὶ ἐξελθοῦσα τῆς πόλεως, ἑσπέρας ἤδη καταλαβούσης, μετὰ μιᾶς θεραπαινίδος, ἐπισίτιά τε λαβοῦσα μεμετρημένα τῇ πίστει (οὐ γὰρ ἐβούλετο τοῖς Ἑλληνικοῖς ἀποχρᾶσθαι βρώμασιν Ἰουδαία τυγχάνουσα, καὶ ὑπὸ τοῦ νόμου κωλυομένη), γενομένη δὲ παρὰ τῷ Ὀλοφέρνῃ, ὡς πρόσφυξ, ἐν στολῇ καθαρᾷ καὶ κόσμῳ γυναικείῳ εὐπρεπεῖ, ἐξανδραποδίσασα τὸν ἀλλόφυλον τῇ ἐπιθυμίᾳ τῇ πρὸς γυναῖκα, ἑαυτὴν μὲν διεφύλαττεν ἄχραντον·
000-00-00 Serial Number=0034654140
In Samaritanam Ante [Go Back]  
 [00065]  Ἤδει οὖν ὁ τὰ πάντα ἐπιστάμενος Κύριος, ὅτι τὴν ὥραν, ἣν πάντες πρὸς ἀνάπαυσιν εἶχον, ἐκείνη πρὸς τὸ κομίζειν τὸ ὕδωρ ἑαυτὴν ἀπησχόλει.
000-00-00 Serial Number=0638206184
In annuntiationem deiparae Ante [Go Back]  
 [00093]  Τούτων ἀκούσασα τῶν λόγων ἡ παναγία παρθένος, καὶ θεασαμένη μορφὴν ἀγγελικὴν καὶ φωνὴν, ἐλογίσατο καθ' ἑαυτὴν [λέγουσα], Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος;
000-00-00 Serial Number=0301365972
In decollationem sancti Joannis Ante [Go Back]  
 [00073]  Καὶ γὰρ ἐκείνη τὸν ἀνδρειότατον Σαμψῶνα ξυρήσασα καὶ δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε, τὸν ἴδιον ἄνδρα τὸν ἴδιον σύνευνον, ὃν ἔθαλπεν, ὃν ἐθώπευεν, ὃν ἐκολάκευεν, ὃν ὑπὲρ ἑαυτὴν ἀγαπᾷν ὑπεκρίνατο·
000-00-00 Serial Number=0077938855
In diem natalem Ante [Go Back]  
 [00197]  καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα, ὅτι Οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.
000-00-00 Serial Number=0887563467
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02502]  οὕτω καὶ ἡ ψυχὴ, ὅταν μὴ ἔχῃ τι πρᾶξαι τῶν ἀναγκαίων, πάντως τοῦ πράττειν ἐπιθυμοῦσα, πονηροῖς ἑαυτὴν δίδωσι πράγμασι.
000-00-00 Serial Number=0728159845
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00596]  οὐ φροντίζει πῶς ἀκούσει τῶν λογίων τοῦ Θεοῦ, ἀλλὰ πῶς ἐπιδείξεται, πῶς μετὰ κόμπου καθίσει, πῶς μετὰ δόξης πολλῆς, πῶς πάσας τὰς ἄλλας ὑπερβαλεῖται τῇ τῶν ἱματίων πολυτελείᾳ, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι σεμνοτέραν ἑαυτὴν ἐργάσεται, καὶ πᾶσα ἡ φροντὶς καὶ ἡ μέριμνα αὐτῇ, ἆρα εἶδεν ἡ δεῖνα;
 [00949]  καίτοι γε ἡ φροντὶς καθ' ἑαυτὴν πικρόν·
000-00-00 Serial Number=0335460067
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00018]  ᾔδει γὰρ, ὅτι καὶ βασιλεία ἡ πασῶν ἰσχυροτέρα ἐφ' ἑαυτὴν μερισθεῖσα, οὐ σταθήσεται.
 [00868]  Ἐπειδὴ γὰρ προτέρα ἑαυτὴν κατέβαλε, πρὸς οὐδὲν χρησίμη λοιπόν ἐστιν.
 [00870]  ∆ιὰ τοῦτο, κἂν θέλῃ νῦν ἐπεισαγαγεῖν ἑαυτὴν, οὐ δύναται·
 [00879]  Ἐποίησε τοίνυν φανῆναι μωρὰν, ἐπειδὴ ἑαυτὴν ἐκείνη πρώτη ἤλεγξεν.
 [01839]  Εἶτα περὶ τῆς τοῦ Πνεύματος γνώσεως μετὰ ἀκριβείας εἰπὼν, καὶ διδάξας ὅτι οὕτως ἐξισάζει πρὸς τὴν τοῦ Θεοῦ γνῶσιν, ὡς ἡ ἀνθρώπου γνῶσις αὐτὴ πρὸς ἑαυτὴν, καὶ δείξας ὅτι πάντα ἐκεῖθεν ἐμάθομεν, καὶ ἀναγκαίως ἐκεῖθεν, ἐπήγαγεν·
 [01895]  Εἰ γὰρ τοιαύτη γεγονυῖα φιλονεικεῖ μηδενὸς χρείαν ἔχειν, καὶ ἀπάγει ἑαυτὴν τοῦ Θεοῦ, εἰ μὴ τοιαύτη ἐγεγένητο, ποῦ οὐκ ἂν ἐξώλισθε μανίας;
 [01900]  Καὶ γὰρ καὶ μετ' ἐκεῖνο ἀγέννητον ἑαυτὴν ἔφησεν εἶναι, καὶ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τοῦ σεσηπότος τῶν Μανιχαίων στόματος·
 [04261]  Πρότερον καθελὼν τὴν σοφίαν τὴν ἔξωθεν, καὶ δείξας οὐδὲν οὖσαν καθ' ἑαυτὴν, κἂν μὴ ἁμάρτημα ᾖ προσκείμενον, τότε λοιπὸν καὶ περὶ τοῦ ἁμαρτήματος διαλέγεται.
 [04352]  Ὥσπερ γὰρ ἐκείνη, φησὶ, καὶ βραχεῖα οὖσα, ὅλον πρὸς ἑαυτὴν μεταβάλλει τὸ φύραμα·
 [09746]  καὶ γὰρ καὶ Βασι-λεία, φησὶν, ἐφ' ἑαυτὴν μερισθεῖσα οὐ σταθήσε-ται.
 [09999]  ἅπερ οὐ μόνον ἐκεῖνον, ἀλλ' οὐδὲ ἑαυτὴν φιλούσης ἦν.
 [09999]  Καὶ γὰρ ὁ ἐν σκότῳ καθήμενος, ἕως μὲν ἂν μὴ βλέπῃ τὸν ἥλιον, οὐκ αὐτὸς ἐπιτρέχει τῷ κάλλει τῆς ἀκτῖνος, ἀλλ' ἐκείνη δείκνυσιν ἑαυτὴν, ἐπειδὰν λάμψῃ·
 [09999]  Καθάπερ γὰρ οὔτε τὰ πικρὰ φάρμακα πέρα τοῦ δέοντος, οὔτε τὰ γλυκέα ὀνίνησιν, οὕτως οὐδὲ ἀφέλεια καθ' ἑαυτὴν, οὐδὲ φρόνησις.
000-00-00 Serial Number=0313791335
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01310]  Οὕτω γὰρ κατεκλάσθη ἡ χρυσοφοροῦσα γυνὴ, καὶ ἐν ἀξιώματι οὖσα βασιλικῷ, ὡς τοῦ παιδὸς τοῦ αἰχμαλώτου πρὸς τὰ γόνατα ἴσως ἑαυτὴν ῥῖψαι, ἴσως δὲ καὶ παρακαλέσαι δακρύουσαν καὶ τῶν γονάτων ἁπτομένην, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δεύτερον, ἀλλὰ πολλάκις μηχανησαμένην.
 [03140]  οὐ γὰρ ἀνέχεται διαστημάτων, ἀλλὰ καὶ διὰ μέσων τῶν ὁδῶν ἑαυτὴν ἐκτείνει, καὶ πανταχοῦ πάρεστιν.
 [03159]  Ὁρῶσα τοίνυν ἡ κόρη ἑαυτὴν ἐν τοῖς ἀπόροις οὖσαν, ἐλθοῦσα πρὸς αἰδέσιμον πρόσωπον καὶ σύνηθες τῇ δεσποίνῃ αὐτῆς, τὸ κἀμοὶ διηγησάμενον, καὶ τῶν γονάτων ἁπτομένη, καὶ μυρία ἀποδυρομένη, παρεκάλεσεν ὥστε τὴν αὐτῆς ἀξιῶσαι δέσποιναν ὑπὲρ αὐτῆς·
000-00-00 Serial Number=0415601730
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00341]  Ὅταν γὰρ ἡ ψυχὴ πράγμασιν ἑαυτὴν ἐκδῷ σαρκικοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν·
 [01773]  ἂν οὕτως ἑαυτὴν περιστείλῃ, δυνήσεται καὶ μετὰ πολλῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι.
 [03985]  οὐ γὰρ ἀφίησιν αὐτοὺς τὴν ὁδὸν ἰδεῖν ἀνθέλκουσα τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὴν ἡ φιλαργυρία, καὶ κατὰ μικρὸν ὑποκλέπτουσα.
000-00-00 Serial Number=0687257946
In epistulam ad Ephesios Ante [Go Back]  
 [00901]  Ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν ἑκόντες καὶ προαιρούμενοι.
 [01322]  Οὐ διαβάλλων τὴν σάρκα λέγει, ἐπεὶ καὶ ὅταν λέγῃ, Ψυχικὸς ἄνθρωπος, οὐ διαβάλλων τὴν ψυχὴν τοῦτό φησιν, ἀλλ' ὅτι οὐκ ἀρκεῖ οὔτε σῶμα, οὔτε ψυχὴ καθ' ἑαυτὴν, μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύουσα, ποιῆσαί τι γενναῖον καὶ μέγα.
 [01323]  ∆ιὰ τοῦτο ψυχικὰ ἐκεῖνα καλεῖ, ἃ καθ' ἑαυτὴν ἡ ψυχὴ ἐργάζεται·
 [01356]  Οὐκοῦν ἐν τούτῳ ἡ ἀρετὴ τοῦ σώματος, ἐν τῷ εἴκειν τῇ ψυχῇ, ἐπεὶ καθ' ἑαυτὴν οὔτε καλὴ οὔτε κακή.
 [03887]  Καὶ γὰρ καὶ ἑαυτὴν προσαπόλλυσιν·
 [03949]  Ἂν γὰρ τῇ ἡμέρᾳ τῇ πρώτῃ μὴ κρατήσῃς καὶ τῇ ἑξῆς, πολλάκις καὶ εἰς ἐνιαυτὸν αὐτὴν ἐξέτεινας, καὶ αὐτὴ ἑαυτὴν ηὔξησε λοιπὸν ἡ ἔχθρα, καὶ οὐ δεῖταί τινος.
 [04247]  Ὁ γὰρ θυμὸς οὐδὲ τοῦ οἰκείου ἀφίησι στόματος φείδεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾷ, πῶς ἐκείνην ἀμύνηται, κἂν ἑαυτὴν καταισχύνῃ.
 [05840]  λοιπὸν δὲ οὐκ, ἀλλὰ καὶ μεγίστην καρπώσεται τὴν ἡδονὴν, πάσης ἑαυτὴν ὑποψίας ἀπαλλάττουσα.
 [05929]  καθ' ἑαυτὴν τῆς ἀρετῆς ἡ παραίνεσις πολὺ τὸ σκυθρωπὸν ἔχει, καὶ μάλιστα πρὸς κόρην ἁπαλὴν καὶ νέαν, ὅταν περὶ φιλοσοφίας λέγοιντο λόγοι, πολλὴν ἐπινόει τὴν χάριν, καὶ τοῦτο μάλιστα ἀπὸ τῆς ψυχῆς ἐξόρισον ἐκείνης, Τὸ ἐμὸν, καὶ Τὸ σόν.
000-00-00 Serial Number=0078527093
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00496]  οὐδὲ τὴν λέξιν καθ' ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος.
 [00988]  οὐκ ἂν δὲ ἐφοβήθης ἀφεῖναι τὸν νόμον, εἰ μὴ τῆς πίστεως κατέγνως ὡς ἀσθενοῦς καὶ οὐκ ἰσχυούσης καθ' ἑαυτὴν σῶσαι.
000-00-00 Serial Number=0473506272
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00481]  Ὥσπερ γὰρ μίαν εἶναί φησι τὴν γνῶσιν τὴν τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ὡς ὄντως μίαν, καὶ οὐδὲν πρὸς ἑαυτὴν διεστηκυῖαν·
 [02159]  Ἀλλ' οὐκ ἀρκεῖ καθ' ἑαυτὴν τοῦτο ἐργάσασθαι, ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς.
 [05988]  κἂν ἄλλος οὐκ ἀποστερήσῃ, ἀποστερεῖ ἑαυτὴν τῇ φειδωλίᾳ.
 [07086]  Βαβαὶ, πόση τῆς τοῦ βίου καθαρότητος ἡ ζήτησις ἐκεῖ! πῶς αὐτὴ καὶ καθ' ἑαυτὴν ἀρκεῖ εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγαγεῖν! πῶς δὲ ἀποῦσα προδίδωσι τὸν ἄνδρα, κἂν μυρία ἔχῃ τέρατα καὶ σημεῖα ἐπιδείκνυσθαι! Οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς πολιτεία ἀρίστη.
 [07722]  Οὐκ εἶπε πρὸς ἑαυτὴν, ὅτι Μετὰ πολλῶν ἔσομαι τῶν ἐμῶν·
 [08287]  πάντας γὰρ βούλεται πρὸς ἑαυτὴν ἐπισπάσασθαι·
 [08297]  Εἰπὲ γάρ μοι, ἐὰν ἡ πόρνη γυνὴ ἀφεῖσα τὰ χρυσία καὶ τὰ ἱμάτια καὶ τὸν γέλωτα καὶ τὰ ῥήματα τὰ ἀστεῖα καὶ τὰ αἰσχρὰ, εὐτελὲς ἱμάτιον περιβάληται, καὶ ἀνεπιτηδεύτως συνθεῖσα ἑαυτὴν εἰσέλθῃ, καὶ θεοσεβῆ φθέγγηται ῥήματα, καὶ περὶ σωφροσύνης διαλέγηται, καὶ μηδὲν αἰσχρὸν λέγῃ, οὐχὶ ἀναστήσονται πάντες;
 [08455]  Ἱκανὸν γὰρ τοῦτο διαναστῆσαι καὶ ἀνορθῶσαι ψυχὴν, ὅταν ἐννοήσῃ, ὅτι οὐ πρὸς τὸ πᾶν ἀνῆλθε, καὶ πείσῃ ἑαυτὴν ἀπὸ τῶν προλαβόντων.
 [09023]  καθάπερ γὰρ ἵππος δυσήνιος, οὕτω δυσανασχετεῖ, καὶ οὐ βούλεται πεῖσαι ἑαυτὴν ὅτι ἥμαρτε.
000-00-00 Serial Number=0019708872
In epistulam ad Philippenses Ante [Go Back]  
 [00385]  Οὐκ εἶπε πρὸς ἑαυτὴν, Τί ἀπὸ τούτου λήψομαι;
 [01210]  Καὶ γὰρ Βασιλεία μερισθεῖσα ἐφ' ἑαυτὴν, οὐ σταθήσεται.
 [04058]  προλαβοῦσα γὰρ ἑαυτὴν ἔθλιψεν.
 [04723]  πάντων γὰρ ἑαυτὴν ἀπεστέρησε, μᾶλλον δὲ οὐκ ἀπεστέρησεν, ἀλλὰ πάντα ἑαυτῇ ἐχαρίσατο.
000-00-00 Serial Number=0875180662
In epistulam ad Romanos Ante [Go Back]  
 [00698]  Οὐδὲ πρὸς ἑαυτὴν εἶπε·
 [00700]  ὡς εἰ πρὸς ἑαυτὴν ταῦτα εἶπε, καὶ ἑαυτὴν καὶ ἐκείνους ἂν προσαπώλεσεν·
 [00840]  ἐνταῦθα δὲ καὶ χωρὶς συγκρίσεως αὐτὴν καθ' ἑαυτὴν κωμῳδεῖ τὴν σοφίαν αὐτῶν, δεικνὺς μωρίαν οὖσαν, καὶ ἀλαζονείας ἐπίδειξιν μόνον.
 [04864]  ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται μετ' ἀκριβείας ἁπάσης.
 [06076]  Οὐκ ἐγὼ λέγω, φησὶν, ἀλλ' αὐτὴ ἡ Παλαιὰ ἑαυτὴν ἑρμηνεύει, οὕτω λέγουσα·
 [06750]  Καθάπερ γὰρ ἑταιριζομένη γυνὴ καὶ ἐπὶ τοῦ στέγους ἑστῶσα πᾶσαν ἑαυτὴν ἐκδίδωσιν, οὕτω καὶ οἱ κενοδοξίας δοῦλοι·
 [07967]  οὕτω καὶ ἡ ψυχὴ, ἐπειδὰν τὸ μεγαλοφυὲς ἀπολέσῃ καὶ τὸ ταπεινοφρονεῖν, ἕξιν δεξαμένη τινὰ ἀσθενῆ, καὶ δειλὴ καὶ θρασεῖα καὶ ἀνόητος γίνεται, καὶ ἑαυτὴν ἀγνοήσει λοιπόν.
 [09999]  οὐκ εἰς ἑαυτὴν μόνον οὐδὲ εἰς τὴν οἰκείαν ἀρετὴν, ὃ πολλαὶ καὶ νῦν ποιοῦσι γυναῖκες νηστεύουσαι, χαμευνοῦσαι, ἀλλὰ καὶ εἰς ἑτέρους, ἀποστόλων καὶ εὐαγγελιστῶν ἀναδεξάμεναι δρόμους.
000-00-00 Serial Number=0764026523
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00120]  Ὢ τίς μὴ πενθήσῃ τὴν βασιλέα καταλείπουσαν, σαπρίᾳ σκωλήκων ἑαυτὴν συνάψασαν, [ἢ] καὶ μεθ' οὗ ἤμελλε συζῇν καὶ συμβασιλεύειν κατεφρόνησε, καὶ τὸν ὑπὸ τοῦ βασιλέως ἐν γεέννῃ πυρὸς ἐμβάλλεσθαι μέλλοντα ἐπόθησεν;
000-00-00 Serial Number=0919205248
In filium viduae Ante [Go Back]  
 [00153]  καὶ πρὸς ἑαυτὴν διελογίζετο λέγουσα·
000-00-00 Serial Number=0426020145
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00042]  Ἡ θάλασσα τὰ ἑαυτῆς κύματα καταστείλασα, πρὸς ἐπίβασιν ἑαυτὴν τοῦ ∆εσπότου ἡτοίμασε·
000-00-00 Serial Number=0676022232
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00083]  αὕτη γὰρ καθ' ἑαυτὴν οὐχ ὁρᾷ τὰ θαύματα, ἀλλ' ἡ ἔνδον.
 [00123]  Οὕτω καὶ θυμιάματος [56.274] φύσις καὶ καθ' ἑαυτὴν μέν ἐστιν εὐώδης·
 [00125]  Οὕτω καὶ ἡ θεία Γραφὴ καὶ καθ' ἑαυτὴν μέν ἐστιν ἡδίστη·
000-00-00 Serial Number=0552175641
In illud Memor fui dei Ante [Go Back]  
 [00275]  Τούτων οὕτω πραττομένων καλῶς, λοιπὸν καὶ ἡ θάλασσα αὐτὴ ἐπεθύμησε τῆς εὐωδίας ἀπολαύειν, καὶ ἤρξατο δημοσιεύειν ἑαυτὴν, καὶ τῇ γῇ λέγουσα ἀντέβαλεν·
000-00-00 Serial Number=0232736409
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00080]  καὶ γὰρ καὶ ἡ ζύμη οὐχ ἑαυτὴν ζυμοῖ, ἀλλὰ τὸ λοιπὸν φύραμα τὸ πολὺ καὶ ἄφατον ἡ μικρὰ καὶ βραχεῖα.
000-00-00 Serial Number=0701491117
In illud Vidi dominum Ante [Go Back]  
 [01206]  Ἀλλ' ὅμως πρὸς ὕψος διανισταμένη μέγα καὶ μετὰ πολλοῦ προϊοῦσα τοῦ θυμοῦ, ἐπειδὰν ἔλθῃ πρὸς τὸ τεθὲν ὅριον αὐτῇ παρὰ τοῦ Θεοῦ, τὰ κύματα διαλύσασα, πρὸς ἑαυτὴν πάλιν ἐπάνεισιν.
 [01346]  Καὶ τί λέγω τὸ σῶμα, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ τοῦτο παθοῦσα ἀπὸ τῆς ἄκρας ἐπιφανείας καὶ τὰς ἐνεργείας αὐτῆς συνέλκουσα, πρὸς τὸ βάθος καταφεύγει, καθάπερ τινὶ περιβολαίῳ τῷ σώματι ἑαυτὴν πάντοθεν περιστέλλουσα;
000-00-00 Serial Number=0451415956
In illud Vidua eligatur Ante [Go Back]  
 [00450]  οὐδὲν ἄλλο διὰ τούτων αἰνίττεται τῶν ῥημάτων ἀλλ' ἢ ὅτι τῶν βιωτικῶν ἁπάντων πραγμάτων καθάπαξ ἑαυτὴν ἀποῤῥήξασαν τὴν παρθένον ὁλόκληρον ἀναθεῖναι δεῖ τῷ Θεῷ τὴν ψυχὴν καὶ μηδὲν πρὸς τὴν γῆν ἔχειν κοινὸν, μηδὲ ποτὲ μὲν τούτοις, ποτὲ δὲ ἐκείνοις σχολάζειν, ἀλλὰ καθόλου τούτοις ἀποταξαμένην, ὅλην εἰς τὰ πνευμα-τικὰ πράγματα ἀναλίσκειν τὴν σχολήν.
000-00-00 Serial Number=0670574546
In meretricem et in pharisaeum Ante [Go Back]  
 [00008]  ἡ τῆς ἀκολασίας ἐνθήκη, ἡ ἑαυτὴν πωλοῦσα, καὶ τοὺς ἀγοράζοντας δουλαγωγοῦσα, ἡ πολυκέφαλος λέαινα, ἡ δυσωδία τῆς πόλεως, ὁ λοιμὸς ὁ κατὰ πάσης ἕρπων αἰσθήσεως, τὸ τῶν ὀφθαλμῶν ἄγκιστρον, ὁ περιφερόμενος θάνατος, ἡ ἀγορὰ τῆς ζημίας, ἡ ἐπιθυμία τῆς ἀπωλείας, ἡ τοῦ θανάτου ὀσμὴ, ἡ πολύσηπτος γάγγραινα.
 [00017]  Καὶ ἐπειδὴ πάλαι ἠναγκασμένοις δάκρυσι πολλοὺς εἰς πάθος ἐξέλυσεν, ἀληθινοῖς νῦν δάκρυσι τὸν ∆εσπότην δυσωπήσασα, ἑαυτὴν ἀπέλυσε·
 [00018]  καὶ ἡ τὰς τρίχας κακομηχάνως πλέξασα, καὶ ἀσέμνως πυργώσασα ταῖς θριξὶν ὡς ὀθόνῃ, τοῦ Χριστοῦ τοὺς πόδας ἐξέμασσεν οὐ τὸν ∆εσπότην λευκαίνουσα, ἀλλ' ἑαυτὴν ἁγιάζουσα.
000-00-00 Serial Number=0793799460
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00008]  Ἀλλ' ἱστᾷ μου τὸν δρόμον τῆς γλώττης ἡ Χριστοῦ γέννα, θεότητα ἀπαστράπτουσα, καὶ πρὸς ἑαυτὴν ἐπισπᾶται.
000-00-00 Serial Number=0519522667
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00050]  ὁ χρόνος τὴν θέρμην κατέψυξεν, ἡ στείρωσις τὸν καρπὸν ἠρνήσατο, ἡ φύσις πρὸς ἑαυτὴν ἐστασίασε·
000-00-00 Serial Number=0743659198
In pharisaeum et meretricem Ante [Go Back]  
 [00233]  Σκόπησον τὰ γενόμενα παρὰ σοῦ, καὶ θέασαι τὰ γεγενημένα παρ' αὐτῆς, καὶ στεφανώσεις σὺν ἐμοὶ τὴν ἑαυτὴν στεφανώσασαν.
000-00-00 Serial Number=0804831147
In principium Actorum Ante [Go Back]  
 [00480]  πῶς τὰ μὲν σημεῖα καθ' ἑαυτὰ ὄντα οὐ σώζει τοὺς ποιοῦντας, ἡ δὲ πρᾶξις καθ' ἑαυτὴν οὖσα, οὐδενὸς ἑτέρου δεῖται πρὸς σωτηρίαν τῶν κεκτημένων.
 [00513]  ὅτι δὲ πολιτεία οὐκ ἔχουσα τὴν ἀπὸ τῶν σημείων παραμυθίαν, οὐδὲ σύμμαχον λαβοῦσα ἐκείνην, ἀλλ' αὕτη καθ' ἑαυτὴν φανεῖσα, ἴσχυσε μετὰ παῤῥησίας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος·
 [00528]  ἐπειδὴ ἰσχύει καθ' ἑαυτὴν σῶσαι ἡ ἀρίστη πολιτεία τοὺς κεκτημένους αὐτήν.
000-00-00 Serial Number=0608070672
In sanctam Pelagiam Ante [Go Back]  
 [00019]  τίς γὰρ οὐκ ἂν καθ' ἑαυτὴν ἀνεκίνησεν·
 [00028]  ἃ γὰρ τῶι σαυτοῦ ∆εσπότηι προέτεινας, ἐπὶ ταῦτα δούλη τις ἐκείνου προκαλεῖταί σε κόρη, καὶ πρὸς τὸ τοῦ στέγους δρα μοῦσα πτερύγιον, ἐκεῖθεν ἑαυτὴν ἀκοντίζει.
000-00-00 Serial Number=0675585985
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00011]  Τίς γὰρ δυνη θείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος ἐκείνου, καὶ χαλεπωτέρας καθ' ἑκάστην ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν ἐπι σπωμένης, καὶ πολλὴν τοῖς καταφεύγουσι παρεχού σης τὴν ἀσφάλειαν;
000-00-00 Serial Number=0728838384
In sanctum pascha [1] Ante [Go Back]  
 [00221]  ∆ιὰ γὰρ τοῦτο καὶ οἱ ὀδόντες καὶ τὰ χείλη πρὸς τὴν τῆς γλώττης ἀσφάλειαν δεδημιούργηται, ἵνα μηδέποτε ἁπλῶς ἀναπετάσασα τὰς θύρας ἡ γλῶσσα ἐξίῃ, ἀλλ' ἐπειδὰν καλῶς τὰ καθ' ἑαυτὴν διαθῇ, τότε μετὰ πάσης εὐκοσμίας προΐῃ, καὶ τοιαῦτα προφέρῃ ῥήματα, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, κἀκεῖνα φθέγγηται, ἃ πρὸς οἰκοδομὴν συντείνει τῶν ἀκουόντων.
000-00-00 Serial Number=0739186168
In sanctum pascha [3] Ante [Go Back]  
 [00006]  ἡ μὲν γὰρ σιωπὴ ἐπιγινώσκουσα τὴν οἰκείαν ἀμαθίαν ἀξιοῦται συγγνώμης, ἡ δὲ προπετὴς πραγματεία οὐδὲν ἄξιον τοῦ προκειμένου ἐρευγομένη καὶ ἀσύγγνωστός ἐστι καὶ ἑαυτὴν ἐστηλίτευσεν.
000-00-00 Serial Number=0385327876
In venerabilem crucem sermo Ante [Go Back]  
 [00056]  Ἔοικεν ὁ Θεὸς ἀνδρὶ καθημένῳ ἐπὶ σκοπέλῳ, καὶ θεωροῦντι πᾶσαν τὴν θάλασσαν, πλοῖα δὲ βαδίζοντα ἐν αὐτῇ, τὴν δὲ ἐπίσαλον οὖσαν, τρικυμίαις δὲ ἐγείρουσαν ἑαυτὴν, διὰ τὸ σφοδροὺς ἐν αὐτῇ πνεῖν ἀνέ [50.818] μους·
000-00-00 Serial Number=0852847576
In venerandum crucem Ante [Go Back]  
 [00040]  Οὐ μέντοι ἐξαρκεῖ καθ' ἑαυτὴν ἡ ἀποχὴ τῶν βρωμάτων πρὸς τὴν ἐπαινετὴν νηστείαν, ἀλλὰ νηστεύσωμεν νηστείαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ.
 [00064]  Μέσην γὰρ ἑαυτὴν παρενθεῖσα καὶ τὸ συνεχὲς τῆς τρυφῆς διακόψασα, ποθεινήν σοι τὴν μετάληψιν ποιήσει φανῆναι, ὥσπερ ἀπόδημον.
000-00-00 Serial Number=0919954002
Oratio de epiphania Ante [Go Back]  
 [00003]  ἡ μὲν γὰρ σημερινὴ τῶν εὐαγγελίων ἀνάγνωσις τὸ τῶν φύσεων αἰνιττομένη διπλοῦν πρὸς ἑαυτὴν συγκαλεῖ·
000-00-00 Serial Number=0247138143
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00104]  Οὐαί σοι, ὅτι αὐτὸς μέν σε ἐπὶ τὰς παστάδας εἵλκυσε τὰς πνευματικὰς, σὺ δὲ ἑαυτὴν ἀπορρήξασ' ἀπὸ τῆς δόξης ἐκείνης, εἰς τὸ τοῦ διαβόλου κατηνέχθης πῦρ καὶ πρὸς τὰς ἀνηκέστους κολάσεις, ἔνθα κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, ἔνθα οὐδεὶς ὁ παραμυθησόμενος, οὐδὲ χεῖρα ὀρέξων, ἀλλὰ σκότος πάντα καὶ ἀπορία καὶ θόρυβος καὶ κακὰ παραμυθίαν οὐκ ἔχοντα οὐδὲ πέρας·
 [00383]  Τί τοίνυν κοσμεῖς ἑαυτὴν ἱματίοις, τὸν ἀπὸ τῆς φλογὸς ταύτης ἔχουσα κόσμον;
 [00450]  Τί τῶν ἡδέων ἀποστᾶσα τοῦ γάμου τοῖς φορτικοῖς ἑαυτὴν ὑποβάλλεις τοῦ γάμου;
 [00488]  Εἰ γὰρ Βασιλέα τῶν ἐπὶ γῆς λαβοῦσά τις νυμφίον, πάντων ἡγεῖται ἑαυτὴν εἶναι μακαριωτέραν, σὺ δὲ οὐ τὸν ἐπὶ γῆς, οὐδὲ τὸν ὁμόδουλον, ἀλλὰ τὸν ἐν τοῖς οὐρανοῖς, τὸν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου, τὸν ἐπάνω τῶν Χερουβὶμ καθήμενον, τὸν σείοντα τὴν γῆν, τὸν ἐκτείναντα τὸν οὐρανὸν, τὸν φοβερὸν μὲν τοῖς Χερουβὶμ, ἀπρόσιτον δὲ τοῖς Σεραφὶμ, οὐχὶ νυμφίον ἔχουσα μόνον, ἀλλὰ καὶ ἐραστὴν, καὶ ἐραστὴν παντὸς ἀνθρώπου σφοδρότερον, πῶς οὐ πάντα ἀφήσεις τὰ ἐνταῦθα, εἰ καὶ αὐτὴν δέοι προέσθαι τὴν ψυχήν;
000-00-00 Serial Number=0867575467
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01624]  Ἡ τοίνυν Ἐσθὴρ νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ γυναικείῳ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐκ ἦν γὰρ ἐξὸν μὴ κληθεῖσαν εἰσελθεῖν), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ τῇ εὐχῇ θαῤῥοῦσα.
 [01693]  Ἤδη δὲ τοῦ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος, καὶ μελλόντων ἐκδοῦναι τὴν πόλιν τῶν ἀρχόντων, Ἰουδὶθ ἀποβαλοῦσα τὰ τῆς χηρείας ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα, καὶ δι' ὅλου νηστεύουσα ἦν), ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην, καὶ πολλὰ παρακαλέσασα, ὥστε μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν εʹ, ἐξῆλθεν αὐτὴ πρὸς τὸν Ὀλοφέρνην, καὶ τῇ σοφίᾳ αὐτῆς ἀπατήσασα αὐτὸν, τῇ τρίτῃ ἡμέρᾳ ἀπεκεφάλισεν αὐτὸν [τῇ τρίτῃ ἡμέρᾳ], ἀγνοούντων στρατιωτῶν αὐτοῦ, καὶ οὕτω λοιπὸν ἀπὸ τοῦ τείχους οἱ πολῖται ἀφάψαντες τὴν κεφαλὴν Ὀλοφέρνου, τοῖς αὐτοῦ στρατηγοῖς ὑπέδειξαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»