Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔγκλημα [272]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔγκλημα


000-00-00 Serial Number=0048078954
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00122]  Εἰ γὰρ καὶ τὸ ὀμνύναι, κἂν εὐορκῇ τις, ἔγκλημα καὶ ἐντολῆς παράβασις, ποῦ τὴν ἐπιορκίαν θήσομεν;
000-00-00 Serial Number=0871308208
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00733]  Εἰ μὲν γὰρ ὑπὸ μέθης τοῦτο ἔπασχες, ἐχρῆν καταδύεσθαι καὶ ἀθυμεῖν, προαιρέσεως γὰρ τὸ ἔγκλημα ἦν·
000-00-00 Serial Number=0719430506
Ad illuminandos catecheses Ante [Go Back]  
 [00206]  ἀλλ' ὥσπερ τὸ διαλέγεσθαι ἁπλῶς οὐκ ἔστιν ἔγκλημα, οὕτως οὐδὲ τοῦτο ἔγκλημα εἶναι δοκεῖ, ἀλλὰ μετὰ πολλῆς παῤῥησίας ἡ παρανομία αὕτη τολμᾶται·
 [00230]  οὐ γὰρ δὴ μόνον τὸ ἔγκλημα χαλεπὸν χρὴ δεῖξαι, ἀλλὰ καὶ ὅπως ἂν ἀπαλλαγείημεν συμβουλεῦσαι.
 [00372]  ἐπειδὰν δὲ τὴν βαφὴν λοιπὸν ἐπαγάγωσιν, οὐκέτι εἰσὶ κύριοι πάλιν ἐξαλεῖψαι καὶ ἀντεγγράψαι, ἐπεὶ τῷ κάλλει τῆς εἰκόνος λυμαίνονται, καὶ ἔγκλημα τὸ πρᾶγμα γίνεται·
000-00-00 Serial Number=0659133434
Ad populum Antiochenum Ante [Go Back]  
 [00437]  Κοινόν ἐστι τὸ ἔγκλημα, δημόσιον τὸ ἀδίκημα, ἔξεστιν ἑκάστῳ τῶν βουλομένων κατηγορεῖν·
 [00586]  Ἰδοὺ τὸ ἁμάρτημα γέγονεν ὀλίγων, καὶ τὸ ἔγκλημα γίνεται κοινόν·
 [01117]  Κἂν ἀληθεύων εἴπῃς κακῶς, καὶ τοῦτο ἔγκλημα·
 [01203]  Ἐκεῖ μὲν γὰρ ἀρκεῖ τὸ ἁμάρτημα μόνον εἰπεῖν, καὶ λῦσαι τὸ ἔγκλημα·
 [01482]  Εἰ μὲν γὰρ πρῶτοι καὶ μόνοι προσκυνεῖν ἡμεῖς ἐμέλλομεν τὴν εἰκόνα, ἔγκλημα τὸ γινόμενον ἦν·
 [01573]  Τοῦτο γὰρ πάσης νηστείας χρησιμώτερον, τοῦτο πάσης σκληραγωγίας ἐπικερδέστερον, καὶ τὴν σπουδὴν, ἣν περὶ τὴν ἀποχὴν τῶν σιτίων ποιούμεθα, ταύτην περὶ τὴν ἀποχὴν τῶν ὅρκων ἐπιδειξώμεθα, ἐπεὶ τῆς ἐσχάτης ἀνοίας ὑποστησόμεθα ἔγκλημα, τῶν μὲν κεκωλυμένων καταφρονοῦντες, περὶ δὲ τὰ ἀδιάφορα πᾶσαν κινοῦντες σπουδήν.
 [01847]  Οὐκ ἐφοβήθησαν δὲ τὸ πῦρ, οὐ γὰρ ἔγκλημα τὸ καῆναι·
 [01848]  ἀλλὰ ἐφοβήθησαν τὴν ἁμαρτίαν, ἔγκλημα γὰρ τὸ ἀσεβῆσαι.
 [01957]  Τὸ γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας ὑπὲρ ψιλῶν καὶ εὐκατορθώτων πραγμάτων.
 [01971]  οὐκ αὐτὸ μὲν οὖν τοῦτο μέγιστον ποιησόμεθα ἔγκλημα, ὅτι καθ' ἑκάστην ἡμέραν ἐκεῖ βαδίζον, μάτην τοῦτο ποιεῖ;
 [02178]  προαιρέσεως γὰρ τὸ ἔγκλημα.
 [02705]  Εἰ γὰρ οὐκ ἔστιν ὄνειδος τῷ ἰατρῷ πυνθάνεσθαι περὶ τοῦ κάμνοντος, οὐδὲ ἡμῖν ἔγκλημα περὶ τῆς ὑμετέρας ἐξετάζειν σωτηρίας ἀεί·
 [02723]  σὺ δὲ κατάγνωσιν εἶναι νομίζων τὸ μὴ νηστεῦσαι, καὶ ἕτερον προστίθης ἔγκλημα πολλῷ μεῖζον καὶ χαλεπώτερον, τὸ μὴ τῆς ἱερᾶς ταύτης μετασχεῖν τραπέζης, καὶ θρέψας σου τὸ σῶμα, κατατήκεις λιμῷ τὴν ψυχήν·
 [03055]  Αὐτὸ μὲν οὖν τοῦτο μάλιστά ἐστιν ἔγκλημα, φησὶν, ὅτι οὔτω [49.115] καλὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν ὁ Θεός·
 [03567]  κἀκείνη πάλιν ἐφ' ἕτερον μετάγει τὸ ἔγκλημα, τὸν ὄφιν.
 [04045]  οὐ μικρὸν δὲ καὶ τοῦτο ἔγκλημα λοιπὸν ἐγίνετο·
 [04388]  Πάλιν τὸ τρυφᾷν οὐ δοκεῖ μὲν ἔγκλημα εἶναι φανερὸν καὶ ὡμολογημένον, μεγάλα δὲ ἡμῖν τίκτει κακὰ, μέθην, παροινίαν, πλεονεξίαν, ἁρπαγάς.
 [05658]  ἐκείνῳ δὲ ἔγκλημα, ὅτι οὐδὲ ἀπὸ τῆς σῆς ἐπιεικείας βελτίων γέ [49.204] γονε.
000-00-00 Serial Number=0075315177
Adversus Judaeos Ante [Go Back]  
 [00871]  Εἰ γὰρ καὶ ἐσφάλλετο ἡ Ἐκκλησία, οὐ τοσοῦτον κατόρθωμα ἀπὸ τῆς τῶν χρόνων ἀκριβείας ἦν, ὅσον ἔγκλημα ἀπὸ τῆς διαιρέσεως καὶ τοῦ σχίσματος [48.871] τούτου·
 [00882]  Τὸ μὲν γὰρ τῷδε ἢ τῷδε χρόνῳ νηστεῦσαι οὐκ ἔγκλημα, τὸ δὲ σχίσαι Ἐκκλησίαν, καὶ φιλονείκως διατεθῆναι, καὶ διχοστασίας ἐμποιεῖν, καὶ τῆς συνόδου διηνεκῶς ἑαυτὸν ἀποστερεῖν, ἀσύγγνωστον καὶ κατηγορίας ἄξιον, καὶ πολλὴν ἔχει τὴν τιμωρίαν.
 [02168]  Οὐκ ἦν ἔγκλημα τοσοῦτον αὐτοῖς, εἰ μὴ πιστεύοντες τοῖς προφήταις, ἠπείθουν τῷ Χριστῷ.
 [02357]  Τοῦτο δὲ οὐκ ἔστι τῶν θυσιῶν κατηγορία, ἀλλὰ τῆς τῶν προσαγόντων πονηρίας ἔγκλημα, καὶ διὰ τοῦτο οὐκ ἐδέχετο τὰς θυσίας, ἐπειδὴ μιαραῖς αὐτὰς προσῆγον χερσί.
000-00-00 Serial Number=0058398366
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00071]  καὶ τὸ δὴ χαλεπώτερον, ὅτι νόσημα τοσούτων γέμον κακῶν καὶ τοσαύτας ἔχον συμφορὰς οὐδὲ ἔγκλημα εἶναι νομίζεται·
000-00-00 Serial Number=0601763546
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00337]  Αἰσχύνομαι γὰρ ὅταν καὶ πρὸς ἐκεῖνον ὑπὲρ τούτων ἀποτείνεσθαι ἀναγκάζωμαι, καὶ δέδοικα μὴ τοῦτό μοι μόνον ὁ Ἕλλην ἔγκλημα δίκαιον ἔχοι προβάλλεσθαι·
 [00873]  Εἰπὼν δὲ τὸ ἔγκλημα, καὶ τὴν κόλασιν ἐπάγει μετὰ πολλῆς τῆς ὀργῆς·
000-00-00 Serial Number=0931323767
Catechesis de juramento Ante [Go Back]  
 [00223]  ἀλλ' ἐκδέξεται ἐπιορκίας ἔγκλημα.
000-00-00 Serial Number=0751175821
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00216]  τὰς δὲ ἐν πτωχείᾳ καὶ ἀμελείᾳ πολλῇ κειμένας ποῖον ἔγκλημα ἀνορθοῦν;
000-00-00 Serial Number=0803521514
De Anna i Ante [Go Back]  
 [00429]  Οὐ γάρ ἐστιν ἐμὸν ἔγκλημα, τὸ τοῦτον ἀνάξιον φανῆναι τῆς τιμῆς.
000-00-00 Serial Number=0298278868
De Christi divinitate Ante [Go Back]  
 [00223]  Καίτοι εἰ καταδεέστερος καὶ ἐλάττων ἦν τοῦ Πατρὸς, οὐκ ἔστι τὸ εἰρημένον ἀπολογία, ἀλλ' ἔγκλημα μεῖζον καὶ κατηγορία χαλεπωτέρα.
 [00226]  Καὶ ὁ Χριστὸς τοίνυν εἰ καταδεέστερος ἦν, οὐκ ἦν ἀπολογία τὸ λεγόμενον, ἀλλ' ἔγκλημα μεῖζον·
 [00227]  ἐπειδὴ δὲ ἴσος αὐτῷ ἦν, διὰ τοῦτο οὐκ ἔστιν ἔγκλημα.
000-00-00 Serial Number=0296123505
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00162]  ἐπεὶ καὶ οἱ νοσοῦντες τὸ μέλι πικρὸν εἶναι νομίζουσιν, ἀλλὰ τοῦτο τῆς νόσου τὸ ἔγκλημα, οὐ τοῦ μέλιτος ἡ κατηγορία.
000-00-00 Serial Number=0543739498
De Lazaro Ante [Go Back]  
 [00091]  οὕτως ἂν ἡμῶν παραινεσάντων ἐκεῖνοι μὴ προσέχωσιν, ἅπασα αὐτοὺς ἡ τιμωρία καταλήψεται, ἡμῖν δὲ οὐδὲν ἔσται ἔγκλημα, ἀλλὰ καὶ πολὺς ὁ μισθὸς ἀπαντήσεται παρὰ τοῦ Θεοῦ·
 [00274]  Εἰ δὲ τὸ ἐπὶ ἐλεφαντίνων κλινῶν καθεύδειν ἔγκλημα, ὅταν καὶ ἀργύρῳ περιβεβλημέναι πάντοθεν ὦσι, ποίαν ἕξομεν ἀπολογίαν;
 [02257]  Ἀλλ' ὥσπερ ἐκεῖ μεῖζον τὸ ἔγκλημα, ὅτι, οἴκοθεν ἔχων ὑπόδειγμα, οὐκ ἐμιμήσω τὴν ἀρετήν·
000-00-00 Serial Number=0014941812
De baptismo Christi Ante [Go Back]  
 [00049]  Ἀλλὰ γὰρ, ἵνα μὴ τὸν χρόνον ἅπαντα εἰς ἔγκλημα τῶν ἀπολιμπανομένων ἀναλώσωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις εἰς τὴν τῆς αὐτῶν ἐκείνων ῥᾳθυμίας διόρθωσιν, φέρε τι περὶ τῆς παρούσης ἑορτῆς φιλοσοφήσωμεν.
000-00-00 Serial Number=0146683991
De consubstantiali Ante [Go Back]  
 [00161]  Ὁ μὲν γὰρ μέγας δύναιτ' ἂν καὶ μικρόν τι περὶ ἑαυτοῦ λέγειν, καὶ οὐκ ἔστιν ἔγκλημα·
 [00274]  ἂν δὲ ἐπὶ τῆς σαρκὸς, ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν γένοιτ' ἂν ἔγκλημα.
000-00-00 Serial Number=0552910089
De cruce et latrone Ante [Go Back]  
 [00101]  [14] Συσταυροῦσι δὲ αὐτῷ καὶ λῃστὰς, οὐ λῃστὰς μισοῦντες, λῃστῶν γὰρ ἦσαν κοινωνοί, ἀλλὰ τῇ κοινωνίᾳ τῶν λῃστῶν τὸν δεσπότην ὑβρίζοντες καὶ ἵνα ἴδωσιν οἱ παρόντες ὅτι δι' ἔγκλημα κακίας κρίνεται·
000-00-00 Serial Number=0617373884
De diabolo tentatore Ante [Go Back]  
 [00869]  Ὥστε τῆς ὄψεως τῆς ἀκρατοῦς τὸ ἔγκλημα, οὐ τῆς ἀπάτης τῆς παρὰ τοῦ διαβόλου μόνης·
000-00-00 Serial Number=0512056231
De fato et providentia Ante [Go Back]  
 [00217]  Πολλοί τε τῶν ἀρχόντων καίτοι γε εἰ παρὰ ἀνθρώπου πάθοι βίαν, ἀρκεῖ πρὸς ἀπολογίαν αὐτὸ τοῦτο ἐγκαλουμένῳ, μᾶλλον οὐδὲ ἔγκλημα λοιπὸν εἶναι δοκεῖ, πολλοὶ γοῦν τῶν ἀρχόντων, ἐπὶ φόνοις ἀδίκοις κατηγορηθέντες, δίκην ἔδοσαν, τοὺς δὲ δημίους τοὺς διακονουμένους τῷ φόνῳ, καὶ αὐτόχειρας γεγενημένους τῆς σφαγῆς, οὐδὲ εἰς δικαστήριον ἑλκύσαι τις, ἀλλ' οὐδὲ ζητῆσαι, τὴν ἀρχὴν, τῆς ἀνάγκης ὑπὲρ αὐτῶν ἀπολογουμένης, καὶ τοῦ τῆς ἀρχῆς ἀξιώματος, καὶ τοῦ τῆς ὑποταγῆς φόβου.
 [00484]  γενόμενα δὲ περιορᾷ, πάλιν οὐκ ἔλαττον τοῦ προτέρου τὸ ἔγκλημα.
000-00-00 Serial Number=0751287997
De incomprehensibili dei natura Ante [Go Back]  
 [00248]  Εἰ γὰρ περὶ τῆς τοῦ σώματος φύσεως ἔλεγε, τὸ ἔγκλημα εἰς τὸν τῆς φύσεως δημιουργὸν διέβαινεν·
 [00305]  Πάντα γὰρ ποιοῦσι καὶ πραγματεύονται, ὥστε ἐξωθῆσαι τῆς τῶν ἀκουόντων διανοίας τὴν πίστιν, οὗ τί γένοιτ' ἂν μεῖζον ἀσεβείας ἔγκλημα;
 [00639]  Ἐγὼ μέν, ἂν μὴ δείξω τοῦτο ὅπερ ὑπεσχόμην, δίκαιος ἂν εἴην ἀλαζονείας ὑποστῆναι ἔγκλημα·
000-00-00 Serial Number=0701256275
De jejunio et eleemosyna Ante [Go Back]  
 [00054]  ἐπὶ μὲν γὰρ τῶν ἔξω ἔγκλημα ὁ τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος.
000-00-00 Serial Number=0535860717
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00835]  ἐπεὶ οὐδὲ τὸ λυπεῖσθαι ἔγκλημα, ἀλλὰ τὸ διὰ τὴν λύπην εἰπεῖν τι ἢ πρᾶξαι τῶν τῷ Θεῷ μὴ δοκούντων.
 [00855]  Ποῖον γὰρ ἔγκλημα φοβεῖσθαι θάνατον;
 [00857]  Οὐ γὰρ τὸ φύσιν ἔχειν ἐλάττωμα ἔχουσαν, ἔγκλημα, ἀλλὰ τὸ τοῖς ἐλαττώμασι δουλεύειν·
 [00941]  [6.13] Εἰ δὲ λέγοι Λουκᾶς, ὅτι ἐγένετο παροξυσμὸς μεταξὺ αὐτῶν, μὴ τοῦτο ἔγκλημα εἶναι νόμιζε.
000-00-00 Serial Number=0916019559
De mutatione nominum Ante [Go Back]  
 [00662]  μᾶλλον ἀγνοεῖν ἢ μαθεῖν κατεδέξαντο, οὐκ εἰδότες ὅτι οὐ τὸ μαθεῖν ἔγκλημα, ἀλλὰ τὸ ἀγνοεῖν κατηγορία·
000-00-00 Serial Number=0311126530
De negatione Petri Ante [Go Back]  
 [00078]  κἀκείνων μὲν τὸ ἔγκλημα, ἡμῶν δὲ τὸ κατόρθωμα·
 [00233]  Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο·
000-00-00 Serial Number=0956555128
De paenitentia [1] Ante [Go Back]  
 [00117]  Ἐκοίνωσε τοίνυν τὸ ἔγκλημα, ἵνα ῥᾳδία γένηται τοῦ τραύματος ἡ θεραπεία.
 [00119]  Εἰ γὰρ ἐπὶ δικαιοσύνῃ τὸ φυσᾶσθαι κένωσις δικαιοσύνης ἐστὶ, πολλῷ μᾶλλον ἐπὶ τοῖς ἁμαρτήμασι τοῦτο συμβαῖνον ἐσχάτην οἴσει βλάβην ἡμῖν, καὶ τῶν ἁμαρτημάτων αὐτῶν μεῖζον τὸ ἔγκλημα ἔσται.
 [00795]  Εἴθε ἀνδρὸς ἐπεθύμησας, καὶ οὐ τοσοῦτον τὸ ἔγκλημα ἦν·
 [00884]  Οὐ γὰρ μικρὸν ἦν ἔγκλημα τὸ ἀρνήσασθαι τὸν ἴδιον ∆εσπότην, ἀλλὰ μέγα καὶ ἰσχυρόν·
000-00-00 Serial Number=0215520799
De perfecta caritate Ante [Go Back]  
 [00093]  Εἰ γὰρ μὴ τῆς σῆς γνώμης τὸ ἁμαρτάνειν, οὔτε ἔγκλημα τὸ γινόμενον, οὔτε ὕβρις τὸ λεγόμενον.
000-00-00 Serial Number=0790369391
De proditione Judae Ante [Go Back]  
 [00190]  Εἰ δὲ μὴ ἐβουλήθη δέξασθαι τὸ φάρμακον, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουσαμένου.
 [00569]  Εἰ δὲ μὴ ἠβουλήθη δέξασθαι ἐκεῖνος τὰ φάρμακα, οὐ τοῦ ἰατροῦ τὸ ἔγκλημα, ἀλλὰ τοῦ τὴν θεραπείαν διακρουομένου ἡ κατηγορία.
000-00-00 Serial Number=0198086798
De prophetiarum obscuritate Ante [Go Back]  
 [00177]  ἄκουσον πῶς καὶ τῷ Χριστῷ τοῦτο προφέρουσιν ἔγκλημα.
 [00408]  ἀλλ' οὔτε τοῦ νομοθέτου ἔγκλημα, οὔτε τοῦ νόμου κατηγορία τὸ κάλυμμα, ἀλλὰ τῆς ἀσθενείας τῶν ἀκουόντων.
 [00434]  Ὁρᾷς ὅτι ἐδεήθησαν τῆς διὰ τῶν πραγμάτων ἐκβάσεως, ἵνα σαφεστέρα γένηται ἡ προφητεία, καὶ ὅτι ἔγκλημα οὐκ εἶχον οἱ Ἰουδαῖοι μὴ συνιέντες τὰς προφητείας ἐκείνας τὰς περὶ Χριστοῦ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας;
 [00742]  Οὐ φύσεως ἔγκλημα τὰ εἰρημένα, ἀλλὰ ἐπιθυμίας τὰ λεγόμενα.
 [00878]  Καὶ γὰρ καὶ τούτου ἔγκλημα κεῖται καὶ τιμωρία μεγίστη·
000-00-00 Serial Number=0015645027
De remissione peccatorum Ante [Go Back]  
 [00170]  Ἀλλ' ὁ Πέτρος προσέσχε τὸ τοῦ φόνου ἔγκλημα, ὅτι βαρύτατον καὶ δεινόν ἐστι, καὶ βού [60.764] λεται μαθεῖν ἐν μυστηρίῳ κανόνας ἐκκλησιαστικοὺς, εἰ ἄρα κελεύει αὐτῷ ὁ Κύριος συγχωρεῖν ἐν τῷ βαπτίσματι τὸ τοῦ φόνου ἔγκλημα.
000-00-00 Serial Number=0128338993
De sacerdotio Ante [Go Back]  
 [00926]  ἀλλὰ διὰ τοῦτο καὶ μεῖζον τὸ ἔγκλημα γίνεται ὅτι ὃν ἠγνόουν παρήγαγον καὶ ἡ δοκοῦσα εἶναι ἀπολογία αὔξει τὴν κατηγορίαν.
000-00-00 Serial Number=0031651139
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00085]  Βούλει μαθεῖν, πῶς καὶ τῆς μοιχείας τὸ ἔγκλημα κατὰ δύναμιν τὴν ἑαυτοῦ πάλιν ὑποτέμνεται, ὥστε μηδὲ μοιχὸν αὐτὸν ἀπηρτισμένον ἀφεῖναι γενέσθαι;
 [00095]  Ἀλλ' οὐδὲ τοῦτο ἔγκλημα τούτου.
 [00097]  εἰ δὲ οὐδὲν ἔμελλε τὸ ὄνομα τῆς γυναικὸς προστήσεσθαι τῆς Σάῤῥας εἰς τὸ τὴν ὕβριν ἀποκρούσασθαι, καθὼς καὶ αὐτός φησιν, ὅτι Ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ ἐστιν αὕτη, καὶ περιποιήσονταί σε, πολλῷ μᾶλλον θαυμάζειν τὸν δίκαιον χρὴ ἐν τοσαύτῃ πράγματος δυσκολίᾳ δυνηθέντα καὶ αἱμάτων καθαρὸν τηρῆσαι τὸν Αἰγύπτιον, καὶ εἰς δύναμιν τὴν ἑαυτοῦ τὸ ἔγκλημα τῆς ὕβρεως παραμυθήσασθαι.
 [00121]  οὐκ ἔστιν αὐτῶν τὸ ἔγκλημα·
000-00-00 Serial Number=0785032570
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00149]  ἀλλ' οὐ τοῦ μέλιτος τὸ ἔγκλημα, ἀλλὰ τῆς ἀῤῥωστίας ἡ κατηγορία.
 [00150]  Οὕτω καὶ οἱ μαινόμενοι τὰ ὁρώμενα οὐ βλέπουσιν, ἀλλ' οὐ τῶν ὁρωμένων τὸ ἔγκλημα, ἀλλὰ τοῦ μαινομένου ἡ διεφθαρμένη γνώμη.
000-00-00 Serial Number=0572434664
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01364]  οὕτως ἐὰν, ἡμῶν παραινεσάντων, ἐκεῖνοι μὴ προσέχωσιν, ἅπασα αὐτοὺς ἡ τιμωρία καταλήψεται, ἡμῖν δὲ οὐδὲν ἔσται ἔγκλημα, ἀλλὰ καὶ πολὺς ὁ μισθὸς ἀπαντήσεται παρὰ τοῦ Θεοῦ·
 [03337]  Εἰ γὰρ καὶ ἐκ δικαίων πόνων παρεῖχες, οὐχὶ ἔγκλημα ἦν τὸ πρᾶγμα, μισθὸν κακίας παρέχειν, καὶ ὑπὲρ ὧν κολάζειν ἐχρῆν, ὑπὲρ τούτων τιμᾷν;
 [04144]  ἂν δὲ ἀδίκως, τὸ ἔγκλημα πάλιν ἐπ' ἐκεῖνον, οὐκ ἐπὶ τοῦτον χωρεῖ·
 [06759]  Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ [63.773] ὤμοσε, καὶ τῷ κωλύσαντι πάλαι καὶ διακόψαντι τὴν εὐορκίαν, τὸ ἔγκλημα τῆς ἐπιορκίας περιέστησεν.
 [06775]  Τὸ γὰρ συνεχῶς περὶ τὼν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας.
 [06881]  Οὐ μικρὸν δὲ καὶ τοῦτο ἔγκλημα λοιπὸν ἐγίνετο·
 [08263]  τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν ἐπεχείρουν αὐτὸν ἀνελεῖν, εἰ μὴ ἄρα τὸ καλῶς παθεῖν ἔγκλημα;
 [08513]  Τοῦτο οὖν, φησὶ, μικρόν ἐστιν ἔγκλημα;
 [08955]  Ἐκοίνωσε τοίνυν τὸ ἔγκλημα, ἵνα ῥᾳδία γένηται τοῦ τραύματος ἡ θεραπεία.
 [09908]  ὥστε διπλοῦν εἶναι τὸ ἔγκλημα, καὶ μηδὲ ἀπὸ τῆς ἀνάγκης συγγνώμην αὐτοὺς εὑρέσθαι.
 [09999]  καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὅτι τὸ σῶμα πωλοῦσι χρημάτων ἕνεκεν.
000-00-00 Serial Number=0755089223
Epistula ad Cyriacum Ante [Go Back]  
 [00125]  πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα οὐκ ἔστι φίλος τοῦ Καίσαρος, τῷ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι τυραννίδος ἐπάγοντες ἔγκλημα.
000-00-00 Serial Number=0510043025
Epistulae Ante [Go Back]  
 [00294]  Ὥστε εἰ νομίζεις μεγάλα τετολμηκέναι τῷ γράψαι, τοῦτο ἀφεῖσα πρὸς τὸ ἔγκλημα τῆς βραδύτητος μελέτα, καὶ συντίθει τὴν ἀπολογίαν.
000-00-00 Serial Number=0523929179
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00228]  «Πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα ἀντιλέγει τῷ Καίσαρι», τῷ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι, τυραννίδος ἐπάγοντες ἔγκλημα.
 [00681]  Ἀλλὰ καὶ τοῦτο πάλιν ἔγκλημα μέγιστον τὸ λέγειν ὅτι «Καὶ προσφιλοτιμοῦμαι τοῖς λογισμοῖς τὰς ὀδύνας».
 [01250]  Καίτοι ἕτερον ἦν ὅπερ ἐπήγετο αὐτῷ ἔγκλημα καὶ διὰ κλοπὴν ἐκρίνετο καὶ ὡς ὑφελόμενος κύλικα χρυσῆν οὕτως εἰς δικαστήριον ἤγετο·
000-00-00 Serial Number=0083528042
Expositiones in Psalmos Ante [Go Back]  
 [00263]  Εἰ γὰρ τὸ ἐξ ἀρχῆς μὴ συνιδεῖν τοῦ Θεοῦ τὴν εὐεργεσίαν ἔγκλημα, ποίαν ἕξει συγγνώμην τὸ μέχρι τοσούτου πρὸς τὴν ἀλήθειαν τυφλώττειν;
 [01773]  Εἰ δὲ ἐχθρὸν εἶχεν, οὐδὲν τοῦτο ἐκείνῳ ἔγκλημα·
 [06268]  Ἐπὶ τῆς μελωδίας ταύτης, κἂν γεγηρακώς τις ᾖ, κἂν νέος, κἂν δασύφωνος, κἂν ῥυθμοῦ παντὸς ἄπειρος, οὐδὲν ἔγκλημα γίνεται.
000-00-00 Serial Number=0288459480
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00741]  Καὶ οὐδὲ τοῦτο ἔγκλημα ἂν ἐθέμην, εἰ μὴ πάλιν τοῖς αὐτοῖς ἐπεχείρεις, οὐκ ἐκ τοῦ νικᾶσθαι πάθεσι, ἀλλ' ἐκ τοῦ ῥᾳθυμεῖν.
 [00805]  Οὐχ ἁπλῶς ὁ χρόνος προστίθεται, ἀλλὰ μεῖζον ἔγκλημα τοῖς Ἰουδαίοις·
 [03869]  Ὅρα πόσον ἔγκλημα, καὶ ἱερεὺς ἦν, καὶ ἱερέα, καὶ προφήτην, καὶ τοιαῦτα λέγοντα.
 [03954]  Τουτέστιν, ὑποκρινοῦμεν αὐτὸν, ὥστε ἐν ταῖς πράξεσιν αὐτοῦ εὑρεῖν τι ἔγκλημα.
 [04068]  Τίνος οὖν ἂν εἶεν ἄξιοι οἱ παρόντα δυνάμενοι τὸν ὄλεθρον διαφυγεῖν, καὶ μήτε ἐπιορκῆσαι καὶ σωθῆναι, ἑλόμενοι μετὰ τοῦ ἀποθανεῖν καὶ τὸ τῆς ἐπιορκίας ὑποστῆναι ἔγκλημα;
 [05890]  Τοῦτο αὐτῶν ἔγκλημα, τὸ τῆς πατρίδος ἐπιλαθέσθαι.
000-00-00 Serial Number=0959981084
Fragmenta in Job Ante [Go Back]  
 [00069]  ὅτι τὸ μὲν ἔγκλημα ἐπὶ τῶν μεγίστων ἁμαρτημάτων τίθεται, ἡ δὲ μέμψις ἐπὶ μικρῶν τε καὶ ἐλαχίστων·
 [00070]  οὐ μόνον οὖν, φησὶ, τῶν βαρυτάτων κακῶν ἀπείχετο, ἀλλὰ οὐδὲ τοῖς κουφωτάτοις ἁλῶναι ἠνείχετο, ἃ μέμψις μᾶλλόν ἐστιν, ἢ ἔγκλημα, καὶ κατάγνωσιν μόνον φέρει, οὐ κόλασιν.
000-00-00 Serial Number=0273968518
Fragmenta in Proverbia Ante [Go Back]  
 [00527]  Ὕδωρ καλεῖ τὴν ἐπιθυμίαν, δεικνὺς ὅτι καθάπερ ὁ φιλονεικῶν πιεῖν ὕδωρ ἀπὸ τῆσδε τῆς πηγῆς, ἔγκλημα ἔχει, τὸ προκείμενον ἁρπάζων, καὶ τὸ μετὰ ἀφθονίας ὂν, οὕτω κἀνταῦθα.
000-00-00 Serial Number=0783849478
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00256]  Εἰ γὰρ μὴ τῆς σῆς γνώμης τὰ ἁμαρτήματα, οὐδὲ ἔγκλημα τὸ γιγνόμενον, οὐδὲ ὕβρις τὸ λεγόμενον.
000-00-00 Serial Number=0586176813
In Acta apostolorum Ante [Go Back]  
 [00881]  οὐδὲ λέγει, Τοῦ προδόντος, ἀλλ' ἐφ' ἑτέρους βιάζεται μεταθεῖναι τὸ ἔγκλημα, ὅσον εἰς αὐτὸν ἧκε.
 [01563]  ∆ιὸ καὶ οὐκ εἶπεν, Οὐ γὰρ ὡς ὑμεῖς χλευάζετε, οὔτε, Ὡς ὑμεῖς γελᾶτε, ἀλλ', Ὡς ὑπολαμβάνετε, βουλόμενος οὐκ ἐπίτηδες τοῦτο λέγοντας δεῖξαι, ἀλλὰ τέως αὐτοῖς περιθεῖναι ἀγνοίας μᾶλλον ἢ κακουργίας ἔγκλημα.
 [01886]  Οὕτως ὅλον ἐπὶ τὴν κεφαλὴν τοῦ Ἰούδα περιέστησε τὸ ἔγκλημα τοῦ παραδεδωκότος·
 [03077]  ∆εύτερον, καὶ τοῦ λαμβάνοντος τὸν ὅρκον τὸ αὐτὸ ἔγκλημα, εἰ ὑπὲρ συναλλαγμάτων διαφερόμενος, τὸν Θεὸν ἕλκοι πρὸς τὴν ἐγγύην, καὶ λέγοι μὴ ἀφίστασθαι, εἰ μὴ ἐκεῖνον λάβοι.
 [03216]  Ἵνα πάλιν δημόσιον ἔγκλημα περιθῶσι τοῖς γινομένοις, καὶ μὴ ὡς ἰδιωτικὸν ἐκδικῶσιν·
 [04014]  Ἀλλ' ἡ πολλὴ πώρωσις οὐκ εἴασεν αὐτὴν τὸ ἔγκλημα ἀποδύσασθαι, ἀλλὰ μετὰ αὐθαδείας πολλῆς ἀποκρίνεται·
 [05575]  Εἶτα τὸ ἔγκλημα τέως ἐπὶ τοὺς πατριάρχας, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα, μετὰ τὸ λαβεῖν λόγια ζῶντα·
 [09999]  εἰ δὲ παιδεῦσαι καὶ διδάξαι ἑκάτερος βουλόμενος, ὁ μὲν ταύτην, ὁ δὲ ἐκείνην ὥδευον, τοῦτο ποῖον ἔγκλημα;
 [09999]  ∆ιπλοῦν τὸ ἔγκλημα, ὅτι τε ἐκεῖνον οὐχ εὗρον, καὶ ὅτι τοιούτους εὗρον.
 [09999]  Ἐπειδὴ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμένοις, οὐδὲ παρεκίνουν τὴν πόλιν, ἐφ' ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι, καὶ εἰς καθοσίωσιν διαβάλλουσι.
 [09999]  Τριπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους, καὶ δημοσίᾳ ἔβαλον εἰς φυλακήν.
 [09999]  Ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα.
 [09999]  ποῖον ἔγκλημα, εἰ ἄγγελος αὐτῷ ἐλάλησεν, εἰ πνεῦμα, καὶ ὑπ' αὐτοῦ κατηχηθεὶς, οὕτω τὰ περὶ ἀναστάσεως ἐκδιδάσκει;
 [09999]  Ὅρα καὶ τὴν ἐπιστολὴν ἀπολογίαν ἔχουσαν μὲν ὑπὲρ αὐτοῦ (Οὐδὲν γὰρ, φησὶν, εὗρον ἄξιον θανάτου ἔγκλημα ἔχοντα), κατηγορίαν δὲ κατ' ἐκείνων ἢ κατὰ τούτου·
000-00-00 Serial Number=0120784163
In Ecclesiasten Ante [Go Back]  
 [00433]  Οὐκ ἆρα ἔγκλημα;
000-00-00 Serial Number=0879694045
In Eutropium Ante [Go Back]  
 [00089]  καὶ οὐκ ἦν ἔγκλημα τῷ Ἰησοῦ τὸ γενόμενον, ἀλλὰ θαῦμα καὶ ὕμνος μέγας·
000-00-00 Serial Number=0952268600
In Genesim sermones Ante [Go Back]  
 [00610]  Εἴποιεν ἂν αἱ γυναῖκες ἡμῖν Τίνος οὖν ἕνεκεν, ἐκείνης ἁμαρτησάσης, ἡμεῖς κατεδικάσθημεν, καὶ τὸ μὲν παράπτωμα γέγονεν ἑνὸς προσώπου, τὸ δὲ ἔγκλημα κοινὸν τῆς φύσεως ἁπάσης;
 [01599]  καὶ ἔγκλημα μέγιστον, οὐχ ὅταν φαύλους ἔχωμεν γονεῖς.
000-00-00 Serial Number=0374132335
In Isaiam Ante [Go Back]  
 [00096]  Εἰ δὲ οὐκ ἐχρήσαντο εἰς δέον τῷ φαρμάκῳ, οὐχὶ τοῦ ἰατροῦ, ἀλλὰ τῶν καμνόντων τὸ ἔγκλημα.
 [00409]  Πάλιν μέγιστον ἔγκλημα, οὐχ ὅτι πρὸς ὁλόκληρον τὴν κακίαν ηὐτομόλησαν, ἀλλ' ὅτι καὶ ὁλόκληρον προέδωκαν τὴν ἀρετὴν καὶ τὸν πλοῦτον ἅπαντα τῶν ἀγαθῶν ἀθρόον ἀπὸ τῶν χειρῶν ῥίψαντες καὶ πρὸς ἐσχάτην τῶν κακῶν κατενεχθέντες πενίαν.
 [00833]  Καὶ ποῖον ἔγκλημα τοῦτο, ἴσως εἴποι τις ἄν, τὸ χρήματα ἔχειν καὶ ἵππους κεκτῆσθαι καὶ μάλιστα ἐπὶ τῆς γενεᾶς ἐκείνης, ὅτε οὐ πολλὴ φιλοσοφίας ἦν ἀκρίβεια;
 [01100]  Τοῦτο δὴ καὶ αὐτὸς αἰτιᾶται, διπλοῦν προφέρων ἔγκλημα, ὅτι οὐ μόνον ἀπειθοῦσιν, οὐδὲ οὐ μόνον παραβαίνουσι τὸν νόμον, ἀλλ' ὅτι ὀφείλοντες γοῦν αἰσχύνεσθαι ἐπὶ τούτῳ καὶ ἐρυθριᾷν, ἐγκαλύπτεσθαι καὶ κάτω κύπτειν, οἱ δὲ καὶ ἐπαγωνίζονται τοῖς προτέροις, μετὰ τοῦ μὴ ποιεῖν τὰ ἐπιτεταγμένα καὶ φορτικὰ φθεγγόμενοι ῥήματα·
 [01231]  Καὶ αὔξων τὸ ἔγκλημα, οὐκ εἶπε·
 [01280]  Οὐ μικρὸν τοῦτο ἔγκλημα, εἰ καὶ μικρὸν εἶναι δοκεῖ, ἀλλ' ἐξωλείας τῆς ἐσχάτης ἔλεγχος καὶ τοῦ μαλακίζεσθαι καὶ κατακλᾶσθαι καὶ διαλύεσθαι, τὸ τοὺς χιτῶνας σύρειν.
 [01665]  Εἶτα καὶ ἕτερον οὐκ ἔλαττον ἔγκλημα τοῦ προτέρου προστίθησι, λέγων·
 [01790]  ∆ιπλοῦν τὸ ἔγκλημα πάλιν, τὸ τὸν ὑπεύθυνον ἀφιέναι καὶ τὸν ἀνεύθυνον καταδικάζειν.
 [02365]  Τοῦτο οὖν, φησί, μὴ μικρόν ἐστιν ἔγκλημα;
000-00-00 Serial Number=0127278924
In Joannem Ante [Go Back]  
 [01240]  Ἐκεῖνο μὲν γὰρ οὐ τοσοῦτον ἔγκλημα·
 [01817]  πρῶτον μὲν αὐτὸ τοῦτο ἔγκλημα οὐ μικρὸν, τὸ κυκλοῦσθαι τοσούτων πραγμάτων πλήθει, καὶ τοῖς βιωτικοῖς οὕτω προσηλῶσθαι διαπαντὸς, ὡς μηδὲ μικρὰν εἰς τὰ πάντων ἀναγκαιό [59.78] τερα ἄγειν σχολήν.
 [04808]  ὅταν δὲ ταῦτα μὴ δέχηται, ἃ λογισμῷ μὲν οὐκ ἔστι λαβεῖν, πίστει δὲ μόνῃ, οὐκ ἔτι ἀνοίας, ἀλλ' ἀπιστίας ἐστὶ τὸ ἔγκλημα.
 [05191]  ἀλλ' ὅση δύναμις, παραμυθεῖται τὸ ἔγκλημα, ζήτησιν γενέσθαι ἁπλῶς λέγων·
 [05430]  Τοῦτο δὲ οὐκ αὐτοῦ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεξαμένων κατηγορία.
 [05829]  ἀλλ' ὅτε αὐτῇ ἀφορμὴν παρέσχεν Ἰουδαῖον αὐτὸν καλέσαι, καὶ ὑπὸ ἔγκλημα ἤγαγεν, ἀποκρουόμενος τὴν κατηγορίαν, τότε τοῦτο λέγει.
000-00-00 Serial Number=0999125779
In Psalmos 101-107 Ante [Go Back]  
 [01329]  Πέμπτον ἔγκλημα τοῦτο μετὰ τὴν Ἐρυθρὰν, καὶ τὴν ἔρημον, καὶ τὴν εἰς Μωϋσῆν παροινίαν, καὶ τὸν μόσχον τὸν ἐν Χωρήβ.
000-00-00 Serial Number=0427225351
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00265]  Ἀλλὰ οὐκ ἔγκλημα τὸ κάλλος·
 [00577]  Μετὰ σοῦ ἐὰν καθευδήσῃ, οὐκ ἔστιν ἔγκλημα·
000-00-00 Serial Number=0699506223
In Psalmum 092 Ante [Go Back]  
 [00175]  ἀποδοῦναί με τὸ ἔγκλημα, εἰ θέλωσιν ὑποδέξασθαι.
000-00-00 Serial Number=0150424838
In annuntiationem sanctissimae deiparae Ante [Go Back]  
 [00107]  ∆ιὸ μηκέτι ἀπιστήσῃς, ἵνα μὴ ὑπὸ ἔγκλημα γένῃ.
000-00-00 Serial Number=0181885302
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00157]  ἀλλ' οὔπω τοῦτο ἔγκλημα·
 [00163]  τὸ δὲ λόγῳ τιμηθέντας πρὸς ἐκείνην τὴν ἄνοιαν καταπεσεῖν, τῆς προαιρέσεώς ἐστιν ἔγκλημα.
000-00-00 Serial Number=0372354984
In diem natalem Ante [Go Back]  
 [00237]  Καὶ ποῖον ἔγκλημα τοῦτο;
000-00-00 Serial Number=0633892715
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00423]  Ἐπειδὴ τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, κοινὸν ἐδόκει εἶναι ἔγκλημα καὶ κατηγορία καὶ ἐκείνων ἐνίους αἰνιττομένη, παραμυθεῖται πάλιν τὸ εἰρημένον, τὰς εὐχὰς τὰς ἐκείνων ἀντὶ προστασίας μεγάλης καλῶν καὶ δεικνὺς ἅμα, ὅτι διαπαντὸς ἐναγώνιον εἶναι χρὴ τὸν βίον τὸν ἡμέτερον.
 [00861]  Ἐνταῦθα λοιπὸν ἐξ εὐθείας ἀποδύεται τὸ ἔγκλημα τὸ ἐκ τῆς μελλήσεως καὶ τῆς ἀπουσίας.
 [02280]  ἵνα μή τις νομίσῃ τῆς ἀσαφείας τοῦ νόμου εἶναι τὸ εἰρημένον, καὶ δι' ἑτέρων μὲν αὐτὸ καὶ ἔμπροσθεν ἔδειξε (τῷ γὰρ εἰπεῖν, Ἐπωρώθη τὰ νοήματα αὐτῶν, δείκνυσιν αὐτῶν τὸ ἔγκλημα ὂν), καὶ ἐν αὐτῷ δὲ τούτῳ πάλιν.
 [02440]  οὕτω γὰρ εἰσόμεθα, εἴτε ἡμέτερον τοῦτο ἔγκλημα, εἴτε οὐχ ἡμέτερον·
 [02581]  Εἶτα ἐπειδὴ οἱ ἄπιστοι ἠγνόουν αὐτοῦ τὴν ἰσχὺν, ἐπήγαγεν, ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰ [61.455] τῆς ἐκείνων ἀναισθησίας.
 [05824]  Ἀλλ' οὐ τοῦ ἐκβάλλοντος τοῦτο ἔγκλημα, ἀλλὰ τῆς τῶν πεπηρωμένων διανοίας κατηγορία.
 [05855]  Οὐ μικρὸν τὸ ἔγκλημα, ἀλλὰ καὶ σφόδρα μέγα.
 [06231]  ὃ καὶ μεγίστη αὐτῶν ἂν εἴη κατηγορία, καὶ τῆς ἀσθενείας αὐτῶν ἔγκλημα, ὅτι οὐκ ἦν αὐτοὺς ἄλλως ἐνάγειν, ἢ πρότερον ταπεινωθέντα.
 [06251]  ∆ιπλοῦν τὸ ἔγκλημα, μᾶλλον δὲ τριπλοῦν·
 [07315]  Μέγα μὲν γὰρ ἔγκλημα [καὶ τὸ φθονεῖν], καὶ τὸ μὴ φιλεῖν·
 [07569]  Καίτοι γε ἐπὶ τοῦτον τὸ ἔγκλημα μᾶλλον ἐφέρετο.
000-00-00 Serial Number=0287939191
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01229]  καὶ οὐδεὶς καλὸν εἶναι λέγων τὴν ἀδικίαν μετέρχεται, ἀλλὰ προφάσεις πλάττει, καὶ πάντα ποιεῖ, ὥστε κἂν διὰ ῥημάτων ἀποδύσασθαι τὸ ἔγκλημα·
 [01514]  καίτοι οὗτος ὁ ῥύπος οὐδὲν ἔγκλημα φέρει, ἐκεῖνος δὲ κατηγορίας ἄξιος καὶ διαβολῆς.
 [01840]  Σὺ δὲ τὸ μὲν οὐκ ὂν κακὸν οὐ πράττεις, τὸ δὲ οὐκ ἀδιάφορον, ἀλλ' ὑπὸ ἔγκλημα ὂν, τοῦτο ὑπομένεις.
 [02814]  ἐνταῦθα τὸ μὴ πλεονεκτῆσαι ἔγκλημα, ἐνταῦθα τὸ μὴ ἁρπάσαι κατηγορία.
000-00-00 Serial Number=0197320759
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00514]  Καὶ οὔτε εὐθέως τοῦτο εἶπεν, ἀλλὰ πρότερον τὸ ἔγκλημα τέθεικεν, ὅπερ πεπιστευκότος ἦν τοῖς δηλώσασιν·
 [00557]  Οἶμαι δὲ αὐτὸν καὶ οἴκοθεν αὐτὸ προστεθεικέναι βουλόμενον βαρύτερον τὸ ἔγκλημα ποιῆσαι, καὶ δεῖξαι οὕτω καὶ τὸν Χριστὸν εἰς μέρος δοθέντα ἓν, εἰ καὶ μὴ οὕτως ἐποίουν τοῦτο ἐκεῖνοι.
 [01442]  Τοῦτο δὲ οὐκ ἔγκλημα τοῦ Παύλου, ἀλλ' ἀσθένεια μὲν τῆς φύσεως, ἐγκώμιον δὲ τῆς προαιρέσεως, ὅτι καὶ δεδοικὼς θάνατον καὶ πληγὰς, οὐδὲν ἀνάξιον διὰ τὸν φόβον τοῦτον ἐποίησεν·
 [01867]  Εἰ δὲ τὴν σύνεσιν τὴν ἀνθρωπίνην φαίη τις αὐτὸν λέγειν, καὶ οὕτω τὸ ἔγκλημα σόν.
 [02645]  Καὶ ἵνα μὴ δόξῃ παρέργως μέχρι πολλοῦ πρὸς αὐτὸν ἀποτείνεσθαι, ἐμβαλὼν αὐ [61.80] τὸν εἰς ἀγωνίαν καὶ τῷ φόβῳ παραδοὺς αὐτὸν, πάλιν ἐπὶ τὸ κοινὸν ἔγκλημα τὸν λόγον ἄγει, λέγων·
 [03065]  Καὶ οὔτε πρῶτον τίθησι τὸ ἔγκλημα, ὥστε μὴ ἀπαναισχυντῆσαι αὐτὸν, ὡς πρὸ τῶν ἄλλων ἐγκαλούμενον·
 [03472]  Τὸ μεθύειν καὶ γαστρίζεσθαι οὐ μόνον οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ καὶ κατόρθωμα παρὰ πολλοῖς εἶναι νενόμισται·
 [03977]  Φιλαρχίας γὰρ τὸ ἔγκλημα, τῇ ἐρημίᾳ τοῦ διδασκάλου εἰς ἀπόνοιαν κεχρῆσθαι.
 [04235]  Εἶδες ποῦ τὸ ἔγκλημα ἐπῆρεν;
 [04248]  ∆ιὸ σεμνοτέρως αὐτὸ παρέδραμεν, ὡς ἐν τοῖς ἔμπροσθεν δεδηλωμένον, κἀν τούτῳ αὔξων τὸ ἔγκλημα πάλιν, καὶ δεικνὺς ὅτι τοιαῦτα τολμᾶται παρ' αὐτοῖς, ἃ οὐδὲ εἰπεῖν σαφῶς ἀνεκτὸν τῷ Παύλῳ.
 [04255]  κοινὸν πάντων τὸ ἔγκλημα γέγονε.
 [04739]  ∆ιπλοῦν τὸ ἔγκλημα, ὅτι κρίνεται, καὶ ἐπὶ ἀπίστων.
 [04750]  Εἰ δὲ τὸ μὴ δύνασθαι φέρειν ἀδικοῦντα, ἔγκλημα, τὸ καὶ ἀδικεῖν πόσης κατηγορίας ἄξιον;
 [04754]  Πάλιν διπλοῦν τὸ ἔγκλημα, τάχα δὲ καὶ τριπλοῦν καὶ τετραπλάσιον.
 [05270]  πλὴν ἀλλ' ἐπειδὴ περὶ πόρνων ἦν ὁ λόγος αὐτῷ, πάντοθεν αὐτὸ ἀπαίρει, καὶ ἀπὸ τῶν μειζόνων καὶ ἀπὸ τῶν ἐλαττόνων αὔξων τὸ ἔγκλημα.
 [05284]  ἀλλ' ἐπειδὴ οἰκονομικῶς ὁ Παῦλος πάντα ποιεῖ, οἷς εἶχε, τούτοις ηὔξησε τὸ τῆς πορνείας ἔγκλημα.
 [05624]  κἀκεῖ μὲν ἀμφότεροι διαφθείρονται, ἐνταῦθα δὲ θατέρου τὸ ἔγκλημα.
 [05933]  αὐτοί τε οὗτοι πάλιν οἱ δῆθεν τελειότεροι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν ἀπολαύοντες τραπεζῶν, [61.160] Τὸ μὲν οὖν ἔγκλημα τοῦτο ἦν·
 [07192]  ∆ιὰ τούτου πάλιν ἕτερον αἰνίττεται ἔγκλημα, ὃ καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς, ὅτι περὶ σημείων ἐμάχοντο, καὶ τῶν πειρασμῶν δὲ ἕνεκεν ἐγόγγυζον λέγοντες, Πότε ἥξει τὰ ἀγαθὰ, πότε τὰ ἔπαθλα;
 [07905]  ὃ καὶ αὐτὸ μὲν ἔγκλημα ἦν, οὐ τοσοῦτον δέ.
 [07928]  Πληρώσας τοίνυν ἅπαντα τὸν περὶ τούτων ἁπάντων λόγον, μετὰ ταῦτα καὶ ἐφ' ἕτερον ἔγκλημα πρόεισι λοιπόν.
 [08067]  Ἴσως γὰρ ἄν τις ἐνταῦθα καὶ διαπορήσειε, πρὸς ἑαυτὸν ζητῶν, ποῖον ἔγκλημα ἦν τὸ ἀνακαλύπτεσθαι τὰς γυναῖκας, ἢ καὶ καλύπτεσθαι τοὺς ἄνδρας;
 [08068]  Ποῖον οὖν ἔγκλημα τοῦτο, ἐντεῦθεν ἤδη μάνθανε·
 [08493]  Ἰδοὺ καὶ δεύτερον ἔγκλημα πάλιν αὐτοὺς ἐκείνους καταβλάπτον.
 [08500]  καὶ γὰρ τὸ μεθύειν χωρὶς τοῦ παρορᾷν πένητας ἔγκλημα, καὶ τὸ παρορᾷν πένητας χωρὶς τοῦ μεθύειν κατηγορία·
 [08505]  Ὁρᾷς πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν μετήγαγε τὸ ἔγκλημα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον;
 [09999]  Σὺ δέ μοι σκόπει, πῶς πανταχοῦ ἐσπούδακεν ἀπαλλά-ξαι τὸ χάρισμα κατηγορίας, καὶ περιστῆσαι τὸ ἔγ-κλημα εἰς τοὺς εἰληφότας.
 [09999]  Οὐ γὰρ τὸ δειλὸν εἶναι, ἔγκλημα·
 [09999]  Εἶτα ἵνα μὴ ἐπαχθῆ ποιήσῃ τὴν κατ-ηγορίαν, ἐξισάζει τὸ ἔγκλημα, λέγων·
 [09999]  εἰ δὲ οὐκ ἐπείσθησαν, ἐκείνων τὸ ἔγκλημα.
 [09999]  Εἰπὼν τοίνυν, ὅτι οὐκ ὠφέλησε γλῶττα, καὶ ὑποτεμόμενος πάλιν αὐτὸ τοῦτο τῷ τὸ ἔγκλημα εἰς τοὺς Ἰουδαίους περιτρέψαι, προϊὼν δείκνυσιν ὅτι καὶ βλάπτει.
000-00-00 Serial Number=0292113066
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00420]  Καίτοι γε εἰ καὶ ἐζητήσαμεν, οὐδὲ οὕτως ἦν ἔγκλημα·
 [01461]  Ὥστε κἂν τὴν βασιλίδα διαφθείρῃς, φησὶ, κἂν τὴν δούλην τὴν σὴν ὕπανδρον οὖσαν, ὅμοιον τὸ ἔγκλημα.
 [02935]  Καίτοι τὸ μὲν πεινῇν οὐδὲ αἰσχύνην ἔχει, οὐδὲ ἔγκλημα·
000-00-00 Serial Number=0226425111
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00223]  οὐ γὰρ ὑπὸ ἔγκλημα ἔσῃ.
 [03061]  ἀλλὰ μεῖζον ἐνταῦθα τὸ ἔγκλημα, τὸν γνώριμον ἢ τὸν ἀγνῶτα, τὸν φίλον ἢ τὸν οὐ φίλον περιορᾷν.
000-00-00 Serial Number=0704922080
In epistulam ad Colossenses Ante [Go Back]  
 [00466]  Ἐπειδὴ γὰρ αὐτῶν οὐδὲν εἶχε κατόρθωμα τότε εἰπεῖν, καὶ σφοδρὸν τὸ ἔγκλημα ἦν, καὶ πάντες διεφθάρησαν, καὶ φέρειν ἠδύναντο ἰσχυροὶ ὄντες, ἀπὸ κατηγορίας ἄρχεται λέγων, Θαυμάζω·
 [02036]  Ἔδειξεν αὐτοὺς παραβαίνοντας καὶ λύοντας, ἐφ' ἑτέρους δὲ τὸ ἔγκλημα ἤνεγκε.
000-00-00 Serial Number=0612631857
In epistulam ad Ephesios Ante [Go Back]  
 [00877]  ἀλλ' ἐκείνης μὲν οὔτε ἔγκλημα μετέχειν οὔτε κίνδυνος·
 [00880]  Αὕτη δὲ ἡ νέκρωσις ἡ ψυχικὴ, προαιρέσεως οὖσα, ἔγκλημα ἔχει καὶ λύσιν οὐδεμίαν.
 [02839]  Οὐ γὰρ τὸ τὴν [62.76] γῆν πατεῖν ἔγκλημα ποδῶν, ἀλλὰ τὸ εἰς πονηρίαν τρέχειν·
 [03971]  Ἔστι γὰρ, ἔστιν ἀποδύσασθαι τὸ ἔγκλημα, οὐ τῷ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τῷ ἀγαθόν τι ἐργάσασθαι.
000-00-00 Serial Number=0297400475
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00255]  Εἰ γὰρ ἐπὶ φίλων τοῦτο γινόμενον, ἔγκλημα, καὶ ὁ τοὺς προτέρους καὶ χρησίμους τῶν ἐπιτηδείων ἀφεὶς καταγνώσεως ἄξιος, ὁ Θεοῦ καλοῦντος ἀποπηδῶν, ἐννόησον ὅσης ἂν εἴη τιμωρίας ὑπεύθυνος.
 [01936]  ἀλλ' οὐκ ἔστι τὸ ἔγκλημα τοῦ πυρὸς, ἀλλὰ τοῦ ἅψαντος τὸ πῦρ.
 [02033]  Τοῦτο δὲ οὐ σώματος κατηγορία, ἀλλὰ ῥᾳθύμου ψυχῆς ἔγκλημα·
000-00-00 Serial Number=0706900775
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04801]  Ἀλλ' ἑστήκασιν ἐπὶ οἰκήματος αἱ πόρναι, καὶ τοῦτό ἐστι τὸ [63.121] ἔγκλημα, ὅτι τὸ σῶμα πωλοῦσι χρημάτων ἕνεκεν·
 [05367]  Οὐκ ἔστι τοῦτο ἀπολογία, ἀλλὰ καὶ ἔγκλημα·
 [05518]  οὐκ ἔστιν ἔγκλημα τοῦτο;
 [05519]  Καὶ σφόδρα μὲν οὖν ἔγκλημα·
000-00-00 Serial Number=0024481416
In epistulam ad Philemonem Ante [Go Back]  
 [00166]  ὥστε διπλοῦν εἶναι τὸ ἔγκλημα, καὶ μηδὲ ἀπὸ τῆς ἀνάγκης δύνασθαι συγγνώμην αὐτοὺς εὑρέσθαι.
000-00-00 Serial Number=0620994866
In epistulam ad Philippenses Ante [Go Back]  
 [04148]  Ἆρα περὶ ἐκείνων μόνον ταῦτα εἴρηται, οἱ δὲ παρόντες ἡμῖν ἐνταῦθα ἐξέφυγον τὸ ἔγκλημα;
000-00-00 Serial Number=0621188402
In epistulam ad Romanos Ante [Go Back]  
 [00563]  Τὸ δεῖξαι, ὅτι οὐ καταφρονῶν αὐτῶν οὐκ ἤρχετο, ἀλλὰ καὶ σφόδρα ἐπιθυμῶν ἐκωλύετο), καὶ τὸ ἔγκλημα ἀποδυσάμενος τῆς ῥᾳθυμίας, καὶ πείσας ὅτι αὐτῶν οὐχ ἧττον ἐκεῖνος ἰδεῖν αὐτοὺς ἐπεθύμει·
 [00814]  Ἓν τοῦτο ἔγκλημα μέγιστον·
 [00834]  Πρῶτον ἔγκλημα, ὅτι Θεὸν οὐχ εὗρον·
 [00898]  πανταχοῦ ταύτῃ τὸ ἔγκλημα ἐπαίρων, καὶ τῇ παραθέσει πάσης συγγνώμης αὐτοὺς ἀποστερῶν.
 [01205]  Ὁρᾷς πῶς τὸ ἔγκλημα ηὔξησεν;
 [01263]  ἵνα μάθῃς, ὅτι προαιρέσεως τὸ πτῶμα, οὐκ ἀνάγκης τὸ ἔγκλημα.
 [01765]  ὅτι οὐ μόνον οὐ προστρίβεται ἔγκλημα τῷ Θεῷ ἡ ἀπιστία ἐκείνων, ἀλλὰ καὶ μείζονα δείκνυσιν αὐτοῦ τὴν τιμὴν καὶ τὴν φιλανθρωπίαν, ὅταν καὶ τὸν μέλλοντα αὐτὸν ἀτιμάζειν φαίνηται τιμῶν.
 [01865]  Οὐκοῦν μεῖζον τὸ ἔγκλημα, ὅτι καὶ εἰδὼς πλημμελεῖς.
 [01981]  Καὶ οὐκ εἶπεν, Ἐδόθη, ἀλλὰ, Πεφανέρωται, τὸ τῆς καινοτομίας ὑποτεμνόμενος ἔγκλημα·
 [03667]  οὐ γὰρ τῆς παντευχίας τὸ ἔγκλημα, ἀλλὰ τῶν εἰς τὸ κακὸν χρωμένων.
 [04026]  Ἀλλὰ καὶ τοῦτο οὐ τίθησιν, ὅπερ ἔγκλημα ἦν μᾶλλον τῶν γυναικῶν·
 [04151]  Ἀλλ' οὐ τοῦ ἰατροῦ τοῦτο ἔγκλημα, ἀλλὰ τοῦ ἀῤῥωστοῦντος τῷ φαρμάκῳ κακῶς χρησαμένου.
 [04167]  Εἰ γὰρ ἔγκλημα τοῦ νόμου, τὸ δι' αὐτοῦ τὴν ἁμαρτίαν ἀφορμὴν λαβεῖν, εὑρεθήσεται καὶ ἐν τῇ Καινῇ τοῦτο συμβαῖνον.
 [04190]  ἀλλ' οὐ τοῦ νόμου τὸ ἔγκλημα, ἀλλὰ τῆς ῥᾳθυμίας τῶν δεξαμένων.
 [04194]  ἀλλ' οὐδὲ τοῦτο ἔγκλημα τοῦ νόμου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης.
 [04218]  εἰ δὲ θάνατος ἐντεῦθεν ἐξέβη, τῶν λαβόντων τὴν ἐντολὴν τὸ ἔγκλημα, οὐ τῆς ἐπὶ τὴν ζωὴν ἀγούσης.
 [04491]  Εἰ δὲ λέγει, ὅτι οὐκ οἰκεῖ ἐν αὐτῇ ἀγαθὸν, οὔπω τοῦτο ἔγκλημα τῆς σαρκός·
 [04502]  ὅπερ οὐ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς γένοιτ' ἂν ἔγκλημα, εἰδυίας μὲν ἅπερ δεῖ πράττειν, οὐκέτι δὲ εἰς ἔργον ἐκφερούσης τὰ δόξαντα.
 [04602]  Εἰ δὲ μηδὲ οὕτως ἤρκεσαν περιγενέσθαι, τῆς αὐτῶν ῥᾳθυμίας τὸ ἔγκλημα.
 [04809]  ἀλλ' οὐκ ἦν τοῦτο ἔγκλημα τὸ περικεῖσθαι σάρκα·
 [05525]  Καὶ τοῦτο τῆς ἡμετέρας ὠμότητος ἔγκλημα.
 [06851]  εὔδηλον, ὅτι τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνον·
 [06964]  Εἶτα δεικνὺς τὸ ἔγκλημα ἅπαν ἐκείνων ὂν, φησί·
 [07942]  Τὸ μὲν γὰρ ἀπὸ φύσεως γενέσθαι μωρὸν, οὐκ ἔγκλημα·
 [08799]  Οὐδὲ γὰρ ἀπέκτεινεν αὐτὸν, ἀλλ' ἐπέδησε τῷ τρόμῳ, ἵνα ἀποδύσηται τὸ ἔγκλημα, ἵνα κἂν οὕτως ἐπανέλθοι πρὸς τὴν ἐκείνου φιλοστοργίαν, ἵνα κἂν πρὸς ἀπελθόντα σπείσηται·
 [09242]  Εἰ γὰρ τὸ μὴ σῶσαι, ἔγκλημα (καὶ δείκνυσιν ὁ τὸ τάλαντον κατορύξας)·
 [09583]  καὶ Ἕλληνες ἠγνόησαν, ἀλλ' ἀπολογίαν οὐκ ἔχουσιν, Ὅταν μὲν γὰρ ταῦτα ἀγνοῇς ἃ μὴ δυνατὸν εἰδέναι, οὐδὲν ἔγκλημα ὑποστήσῃ·
 [09999]  Καὶ γὰρ αὐξῆσαι τὸ ἔγκλημα θέλων, τὸ τοῦ ποιμένος ἔθηκεν ὄνομα.
000-00-00 Serial Number=0938906133
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00410]  καὶ αὐτὸ δὲ τὸ εἰς δουλείαν τεχθῆναι, οὐ τῆς τεκούσης ἔγκλημα, ἀλλὰ τῶν τεχθέντων παιδίων.
 [00413]  καὶ τὸ ἔγκλημα οὐχὶ τῶν πατέρων ἐστὶν, ἀλλὰ τῶν τοὺς πατέρας παρασκευασάντων παίδων, ὡς δούλοις κεχρῆσθαι τοῖς ἐλευθέροις.
 [00415]  ἀλλ' οὐ κατηγορία τοῦ Θεοῦ τὸ γινόμενον, οὐδὲ ἔγκλημα τοῦ νόμου, ἀλλὰ τῶν ἀφηνιαζόντων Ἰουδαίων, σφοδροτέρου δεηθέντων χαλινοῦ.
 [00424]  Ὥστε οὐκ ἔγκλημα τοῦ νόμου τὸ κόλασιν ἐπάγειν καὶ τιμωρίαν, καὶ καθάπερ οἰκέτας ἀγνώμονας παιδεύειν καὶ σωφρονίζειν, ἀλλὰ καὶ ἐγκώμιον μέγιστον, καὶ οὐχ ὁ τυχὼν ἔπαινος, ὅτι τοὺς πρὸς τοσαύτην κατενεχθέντας κακίαν ἠδυνήθη διὰ τῆς οἰκείας σφοδρότητος ἀπαλλάξαι τῆς πονηρίας, μαλάξαι τε καὶ ποιῆσαι καταπειθεῖς τῇ χάριτι, καὶ πρὸς τὴν τῆς Καινῆς ὁδηγῆσαι φιλοσοφίαν.
 [00827]  Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο, οὕτω μήτε χωρὶς ἐλεημοσύνης ἐπ' εὐχὴν ἔλθῃς ποτέ.
000-00-00 Serial Number=0968357921
In illud In faciem ei restiti Ante [Go Back]  
 [00372]  Καὶ τὸ μὲν δοκοῦν ἔγκλημα εἶναι, τοῦτο.
000-00-00 Serial Number=0119687617
In illud Messis quidem multa Ante [Go Back]  
 [00141]  Οὗτος γὰρ ὁ σκηνοποιὸς (ἡδέως γὰρ τὴν τέχνην αὐτοῦ περιστρέφω, ἵνα μάθῃς ὅτι οὐκ ὄνειδος ἡ τέχνη, ἀλλ' ἡ ἀργία κατηγορία καὶ ἔγκλημα
000-00-00 Serial Number=0384143353
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00054]  Μάλιστα μὲν, εἰ καὶ τῶν Ἰουδαίων ἦν, καὶ τοῦτό σου μέγιστον ἔγκλημα καὶ ἐσχάτη κατηγορία, ὅτι ἅπερ οἱ ἀγνώμονες Ἰουδαῖοι συνεῖδον ἀπὸ τῶν ῥημάτων κατασκευαζόμενα, ταῦτα αὐτὸς ἐθελοκωφῶν οὐχ ὁρᾷς.
000-00-00 Serial Number=0122941673
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00160]  Οὐ γὰρ δὴ μόνον ἀπὸ τῶν ὑβριζομένων, ἀλλὰ καὶ ἀπὸ τῶν ὑβριζόντων τὸ τῆς μοιχείας συνίσταται ἔγκλημα.
 [00274]  ∆ιπλοῦν [51.218] γὰρ ἐνταῦθα καὶ τριπλοῦν τὸ ἔγκλημα γίνεται, ὅτι τε παραμυθίας ἀπολαύοντες, ἀπεσκίρτησαν εἰς τὴν ἀσέλ γειαν ἐκείνην, καὶ ὅτι τὸ πρᾶγμα οὐχὶ πορνεία μό νον, ἀλλὰ καὶ μοιχεία λογίζεται, ὃ πάσης ἁμαρτίας ἐστὶ χαλεπώτερον.
000-00-00 Serial Number=0247550130
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00295]  Ποῖον γὰρ ἔγκλημα τὸ ἐξ εὐτελῶν εἶναι καὶ ταπεινῶν;
000-00-00 Serial Number=0038214505
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00160]  μὴ γὰρ ἔγκλημα τὸ εἶναι ἀγοραῖον;
 [00161]  μὴ γὰρ ἔγκλημα τὸ ἑστάναι ἐπ' ἀγορᾶς καὶ ἐργάζεσθαι;
 [00162]  ἔγκλημα τὸ ἔνδον μένοντα τὰ τῶν ἄλλων ἁρπάζειν.
 [00164]  ἀγοραῖον εἶναι οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ τὸ ἅρπαγα εἶναι, τὸ πλεονέκτην εἶναι.
 [00170]  Οὐκ ἔστιν οὖν ἔγκλημα τὸ ἀγοραῖον εἶναι, οὐδὲ τὸ χειροτέχνην εἶναι·
 [00171]  ἀλλὰ τί ἐστιν ἔγκλημα;
000-00-00 Serial Number=0610252142
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00008]  Ἐκεῖνος μὲν γὰρ ὁ ἔρως ἔγκλημα, οὗτος δὲ ἐγκώμιον·
 [00059]  Καὶ ἀποδυόμενος δὲ τὸ ἔγκλημα αὐτὸ ἐκεῖνο πάλιν λέγει·
000-00-00 Serial Number=0749546945
In illud Vidi dominum Ante [Go Back]  
 [00951]  οὐκ ἔγκλημα τῆς ἱερωσύνης, ἀλλὰ τῆς κακῆς γνώμης.
000-00-00 Serial Number=0702939391
In nativitatem Joannis Baptistae Ante [Go Back]  
 [00054]  ἡ θυγάτηρ τὸ μητρικὸν διέλυσεν ἔγκλημα·
000-00-00 Serial Number=0916431487
In resurrectionem domini [1] Ante [Go Back]  
 [00072]  τῆς ὑμετέρας γὰρ μητρὸς Εὔας ἐλύθη τὸ πρὸς κατάκρισιν ἔγκλημα.
000-00-00 Serial Number=0492446899
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00024]  Ἔτι μεῖζον τὸ ἔγκλημα.
 [00032]  Καὶ ὑμεῖς ἁμαρτήσαντες ἐὰν εἰσέλθητε, οὐτοσοῦτον τὸ ἔγκλημα·
000-00-00 Serial Number=0802425563
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00089]  Ἂν μὲν γὰρ ἐνδῶσι καὶ θύσωσι, τὸ ἔγκλημα τῆς ἀσθενείας αὐτῶν γίνεται, ὅτι τὰς ὀδύνας οὐκ ἐνεγκόν τες ἔθυσαν·
 [00092]  εἰ δὲ αὐτοῦ μὴ ἐνδιδόντος περιετράπη ἡ χεὶρ, οὐκ ἔστιν ἔγκλημα τοῦτο τῆς γνώμης τοῦ μάρ τυρος·
000-00-00 Serial Number=0695914865
In secundum domini adventum Ante [Go Back]  
 [00022]  Εἰ γὰρ τὸ μὴ σῶσαι, ἔγκλημα (καὶ δείκνυσιν ὁ τὸ τάλαντον κατορύξας), τὸ σκανδαλίσαι τί οὐκ ἐργάζεται;
000-00-00 Serial Number=0732671082
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00073]  Οὐ γὰρ δὴ τὸ μαθεῖν ἔγκλημα ἦν, ἀλλὰ τὸ χρήσασθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»