Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔχον [129]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔχον


000-00-00 Serial Number=0542802036
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00627]  Ἔστι δὲ καὶ ἕτερον εἶδος πολλὴν ἔχον ἰσχὺν πρὸς τὸ κενῶσαι τὰ μετὰ πολλῶν ἱδρώτων καὶ πόνων συναχθέντα καλὰ, ὁ τῆς κενοδοξίας ἄνεμος.
 [00704]  εἰ δὲ θελήσαις αὐτὸ καθ' ἑαυτὸ, τῆς ματαίας καὶ πεπλανημένης προλήψεως ἀπαλλαγεὶς, μετὰ ἀκριβείας κατιδεῖν, εὑρήσεις οὐδεμίαν ἔχον ἀθυμίας ἀφορμὴν, ὡς καὶ ἤδη πολλάκις ἡμῖν ἀποδέδεικται.
000-00-00 Serial Number=0010918260
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00444]  Εἶτα ῥάκος μὲν ἰδὼν ἔχον τι τούτων, οἷον ἢ φλέγμα ἢ σίελον, οὐδὲ ἄκροις ψαῦσαι τοῖς δακτύλοις ὑπομένεις, ἀλλ' οὐδὲ ἰδεῖν ἀνέχῃ·
000-00-00 Serial Number=0179262459
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00067]  ∆εινὸν, ὦ μῆτερ, τοῦ βίου τὸ στάδιον, θάνατον ἔχον τῶν τρεχόντων καμπτῆρα.
000-00-00 Serial Number=0393651247
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00589]  [10.30] Καὶ οὐδὲ ἐνταῦθα αὐτῷ τὰ τῶν ἀγώνων ἵστατο, ἀλλ' ἕτερον βαθύτερον ἀνωρύττετο βάραθρον, θάνατον πάλιν ἔχον καὶ σφαγήν, θάνατον ἐπονείδιστον καὶ σφαγὴν αἰσχύνης γέμουσαν.
000-00-00 Serial Number=0279720724
Ad illuminandos catecheses Ante [Go Back]  
 [00027]  Μνήσθητε οὖν, ὅταν ἔλθητε εἰς τὴν βασιλείαν ἐκείνην, ὅταν τὸ ἱμάτιον τὸ βασιλικὸν ἀπολάβητε, ὅταν τὴν πορφύραν περιβάλησθε τὴν αἵματι βαφεῖσαν ∆εσποτικῷ, ὅταν διάδημα ἀναδήσησθε τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἔχον πανταχόθεν ἐκπηδώσας λαμπηδόνας.
000-00-00 Serial Number=0971304774
Ad populum Antiochenum Ante [Go Back]  
 [00160]  δαίμων ἐστὶν αὐθαίρετος, νόσημα συγγνώμην οὐκ ἔχον, πτῶμα ἀπολογίας ἐστερημένον, κοινὴ τοῦ γένους ἡμῶν ἀσχημοσύνη.
 [03375]  καὶ τὸ πάντων εὐτελέστερον ἴδοι τις ἂν κατὰ τοῦ μείζονος ἔχον ὑπεροχὴν, καὶ οὐ πάντα ἐν ἅπασιν ὄντα, ἵνα πάντα ἡμῖν ἀναγκαῖα ᾖ, καὶ τοῦ ∆εσπότου τὴν ποικίλην σοφίαν ἴδωμεν.
000-00-00 Serial Number=0034675181
Adversus Judaeos Ante [Go Back]  
 [01354]  τὸ δὲ ἐν ἀρχῇ τῆς διδασκαλίας, ἄρτι τῆς πίστεως καταβληθείσης, καὶ τῆς διανοίας τῶν ἀκουόντων ἁπαλωτέρας οὔσης, τοσούτους συῤῥαγῆναι πολέμους, καὶ μὴ μόνον μηδὲν ἐλαττωθῆναι τὰ καθ' ἡμᾶς πράγματα, ἀλλὰ καὶ ἐπιδοῦναι πλέον, τοῦτό ἐστι τὸ παντὸς θαύματος ἔχον ὑπερβολήν.
000-00-00 Serial Number=0867696285
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00071]  καὶ τὸ δὴ χαλεπώτερον, ὅτι νόσημα τοσούτων γέμον κακῶν καὶ τοσαύτας ἔχον συμφορὰς οὐδὲ ἔγκλημα εἶναι νομίζεται·
000-00-00 Serial Number=0986736000
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00017]  ἂν δέ τι ὥριμον καὶ καρπὸν ἔχον, τρέφομέν τε καὶ ἀρδεύομεν, καὶ πρὸς ἀκμὴν ἄγομεν, συνεχῆ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι.
000-00-00 Serial Number=0712807775
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00518]  καὶ διὰ ταῦτα κἂν εἴποι τις θαυμάζων τὸν βασιλέα, ὅτι στολὴν περιβέβληται χρυσῆν, οὐ μόνον οὐ θαυμάζομεν, ἀλλὰ καὶ γελῶμεν τὸ λεχθὲν, ὡς οὐδὲν ἔχον παράδοξον·
000-00-00 Serial Number=0472519696
Catecheses ad illuminandos Ante [Go Back]  
 [00662]  Ἀπέθου τὸ παλαιὸν ἔνδυμα, ἔλαβες τὸ καινὸν καὶ τοσαύτην ἔχον τὴν φαιδρότητα ὡς αὐταῖς ἀντιλάμπειν ταῖς ἀκτῖσι ταῖς ἡλιακαῖς·
000-00-00 Serial Number=0817102194
Commentarius in Job Ante [Go Back]  
 [01613]  ἐπίσκεψαι τὴν κοινὴν φύσιν καὶ ὄψει τοῦτο οὕτως ἔχον.
000-00-00 Serial Number=0599699914
Contra Anomoeos Ante [Go Back]  
 [00176]  Εἰ γὰρ δένδρον τερπνὸν ἰδεῖν ἀπὸ τῆς ῥίζης αὐτῆς νεόφυτον ἔχον ἀνεστηκὸς, πολλῷ μᾶλλον ἄνθρωπον τερπνὸν ἰδεῖν, καὶ ἐλαίας ἁπάσης τερπνότερον, ἀπὸ τῆς ῥίζης αὐτῆς τὸ παιδίον ὥσπερ νεόφυτον ἔχοντα πλησίον ἑστώς·
000-00-00 Serial Number=0740371108
De Anna i Ante [Go Back]  
 [00895]  ∆ιὰ τοῦτο καὶ ἀσφαλὲς τὸ ὕψος ἐστὶ, βεβαίαν καὶ ἀκίνητον ἔχον τὴν ῥίζαν.
000-00-00 Serial Number=0040464461
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00697]  [126] Ὅπερ καὶ τότε γέγονε καὶ ὁ μὲν τύραννος οὕτω τὸν βίον κατέλυσε, τῆς δὲ μανίας αὐτοῦ καὶ τῆς δυνάμεως τοῦ μακαρίου Βαβύλα ἕστηκεν ὑπομνήματα ὅ τε νεὼς καὶ τὸ μαρτύριον ὁ μὲν ἔρημος ὢν τὸ δὲ αὐτὴν ἔχον ἐνέργειαν ἥνπερ καὶ πρότερον.
000-00-00 Serial Number=0411363602
De Christi precibus Ante [Go Back]  
 [00205]  Ἂν γὰρ εὐχαρίστως καὶ γενναίως φέρωμεν τὰ συμπίπτοντα ἅπαντα, πάντως εἰς τέλος χρηστὸν καὶ πολλὰ ἔχον ἀγαθὰ πᾶσα ἡμῖν ἀπαντήσεται ἡ συμφορά.
000-00-00 Serial Number=0172628582
De Lazaro Ante [Go Back]  
 [02019]  Ὥσπερ γὰρ τὸ πῦρ πολλάκις ἐπαγόμενον καίει, καὶ τὴν νομὴν κωλύει, καὶ τὸ σιδήριον ἀφαιρεῖται τὴν σηπεδόνα, ἔχον μὲν ὀδύνην, παρέχον δὲ ὠφέλειαν·
000-00-00 Serial Number=0204446435
De baptismo Christi Ante [Go Back]  
 [00103]  Καὶ ὅτι τὸ βάπτισμα Ἰωάννου ἀτελὲς ἦν, οὔτε Πνεύματος χορηγίαν ἔχον, οὔτε ἁμαρτημάτων ἄφεσιν, δῆλον ἐκεῖθεν·
000-00-00 Serial Number=0349654496
De cruce et latrone i Ante [Go Back]  
 [00138]  ὁ γὰρ Θεὸς κριτὴς δίκαιος, καὶ τὸ κρῖμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται οὐκ ἔχον σκότος οὐδὲ ἄγνοιαν.
000-00-00 Serial Number=0629545450
De diabolo tentatore Ante [Go Back]  
 [00366]  Ὥσπερ γὰρ τοῖς μαινομένοις οὐκ ἄξιον ἀποκρίνεσθαι, οὕτως οὐδὲ τοῖς λέγουσι μὴ εἶναι Θεόν, Εἰ γὰρ πλοῖον ὀλίγους ναύτας ἔχον καὶ ἐπιβάτας, οὐκ ἂν οὐδὲ ἓν στάδιον διασωθείη χωρὶς τῆς κυβερνώσης αὐτὸ χειρὸς, πολλῷ μᾶλλον κόσμος τοσοῦτος, τοσαῦτα σώματα ἔχων ἐν ἑαυτῷ ἐκ διαφόρων συγκείμενα στοιχείων, ἐπὶ τοσοῦτον χρόνον οὐκ ἂν διήρκεσεν, εἰ μὴ πρόνοια ἦν τις ἐφεστῶσα, καὶ τόδε τὸ πᾶν συγκρατοῦσα καὶ συνέχουσα διηνεκῶς.
000-00-00 Serial Number=0330827177
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00176]  Τὸ μὲν γὰρ ἁπαλὸν πρὸς πᾶν ἐπιτήδειόν ἐστι τὴν ἕξιν τὴν οἰκείαν οὐδέπω πεπηγυῖαν ἔχον·
000-00-00 Serial Number=0541618228
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00211]  ὡς γὰρ κουφότερον εἵλετο, καὶ μᾶλλον ἔχον παραμυθίαν·
 [00548]  [4.13] Ὅταν οὖν καὶ ὁ κηρύττων ἰδιώτης ᾖ καὶ πένης καὶ ἄσημος, καὶ τὸ κηρυττόμενον οὐκ ἐπαγωγόν, ἀλλὰ καὶ σκάνδαλον ἔχον, καὶ οἱ ἀκούοντες αὐτὸ πένητες καὶ ἀσθενεῖς καὶ οὐδένες, καὶ κίνδυνοι ἐπάλληλοι καὶ συνεχεῖς καὶ τοῖς διδασκάλοις καὶ τοῖς μαθηταῖς, καὶ ὁ καταγγελλόμενος ἐσταυρωμένος, τί τὸ ποιῆσαν κρατήσειν;
000-00-00 Serial Number=0152836382
De mutatione nominum Ante [Go Back]  
 [00470]  Ἵνα μὴ οὖν τὸ ὑπερέχον τῆς ὄψεως εἰς ἀπόνοιαν αὐτὸν ἐπάρῃ, ἀντέστησεν αὐτῷ ὄνομα ἱκανὴν ταπεινοφροσύνης διδασκαλίαν ἔχον·
 [00931]  Εἰ δὲ καρτερεῖτε καὶ ὑπομένετε, ἕτερον ἐγγύτερον τούτου λέγω πάλιν, ἀναντίῤῥητον ἔχον ἀπόδειξιν τοῦ μὴ κατ' ἀνάγκην τὸν Παῦλον προσεληλυθέναι τῷ [51.143] Κυρίῳ.
000-00-00 Serial Number=0025907993
De paenitentia [1] Ante [Go Back]  
 [02246]  ἐγὼ δὲ τὰ ποθούμενα ὑμῶν πρόσωπα ἄξιον ἡγησάμην θεάσασθαι, καὶ τὴν ὀφειλομένην ἐπιθυμίαν τῆς ἀκροάσεως ἀποπληρῶσαι, τὸ πέλαγος τοῦτο τὸ μέγα, καὶ ἅλμην οὐκ ἔχον, τὴν θάλατταν ταύτην τὴν κυμάτων ἀπηλλαγμένην.
000-00-00 Serial Number=0974014938
De paenitentia sermo 1 Ante [Go Back]  
 [00255]  Ὑμεῖς δὲ ταῦτα πάντα δυνάμενοι ποιῆσαι, οὐκ ἐποιήσατε, Ἀλλ' ἐματαιώθητε ἐν διαλογισμοῖς, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος ὑμῶν καρδία, καὶ ἐστερήσατε ἑαυτοὺς τὴν ζωὴν τὴν αἰώνιον, καὶ ἐναυαγήσατε ναυάγιον μὴ ἔχον διόρθωσιν.
 [00338]  ὢ ἀσπλαγχνία κατοικητήριον ἔχον τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
000-00-00 Serial Number=0365228772
De pharisaeo Ante [Go Back]  
 [00057]  Ὥσπερ γὰρ ποτήριον καὶ ἔξωθεν πλυθὲν καὶ ἔσωθεν, μὴ ἔχον δὲ ποτὸν, οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον·
000-00-00 Serial Number=0672483265
De sacerdotio Ante [Go Back]  
 [00304]  οὔτε γὰρ τῶν θαυμαζομένων καὶ ἐπισήμων ἡμεῖς, οὔτε, εἰ καὶ τοῦτο οὕτως ἔχον ἐτύγχανε, τὴν τῶν πολλῶν δόξαν τῆς ἀληθείας προτιμῆσαι ἐχρῆν.
 [00969]  Εἰ γὰρ τοῖς περὶ τὴν ἀθλητικὴν εὐεξίαν ἐσπουδακόσι καὶ ἰατρῶν χρεία καὶ παιδοτριβῶν καὶ διαίτης ἠκριβωμένης καὶ ἀσκήσεως συνεχοῦς καὶ μυρίας παρατηρήσεως ἑτέρας καὶ γὰρ τὸ τυχὸν ἐν αὐτοῖς παροφθὲν πάντα ἀνέτρεψε καὶ κατέβαλεν , οἱ τὸ σῶμα τοῦτο θεραπεύειν λαχόντες, τὸ τὴν ἄθλησιν οὐ πρὸς σώματα, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις ἔχον, πῶς αὐτὸ δυνήσονται φυλάττειν ἀκέραιον καὶ ὑγιές, μὴ πολὺ τὴν ἀνθρωπίνην ὑπερβαίνοντες ἀρετὴν καὶ πᾶσαν ψυχῆς πρόσφορον ἐπιστάμενοι θεραπείαν;
000-00-00 Serial Number=0745531797
De virginitate Ante [Go Back]  
 [01344]  Ἀλλὰ τοῦτο τὸ ζηλωτὸν ἐκείνου τοῦ ἀπευκτοῦ οὐκ ἐλάττους εὑρήσομεν ἔχον συμφοράς.
000-00-00 Serial Number=0229450166
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01750]  ἐπειδὴ δὲ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστρωμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου·
 [01757]  Εἰ γὰρ ἐπὶ σώματος, κἂν μυρία διαδήματα περικείμενος ᾖς, σῶμα δὲ ἔχῃς ἐπίνοσον φύσει καὶ ἀνιάτως ἔχον, οὐ δυνήσῃ κἂν τὴν βασιλείαν ἅπασαν ἐπιδῷς, τὸ σῶμα διορθῶσαι τοῦτο, κἂν μυρία σώματα προσθῇς καὶ πόλεις καὶ χρήματα·
 [02869]  Εἶτα ῥάκος μὲν ἰδὼν ἔχον τι τοιοῦτον, οἷον ἢ φλέγμα, ἢ σίελον, οὐδὲ ἄκροις ψαῦσαι τοῖς δακτύλοις ὑπομένεις, ἀλλ' οὐδὲ ἰδεῖν ἀνέχῃ·
 [05881]  Εἰ γὰρ καὶ πῦρ εἴρηται, ἀλλὰ σκοτεινόν ἐστι καὶ φῶς οὐκ ἔχον.
 [06362]  Εἰ γὰρ ἐν τοῖς μέλεσι τὸ σεσηπὸς καὶ ἀνιάτως ἔχον ἐκκόπτομεν, φοβούμενοι [63.761] μὴ καὶ τὸ λοιπὸν τὴν αὐτὴν λύμην ὑποδέξηται σῶμα, καὶ ποιοῦμεν τοῦτο, οὐκ ἐκείνου καταφρονοῦντες, ἀλλὰ τὸ λοιπὸν διαφυλάξαι μᾶλλον βουλόμενοι·
 [09922]  Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ πρᾶγμα τοσοῦτον ἔχον κέρδος, καὶ τοσαύτην τὴν ὠφέλειαν, καὶ οὐδένα πόνον, μὴ πράττωμεν;
 [09938]  ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται πρᾶγμα, πολλὴν ἔχον ὠφέλειαν.
000-00-00 Serial Number=0606003165
Epistula ad Caesarium Ante [Go Back]  
 [00043]  Πάλιν ἔστω δένδρον, ἔχον ἐν ἑαυτῷ τὴν ἀκτῖνα τοῦ ἡλίου·
000-00-00 Serial Number=0178919852
Epistulae Ante [Go Back]  
 [00045]  Μὴ δὴ παύσησθε κατατιθέντες ἡμῖν τὸ καλὸν τοῦτο ὄφλημα, καὶ διπλῆν ἔχον ἡδονήν.
 [00692]  Ἀφικόμεθα εἰς τὴν Κουκουσὸν ὑγιαίνοντες ἐντεῦθεν γὰρ προοιμιάσομαι, ὅθεν καὶ αὐτὸς ἐπιθυμεῖς ἀρχομένης ἀκοῦσαι τῆς ἐπιστολῆς, καὶ εὑρήκαμεν χωρίον θορύβων καθαρὸν, καὶ πολλῆς μὲν ἀπραγμοσύνης, πολλῆς δὲ γέμον ἡσυχίας, καὶ οὐδένα τὸν ἐνοχλοῦντα οὐδὲ ἀπελαύνοντα ἔχον.
 [01650]  Ἀφικόμεθα εἰς τὴν Κουκουσὸν ὑγιαίνοντες ἐντεῦθεν γὰρ προοιμιάσομαι, ὅθεν καὶ αὐτὸς ἐπιθυμεῖς ἀρχομένης ἀκοῦσαι τῆς ἐπιστολῆς, καὶ εὑρήκαμεν χωρίον θορύβων καθαρὸν, καὶ πολλῆς μὲν ἀπραγμοσύνης, πολλῆς δὲ γέμον ἡσυχίας, καὶ οὐδένα τὸν ἐνοχλοῦντα οὐδὲ ἀπελαύνοντα ἔχον.
 [02897]  ∆εῖξον τοίνυν, δέσποτά μου τιμιώτατε, ὡς οὐ τηνάλλως ταῦτα ἐνόμισε, καὶ δεξάμενος αὐτὸν μετὰ τῆς σοι προσηκούσης εὐνοίας, ἄν τι δίκαιον νομίζῃ, καὶ λόγον ἔχον, ἕτοιμον σεαυτὸν αὐτῷ παρασχεῖν παρακλήθητι, καὶ δεῖξον διὰ τῶν ἔργων αὐτῷ ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθε φέρων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλὰ γέγονέ τι πλέον [52.713] αὐτῷ εἰς εὐνοίας καὶ συμμαχίας δικαίας λόγον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων.
 [03416]  Ἀλλ' ἔστω τοῦτο οὕτως ἔχον, καὶ κείσθω τῆς σιγῆς ταύτην εἶναι τὴν αἰτίαν·
000-00-00 Serial Number=0789942741
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00450]  Τὸ γὰρ χαλεπώτερον μάλιστα πάντων τοῦτό ἐστι καὶ ὃ μεθ' ὑπερβολῆς δείκνυσιν αὐτῶν τὸ νόσημα, καὶ τοῦ πάθους τὴν τυραννίδα, ὅτι ἴσχυσαν καὶ ἐφιλονείκησαν καὶ ἐβιάσαντο δι' εὐτελῶν ἱματίων ἐκείνων ὑπερακοντίσαι τὸν καλλωπισμὸν τῶν τὰ χρυσᾶ περικειμένων καὶ τὰ ἱμάτια τὰ σηρικὰ καὶ ἐπέραστοι μᾶλλον ἐντεῦθεν αὐτῶν φανῆναι, ὡς μὲν αὐταὶ νομίζουσιν, ἀδιάφορον μετιοῦσαι πρᾶγμα, ὡς δὲ ἡ τοῦ πράγματος φύσις δείκνυσιν, ὀλέθριον καὶ βλαβερὸν καὶ βαθὺ τὸ βάραθρον ἔχον.
 [00521]  Καὶ τοῦτο πάλιν πρὸς τὸν τῆς ἀγάπης τρόφιμον ἐλθόντες εὑρήσομεν οὕτως ἔχον.
000-00-00 Serial Number=0655055225
Expositiones in Psalmos Ante [Go Back]  
 [06702]  Ὁ δὲ ἐπειδὴ τὸ πρόσταγμα ἦν κοῦφον, πολὺ τὸ αἰσθητὸν ἔχον, καὶ οὐχ ὑψηλῆς δεόμενον διανοίας, οὐκ ἐπείσθη.
000-00-00 Serial Number=0902674317
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01564]  Ἀνίατον τὸ τραῦμα, λύσιν οὐκ ἔχον, οὐδὲ μεταβολὴν, οἵαν ἄλλ.
 [01782]  καὶ διὰ τοῦτο πρὸς οὐδὲν χρήσιμον, καίτοι καὶ τύπον ἔχον βασιλικὸν, καὶ γράμματα, τῆς ὕλης αὐτῷ διεφθαρμένης.
 [03507]  *Γινομένη ἐγενήθη μοι, ὡς ὕδωρ ψευδὲς, οὐκ ἔχον πίστιν.
000-00-00 Serial Number=0818447411
In Acta apostolorum Ante [Go Back]  
 [00811]  ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.
 [00818]  Οὐ γὰρ ἂν οὕτω καὶ τὸ διάστημα ἐδήλωσεν εἰπὼν, Ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδὸν, εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου.
 [00942]  Τότε, φησὶν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.
 [02250]  Τέως γὰρ τὸ εὔκολον λέγει καὶ πολλὴν ἔχον δωρεὰν, καὶ τότε ἐπὶ τὸν βίον ἄγει, εἰδὼς, ὅτι ὑπόθεσις αὐτοῖς ἔσται σπουδῆς, τὸ ἤδη γεύσασθαι τῶν τοσούτων ἀγαθῶν.
 [04384]  ἡ δὲ πενία φρούριον ἀσφαλὲς, χαλκῷ περιβεβλημένον πολλῷ, καὶ δύσκολον ἔχον τὴν ἄνοδον.
 [09161]  Καταμάθωμεν αὐτὴν τὴν κατασκευὴν τὴν ἡμετέραν, καὶ ὀψόμεθα ἓν μόριον ἐν ἡμῖν ταύτην ἔχον τὴν ἐνέργειαν.
 [09999]  Τὸ νῦν ἔχον πορεύου·
 [09999]  Καὶ γὰρ φάρμακον τὸ δύναμιν ἔχον ἀφανίσαι τραῦμα, ἂν μὴ [60.237] συνεχῶς ἐπιτεθῇ, τὸ πᾶν ἀπώλεσε.
 [09999]  Τὸ νῦν ἔχον, φησὶ, πορεύου·
 [09999]  Ἵνα δὲ σαφέστερον ὑμῖν ὃ λέγω ποιήσω, ἔστω σῶμα ἔχον πολὺ αἷμα καὶ σάρκας πολλὰς καὶ σφριγῶν·
 [09999]  διὰ τοῦτο οὐδὲ ἄνθρωπον λέγω, ἀλλὰ θηρίον, καὶ θηρίον οὐ φύσει τοῦτο ἔχον, ἵνα μὴ εἴπητε ὅτι φύσει, καὶ οὐ προαιρέσει τοῦτο κατώρθωσε·
 [09999]  Ἦν τινι χωρίον θησαυρὸν ἔχον ἐγκεκρυμμένον οὐκ εἰδότος τοῦ δεσπότου·
000-00-00 Serial Number=0532737017
In Ecclesiasten Ante [Go Back]  
 [00099]  Τοῦτο δὲ μόχθος, ἅτε μήτε τὸν θεὸν ἔχον συμπράττοντα, μήτε ταῖς ἐλπίσι κουφιζόμενον.
000-00-00 Serial Number=0692541540
In Genesim sermones Ante [Go Back]  
 [00185]  Ὅταν οὖν μήτε πόνος, μήτε κίνδυνος, μήτε ὑποψία, μήτε ὑποτυχία τις ᾖ, καὶ πολλῷ πλείονα τῶν καταβαλλομένων γένηται τὰ φυόμενα, καὶ τοσαῦτα βλαστάνῃ ἀγαθὰ, Ὅσα οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, πῶς οὐκ ἂν εἴη ῥᾳθυμίας ἐσχάτης, τὸ πλέον ἀφέντας, τὸ ἔλαττον διώκειν, καὶ τὸ ἀσφαλὲς καταλιπόντας, τὸ ἄπιστον καὶ κινδύνων γέμον καὶ πολλὰς ἔχον ἀποτυχίας μετιέναι;
 [00805]  Ὅτι μὲν οὖν ἐστιν ἐπισφαλὲς καὶ κίνδυνον ἔχον, τὰ ῥήματα προϊέναι καὶ ἀκούειν τοιαῦτα, καὶ παρασύρεσθαι, καὶ πολλοὶ πολλάκις ἀπὸ τῶν τοιούτων συνεδρίων χειμῶνες ἐπῃωρίσθησαν ἐν οἰκίαις, παρίημι νῦν·
 [01391]  Οὐκ εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ' ἐπὶ εἶδος ἁμαρτίας κατέφυγε συγγνώμην ἔχον.
 [01619]  Τῆς τοῦ Θεοῦ σοφίας μάλιστα ἔργον καὶ τοῦτο ἦν διὰ ἀπίστου γλώττης οἰκονομήσαντος ἐπιτεθῆναι ὄνομα, τῶν μελλόντων ἔχον τὴν ἱστορίαν.
 [01626]  Ἐπέθηκεν ὄνομα τῷ παιδίῳ, πολλὴν ἔχον τῶν μελλόντων πραγμάτων τὴν ἱστορίαν, καὶ αὐτὸ προφητεία ἦν ἡ προσηγορία τοῦ δικαίου.
000-00-00 Serial Number=0242607951
In Isaiam Ante [Go Back]  
 [00280]  ἐπεὶ καὶ δένδρον εἰκότως τις ἐκτέμνοι, φύλλα μὲν ἔχον καὶ κλάδους, καρπῶν δὲ ἔρημον ὄν.
 [00443]  Ἕτερον φιλοχρηματίας εἶδος χαλεπόν, εὐπρόσωπον μὲν ὑπόθεσιν ἔχον, ἐν προσχήματι δὲ φιλοφροσύνης τὴν ἐσχάτην πλεονεξίαν ἐπιδεικνύμενον.
 [02663]  Καὶ ἐπειδὴ τὸ παιδίον ἐτέχθη, ἐπιτίθησιν αὐτῷ ὄνομα καινὸν καὶ παράδοξον, τὴν ἱστορίαν τῶν ἐσομένων ἔχον.
000-00-00 Serial Number=0691468775
In Joannem Ante [Go Back]  
 [00661]  Πόθεν οὖν τίκτεται τοῦτο τὸ πάθος, οὕτως ἄλογον ὂν, καὶ ἡδονὴν οὐκ ἔχον, φησί;
 [02797]  Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἐδίδαξε τίς εἴη, καὶ διελέχθη καὶ περὶ τῆς τοῦ οἰκείου βαπτίσματος φύσεως, ὅτι μικρὸν καὶ εὐτελὲς, καὶ ὕδατος πλέον ἔχον οὐδὲν, δεικνὺς τὴν ὑπεροχὴν τοῦ βαπτίσματος, τοῦ παρὰ τοῦ Χριστοῦ διδομένου.
000-00-00 Serial Number=0485206127
In Psalmum 139 Ante [Go Back]  
 [00025]  Τὸ μὲν θηρίον οὐκ ἔχον φρόνησιν, οὐχ εὑρίσκει κακὰ κατὰ τοῦ ἀνθρώπου·
000-00-00 Serial Number=0370534599
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01653]  Ἄν τε γὰρ σώζηταί τις, φησὶν, ἄν τε ἀπολλύηται, τὸ εὐαγγέλιον τὴν οἰκείαν ἀρετὴν ἔχον μένει.
 [04116]  ὑπὲρ δὲ πραγμάτων ψηφιζομένους, ἁπλῶς ταῖς ἑτέρων παρασύρεσθαι δόξαις, καὶ ταῦτα ἀκριβῆ ζυγὸν ἁπάντων ἔχον [61.497] τας καὶ γνώμονα καὶ κανόνα, τῶν θείων νόμων τὴν ἀπόφασιν;
 [05588]  ἀντὶ δὲ τοῦ πέταλον φέρειν ὄνομα ἔχον Θεοῦ, αὐτὸς ἴσος γίνεται τῷ Θεῷ.
 [06494]  Ὅπερ ἡμεῖς ἐσμεν, Εὐαγγέλιον κηρύσσοντες ὑμῖν δικαιοσύνην ἔχον.
000-00-00 Serial Number=0852427602
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [01024]  Ὅρα πῶς ἐν μὲν τῇ προτέρᾳ ἐπιστολῇ προσηνέστερόν πως περὶ τούτων διαλέγεται, ὡς ὅταν λέγῃ, Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον καὶ φιλοτιμεῖσθαι, καὶ οὐδαμοῦ, Παραγγέλλομεν, οὐδὲ, Ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ ἦν φοβερὸν καὶ κίνδυνον ἔχον, ἀλλὰ περισσεύειν φησὶ καὶ φιλοτιμεῖσθαι, ὃ ἦν εἰς ἀρετὴν προτρέποντος.
000-00-00 Serial Number=0180613339
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01463]  Τοῦτο γοῦν μάλιστα δείκνυσιν αὐτὸ θεῖον ὂν καὶ τὰς ῥίζας ἄνωθεν ἔχον ἐκ τῶν οὐρανῶν·
 [03807]  Τοῦτο καὶ οὐρανοῦ λαμπρότερον ἦν τὸ ἱλαστήριον, οὐ ποικιλίᾳ ἄστρων καταλαμπόμενον οὐδ' ἀκτῖσιν ἡλιακαῖς, ἀλλ' αὐτὸν τὸν ἥλιον τῆς δικαιοσύνης ἔχον ἐκεῖθεν ἀφιέντα τὰς ἀκτῖνας.
 [04214]  Καὶ τοῖς λοιποῖς δὲ ἂν ἐπεξήλθομεν κακοῖς, δι' ὧν δείκνυται ὅτι οὐδέν ἐστι κακὸν ἡδονὴν ἔχον, εἰ μὴ πολλὰ ἡμῖν ἔμπροσθεν εἴρητο.
 [07509]  εἶδες καὶ αὐτὸ τὸ ῥῆμα πολλὴν ἔχον τὴν ἔμφασιν τῆς διαθέσεως;
 [09066]  Τὸ γὰρ μεῖζον λαβεῖν τὸν οὐ δυνάμενον ἐνεγκεῖν, τοῦτο καὶ ἀσύμφορον καὶ βλάβην ἔχον καὶ ἀθυμίας ἄξιον.
 [09999]  Εἶδες αὐτοῦ τὴν σοφίαν, πῶς οὐκ εἰς τὸ μηδὲν ἐξωθεῖ τὸ χάρισμα, ἀλλὰ δείκνυσιν ἔχον μὲν κέρδος, μικρὸν δὲ καὶ ὅσον τῷ κεκτημένῳ μόνον ἀρκέσαι;
 [09999]  Ἀλλ' ἄτοπον, καὶ σύγχυσιν ἔχον.
000-00-00 Serial Number=0311961889
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00435]  τουτέστιν, Οὐδὲν [62.403] φορτικὸν οὐδὲ ἐπαχθὲς οὐδὲ βαρὺ οὐδὲ κόμπον ἔχον ἀπεδειξάμεθα.
 [00540]  Ἐν οὐρανῷ πεφύτευται τοῦτο τὸ φυτὸν, κλάδους ἔχον οὐ μαργαρίτας βριθομένους, ἀλλὰ βίον ἐνάρετον πολλῷ τούτων ἡδίω.
 [00650]  Ὁρᾷς, πῶς αὐτὸ εἰσήγαγε μεγάλην ἔχον τὴν παραμυθίαν;
 [00654]  οὕτως οἶδε μεγίστην παραμυθίαν ἔχον τὸ πρᾶγμα.
 [01964]  ἐνταῦθα δὲ εἰπέ μοι πῶς μίαν ἔχον ποιότητα καὶ μίαν φύσιν, εἰς τοσαῦτα τρέπεται;
000-00-00 Serial Number=0257698953
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03095]  Βαβαὶ, πόσην ἀκρίβειαν ἀπαιτεῖ παρὰ τῆς χήρας! ὅσην σχεδὸν καὶ παρ' αὐτοῦ τοῦ τὴν ἐπισκοπὴν ἔχον [62.573] τος.
000-00-00 Serial Number=0338639617
In epistulam ad Ephesios Ante [Go Back]  
 [01358]  Ὥστε τῇ συναφείᾳ καλὸν τὸ σῶμα, καλὸν διὰ τὴν ὑποταγὴν, ἐπεὶ καθ' ἑαυτὸ οὔτε καλὸν, οὔτε κακὸν, καὶ πρὸς τοῦτο δὲ, καὶ πρὸς ἐκεῖνο ἐπιτήδειον, εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχον.
 [02449]  ∆ιὰ γὰρ αὐτοὺς εὐθέως διάταγμα ἔπεμπεν ὁ βασιλεὺς ταῦτα ἔχον τὰ ῥήματα·
 [05198]  Πάλιν, ἔστω πλοῖον κυβερνήτου χωρὶς, πάντα ἔχον ἅπερ ἔχειν δεῖ πλοῖον ἄνευ τεχνίτου, οὐ λέγω ἀκατασκεύαστον, ἀλλὰ κατασκευασθέν·
 [05615]  Ὄντως μέγα μυστήριον, ἀπόῤῥητόν τινα σοφίαν ἔχον.
000-00-00 Serial Number=0528862059
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04535]  [63.115] Οὐχ ὡς πονηρὸν τοίνυν ἐνταῦθά φησιν, ἀλλ' ὡς ἔχον τὸ αἰτίαμα καὶ ἐλάττωμα.
 [05438]  ἀλλὰ διὰ τὸ λοιπὸν ἐληλέγχθαι τὸ πρᾶγμα, καὶ πεφανερῶσθαι οὐδεμίαν ἔχον ἰσχὺν, οὐδὲ καιρόν τινα προσήκοντα.
 [05930]  Τὸ ἀκάθαρτον, ἢ τὸ μηδὲν πλέον ἔχον τῶν λοιπῶν.
 [09448]  ὁ αἰὼν, τὸ ἄπειρον καὶ λῆξιν οὐκ ἔχον.
 [09799]  τὸ γὰρ καταρτιζόμενόν ἐστι τὸ ἀρχὴν ἔχον, εἶτα πληρούμενον.
000-00-00 Serial Number=0096561432
In epistulam ad Philemonem Ante [Go Back]  
 [00179]  Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν εἶναι δυσκόλοις, ὅταν καὶ κοῦφον πρᾶγμα καὶ τοσοῦτον ἔχον κέρδος καὶ τοσαύτην τὴν ὠφέλειαν καὶ οὐδένα πόνον, μὴ πράττωμεν;
 [00189]  Οἴμοι! πόσης μὲν ἀπολαύομεν φιλανθρωπίας! πόσην δὲ ἐπιδεικνύμεθα κακίαν, πόσον ὕπνον, πόσην νωθείαν! πῶς εὔκολον ἡ ἀρετὴ καὶ πολλὴν ἔχον ὠφέλειαν! πῶς ἐργῶδες ἡ κακία! ἡμεῖς δὲ τὸ οὕτως ἐλαφρὸν ἀποφυγόντες διώκομεν τὸ μολύβδου βαρύτερον.
000-00-00 Serial Number=0665863216
In epistulam ad Philippenses Ante [Go Back]  
 [04630]  Οὐ γὰρ εὐκατόρθωτόν ἐστιν, ἀλλὰ καὶ σφόδρα δύσκολον καὶ πόνον ἔχον πολύν.
000-00-00 Serial Number=0078258157
In epistulam ad Romanos Ante [Go Back]  
 [02208]  Κἂν μὲν τὸ σῶμά τις θεραπεύσῃ τὸ σὸν κακῶς ἔχον, κἂν ἐχθρὸς ᾖ, τῶν πρώτων αὐτὸν ἡγήσῃ φίλων εἶναι λοιπόν·
 [02594]  ὡς ἂν εἰ καὶ βαλάντιον ἐπιδεικνύεις ἡμῖν σφραγῖδα ἔχον, μηδενὸς ἔνδον ἀποκειμένου·
 [03882]  Λέγεται γάρ τις ἐκείνων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀπαστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει, ἐπειδὴ καὶ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστορεσμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου·
 [05223]  ∆είξας τοίνυν ἀντίδοσιν οὖσαν τὸ πρᾶγμα, ἵνα ἀξιόπιστον ᾖ τὸ λεγόμενον, καὶ μηδεὶς ἀμφιβάλλῃ, δείκνυσι πάλιν καὶ χάριτος δύναμιν ἔχον·
 [07611]  μυστήριον ἐνταῦθα, τὸ ἀγνοούμενον καὶ ἀπόῤῥητον λέγων, καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον·
 [07849]  Καὶ γὰρ χαμαίζηλον τὸ σχῆμα τοῦ αἰῶνος τούτου καὶ εὐτελὲς καὶ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὑψηλὸν, οὐδὲν διηνεκὲς, οὐδὲν εὐθὲς, ἀλλὰ πάντα διεστραμμένα.
 [09686]  οἶδε γὰρ οὐ μικρὰν τὸ πρᾶγμα ἔχον ῥοπήν.
 [09999]  Πολλοὺς καὶ τῶν σφόδρα δοκούντων εἶναι σπουδαίων τοῦτο τῆς ἐπιστολῆς τὸ μέρος παρατρέχειν ἡγοῦμαι, ὡς περιττὸν καὶ οὐδὲν μέγα ἔχον·
000-00-00 Serial Number=0667672455
In epistulam ad Titum Ante [Go Back]  
 [01446]  Βούλομαί τι διήγημα πρὸς ὑμᾶς εἰπεῖν χρήσιμον, καὶ πολλὴν ἔχον τὴν ὠφέλειαν.
000-00-00 Serial Number=0857132196
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00102]  Ὥσπερ δὲ ποτήριον ἔξωθεν καὶ ἔνδοθεν πλυθὲν, μὴ ἔχον δὲ ποτὸν οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον πλυθὲν ἔσωθεν καὶ ἔξωθεν οὐ θρέψει τὸν πεινῶντα, ἐὰν μὴ ἔχῃ ἔνδοθεν βρώματα·
000-00-00 Serial Number=0103145063
In illud Messis quidem multa Ante [Go Back]  
 [00182]  Εἰ γὰρ οἱ νῦν ἄρχοντες, πιστοί τε ὄντες καὶ ταπεινοφρονεῖν παιδευόμενοι καὶ οὐδὲν βάρβαρον ἔχον τες, οὐκ ἂν ἕλοιντο, οὐ λέγω ἀγνῶτα καὶ ξένον, ἀλλὰ τῶν γνωρίμων τινὰ ταχέως ἐπ' ἀγορᾶς αὐτοῖς συ γκαθίσαι·
 [00212]  Εἰ γὰρ πρᾶγμα τοσαύτην ἔχον δυσκολίαν, οὕτω ῥᾳδίως κατώρθωσεν, οὐκ ἐν μιᾷ καὶ δύο καὶ εἴκοσι πόλεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, λέγω δὴ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν, καὶ εἰς ὅσην ἥλιος ἐφορᾷ γῆν ἅπασα αὕτη κατέσπαρται καὶ βρύει τῷ καλλίστῳ τούτῳ καρπῷ·
000-00-00 Serial Number=0859430194
In illud Pater si possibile est Ante [Go Back]  
 [00146]  Λαλήσω ὡς ἀρνίον μὴ ἔχον ποιμένα·
000-00-00 Serial Number=0295103610
In illud Vidi dominum Ante [Go Back]  
 [00501]  Ὁρᾷς μέχρι καταγνώσεως ἱστάμενον τὸ ἁμάρτημα καὶ ψόγον ἔχον τὸ ἐπιτίμιον.
 [00913]  Ὥσπερ οὖν ἐπὶ τῶν πλοίων, οἱ μὲν ἔχοντες κενὸν πλοῖον οὐ δεδοίκασι πειρατῶν σύστημαοὐ γὰρ ἔρχονται διατρῆσαι τὸ πλοῖον τὸ μηδὲν ἔχον, οἱ δὲ φόρτου γέμον ἔχοντες πλοῖον δεδοίκασι πειρατάςὁ γὰρ πειρατὴς ἐκεῖ ἀπέρχεται, ὅπου χρυσός, ὅπου ἄργυρος, ὅπου λίθοι τίμιοι, οὕτω καὶ ὁ διάβολος οὐκ εὐκόλως ἐπηρεάζει τῷ ἁμαρτωλῷ, ἀλλὰ τῷ δικαίῳ, ὅπου πλοῦτος πολύς.
000-00-00 Serial Number=0311996937
In illud Vidua eligatur Ante [Go Back]  
 [00065]  Οἶδεν ὅτι πυρά τίς ἐστιν ἡ νεότης, καὶ πέλαγος κυμάτων γέμον καὶ πολλὰς ἔχον ἐπαναστάσεις.
000-00-00 Serial Number=0977076232
In nativitatem Joannis Baptistae Ante [Go Back]  
 [00044]  Κυοφόρησις ξένη, ὠδῖνες ἀνώδινοι, ἀγεώργητος στάχυς, καρπὸς ἄνευ σπέρματος, λοχεία φύσεως ξένης, ἀγνοουμένη γονή, τέκνον ἐπὶ γῆς οὐκ ἔχον πατέρα, ὄντως ἀσύγκριτον τῷ βίῳ διήγημα·
000-00-00 Serial Number=0772060513
In principium Actorum Ante [Go Back]  
 [00792]  Καθάπερ γὰρ τὸ ξύλον ἐκεῖνο τὸ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον, παρ' αὐτοὺς τοὺς ῥύακας ἑστηκὸς, διηνεκῆ τῆς ἀρδείας ἔχον τὴν χορηγίαν, πάσῃ ἀέρων ἀνωμαλίᾳ ἀχείρωτον γίνεται, καὶ οὔτε ἀκτῖνα θερμοτέραν γενομένην δέδοικεν, οὔτε τὸν ἀέρα μεταπεσόντα εἰς αὐχμὸν εὐλαβεῖται·
 [00793]  ἱκανὴν γὰρ ἔχον ἐναποκεκλεισμένην ἐν ἑαυτῷ τὴν νοτίδα, πάσης ἡλιακῆς θέρμης πλεονεξίαν ἔξωθεν προσβαλοῦσαν εὐθέως ἀποκρούεται καὶ διωθεῖται·
000-00-00 Serial Number=0203941166
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00044]  [17] Ἄρσεν δὲ τὸ πρόβατον, ὅτι καὶ ἡγεμονικόν, φύσει τὴν ἡγεμονίαν ἔχον, ὥσπερ ὁ ἄρρην ἔχει σωματικὴν ἡγεμονίαν πρὸς τὸ θῆλυ·
000-00-00 Serial Number=0895298719
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00019]  Εἰ παρεστάναι ἐκείνῳ οὐκ ἂν εἶεν ἄξιοι οἱ μῶμον ἔχοντες ἐν σώματι (Ἐν οἷς γὰρ, φησὶν, οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος), πολλῷ μᾶλλον τῷ Θεῷ οὐ προσήκει παρεστάναι τοὺς μῶμον ἔχον τας ἐν τῇ ψυχῇ.
000-00-00 Serial Number=0547727525
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00037]  Εἶτα Ῥοὺθ, βιβλίον βραχὺ, ἱστορίαν ἔχον γυναικὸς ἀλλοφύλου, γαμηθείσης Ἰουδαίῳ τινί.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»