Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔχουσαν [212]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔχουσαν


000-00-00 Serial Number=0152589262
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00006]  ἐπειδὴ δὲ ἡ τοῦ σώματος ἀσθένεια, καὶ τὸ κατασκῆψαν τῇ κεφαλῇ κακὸν οἴκοι μένειν καταναγκάσαν, διακονίαν τοσοῦτον ἔχουσαν κέρδος ἡμᾶς ἀφείλετο, ὅπερ ἐστὶν ὑπόλοιπον καὶ πρὸς παραμυθίαν τὴν σὴν, καὶ πρὸς ὠφέλειαν τὴν ἡμετέραν, τοῦτο κατὰ δύναμιν εἰσενεγκεῖν οὐκ ὀκνήσομεν.
 [01142]  Τὸ δὲ πάντων χαλεπώτερον ἦν, ἡ ἐρωμένη, δι' ἣν ἔτη δὶς ἑπτὰ δουλεύειν εἵλετο, ὑπὸ τῆς ἀθυμίας ἀπεπνίγετο, τὴν μὲν ἀδελφὴν τίκτουσαν ὁρῶσα, ἑαυτὴν δὲ οὐδὲ ἐλπίδα τοῦ πράγματος ἔχουσαν, καὶ εἰς τοσαύτην ἔκστασιν ὑπὸ τῆς ἀθυμίας ἐξηνέχθη τότε, ὡς ἐγκαλεῖν καὶ μέμφεσθαι τῷ ἀνδρὶ, καὶ θάνατον ἀπειλεῖν καθ' ἑαυτῆς, εἰ μὴ τέκοι·
000-00-00 Serial Number=0310706973
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00020]  Καθάπερ γὰρ δέσποινα φοβερά τε καὶ ἐμβριθὴς, μύρον ἐργαζομένη ποικίλον, βαρύτιμον καὶ πολυτελὲς, καὶ πολλῶν εἰς τοῦτο δεομένη τῶν διακονησομένων χειρῶν, τὰς θεραπαίνας αὐτῆς ἀναστήσασα, καὶ πρὸς ἑαυτὴν ἀγαγοῦσα, τὴν μὲν κοσκίνῳ τὸ μηδέπω κατειργασμένον τῶν ἀρωμάτων ἀποκρίνειν ἐκέλευσε, τὴν δ' αὖ ζυγὰ καὶ σταθμὰ λαβοῦσαν σκοπεῖν ἀκριβῶς, ὅπως μήτε ἔλαττον, μῆτε πλέον τοῦ δέοντος ἐπεισελθὸν τῆς τοῦ παντὸς κατασκευῆς τὴν συμμετρίαν λυμήνηται, καὶ τὴν μὲν ἕψειν τὰ τούτου δεόμενα, τὴν δὲ τρίβειν ὅσα μὴ καλῶς ἔχει, τὴν δὲ ἕτερα φύρειν καὶ ἀναμιγνύναι τοῖς ἄλλοις, τὴν δὲ ἀλάβαστρον ἔχουσαν ἑστάναι·
 [00047]  Καὶ οὐκ ἄν τις ἁμάρτοι τούτου γε ἕνεκα τοιαύτῃ τινὶ τὸν ἅγιον ἐκεῖνον εἰκόνι παραβαλὼν, ὥσπερ ἂν εἴ τις φλὸξ τὰ νῶτα πάσης ἐπισχοῦσα τῆς γῆς, καὶ πρὸς ὕψος ἀρθεῖσα πάντοθεν παρέλθοι τὴν οὐράνιον ἁψῖδα, καὶ τὸν ὑπὲρ ταύτης ἀέρα διαδραμοῦσα, εἴτε ἀήρ ἐστι, εἴθ' ὅ τί ποτε, πληρώσαι τοῦ πυρὸς τὸ μέσον τῶν δύο τούτων οὐρανῶν, καὶ μηδὲ ἐνταῦθα σταίη τοῦ δρόμου, ἀλλὰ καὶ πρὸς τὸν τρίτον ἀθρόως ἐκπηδήσασα ἀναβαίη, καὶ πάντα ἐργάσαιτο μίαν πυρὰν, τοσοῦτον μὲν ἔχουσαν πλάτος, ὅσον τὸ εὖρος πάσης τῆς γῆς, τοσοῦτον δὲ ὕψος, ὅσον ἀπὸ τοῦ τρίτου οὐρανοῦ πρὸς ἡμᾶς.
000-00-00 Serial Number=0142445147
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00068]  Πικρὰν τὴν βιωτικὴν ὁδοιποροῦμεν ὁδὸν, καὶ τάφον ἔχουσαν τῶν ὁδευόντων κατάλυμα.
000-00-00 Serial Number=0166456699
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00529]  ἀλλὰ πάλιν ἐπὶ τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου καταφυγὼν τὴν ἄφατον, τὴν εὐμήχανον, τὴν εὔπορον, τὴν διὰ τῶν ἐναντίων διαλάμπουσαν, τὴν ἀνωτέραν τῶν τῆς φύσεως νόμων, τὴν πάντων δυνατωτέραν, τὴν οὐδὲν ἔχουσαν τὸ ἀντιπῖπτον καὶ τοῦτο μετὰ πολλῆς τῆς πληροφορίας τὸ ἐπίταγμα ἤνυε καὶ ἔσφαξε τὸν υἱὸν καὶ ᾕμαξε τὴν δεξιὰν καὶ ἐφοίνιξε τὸ ξίφος καὶ διὰ τῆς δειρῆς τὴν μάχαιραν ἤλασεν·
000-00-00 Serial Number=0224243820
Ad populum Antiochenum Ante [Go Back]  
 [01759]  ἀλλ' ἐὰν βασταζόμενα τύχῃ παρὰ λυχνίαν λύχνον ἔχουσαν, ἀπερισκέπτως τὴν χεῖρα ἐπαφίησι τῇ λυχνίᾳ καὶ τῇ φλογί·
 [02316]  Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο ἐπείγομαι εἰς ἑτέραν ὑμᾶς συνήθειαν ἐμβαλεῖν, χρηστὴν καὶ κέρδος ἔχουσαν.
 [02345]  οὕτω δὴ καὶ ἐπὶ τῶν κατορθωμάτων τῶν πνευματικῶν, ἂν δέκα κατορθώσωσι μόνοι, πυρὰν ὁλόκληρον εἰς τὴν πόλιν ἀνάψομεν φῶς ἔχουσαν, καὶ ἀσφάλειαν ἡμῖν κομίζουσαν.
 [02350]  καταδίκην κατὰ τῶν ὀμνυόντων ὁρίσαντες, καταδίκην κέρδος ἔχουσαν, οὐ ζημίαν, παρασκευάσασθε λοιπὸν ὡς δοκιμὴν ἡμῖν δώσοντες τοῦ κατορθώματος.
 [04969]  ἐὰν δὲ ἴδῃς τὴν ἀγορὰν ὀλίγους ἔχουσαν ἄνδρας ἐπιεικεῖς καὶ σώφρονας καὶ μετρίους, μακάριζε τὴν πόλιν ἐκείνην.
 [04983]  οὐδὲν γὰρ ἡμᾶς ὠφελῆσαι δυνήσεται κατὰ τὴν ἡμέραν ἐκείνην, τὸ μητρόπολιν οἰκεῖν, καὶ στοὰς ἔχουσαν εὐρείας καὶ τὰ ἄλλα ἀξιώματα τὰ τοιαῦτα.
 [05259]  Καὶ γὰρ πρὸ τῆς ἁμαρτίας ὁ Ἀδὰμ, ἡνίκα πολλῆς ἀπήλαυε παῤῥησίας, γεωργίαν τινὰ ἐπετάγη μετιέναι, οὐκ ἐπίπονον μὲν οὐδὲ ταλαιπωρίαν ἔχουσαν, πολλὴν δὲ αὐτῷ παρέχουσαν τὴν φιλοσοφίαν.
 [05278]  Ὥσπερ ἂν εἴ τις μάχαιραν ἔχοι τὴν μὲν λαβὴν ἔχουσαν ἀργυρᾶν, τὸ δὲ σιδήριον μολύβδου παντὸς ἀσθενέστερον·
000-00-00 Serial Number=0598917127
Adversus Judaeos Ante [Go Back]  
 [01741]  Ἐπειδὰν οὖν, φησὶν, ἀναστῇ, καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ' ἐκείνου τὰς ἑβδομάδας τὰς ἑβδομήκοντα ἀρίθμει, καὶ ὄψει τὴν αἰχμαλωσίαν ταύτην οὐκέτι τέλος ἔχουσαν.
000-00-00 Serial Number=0018293202
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00023]  Ἐγὼ δὲ αὐτῶν οὐχ ἁπλῶς ἐμνημόνευσα νῦν, ἀλλ' ἐπειδή τις ἐλθὼν ἡμῖν ἀπήγγειλεν ἀγγελίαν πικράν τινα καὶ χαλεπὴν, καὶ πολλὴν εἰς τὸν Θεὸν τὴν ὕβριν ἔχουσαν.
 [00612]  Ὅταν γὰρ ἴδῃ ταύτην καθαρὰν οὖσαν κακῶν, καὶ πολλῆς εὐπραγίας γέμουσαν, καὶ κληρονόμον ἔχουσαν, μᾶλλον κατακαήσεται·
 [00721]  ἀλλὰ διαπαντὸς ἀχείμαστον τηρεῖ τὴν ψυχὴν, καὶ θόρυβον οὐδένα, οὐδὲ κλόνον ἐπάγει, καθαρὰν δέ τινα εὐφροσύνην καὶ εἰλικρινῆ καὶ ἔνδοξον καὶ τέλος οὐκ ἔχουσαν, δυνατωτέραν τε πολλῷ καὶ σφοδροτέραν τῆς παρ' ὑμῖν.
 [01240]  Σὺ δὲ τἀναντία ψηφιζόμενος ταυτὸ ποιεῖς, ὥσπερ ἂν εἴ τις καὶ λύραν μὲν ἀκριβῶς ἡρμοσμένην ὡς ἄχρηστον διαβάλλοι, τὴν ἐναντίως δὲ ἔχουσαν, καὶ ἐπιτάσει καὶ ἀνέσει διεφθαρμένην ἀμέτρῳ, ταύτην ἐπιτηδείαν εἶναι καὶ πρὸς κρούματα καὶ πρὸς τέρψιν λέγοι τῶν θεατῶν.
000-00-00 Serial Number=0567476988
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00111]  εἰ οὖν τῇ ἐχούσῃ ἄνδρα τοιοῦτος ὁ νόμος πρόκειται τί λοιπὸν πρὸς σὲ τὴν [48.1058] μὴ ἔχουσαν ἄνδρα;
000-00-00 Serial Number=0185489595
Catecheses ad illuminandos Ante [Go Back]  
 [00092]  «Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, ἵνα παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων.».
 [00100]  «Καθαρίσει καὶ παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα», ἐδίδαξεν ἡμᾶς τὴν ἀκαθαρσίαν ἐν ᾗ πρότερον ἐτύγχανεν οὖσα;
 [00117]  Εἶδες διδασκαλίαν μηδεμίαν ἀμφιβολίαν ἔχουσαν;
 [00260]  [1.45] Ἢ οὐχ ὁρᾷς τοὺς τὰ πολιτικὰ διοικοῦντας πράγματα πῶς ἐπειδὰν ὦσιν ἐσθῆτα περικείμενοι τὰς μορφὰς ἔχουσαν τὰς βασιλικὰς μέγα φρονοῦσι καὶ διὰ τοῦτο βούλονται πλείονος ἀξιοῦσθαι τῆς τιμῆς καὶ δορυφορίας ἀπολαύουσιν.
000-00-00 Serial Number=0472259879
Catechesis de juramento Ante [Go Back]  
 [00019]  καὶ γὰρ ἂν προθυμότερον τῶν μυστικωτέρων ἡψάμην λόγων, τὴν φροντίδα ἀποθέμενος τὴν περὶ τῶν ὅρκων, καὶ μετὰ πλείονος ἀδείας ὑμᾶς ἐχειραγώγησα πρὸς τὴν φρικτὴν ταύτην μυσταγωγίαν, καὶ εἰσήγαγον ἂν εἰς τὰ ἄδυτα αὐτὰ καὶ ἔδειξα τὰ ἅγια τῶν ἁγίων καὶ τὰ ἐκεῖ πάντα, οὐχὶ ὑδρίαν χρυσῆν μάννα ἔχουσαν, ἀλλὰ σῶμα τὸ δεσποτικόν, τὸν ἄρτον τὸν οὐράνιον.
 [00020]  ἔδειξα ἂν ὑμῖν οὐ κιβωτὸν ξυλίνην λιθίνας ἔχουσαν πλάκας καὶ νόμον, ἀλλὰ σάρκα ἄμωμον καὶ ἁγίαν ἔχουσαν αὐτὸν τὸν νομοθέτην.
000-00-00 Serial Number=0377024710
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00046]  θέλεις σοι δείξω καὶ τὴν ὄψιν τῆς νύμφης αὐτὴν ἀπαστράπτουσαν καὶ κάλλος ἀμήχανον ἔχουσαν, πολὺ μὲν περὶ αὐτὴν πλῆθος ἀγγέλων, ἀρχαγγέλων;
000-00-00 Serial Number=0805003166
Commentarius in Job Ante [Go Back]  
 [00162]  ὥστε εὗρέ τινα μέθοδον Ἰὼβ καὶ τὸ ἡδὺ καὶ τὸ ἀναγκαῖον ἔχουσαν ἐθίσας αὐτοὺς κοινῇ σιτεῖσθαι καθ' ἑκάστην ἡμέραν.
 [04066]  καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν μεγάλης τέχνης ἦν οὐκ ἔχουσαν θεμέλιον οὐδὲ κρηπῖδα οὐδὲ ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι καὶ πῆξαι βεβαίως οὕτως ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι.
000-00-00 Serial Number=0781748950
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00209]  Τὸ γὰρ παρθένον οὖσαν τοιαῦτα πράττειν, παίζειν ἐστὶ παιδιὰν οὐχὶ τέρψιν, ἀλλὰ θάνατον ἔχουσαν.
000-00-00 Serial Number=0006968141
De Anna i Ante [Go Back]  
 [00164]  Ἂν μὲν γὰρ ἴδῃς αὐτὴν καταφρονουμένην, ἀτιμαζομένην, ὑβριζομένην, παῤῥησίαν οὐκ ἔχουσαν πρὸς τὸν ἄνδρα, οὐδὲ πολλῆς ἀπολαύουσαν τῆς εὐνοίας, δυνήσῃ στοχάσασθαι, ὅτι διὰ τοῦτο ἐπεθύμει παιδίου, ἵνα παῤῥησίαν ἔχῃ καὶ ἐλευθερίαν πολλὴν, καὶ ποθεινοτέρα γένηται τῷ ἀνδρί.
000-00-00 Serial Number=0052440941
De Chananaea Ante [Go Back]  
 [00318]  Προσέχετε ἀκριβῶς, ἵνα μάθητε γυναικὸς ἀνδρείαν καὶ ∆εσπότου σοφίαν καὶ κηδεμονίαν, ἵνα μάθητε μέλλησιν κέρδος ἔχουσαν, ἵνα μάθητε παραίτησιν πλοῦτον παρεχομένην·
000-00-00 Serial Number=0190131426
De Lazaro Ante [Go Back]  
 [00454]  Μὴ ζωὴν ἔχεις, εἰπέ μοι, ἐνταῦθα δεῖξαι τέλος οὐκ ἔχουσαν, οὐδὲ πέρας ἐπισταμένην, οἵαπερ ἐστὶν ἡ τῶν δικαίων ἐκεῖ;
 [00507]  οὐδεὶς γὰρ αὐτοῦ διαφεύξεται τὴν ψῆφον, ἀλλὰ πάντες πάντως οἱ ἐν πλεονεξίαις καὶ ἁρπαγαῖς ζῶντες τὴν παρ' αὐτοῦ δίκην ἐπισπάσονται τὴν ἀθάνατον ἐκείνην καὶ τέλος οὐκ ἔχουσαν, καθάπερ οὖν καὶ ὁ πλούσιος ἐκεῖνος.
000-00-00 Serial Number=0642233312
De eleemosyna [1] Ante [Go Back]  
 [00068]  Ὥστε διὰ τοῦτο ἀποφυγὼν εἰς τὴν γῆν τῶν ἀλλοφύλων ὁ προφήτης εὗρε γυναῖκα χήραν, λείψανον τοῦ λιμοῦ, ὀλίγον ἄλευρον ἔχουσαν καὶ ὀλίγον [60.749] ἔλαιον, ἐν οἷς πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῆς ζωῆς καὶ τῶν τέκνων αὐτῆς εἶχε κρεμαμένην.
000-00-00 Serial Number=0627907634
De eleemosyna [3] Ante [Go Back]  
 [00067]  Ὥστε διὰ τοῦτο ἀποφυγὼν εἰς τὴν γῆν τῶν ἀλλοφύλων ὁ προφήτης εὗρε γυναῖκα χήραν, λείψανον τοῦ λιμοῦ, ὀλίγον ἄλευρον ἔχουσαν καὶ ὀλίγον [60.749] ἔλαιον, ἐν οἷς πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῆς ζωῆς καὶ τῶν τέκνων αὐτῆς εἶχε κρεμαμένην.
000-00-00 Serial Number=0832444727
De eleemosyna [4] Ante [Go Back]  
 [00024]  καὶ πάλιν ἄλλην χήραν τὴν ἐν τῷ Εὐαγγελίῳ μνημονευομένην, τὴν μηδὲν ἔχουσαν ἄλλο, εἰ μὴ δύο λεπτὰ μόνον, καὶ ταῦτα βαλοῦσα ἐν τῷ γαζοφυλακίῳ ἠγόρασε τὸν παράδεισον.
000-00-00 Serial Number=0171653271
De fato et providentia Ante [Go Back]  
 [00609]  Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τὴν μὲν ἡδονὴν, καὶ ὑγίειαν, καὶ πάντα ἔχουσαν τὰ ἀγαθὰ καὶ θεοφιλῆ φεύγειν τράπεζαν, ἑτέραν δὲ κατασκευάζειν μυρίων γέμουσαν συμφορῶν, ἀηδῆ τε καὶ λυπηρὰν, καὶ ἐπίνοσον, καὶ, τὸ πάντων χαλεπώτατον, παροξύνουσαν ἡμῶν τὸν Θεόν;
 [00639]  Ὅταν δὲ ἐκείνην τις παραθῇ, τὴν σώφρονα, καὶ σύμμετρον, καὶ οὐδεμίαν ἔχουσαν φλεγμονὴν, καὶ ἡδίστη καὶ προσηνὴς ᾖ πᾶσι τοῖς φίλοις, καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις·
000-00-00 Serial Number=0983068168
De futurae vitae deliciis Ante [Go Back]  
 [00112]  εἶδες ταπεινοφροσύνην ἔκπληξιν ἔχουσαν;
000-00-00 Serial Number=0999201894
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00281]  τὴν ἐγγὺς αὐτῆς κειμένην καὶ πολλὴν πρὸς αὐτὴν συγγένειαν ἔχουσαν, τὴν ἀκοὴν λέγω.
000-00-00 Serial Number=0787165463
De incomprehensibili dei natura Ante [Go Back]  
 [00102]  Οὐ γὰρ δέχεται λογισμὸς εἰδέναι πῶς οἷόν τε οὐσίαν εἶναι, μήτε παρ' ἑαυτῆς μήτε παρ' ἑτέρου τὸ εἶναι ἔχουσαν.
 [00561]  ἀλλὰ πίστεως ἡμῖν δεῖ μόνης, εἰ μέλλοιμεν πείθεσθαι ὅτι σῶμα θνητὸν καὶ ἀνέστη καὶ εἰς ζωὴν ἦλθεν ἀθάνατον, πέρας οὐδὲν οὐδὲ τέλος ἔχουσαν·
000-00-00 Serial Number=0351680517
De jejunio et eleemosyna Ante [Go Back]  
 [00074]  Μίμησαι ἐκείνην τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενοδόχησεν·
000-00-00 Serial Number=0560418069
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00857]  Οὐ γὰρ τὸ φύσιν ἔχειν ἐλάττωμα ἔχουσαν, ἔγκλημα, ἀλλὰ τὸ τοῖς ἐλαττώμασι δουλεύειν·
000-00-00 Serial Number=0164857268
De libello repudii Ante [Go Back]  
 [00144]  οὕτω καὶ ὁ ἀνὴρ, κἂν εἰς πάνδημον πόρνην, κἂν εἰς ἑτέραν γυναῖκα ἄνδρα οὐκ ἔχουσαν ἁμάρτοι, γυναῖκα ἔχων, μοιχείας τὸ πρᾶγμα νενόμισται.
 [00186]  Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν.
000-00-00 Serial Number=0847084105
De mutatione nominum Ante [Go Back]  
 [00070]  Ὥρα δὴ λοιπὸν τὴν ἡμετέραν ὑμῖν παραθεῖναι τράπεζαν τὴν εὐτελῆ ταύτην καὶ πτωχὴν, καὶ πενίας μὲν πολλῆς γέμουσαν, ἔχουσαν δὲ ὄψον ἄριστον, ὑμῶν τῶν ἀκροωμένων τὴν ἐπιθυμίαν.
 [00245]  ὥστε αὐτὴν (sic) ἀθρόᾳ μεταβολῇ καὶ μεταστάσει, καὶ τὸ καταλιπεῖν μὲν τὴν παρὰ Ἰουδαίοις τιμὴν καὶ τὸν ἀπόλεμον βίον, ἀνταλλάξασθαι δὲ τὴν τῶν ἀποστόλων ζωὴν, τὴν μυρίους ἔχουσαν θανάτους, μεγίστη γέγονεν ἀπόδειξις τοῦ μὴ δι' ἀνθρωπίνην τινὰ πρόφασιν μετατεθῆναι τὸν Παῦλον.
 [00338]  ηὕραμεν δὲ τὴν ἀρχὴν τοῦ διηγήματος οὕτως ἔχουσαν·
 [00508]  ∆ιὰ τοῦτό φησι, Γέλωτά μοι ἐποίησεν ὁ Θεὸς, ὅτι ἦν ἰδεῖν γυναῖκα γεγηρακυῖαν ἐν βαθυτάτῃ πολιᾷ τιθηνουμένην, ὑπομάζιον ἔχουσαν παιδίον.
000-00-00 Serial Number=0751270294
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00017]  Καί, εἰ δοκεῖ, ἐπ' αὐτὴν λοιπὸν ἔλθωμεν τοῦ θαύματος τὴν ἐξήγησιν ἔχουσαν τοῦ δικαίου τὴν σύλληψιν.
000-00-00 Serial Number=0873611629
De paenitentia [1] Ante [Go Back]  
 [00998]  Μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα.
 [01258]  σὺ δὲ ὁλόκληρον πόλιν τοσαύτας ἔχουσαν μυριάδας ἐξέδωκας τό γε σὸν μέρος·
 [01273]  Ἐλθὼν τοίνυν εἰς τὴν πόλιν ἀνέγνω τὴν ἀπόφασιν, καθάπερ ἐπιστολὴν βασιλικὴν κόλασιν ἔχουσαν, καὶ ἐβόα λέγων·
 [01297]  ὅταν γὰρ καὶ ἐν καμίνῳ βοηθῇ, καὶ ἐν λάκκῳ λεόντων φυλάττῃ, καὶ δαίμονας ἀπελαύνῃ, καὶ ἀπόφασιν ἀναλύῃ Θεοῦ, καὶ παθῶν μανίαν καταστέλλῃ, καὶ πρὸς ἐλευθερίαν ἡμᾶς ἐπανάγῃ, καὶ πολλὴν ἐν τοῖς λογισμοῖς ἡμῶν ποιῆται τὴν γαλήνην, πῶς οὐκ ἐσχάτης ἂν εἴη παρανοίας, τοσαῦτα ἔχουσαν ἐν ταῖς χερσὶν ἀγαθὰ φεύγειν καὶ δεδοικέναι;
000-00-00 Serial Number=0939387918
De paenitentia [2] Ante [Go Back]  
 [00124]  Οὐδέποτε εἶδες θάλασσαν πρὸς αἰγιαλὸν γαλήνην ἔχουσαν, καὶ ἐν τῷ βυθῷ κυμαινομένην;
000-00-00 Serial Number=0631158173
De paenitentia [3] Ante [Go Back]  
 [00034]  τὴν γὰρ ἔχουσαν αὐτὴν καρδίαν εἰς ὕψος μετάρσιον ἐπάρασα, τῇ πηγῇ τῶν δακρύων τὴν μὲν παλαιότητα τῶν ἁμαρτημάτων ἀποσμήχει, τὴν δὲ καινότητα τοῦ Πνεύματος ἐπενδύει.
000-00-00 Serial Number=0326050043
De paenitentia sermo 1 Ante [Go Back]  
 [00055]  τίς οὐ βρέχει δάκρυσι καὶ τὴν κλίνην καὶ τὸ στῆθος καὶ ὅλον τὸ σῶμα, ἐννοῶν τὴν τοσαύτην ζημίαν, καὶ μάλιστα μὴ ἔχουσαν παντελῶς παρηγορίαν ἢ παράκλησιν;
 [00177]  προσχῶμεν, ὁ τὸν θάνατον φονεύσας, καὶ τὸν κόσμον νικήσας, χαρὰν ἀπλήρωτον καὶ βασιλείαν μὴ ἔχουσαν τέλος ἐπαγγέλλεται ἡμῖν τοῖς ἀναξίοις.
 [00301]  εἴδετε ἀποτυχίαν μὴ ἔχουσαν παντελῶς παραμυθίαν;
000-00-00 Serial Number=0618266523
De paenitentia sermo 2 Ante [Go Back]  
 [00217]  ἀναπαύσασθε λοιπὸν εἰς τὰς αὐλὰς τοῦ παραδείσου, εἰς τὰς μονὰς τὰς φωτοειδεῖς, εἰς τρυφὴν καὶ χαρμονὴν τέλος οὐκ ἔχουσαν, εἰς σκηνώματα λαμπρὰ καὶ δεδοξασμένα.
000-00-00 Serial Number=0548440814
De perfecta caritate Ante [Go Back]  
 [00189]  Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα, καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ποιήσειν ἐξαίφνης νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ πάντας κατασκευάσειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης εἵλου τῆς ὑποθέσεως καὶ ποιῆσαι καὶ παθεῖν;
 [00197]  Πῶς γὰρ ἄν τις παραβάλοι τοῖς παροῦσι ζωὴν πέρας οὐκ ἔχουσαν;
000-00-00 Serial Number=0524946749
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00227]  εἶτα μητέρα ἀθλητὰς ἔχουσαν δύο παῖδας, προσελθεῖν μετὰ τῶν παίδων αὐτῆς τῷ ἀγωνοθέτῃ, καὶ λέγειν·
000-00-00 Serial Number=0731842518
De proditione Judae Ante [Go Back]  
 [00332]  καὶ καθάπερ ἡ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλέον ἐπιτείνει τὴν ἀῤῥωστίαν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς γαστρός·
 [00707]  Καθάπερ γὰρ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλεῖον ἐπιτείνει τὴν νόσον·
000-00-00 Serial Number=0389414489
De prophetiarum obscuritate Ante [Go Back]  
 [00125]  Εἶπον, ὅτι εἰ ἤκουσαν οἱ Ἰουδαῖοι τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι κακὰ, καὶ ὅτι τὰ Ἱεροσόλυμα ἁλώσεται διὰ τὸν Χριστὸν τὴν ἅλωσιν ταύτην τὴν ἀθάνατον, καὶ οὐκ ἔχουσαν μεταβολὴν, εἰ ἤκουσαν φανερῶς παρὰ τῶν προφητῶν ταῦτα, εὐθέως ἂν τοὺς ταῦτα λέγοντας ἀπέκτειναν.
 [00695]  Μὴ γὰρ τὴν ἁλουργίδα ἴδῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ, ἀλλ' αὐτὴν τὴν φύσιν ἐρεύνησον, καὶ οὐδὲν ὄψει πλέον ἔχουσαν τῶν πολλῶν·
 [00706]  Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν, ἐννόησον ὅτι γῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐκκαῖον, καὶ παύσεται λυττῶσα ἡ ψυχή·
 [00808]  Εἶδες κακηγορίαν στέφανον ἔχουσαν καὶ ἐγκώμιον καὶ δικαιοσύνην;
000-00-00 Serial Number=0519420743
De resurrectione mortuorum Ante [Go Back]  
 [00026]  Οὐ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα ἕστηκε πράγματα, ἀλλὰ πρὸς ἑτέραν ζωὴν ἐπειγόμεθα πολλῷ μακροτέραν, μᾶλλον δὲ πέρας οὐκ ἔχουσαν·
000-00-00 Serial Number=0008735478
De sacerdotio Ante [Go Back]  
 [01509]  Καταλεγέτω δὲ καὶ τὰς τοῦ πολέμου συμφοράς, τῶν ἀκοντίων τὸ νέφος, τῶν βελῶν τὰς νιφάδας, τὴν πολλὴν ἀχλὺν ἐκείνην καὶ τὴν ἀορασίαν, τὴν ζοφωδεστάτην νύκτα ἣν τὸ τῶν τοξευμάτων συνίστησι πλῆθος, ἀποστρέφον τῇ πυκνότητι τὰς ἀκτῖνας, τὴν κόνιν οὐχ ἧττον τοῦ σκότους τοὺς ὀφθαλμοὺς ἀμαυροῦσαν, τοὺς τῶν αἱμάτων χειμάρρους, τῶν πιπτόντων τὰς οἰμωγάς, τῶν ἑστώτων τοὺς ἀλαλαγμούς, τῶν κειμένων τοὺς σωρούς, τροχοὺς αἵματι βαπτιζομένους, ἵππους αὐτοῖς ἀναβάταις πρηνεῖς φερομένους ἀπὸ τοῦ πλήθους τῶν κειμένων νεκρῶν, τὴν γῆν φύρδην ἅπαντα ἔχουσαν, αἷμα καὶ τόξα καὶ βέλη, ἵππων ὁπλὰς καὶ ἀνθρώπων κεφαλὰς ὁμοῦ κειμένας καὶ βραχίονας καὶ τράχηλον καὶ κνημῖδα καὶ στῆθος διακοπέν, ἐγκεφάλους ξίφεσι προσπεπλασμένους, ἀκίδα βέλους ἐκκεκλασμένην καὶ ὀφθαλμὸν ἔχουσαν ἐμπεπερονημένον.
000-00-00 Serial Number=0340290785
De sancta trinitate Ante [Go Back]  
 [00012]  Ἡμεῖς δὲ οὐ κτίσματι προσκυνοῦμεν, ἀλλὰ Τριάδα ἄκτιστον, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ ὁμοούσιον, μηδὲν ἐπείσακτον ἔχουσαν, ἢ δοῦλον, ἢ ἐκ προκοπῆς εἰς τὸ εἶναι ἐπανελθὸν, ὡς πρότερον μὲν οὐκ ὂν, ὕστερον δὲ ἐπιγενόμενον.
000-00-00 Serial Number=0634626329
De studio praesentium Ante [Go Back]  
 [00008]  ∆ιὸ καὶ τοὺς ἀπολιμπανομένους οὐ παύομαι ταλανίζων, καὶ τοὺς παραγενομένους μακαρίζων, ὅτι δὴ Θησαυρὸν συλλέγετε ἀνάλωτον καὶ πλοῦτον ἀδαπάνητον καὶ περιουσίαν φθόνον οὐκ ἔχουσαν, καὶ πολλῆς ἐμπλησθέντες τῆς εὐφροσύνης οἴκαδε ἀναχωρεῖτε.
000-00-00 Serial Number=0822115302
De virginitate Ante [Go Back]  
 [00700]  Οὐδὲ γὰρ ἂν εἰ μὴ σφόδρα ἠθέλησε καθάψασθαι τῆς τῶν φιληδόνων ψυχῆς, τὴν τῆς ἀκρασίας ἔθηκε λέξιν, ἐμφατικωτέραν οὖσαν καὶ πολὺν ἔχουσαν τὸν ψόγον.
 [00863]  Οὕτω καὶ χήραν ἐνταῦθα μὲν τὴν ἁπλῶς οὐκ ἔχουσαν ἄνδρα φησίν, οὔπω δὲ καὶ τῇ τῆς οἰκείας προαιρέσεως ψήφῳ προσδεδεμένην ἀλλ' ἐλευθέραν οὖσαν καὶ τοῦτο ἑλέσθαι κἀκεῖνο·
 [01466]  ἐν δὲ τῷ γάμῳ κἂν τῶν σφόδρα πλουτούντων καὶ μεγάλα δυναμένων ἔχῃ τις ἄνδρα, ἀλλ' ὅμως δύναιτ' ἂν ἑτέραν εὑρεῖν πολλῷ μείζονα ἔχουσαν.
000-00-00 Serial Number=0235661566
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00192]  Ἥδεται γὰρ ὁ φιλῶν ὁρῶν τὸν φιλούμενον καὶ διαχεῖται, συμπλέκεται αὐτῷ συμπλοκήν τινα κατὰ τὴν ψυχὴν ἄῤῥητον ἔχουσαν τὴν ἡδονήν.
 [00787]  ἦλθε πρὸς αὐτοὺς ὁ προφήτης, ἀνέγνω τὴν ἀπόφασιν καθάπερ ἐπιστολὴν βασιλικὴν, κόλασιν ἔχουσαν, καὶ ἐβόα λέγων·
 [02834]  ἂν δὲ τοῦτο μὲν μὴ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν, οὕτως ἀσφάλισον σεαυτὸν, ὡς μέλλων ἅπασι φέρειν αὐτῆς τὴν πονηρίαν.
 [02856]  Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμποντα ἔχουσαν ὀφθαλμὸν, φαιδρὸν στίλβουσαν ἀπὸ τῆς ὄψεως, ἀμήχανόν τινα ὥραν ἐπὶ τῆς ὄψεως φέρουσαν, φλέγουσάν σου τὸν λογισμὸν, καὶ τὴν ἐπιθυμίαν αὔξουσαν·
 [03117]  Εἰ δέ γε βούλει φιλοτιμίαν ἐπὶ γάμου ἐπιδείξασθαι κέρδος ἔχουσαν, κάλεσον χοροὺς πενήτων.
 [04886]  Ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἔλαχον, ἵνα με μυλωθρίδα καὶ ἀρτοποιὸν ποιήσῃς, τὴν πλοῦτον ἔχουσαν τοσοῦτον;
 [05491]  Καὶ γὰρ γῆν ἔστιν ἰδεῖν, ἀλλ' οὐδὲν γῆς ἔχουσαν·
 [05546]  σὺ δὲ ὁλόκληρον πόλιν, τοσαύτας ἔχουσαν μυριάδας, ἐκδέδωκας, τό γε σὸν μέρος·
 [06145]  κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν·
 [06439]  Εἰ οὖν καὶ ἐνταῦθα καὶ ἐκεῖ πόνος, διὰ τί μὴ ταύτην εἵλου τὴν πολὺ κέρδος ἔχουσαν;
 [07792]  ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων αὐτῆς, καὶ αὐτὸς εἱστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν·
 [07878]  Καὶ γὰρ τὰ παιδία τὰ μικρὰ προσωπεῖα μὲν δέδοικε, πῦρ δὲ οὐ δέδοικεν, ἀλλ' ἐὰν βασταζόμενα τύχῃ παρὰ λυχνίαν λύχνον ἔχουσαν, ἀπερισκέπτως τὴν χεῖρα ἐπαφίησι τῇ λυχνίᾳ καὶ τῇ φλογί·
 [08598]  Ταῦτα οὖν ἄνωθεν προορῶν ὁ [63.830] προφήτης, οὐχὶ τὰς ὠδῖνας λέγει καὶ τὸν θαυμαστὸν τόκον μόνον, ἀλλὰ καὶ τὴν ἐν πρώτῃ ἡλικίᾳ τροφὴν, τὴν ἐν αὐτοῖς τοῖς σπαργάνοις, οὐδὲν τῶν λοιπῶν ἐξαλλάττουσαν ἀνθρώπων, οὐδέ τι ξένον κατὰ τοῦτο ἔχουσαν.
 [09999]  Ἐννόησον γὰρ ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
 [09999]  Ἐννόησον ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
 [09999]  Οὕτως ἄνθρωπος πράττων, καὶ οὕτως ἔχων τὸν Θεὸν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐν φρονήσει, τὴν ἡτοιμασμένην κληρονομήσει τοῖς ἁγίοις βασιλείαν ἀπὸ καταβολῆς κόσμου, τὴν μηδέποτε τέλος ἔχουσαν·
000-00-00 Serial Number=0504483223
Epistula ad Cyriacum Ante [Go Back]  
 [00682]  Ἀλλ' ὅμως ἐν τοσούτοις δικτύοις ὢν καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον καὶ διὰ πάντων αὐτὸν καταξέον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν χρωμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην.
 [00708]  Καὶ τίνος ἕνεκεν οὐ λέγεις τὴν πόρνην, τὴν μοιχαλίδα, τοὺς ἀδελφοὺς τοὺς ἀδελφοκτόνους, τὸν φθόνον, τὸν φόνον, τὴν πρᾶσιν, τὴν μανίαν τῆς δεσποίνης, τὴν ἔφοδον, τὴν ἀκολασίαν, τὰ δίκτυα, τὰ μηχανήματα, τὴν συκοφαντίαν, τὴν ἄδικον κρίσιν, τὸν διεφθαρμένον δικαστήν, τὴν παράνομον ἀπόφασιν, τὴν καταδίκην, τὴν οὐκ ἔχουσαν λόγον;
000-00-00 Serial Number=0857136905
Epistulae Ante [Go Back]  
 [00568]  Εἰς γὰρ ἀκύμαντον κατέπλευσε λιμένα, καὶ πρὸς ζωὴν ἦλθε μηκέτι πέρας ἔχουσαν, καὶ τῶν κατὰ τὸν παρόντα βίον κυμάτων ἀπαλλαγεῖσα, ἕστηκεν ἐπὶ τῆς πέτρας, ὅσα συνήγαγεν ἀγαθὰ, ὥσπερ ἐν ἀσύλῳ λοιπὸν ἔχουσα θησαυρῷ.
 [01526]  Εἰς γὰρ ἀκύμαντον κατέπλευσε λιμένα, καὶ πρὸς ζωὴν ἦλθε μηκέτι πέρας ἔχουσαν, καὶ τῶν κατὰ τὸν παρόντα βίον κυμάτων ἀπαλλαγεῖσα, ἕστηκεν ἐπὶ τῆς πέτρας, ὅσα συνήγαγεν ἀγαθὰ, ὥσπερ ἐν ἀσύλῳ λοιπὸν ἔχουσα θησαυρῷ.
 [02842]  Πόῤῥω μέν σου καθήμεθα τῇ παρουσίᾳ τοῦ σώματος, ἐγγὺς δὲ τῇ διαθέσει τῆς ψυχῆς, καὶ σύνεσμέν σοι, καὶ συμπεπλέγμεθα καθ' ἑκάστην ἡμέραν, τὸν θερμόν σου περὶ ἡμᾶς ἔρωτα, τὴν φιλοξενίαν, τὴν φιλοφροσύνην, τὴν τοσαύτην θεραπείαν καὶ σπουδὴν, ἣν διὰ πάντων ἐπεδείξω, καθ' ἑαυτοὺς ἀναλογιζόμενοι, καὶ ἐντρυφῶντες τῇ μνήμῃ τῆς εὐγενείας τῆς σῆς, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εἰλικρινῆ διάθεσιν, καὶ δόλον οὐκ ἔχουσαν.
000-00-00 Serial Number=0259319901
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00319]  Ὅταν ἀκούσῃς διηγουμένου τινὸς τὴν πανωλεθρίαν ταύτην, ἀποπήδα ταχέως ἀπὸ τῶν λογισμῶν τούτων καὶ τρέχε ἐπὶ τὴν ἔννοιαν τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς καὶ ἀναλογίζου παρὰ σαυτῇ τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον, τοὺς ποτα μοὺς τοῦ πυρὸς τοὺς πρὸ τοῦ βήματος ἐκείνου συρομένους καὶ σφοδροτάτῃ καχλάζοντας τῇ φλογί, τὰς ἠκονημένας ῥομφαίας, τὰς ἀποτόμους τιμωρίας, τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος, τὸν ζόφον τὸν ἀφεγγῆ, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων καὶ τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον, τὸ θέατρον τῆς οἰκουμένης, μᾶλλον δὲ τὸ θέατρον ἑκατέρας τῆς κτίσεως, τῆς ἄνω, τῆς κάτω.
 [00644]  Παρεκάλει δὲ καὶ εἰς τὴν οἰκίαν αὐτῆς κάστελλον ἔχουσαν καὶ ἀχείρωτον οὖσαν καταφυγεῖν ὥστε τοῦ ἐπισκόπου καὶ τῶν μοναζόντων ἐκφυγεῖν τὰς χεῖρας.
 [01038]  Οὐ γὰρ αὐτὸς αὐτῆς ἥψατο, ἀλλ' ὑπ' ἐκείνης κατείχετο μόνος ὑπὸ μόνης ἀπειλημμένος, τοσούτοις ἤδη κακοῖς κατειργασμένος καὶ τοσαύταις τεταριχευμένος ἐπιβουλαῖς καὶ ἀνέσεως ἐπιθυμῶν καὶ ἀδείας, ἀλλ' ὅμως ἐν τοσούτοις δικτύοις ὢν καὶ ποικίλον θηρίον ὁρῶν αὐτῷ προσβάλλον καὶ διὰ πάντων αὐτὸν κατατοξεῦον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν ἐπιτριμμάτων, διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τῶν ῥημάτων, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ τῆς ἐρημίας, διὰ τῆς μονώσεως, διὰ τοῦ λανθάνειν, διὰ τοῦ πλούτου, διὰ τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν, τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην.
 [01072]  Καὶ τίνος ἕνεκεν οὐ λέγεις τὴν πόρνην, τὴν μοιχαλίδα, τοὺς ἀδελφοκτόνους, τὸν φθόνον, τὸν φόνον, τὴν πρᾶσιν, τὴν μανίαν τῆς δεσποίνης, τὴν ἔφοδον, τὴν ἀκολασίαν, τὰ δίκτυα, τὰ μηχανήματα, τὴν συκοφαντίαν, τὴν ἄδικον κρίσιν, τὸν διεφθαρμένον δικαστήν, τὴν παράνομον ἀπόφασιν, τὴν καταδίκην τὴν οὐκ ἔχουσαν λόγον;
 [01170]  Τὸ γὰρ μὴ μόνον φέρειν γενναίως τὰ δυσχερῆ, ἀλλὰ μηδὲ παρόντων αὐτῶν αἰσθάνεσθαι, ἀλλ' ὑπερορᾶν καὶ μετὰ πολλῆς τῆς ἀπραγμοσύνης τὸν τῆς ὑπομονῆς ἀναδήσασθαι στέφανον, οὐ κάμνουσαν, οὐδὲ ἱδροῦσαν, οὐδὲ πράγματα ἔχουσαν, οὐδὲ ἑτέροις παρέχουσαν, ἀλλ' ὥσπερ σκιρτῶσαν καὶ χορεύουσαν, τοῦτο τῆς ἀκριβεστάτης φιλοσοφίας ἐστὶν ἀπόδειξις.
000-00-00 Serial Number=0859838784
Expositiones in Psalmos Ante [Go Back]  
 [00017]  Οὐ γὰρ ἑαυτὸν ἐπᾶραι βουλόμενος ταῦτά φησιν, ἀλλὰ διδασκαλίαν τινα καὶ παραίνεσιν κοινὴν πολὺ κέρδος ἔχουσαν εἰσάγων.
 [00456]  Ποιώμεθα τοίνυν τὴν ἰατρείαν ταύτην, οὐδεμίαν δυσκολίαν ἔχουσαν.
 [02389]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐξὸν ἀπὸ τῶν τοῦ Θεοῦ προσταγμάτων καὶ συλλαβεῖν καὶ τεκεῖν, μὴ βούλεσθαι, ἀλλὰ τὰς τῶν πονηρῶν συνουσίας διώκειν, ταὐτὸν ποιοῦντας, ὥσπερ ἂν γυναῖκα, ἔχουσαν ἐξουσίαν βασιλεῖ συναφθῆναι, μὴ ἀνέχεσθαι, ἀλλ' ἀντ' ἐκείνου λῃστὴν καὶ τοιχωρύχον αἱρεῖσθαι λαβεῖν σύνοικον;
000-00-00 Serial Number=0074578524
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02572]  Τὸ δὲ, Εἰς φωνὴν διατομῆς αὐτῆς, τουτέστι μὴ ἔχουσαν καρπὸν ἀπερίτμητον, ἵνα εἴπῃ ἀκάθαρτον.
 [04668]  Οὗτοι ψευδοπροφῆται ἦσαν, καὶ τοῦ Ἱερεμίου μετὰ τὸν θάνατον τοῦ Ἀνανία γράψαντος ἐπιστολὴν ἔχουσαν τὴν δύναμιν, ἣν προεῖπεν πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ, τὰ ἐναντία προεφήτευον.
000-00-00 Serial Number=0068970144
Fragmenta in Job Ante [Go Back]  
 [00562]  καὶ τρυφὴν μόνην] τῆς περὶ σὲ θεραπείας, ὑπόθεσιν ἔχουσαν·
 [00815]  Εἶτα μετὰ τὴν ἐπίπληξιν, καὶ συμβουλὴν εἰσάγει πάλιν, ἀρκοῦσαν αὐτὴν παραμυθήσασθαι, καὶ πολὺ τὸ εὔλογον ἔχουσαν, λέγων·
 [01961]  καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν, μεγάλης τέχνης ἦν, οὐκ ἔχουσαν θεμέλιον, οὔτε κρηπῖδα, οὔτε ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι, καὶ πῆξαι βεβαίως οὕτως, ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι.
000-00-00 Serial Number=0107462764
Fragmenta in Proverbia Ante [Go Back]  
 [01842]  [97] β.] Ὅταν γὰρ συνετὴ ἡ διάλεξις ᾖ, πολλὴν αὐτὴν ἀνάγκη γενέσθαι καὶ μακρὰν, ἅτε κόρον οὐκ ἔχουσαν.
000-00-00 Serial Number=0114482462
Homilia de capto Eutropio Ante [Go Back]  
 [00915]  ἄμορφον εἶδεν (οὐ γὰρ ἂν αὐτὴν εἴποιμι εὔμορφον), καὶ ἠράσθη, καὶ ποιεῖ αὐτὴν νέαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα.
000-00-00 Serial Number=0163430691
In Acta apostolorum Ante [Go Back]  
 [02826]  Καὶ μαρτυρίαν εὗρεν ἀμφότερα ἔχουσαν, ὥσπερ ἐκεῖ εἶπεν·
 [08977]  ἂν ἴδῃς ἱκανῶς ἔχουσαν, ἐξάγαγε, τύπωσον πρὸς ὅπερ ἂν θέλῃς.
 [09122]  τροφὴν ζητῶμεν ἡδονὴν ἔχουσαν, μὴ τρυφὴν ἀηδίας γέμουσαν·
 [09999]  Ὅρα βραχεῖαν ἐπιστολὴν οὐδὲν πλέον ἔχουσαν, οὐδὲ κατασκευὰς οὐδὲ συλλογισμοὺς, ἀλλ' ἐπίταγμα·
 [09999]  Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη.
 [09999]  Ὅρα καὶ τὴν ἐπιστολὴν ἀπολογίαν ἔχουσαν μὲν ὑπὲρ αὐτοῦ (Οὐδὲν γὰρ, φησὶν, εὗρον ἄξιον θανάτου ἔγκλημα ἔχοντα), κατηγορίαν δὲ κατ' ἐκείνων ἢ κατὰ τούτου·
000-00-00 Serial Number=0494064033
In Genesim sermones Ante [Go Back]  
 [01226]  Οὐ γὰρ χρυσοῦν ὄροφον ζητεῖ, οὐδὲ ἀστραπὰς κιόνων, οὐδὲ κάλλη μαρμάρων, ἀλλὰ ψυχῆς ὥραν, καὶ διανοίας εὐμορφίαν, καὶ τράπεζαν δικαιοσύνης γέμουσαν καὶ ἐλεημοσύνης καρποὺς ἔχουσαν.
 [01344]  Οὐ γὰρ χρυσοῦν ὄροφον ζητεῖ, οὐδὲ ἀστραπὰς κιόνων, οὐδὲ κάλλη μαρμάρων, ἀλλὰ ψυχῆς ὥραν, καὶ διανοίας εὐμορφίαν, καὶ τράπεζαν δικαιοσύνης γέμουσαν, καὶ ἐλεημοσύνης καρποὺς ἔχουσαν.
 [01436]  καὶ γὰρ καὶ σὺ θάλατταν πλέεις μεγάλην καὶ εὐρύχωρον, τὸ μῆκος τοῦ παρόντος βίου, θάλατταν θηρία ἔχουσαν καὶ πειρατὰς, θάλατταν σκοπέλους ἔχουσαν καὶ σπιλάδας, θάλατταν ὑπὸ κυμάτων ταραττομένην πολλῶν καὶ χειμώνων·
 [01473]  ἐπειδὰν εἰς τὴν πόλιν ἐλθόντες, εἰς ἣν ἐστέλλοντο, ἴδωσι καὶ ἑτέρων ἀγωγίμων ἔχουσαν ἀφθονίαν, πολλῷ πλείονα τῆς παρεσκευασμένης ποιοῦνται τὴν ἐμπορίαν.
000-00-00 Serial Number=0007229924
In Isaiam Ante [Go Back]  
 [02460]  Ταῦτα οὖν ἄνωθεν προορῶν ὁ προφήτης οὐχὶ τὰς ὠδῖνας λέγει καὶ τὸν θαυμαστὸν τόκον μόνον, ἀλλὰ καὶ τὴν ἐν πρώτῃ ἡλικίᾳ τροφήν, τὴν ἐν αὐτοῖς τοῖς σπαργάνοις, οὐδὲν τῶν λοιπῶν ἐξαλλάττουσαν ἀνθρώπων, οὐδέ τι ξένον κατὰ τοῦτο ἔχουσαν.
000-00-00 Serial Number=0140034497
In Joannem Ante [Go Back]  
 [00018]  ἀλλ' εἰσέρχεται στολὴν ἔχων ἀμήχανον ἔχουσαν κάλλος.
 [00034]  Καθάπερ γάρ τινα λύραν εὐάρμοστον καὶ λιθοκόλλητον χρυσοῦς ἔχουσαν φθόγγους, οὕτω τὴν αὑτοῦ παρασκευάσας ψυχὴν, ἔδωκε δι' αὐτῆς μέγα τι καὶ ὑψηλὸν ἐνηχῆσαι τῷ Πνεύματι.
 [01323]  οὕτως οἱ τὰ ἐναντία τετολμηκότες, εἰς αἰώνιον κόλασιν καὶ πέρας οὐδέποτε ἔχουσαν.
 [02649]  Εἰ δέ που καὶ τοὺς φθονουμένους παραβλάψειε, μικρὰν καὶ οὐδενὸς ἀξίαν βλάβην, καὶ μεῖζον τῆς ζημίας τὸ κέρδος ἔχουσαν.
000-00-00 Serial Number=0162214041
In Joannem theologum Ante [Go Back]  
 [00137]  καὶ οὕτω τὸν δρόμον τελέσαντες ἐξεδήμησαν πρὸς τὴν οὐκ ἔχουσαν τέλος ζωὴν, πρὸς τὸν [59.614] ἑαυτῶν διδάσκαλον καὶ Κύριον Ἰησοῦν Χριστόν·
000-00-00 Serial Number=0521395624
In Psalmos 101-107 Ante [Go Back]  
 [01507]  τὰ δὲ ἔθνη διὰ τῶν ἁγίων ὡδήγησεν ἀποστόλων, καὶ τὴν ἄνω πόλιν ὑπέδειξε Τὴν τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
000-00-00 Serial Number=0104190230
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00029]  ἁμαρτίαν ἐπιοῦσαν καὶ σφαττομένην, με τάνοιαν παρεστῶσαν καὶ συμμαχοῦσαν Θεῷ, φιλανθρω πίαν ἄνωθεν λάμπουσαν, φιλοσοφίαν παρέχουσαν, καὶ πολλὰς ἔχουσαν δακρύων πηγὰς ἐξ ὁμολογήσεως.
 [00327]  Εὑρήσει με ἔγκυον, καὶ φονεύσει ἔνδον ἔχουσαν τὸν ἔλεγ χον τῆς ἁμαρτίας.
 [00414]  Ὁρᾶς τὴν πενίαν φιλοστοργίας ὑπόθεσιν ἔχουσαν;
000-00-00 Serial Number=0562288344
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00468]  Καὶ ὅταν ἀναλογίσῃ, κρέμασόν σου τὸν λογισμὸν, ξέσον αὐτὸν, ἄνοιγε αὐτὸν τῷ φόβῳ τῆς γεέννης, ἐπάγαγε αὐτῷ τομὴν οὐκ ἔχουσαν ὀδύνην, δικαστήριον ποίησον σεαυτῷ φοβε ρὸν, κουφότερον ποίησον τὸν λογισμὸν, ἵνα καὶ τῇ ἑξῆς ἡμέρᾳ ὀκνηρότερος γένῃ περὶ τὸ πράττειν τὰ ἁμαρτή ματα.
000-00-00 Serial Number=0006048203
In Zacchaeum publicanum Ante [Go Back]  
 [00033]  Ὢ ἔρωτος θείου, ὢ ἐπιθυμίας ἀγαθῆς! ὢ ἔρωτος χρυσοπτέρου, μᾶλλον δὲ Χριστοῦ, τοῦ τὴν ἔχουσαν αὑτὸν ψυχὴν εἰς οὐρανοὺς ἀναφέροντος! Ἤδη ὁ θεῖος ἔρως, ὁ ἄρας αὐτὸν ἀπὸ τῆς γῆς, δενδροβάτην παρεσκεύασεν·
000-00-00 Serial Number=0908106029
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00029]  οὕτω καὶ ὁ ∆εσπότης ἡμῶν Χριστὸς ἀγαπήσας τὴν φύσιν τὴν ἡμετέραν, καὶ θεασάμενος εἰς βυθὸν κακίας κατενεχθεῖσαν, καὶ οὐδεμίαν ἐλπίδα σωτηρίας ἔχουσαν, καὶ πολλῆς δεομένην τῆς συγκαταβάσεως, κατηξίωσε τὸ σῶμα τὸ ἡμέτερον ἀναλαβεῖν.
000-00-00 Serial Number=0439420342
In catenas sancti Petri Ante [Go Back]  
 [00084]  Καὶ ἵνα μήτι ἄτοπον κατὰ διάνοιαν αὐτὸν ὑποδράμῃ, ὡς καὶ αὐτοῦ τοῦ σατανᾶ ἔσθ' ὅτε εἰς ἄγγελον μετασχηματιζομένου φωτὸς, ὑποκλέπτην τε τὴν αἴσθησιν ἐν τῷ φαινομένῳ προσχήματι, ἅμα τῷ λόγῳ ἐξέπεσον αἱ ἁλύσεις αὐτοῦ ἀπὸ τῶν χειρῶν ὡς πιστωθῆναι τοὺς λόγους τῷ πράγματι, καὶ μὴ δύναμιν ἀποστατικὴν ἢ φαντασίαν ἀνύπαρκτον ἡγήσασθαι τὸ φανὲν, ἀλλ' ἄγγελον ἀληθῆ καὶ ὄψιν ὑπαρκτικὴν τὸ ἀψευδὲς αὐτόπιστον ἔχουσαν.
000-00-00 Serial Number=0320514023
In decollationem sancti Joannis Ante [Go Back]  
 [00101]  κλίνην οὐ κενὴν ἱματίων, ἀλλ' ἔχουσαν πρέποντα τῷ προφήτῃ τὰ στρώματα·
000-00-00 Serial Number=0689623117
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01048]  Ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων τῶν αὐτῆς, μετὰ τοῦ στρατοπέδου παντὸς, καὶ αὐτὸς εἰστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν, καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν.
 [04567]  τοῦτο γὰρ οὐχὶ τὸ πάθος ἐστὶν ἀνελεῖν, ἀλλὰ τὸ τραῦμα ἔχουσαν ἀποπέμψαι τὴν ψυχήν.
 [07615]  Εἶδες γλῶτταν καὶ γλῶτταν, τὴν μὲν φάρμακα φέρουσαν σωτήρια, τὴν δὲ δηλητήριον ἔχουσαν, καὶ τραπεζοποιὸν γινομένην ἑστιάσεως διαβολικῆς;
000-00-00 Serial Number=0232625425
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00412]  Οὕτω καὶ νῦν ἂν περὶ τρυφῆς διαλέγῃ, μᾶλλον κόπτεις τὴν ψυχὴν οὐκ ἔχουσαν ἴσως τρυφᾷν·
000-00-00 Serial Number=0590129733
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00205]  μᾶλλον δὲ καὶ αὐτὴ λύπην ἔχει, ἀλλὰ λύπην οὐκ ἀνόνητον, ἀλλὰ κέρδος καὶ ὠφέλειαν ἔχουσαν.
000-00-00 Serial Number=0745583117
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01599]  κἂν ἔρηταί τις τῆς ἀναχωρήσεως τὴν αἰτίαν, εὑρίσκει πρόφασιν συγγνώμην οὐκ ἔχουσαν.
 [08130]  τήν τε ἐξυρημένην καὶ τὴν γυμνὴν ἔχουσαν κεφαλὴν, τὸ αὐτὸ πάλιν·
 [08401]  Εἶτα ἵνα μὴ δόξῃ διὰ τοὺς πένητας ταῦτα λέγειν μόνον, οὐκ εὐθέως εἰς τὸν περὶ τῶν τραπεζῶν ἐμβάλλει λόγον, ὥστε μὴ εὐκαταφρόνητον ταύτῃ ποιῆσαι τὴν ἐπιτίμησιν ἐκείνοις, ἀλλὰ ζητεῖ λέξιν πληκτικωτάτην καὶ πολὺν ἔχουσαν τὸν φόβον·
 [08874]  Εἶτα μετὰ τὴν ἐπίπληξιν καὶ συμβουλὴν εἰσάγει πάλιν ἀρκοῦσαν αὐτὴν παραμυθήσασθαι καὶ πολὺ τὸ εὔλογον ἔχουσαν, λέγων·
 [09210]  τὴν δὲ αἰσχρὰν καὶ δυσειδῆ καὶ τὸ σῶμα ἀνάπηρον, καλὰ ἱμάτια ἔχουσαν θεασάμενος, γυναῖκα ἀγάγοιτο.
000-00-00 Serial Number=0032824039
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00478]  Γάννυται ὁρῶν αὐτὸν καὶ διαχεῖται, συμπλέκεται συμπλοκὴν αὐτῷ τινα κατὰ τὴν ψυχὴν ἄῤῥητον ἔχουσαν τὴν ἡδονήν·
 [01777]  τῶν γὰρ χρυσίων πολλῷ θαυμασιωτέραν τὴν ἔχουσαν ἡ σεμνότης ποιεῖ.
 [02209]  οὕτω δὴ ἐκεῖ γῆν ἔστιν ἰδεῖν, ἀλλ' οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ πάντα τέφραν·
000-00-00 Serial Number=0597798049
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00540]  Τὴν ταπεινοφροσύνην πολὺ μὲν ἔχουσαν κέρδος ὁρῶμεν, οὐδαμοῦ δὲ ταχέως εὑρισκομένην, ἀλλὰ ταπεινοῤῥημοσύνην μὲν πολλὴν, καὶ πέρα τοῦ δέοντος, ταπεινοφροσύνην δὲ οὐδαμοῦ.
 [00953]  Τὴν δὲ οὐ τοιαύτην οὐκ ἂν εὕροιμεν πολλὰ τὰ κωλύματα ἔχουσαν.
 [01930]  Οὕτω γὰρ δεῖ ἐκ τῆς πατρικῆς οἰκίας ἐξιέναι πρὸς γάμον, καθάπερ ἀθλητὴν ἐκ παλαίστρας, πᾶσαν δι' ἀκριβείας ἔχουσαν τὴν ἐπιστήμην, καθάπερ ζύμην ὀφείλουσαν τὸ ὅλον φύραμα εἰς τὸ ἑαυτῆς μεταστῆσαι κάλλος.
 [02866]  Εἶτα παραμυθεῖται αὐτὴν, ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτό ἐστι χήραν μάλιστα εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὖσα τύχῃ·
 [03014]  μὴ σπαταλῶμεν ἐνταῦθα, ἵνα ἐκεῖ σπαταλήσωμεν τὴν ὄντως σπατάλην, τὴν ὄντως τρυφὴν, τὴν οὐδὲν τίκτουσαν κακὸν, τὴν μυρία ἀγαθὰ ἔχουσαν·
000-00-00 Serial Number=0560285687
In epistulam ad Colossenses Ante [Go Back]  
 [02264]  Κἂν θελήσῃς αὐτῶν μίαν ἐπιθυμίαν ἀναπλάσαι, οὐδὲν οὔτε σκύλλα οὔτε χίμαιρα οὔτε ἱπποκένταυρος φανήσονται πρὸς τὴν τερατωδίαν ἐκείνην, ἀλλ' εὑρήσεις πάντα ὁμοῦ ἔχουσαν τὰ θηρία.
 [03231]  Παρακαλοῦμέν σε φυλάξαι τὴν ψυχὴν ἡμῶν ἁγίαν, καθαρὰν συνείδησιν ἔχουσαν, τέλος ἄξιον τῆς φιλανθρωπίας σου.
 [03965]  ἀλλ' εἴ τις ἀπὸ τοῦ θεάτρου καὶ τῆς σκηνῆς ἀποσπάσας τινὰ τῶν ἀκολάστων ἐκκαιόμενον καὶ βακχευόμενον τῷ τῶν σωμάτων ἔρωτι, ἐδείκνυ κόρην παρθένον ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τά τε ἄλλα νικῶσαν τὰς ὁμήλικας, καὶ τῇ ὄψει ὑπὲρ τὰ λοιπὰ μέλη, ὀφθαλμὸν ἔχουσαν ἁπαλὸν καὶ μαλακὸν ἐγκαθήμενον ἠρέμα, περιστρεφόμενον ἠρέμα, ὑγρὸν, ἥμερον, γαληνὸν μειδιῶντα, καὶ πολλῇ μὲν περιεσταλμένον τῇ αἰδοῖ, πολλῇ δὲ τῇ χάριτι, βλεφαρίσι κυαναῖς κάτωθεν καὶ ἄνωθεν ἐστεφανωμένην, τὴν κόρην ἔμψυχον, ὡς εἰπεῖν, ἔχουσαν, λάμπον τὸ μέτωπον, κάτωθεν πάλιν τὴν παρειὰν εἰς ἀκριβῆ ἐρυθρότητα ἀφικνουμένην, μαρμάρου δίκην λείαν ὑποκειμένην, ὁμαλήν·
000-00-00 Serial Number=0888093770
In epistulam ad Ephesios Ante [Go Back]  
 [05466]  Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
 [05471]  Καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ' ἔνδοξον ἐποίησε, Μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.
000-00-00 Serial Number=0696356535
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02140]  Ἐννόησον γὰρ ὅσον ἐστὶ, ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλὰ ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
 [04164]  Ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητα ἔχουσαν λέγω, οὐ διαιρῶν, ἀλλὰ ἀφεὶς τὰ πρέποντα ὑποπτεύειν.
 [06731]  Ἐξεδέχοντο γὰρ, φησὶ, τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
 [06744]  Τί ἐστι, Τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν;
000-00-00 Serial Number=0584007204
In epistulam ad Philippenses Ante [Go Back]  
 [02693]  Ποίαν ἔχεις μοι τοιαύτην νόσον εἰπεῖν, ὀδύνας ἔχουσαν πολλάς;
 [03419]  Εἶτα πόσης οὐκ ἔστιν ἀλογίας, βούλεσθαι μὲν ἐπὶ τὴν νεότητα τὴν προτέραν ἐπανελθεῖν, καὶ πάντα εὐκόλως ἂν ὑπὲρ τούτου δοῦναι, ὥστε γενέσθαι νεώτερον, παρὸν δὲ νεότητα λαβεῖν οὐδέποτε γῆρας ἔχουσαν καὶ νεότητα μετὰ πλούτου πολλοῦ πολὺ πνευματικωτέραν, μηδὲ μικρὸν βούλεσθαι προέσθαι, ἀλλὰ κατέχειν τὰ μηδὲν εἰς τὸ παρὸν ὠφελοῦντα;
000-00-00 Serial Number=0921238303
In epistulam ad Romanos Ante [Go Back]  
 [02192]  τὸν μὲν γὰρ καὶ φυλάττεσθαι δυνατὸν, οὗτοι δὲ προσωπεῖον φιλίας ὑποδύντες, λάθρᾳ τὴν πυρὰν ἀνάπτουσιν, ἑαυτοὺς προτέρους εἰς τὴν κάμινον ἐμβάλλοντες, καὶ νοσοῦντες νόσον οὐ μόνον ἐλεηθῆναι μὴ δυναμένην, ἀλλὰ καὶ πολὺν τὸν γέλωτα ἔχουσαν.
 [02723]  Καὶ γὰρ ἐξευτέλιζον τὴν πίστιν ὡς οὐκ ἔχουσαν πόνον.
 [04294]  ὀψόμεθα γὰρ τὴν μὲν κακίαν πολλὴν ἔχουσαν τὴν ὀδύνην, τὴν δὲ ἀρετὴν τὴν ἡδονήν.
 [05554]  Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ἐξαίφνης ποιήσειν νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ ἅπαντας κατασκευάζειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης τῆς ὑποσχέσεως εἴλου ποιῆσαι καὶ παθεῖν;
 [05562]  Πῶς γὰρ ἄν τις παραβάλοι τοῖς παροῦσι ζωὴν τέλος οὐκ ἔχουσαν;
 [07336]  [60.584] δὲ ἐνταῦθα τὴν περὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀμεταθέτως·
 [07845]  Ταῦτα γὰρ ποιῶν, ἀναφέρεις λογικὴν λατρείαν, τουτέστιν, οὐδὲν ἔχουσαν σωματικὸν, οὐδὲν παχὺ, οὐδὲν αἰσθητόν.
 [09999]  οὐδὲ γὰρ ἁπλῶς Τὴν διακονουμένην φησὶν, ἐπεὶ εἰ τοῦτο ἦν, καὶ τὰς περὶ Τρύφαιναν καὶ Περσίδα οὕτως ἂν ὠνόμασεν, ἀλλὰ τὴν μὲν, χειροτονίαν ἔχουσαν διακόνου, τὴν δὲ συνεργὸν καὶ λειτουργὸν, τὴν δὲ μητέρα, τὴν δὲ ἀπὸ τῶν κόπων ὧν ἐκοπίασε·
000-00-00 Serial Number=0096495688
In epistulam ad Titum Ante [Go Back]  
 [00520]  τρίτον, ὅτι οὐδὲ ὀρθῶς ἔχουσαν μαρτυρίαν παρήγαγε.
000-00-00 Serial Number=0447371483
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00049]  Ἐπειδὴ γὰρ περιιὼν πανταχοῦ, σπείρων τὸν τῆς εὐσεβείας λόγον, τὰς ἀκάνθας ἀνασπῶν, καὶ τὴν ἀλήθειαν ἐν τῇ ἑκάστου ψυχῇ καταφυτεύειν ἐπειγόμενος, γενόμενος κατά τινα πόλιν τῆς Μακεδονίας, καθὼς ὁ μακάριος Λουκᾶς, ὁ τὸ τῶν Πράξεων βιβλίον συνθεὶς, ἡμῖν διηγήσατο, παιδίσκην τινὰ πνεῦμα πονηρὸν ἔχουσαν, καὶ σιγᾷν οὐκ ἀνεχομένην, ἀλλὰ περιιοῦσαν καὶ πανταχοῦ καταδήλους αὐτοὺς διὰ τοῦ δαίμονος ποιεῖν βουλομένην, μετὰ πολλῆς τῆς ἐξουσίας, λόγῳ καὶ ἐπιτάγματι, καθάπερ τινὰ μαστιγίαν ἀπελάσας, ἠλευθέρωσεν ἐκείνην τοῦ πονηροῦ δαίμονος·
000-00-00 Serial Number=0452300251
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00046]  Ὦ φθόνε ῥίζα θανάτου, ἡ πολύπλοκος νόσος καρδίας, ὀξύτατε ἧλε! ποῖος γὰρ ἧλος ὀξύτατος οὕτω κεντᾷ, ὡς ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν καρδίαν τιτρώσκει;
000-00-00 Serial Number=0202345490
In illud Messis quidem multa Ante [Go Back]  
 [00052]  Οἱ δὲ ἀφέντες ἡμᾶς, ἵππων ἀλόγων κάθηνται γιγνόμενοι θεαταὶ, λοιδορίαις καὶ ὕβρεσιν ἀλλήλους πλύνοντες, θυμὸν καὶ μάχην οὐκ ἔχουσαν πρόφασιν ἀνάπτοντες, χαίροντες χα ρὰν λύπης ἀθλιωτέραν, ὑπὲρ ἡνιόχων νικώντων, ὑπὲρ ἵπ πων διακλωμένων·
000-00-00 Serial Number=0845215142
In illud Ne timueritis Ante [Go Back]  
 [00004]  πολὺ δὲ ἥδιον τῷ λέγοντι, ὅταν εἰς ἀκοὴν καταβάλλῃ τὰ θεῖα νοήματα θόρυβον οὐκ ἔχουσαν.
 [00377]  Ζωήν σοι δίδωμι τέλος οὐκ ἔχουσαν.
 [00401]  ἐπὶ ταύταις ταῖς ἐλπίσιν ἐνυμφεύθην σοι, ἵνα με μυλωθρίδα καὶ ἀρτοποιὸν ποιήσῃς, γυναῖκα τὴν πλοῦτον ἔχουσαν τοσοῦτον;
000-00-00 Serial Number=0675090075
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00281]  διὰ δὴ τοῦτο καὶ εὐχὴν παρέδωκεν οὕτως ἔχουσαν·
000-00-00 Serial Number=0597513616
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00094]  Βούλει φιλοτιμίαν ἐπιδείξασθαι κέρδος ἔχουσαν;
 [00208]  Ὥσπερ γὰρ μοιχεύεσθαι γυναῖκα λέγομεν, κἂν εἰς οἰκέτην, κἂν εἰς ὁντιναοῦν ἁμάρτῃ, ἄνδρα ἔχουσαν·
 [00261]  Τί τοίνυν διώκεις ἡδονὴν κατάγνωσιν ἔχουσαν, ὄλεθρον τίκτουσαν, πληγὴν ἐπάγουσαν ἀνία τον, ἐξὸν εὐφραίνεσθαι καὶ μηδὲν πάσχειν δεινόν;
000-00-00 Serial Number=0531597972
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00570]  Ἐλθὼν τοίνυν καὶ εὑρὼν τὴν φύσιν κακῶς ἔχουσαν, καὶ τοὺς μὲν ἐν πορνείᾳ, τοὺς δὲ ἐν μοιχείᾳ, κνίσσαν καὶ καπνὸν τὸν ἀέρα μολύνοντα, τὰ ἄλλα πάντα, τί ποιεῖ;
000-00-00 Serial Number=0812779963
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00020]  Τὴν αὐτὴν δύναμιν ἔχουσαν φωνὴν καὶ ὁ μακάριος Πέτρος ῥήγνυσι λέγων·
000-00-00 Serial Number=0156428814
In illud Vidi dominum Ante [Go Back]  
 [00008]  αὕτη δὲ τὴν τῶν λόγων καταβαλλομένη διδασκαλίαν καὶ τὰ τοῦ Πνεύματος πλεονάζουσα χαρίσματα, τὸν ψυχικὸν ἐναποτίθεται πλοῦτον, τὴν ἀδαπάνητον καὶ ἀκήρατον τροφὴν τὴν μὴ διαλυομένην, μηδὲ φθειρομένην κατ' ἀκολουθίαν, ἀλλὰ ἀρρήτῳ τινὶ συντηρουμένην προνοίᾳ καὶ νοητὴν τὴν ἀπόλαυσιν ἔχουσαν.
000-00-00 Serial Number=0251397789
In illud Vidua eligatur Ante [Go Back]  
 [00362]  Σὺ δὲ οὐκ ἀναισθήτους πόδας, οὐδὲ ἄψυχον ὕλην, ἀλλ' εἰκόνα ἔνδον ἔχουσαν τὸν βασιλέα θεωροῦσα πρὸς σὲ εἰσιοῦσαν, οὐ προστρέχεις, εἰπέ μοι, καὶ τοὺς πόδας κατέχεις, καὶ παντὶ θεραπεύῃ τρόπῳ;
000-00-00 Serial Number=0526244283
In martyres Aegyptios Ante [Go Back]  
 [00022]  ἀλλὰ καὶ νώτων ἁψάμενοι καὶ σπλάγχνων, καὶ εἰς τὰ ἐνδότατα εἰσελθόντες, τὸν ἐναποκείμενον αὐτοῖς τῆς πίστεως οὐχ εὗρον συλῆσαι θησαυρὸν, ἀλλὰ ταυτὸν ἔπαθον, οἷον εἴ τινες πόλιν βασιλικωτάτην, καὶ πολλοῦ γέμουσαν πλούτου, καὶ ἱκανοὺς ἔχουσαν θησαυροὺς πολιορκοῦντες, καὶ καθελόντες αὐτῆς τὰ τείχη, καὶ πρὸς αὐτὰ τὰ ταμιεῖα τῶν χρημάτων ἐλθόντες, ἀνατρέψαιεν θύρας, καθέλοιεν μοχλοὺς, ἀνορύξαιεν ἔδαφος, πάντα διερευνησάμενοι, μὴ δυνηθεῖεν τὸν πλοῦτον αὐτῆς ἀφαρπάσαντες ἀπελθεῖν.
000-00-00 Serial Number=0209944546
In parabolam de ficu Ante [Go Back]  
 [00019]  Καὶ ὥσπερ ὁπόταν ἴδῃ τις στάμνον χρυσῆν ἔχουσαν ἔνδοθεν λίθους τιμίους, φέροντας ἐν ἑαυτοῖς γεγραμμένα μυστήρια, θέλει μὲν ὁρᾷν τὴν στάμνον διὰ τὴν τοῦ εἴδους στιλβότητα, ἀνθέλκεται δὲ ὑπὸ τῶν ἔνδοθεν λίθων·
 [00145]  ἦλθεν ἐπ' αὐτὴν, καὶ εὑρίσκει αὐτὴν φύλλοις κομῶσαν, τουτέστι, δόγμασιν ἁμαρτίας ἀνθοῦσαν, μὴ ἔχουσαν δὲ αὐτὴν καρπὸν ἔτι θανάτου.
000-00-00 Serial Number=0071624517
In pharisaeum et meretricem Ante [Go Back]  
 [00169]  πῶς οὐκ ἀπελαύνει πόῤῥωθεν τὴν οὐδὲν ἔχουσαν τοῦ σώματος ἄπρακτον;
 [00279]  Ταῦτα πρὸς τὸν Φαρισαῖον διαλεχθεὶς, ὁ Χριστὸς μετέδωκε τῇ περικεχυμένῃ βλέμματος καὶ φθέγματος ἡμέρου καὶ προσηνοῦς, καὶ πρὸς τὴν κατακεκρυμμένην καὶ δεομένην μικρὸν ἑαυτὸν ἐπικλίνας, μετέδωκεν αὐτῇ τὴν ποθουμένην ἀπόφασιν, ἔχουσαν τῶν ἁμαρτημάτων ἄφεσιν.
000-00-00 Serial Number=0435742319
In principium Actorum Ante [Go Back]  
 [00174]  εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, Ἀγνώστῳ Θεῷ·
 [00418]  καὶ τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχουσαν κύματα, ἀσθενεῖ τειχίῳ τῇ ψάμμῳ πανταχόθεν ἐτείχισε διὰ ῥήματος.
000-00-00 Serial Number=0433415771
In ramos palmarum [3] Ante [Go Back]  
 [00045]  ∆ιὰ τοῦτο καὶ ἡνίκα τίκτεσθαι ἔμελλεν, οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ ἀλλὰ πτωχὴν καὶ μνηστῆρα τέκτονα ἔχουσαν.
000-00-00 Serial Number=0357814848
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00255]  Λέγω νῦν αὐτοῦ τὰ κατορθώματα, ἵνα ἐὰν ἴδης αὐτὸν ἁμαρ τήσαντα, μάθῃς τὴν τοῦ Θεοῦ χάριν ἔχουσαν φιλανθρωπίαν.
000-00-00 Serial Number=0269859314
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00077]  Οὐ γάρ ἐστιν ἴσον Ἐκκλησίαν οἰκονομῆσαι νῦν, καὶ τότε, ὥσπερ οὐκ ἔστιν ἴσον τετριμμένην ὁδὸν, καὶ κατεσκευασμένην κα λῶς, μετὰ πολλοὺς ὁδοιπόρους ὁδεύειν, καὶ νῦν πρώτως τέμνεσθαι μέλλουσαν, καὶ φάραγγας καὶ λίθους ἔχουσαν, καὶ θηρίων γέμουσαν, καὶ μηδέπω μηδένα δεξαμένην ὁδοιπόρον.
000-00-00 Serial Number=0165500820
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00062]  Ἐπειδὴ γὰρ τῶν κολάσεων αἱ μὲν ἀφό ρητοι ταχίστην παρέχουσι τὴν ἀπαλλαγὴν, αἱ δὲ ἐπιμηκέστεραι ὑποτέμνονται τὴν ὀδύνην, ἐσπούδασεν εὑρεῖν κόλασιν ὁμοῦ τε τὰ ἀμφότερα ἔχουσαν, καὶ μῆκος καὶ ὑπερβολὴν ὀδύνης ἀνήκεστον, ἵνα καὶ τῇ σφοδρότητι καὶ τῷ πλήθει τοῦ χρόνου τὸ στεῤῥὸν καταβάλῃ τῆς αὐτοῦ διανοίας.
000-00-00 Serial Number=0520751595
In sanctum pascha sermo 1 Ante [Go Back]  
 [00031]  τὸ δὲ ὅλον ἐφ' ἑκάστης οἰκίας ἐσθίεσθαι τὸ ἱερεῖον καὶ μὴ ἐκφέρεσθαι τῶν κρεῶν ἔξω δηλοῖ μίαν οἰκίαν μόνην ἔχουσαν τὴν ἐν Χριστῷ σωτηρίαν, αὕτη δὲ ἦν ἡ καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησία, ἡ πάλαι μὲν ἀλλοτρία θεοῦ, νῦν δὲ μόνη πρὸς θεὸν οἰκείως ἔχουσα διὰ τὸ δέξασθαι τοὺς ἀποσταλέντας παρὰ τοῦ κυρίου Ἰησοῦ, ὥσπερ ἡ τῆς Ῥαὰβ ἡ τῆς πάλαι πόρνης οἰκία τοὺς κατασκόπους ὑποδεξαμένη τοὺς παρὰ Ἰησοῦ μόνη καὶ [12] ἐσώζετο, τῆς Ἱεριχῶ πορθουμένης·
000-00-00 Serial Number=0515973389
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01611]  καὶ μανθάνει περὶ τοῦ Ἀντιχρίστου, καὶ μανθάνει βασιλείαν τέλος οὐκ ἔχουσαν.
000-00-00 Serial Number=0784885645
Quales ducendae sint uxores Ante [Go Back]  
 [00050]  ἂν δὲ τοῦτο μὲν οὐκ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν καὶ ἔνδον κατέχειν, οὕτως ἀσφάλισαι ἑαυτὸν, ὡς μέλλων ἅπασαν φέρειν τῆς γυναικὸς τὴν πονηρίαν.
 [00074]  Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα·
 [00274]  Οὐκ εἶπεν, Ἐάν τινα ἴδω ἐπὶ ἡμιόνων φερομένην, ἐπὶ ὀχήματος ὀχουμένην, εὐνούχων δὲ ἐσμὸν ἐπισυρομένην, πολλὴν ἔχουσαν θεραπείαν, εὔμορφον καὶ ἀπολάμπουσαν κατὰ τὴν τοῦ σώματος ὥραν, ταύτην ἡτοίμασας τῷ παιδί σου·
000-00-00 Serial Number=0901915967
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00474]  Ἐχρῆν μὲν αὐτὸν ἄνδρα ὄντα μὴ πεισθῆναι, μηδὲ ἀπατηθῆναι, ἀλλὰ ταύτην μὲν ὡς οὐδὲ οὖσαν ἀπολογίαν ἐσίγησεν, ἐφ' ἑτέραν δὲ ἦλθεν, ἀσθενῆ μὲν καὶ αὐτὴν πλὴν ἀλλ' ὅμως παρὰ ταύτην μᾶλλον ἔχουσαν λόγον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»