Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἕνεκα [66]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἕνεκα


000-00-00 Serial Number=0127256870
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00047]  Καὶ οὐκ ἄν τις ἁμάρτοι τούτου γε ἕνεκα τοιαύτῃ τινὶ τὸν ἅγιον ἐκεῖνον εἰκόνι παραβαλὼν, ὥσπερ ἂν εἴ τις φλὸξ τὰ νῶτα πάσης ἐπισχοῦσα τῆς γῆς, καὶ πρὸς ὕψος ἀρθεῖσα πάντοθεν παρέλθοι τὴν οὐράνιον ἁψῖδα, καὶ τὸν ὑπὲρ ταύτης ἀέρα διαδραμοῦσα, εἴτε ἀήρ ἐστι, εἴθ' ὅ τί ποτε, πληρώσαι τοῦ πυρὸς τὸ μέσον τῶν δύο τούτων οὐρανῶν, καὶ μηδὲ ἐνταῦθα σταίη τοῦ δρόμου, ἀλλὰ καὶ πρὸς τὸν τρίτον ἀθρόως ἐκπηδήσασα ἀναβαίη, καὶ πάντα ἐργάσαιτο μίαν πυρὰν, τοσοῦτον μὲν ἔχουσαν πλάτος, ὅσον τὸ εὖρος πάσης τῆς γῆς, τοσοῦτον δὲ ὕψος, ὅσον ἀπὸ τοῦ τρίτου οὐρανοῦ πρὸς ἡμᾶς.
000-00-00 Serial Number=0951218307
Adversus Judaeos Ante [Go Back]  
 [00239]  Τίνος γὰρ ἕνεκα τὸν τόπον ἐκεῖνον αἰδεῖσθε, δέον καταφρονεῖν καὶ βδελύττεσθαι καὶ ἀποπηδᾷν;
 [00385]  Καὶ πῶς σέ τις τῆς ἰατρικῆς ἐπιστήμης αὐτῆς ἕνεκα δεισιδαίμων ἄνθρωπος Ἑλλήνων θεοῖς οὐχ ἑλκύσει προσκυνῆσαι ῥᾳδίως;
000-00-00 Serial Number=0589868665
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00598]  Τίνι δὲ μᾶλλον εἴξει καὶ ἐπακούσεται ὁ ἐν δυνάμει ὢν, καὶ ἐν τοῖς βασιλείοις στρεφόμενος, τῷ πλουτοῦντί σοι, καὶ ὃν ὑποπτεύει ἕνεκα χρημάτων πολλὰ πολλάκις ποιεῖν, ἢ τῷ μίαν ἔχοντι τῶν ἐπιταγμάτων ὑπόθεσιν, τὴν εἰς τοὺς ἄλλους φιλανθρωπίαν;
000-00-00 Serial Number=0529813588
Comparatio regis et monachi Ante [Go Back]  
 [00078]  [47.392] ἡδονῆς καὶ τρυφῆς, ὧν ἕνεκα ζῇν ἐπιθυμοῦσιν οἱ πολλοὶ, καὶ τὴν ἐνθένδε μετάστασιν ἀνάγκη ῥᾳδίως φέρειν.
000-00-00 Serial Number=0579790831
De Chananaea Ante [Go Back]  
 [00248]  Τίνος ἕνεκα;
000-00-00 Serial Number=0507923067
De Joseph et de castitate Ante [Go Back]  
 [00054]  ταύτης ἕνεκα τῆς χρείας μοι πέπρασαι·
000-00-00 Serial Number=0426834464
De Lazaro Ante [Go Back]  
 [00689]  τίνος ἕνεκα μετέρχομαι ἀρετήν;
000-00-00 Serial Number=0747675955
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00020]  καὶ τῶν μὲν τοῦ σώματος ἕνεκα παθημάτων, φοιτῶσι πρὸς τοὺς ταῦτα θεραπεύοντας·
 [00031]  οἱ δὲ τὰς ἐμπορίας ἐπέρχονται, καὶ ὑπὲρ τούτων τὰς ἐν γῇ τε καὶ θαλάττῃ ποιοῦνται ἀποδημίας, καὶ τῆς οἰκείας τὴν ἀλλοδαπὴν προτιμῶσι, καὶ πατρίδα, καὶ γένος, καὶ φίλους, καὶ ὁμοζύγους μετὰ παίδων καταλιμπάνοντες, ὀλίγων ἕνεκα κερδῶν τὴν ξένην ἀσπάζονται.
000-00-00 Serial Number=0989924431
De continentia Ante [Go Back]  
 [00041]  Ὅτι ταύτης ἕνεκα τῆς αἰτίας ὁ θεὸς ὁ ὕψιστος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἡμετέραν ἔλαβε μορφήν, ἵνα τὴν τῶν ἀγγέλων ἁγιαστίαν ἐξ οὐρανοῦ καταγάγῃ.
000-00-00 Serial Number=0336360157
De cruce et latrone ii Ante [Go Back]  
 [00169]  Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι τὰς φρένας ὅλως εἶχε τοῖς ἥλοις ἐμπεπαρμένος, καὶ τὰς ἐκ τῶν ἥλων ὀδύνας ὑπομένων τὰς ἀφορήτους, οὐχὶ θαυμάζεσθαι ἄξιος τοῦ γενναίου φρονήματος ἕνεκα;
000-00-00 Serial Number=0015009522
De fugienda simulata specie Ante [Go Back]  
 [00020]  Ἐπαινεῖς γὰρ καὶ τὰ φαῦλα κολακείας ἕνεκα·
000-00-00 Serial Number=0012691796
De mansuetudine sermo Ante [Go Back]  
 [00028]  Τίνος οὖν ἕνεκα τῆς προσηγορίας τῆς οἰκείας μόνοις ἐπιεικέσιν μετέδωκεν;
000-00-00 Serial Number=0356253862
De mutatione nominum Ante [Go Back]  
 [00313]  Ὑμῖν δὲ οὐ στέφανος δάφνης, ἀλλὰ στέφανος δικαιοσύνης πρόκειται τῆς ἀκροάσεως ὁ μισθὸς, καὶ οὐδὲ μέχρι μεσημβρίας μέσης ὑμᾶς κατέχομεν, ἀλλ' ἀπ' αὐτῶν τῶν προοιμίων τῆς ὑμετέρας ἕνεκα ὀλιγωρίας διαφίεμεν, ἔτι τοῦ ἀέρος ὄντος ψυχροτέρου, καὶ οὐ διαθερμαινομένου ταῖς ἀπὸ τῶν ἀκτίνων βολαῖς, οὐ γυμνῇ τῇ κεφαλῇ κελεύοντες ὑμᾶς τὴν ἀκτῖνα δέχεσθαι, ἀλλ' ὑπὸ τὸν θαυμαστὸν τοῦτον ἄγομεν ὄροφον, καὶ τὴν ἀπὸ τῆς στέγης παρέχομεν παραμυθίαν παντὶ τρόπῳ ἐπινοοῦντες ὑμῖν ἄνεσιν, ὥστε γενέσθαι τῶν λεγομένων μόνιμον τὴν ἀκρόασιν.
000-00-00 Serial Number=0003241003
De paenitentia [1] Ante [Go Back]  
 [00693]  Ὃς ἂν ποτίσῃ ποτήριον ψυχροῦ ὕδατος ἕνα τῶν ἐλαχίστων τούτων ἕνεκα ἐμοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
000-00-00 Serial Number=0966759562
De paenitentia [2] Ante [Go Back]  
 [00191]  καὶ ταῦτα πάντα ποιῶν γαστρὸς ἕνεκα καὶ κέρδους, καὶ τοῖς αἰσχροῖς φιλοτιμούμενος·
000-00-00 Serial Number=0550263941
De precatione [1] Ante [Go Back]  
 [00003]  Ἀμφοτέρων ἕνεκα προσήκει τοὺς τοῦ Θεοῦ θεράποντας μακαρίζειν καὶ θαυμάζειν·
 [00167]  Τίνος οὖν ἕνεκα τοῦτο πεποίηκεν ὁ Χριστός;
000-00-00 Serial Number=0815070629
De sacerdotio Ante [Go Back]  
 [00670]  Τί γὰρ θαυμαστὸν ἀνθρώπους βιωτικοὺς καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ἐρῶντας καὶ χρημάτων ἕνεκα πάντα πράττοντας ἁμαρτάνειν τοιαῦτα, ὅπου γε οἱ πάντων ἀπηλλάχθαι προσποιούμενοι τούτων οὐδὲν ἄμεινον ἐκείνων διάκεινται, ἀλλ' ὑπὲρ τῶν οὐρανίων τὸν ἀγῶνα ἔχοντες ὡς περὶ πλέθρων γῆς ἢ ἑτέρου τινὸς τοιούτου τῆς βουλῆς αὐτοῖς προκειμένης, ἁπλῶς ἀνθρώπους ἀγελαίους λαβόντες ἐφιστᾶσι πράγμασι τοιούτοις ὑπὲρ ὧν καὶ τὴν ἑαυτοῦ κενῶσαι δόξαν καὶ ἄνθρωπος γενέσθαι καὶ δούλου μορφὴν λαβεῖν καὶ ἐμπτυσθῆναι καὶ ῥαπισθῆναι καὶ θάνατον τὸν ἐπονείδιστον ἀποθανεῖν διὰ τῆς σαρκὸς οὐ παρῃτήσατο ὁ μονογενὴς τοῦ Θεοῦ παῖς;
000-00-00 Serial Number=0662191093
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02049]  εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς δυνάμεως, πείθει δὲ μόνον, τὸ μὴ πεισθῆναι δὲ ἐφ' ἡμῖν, τίνος ἕνεκα τῆς εὐδοκιμήσεως τὴν πρόφασιν περιαιρεῖς, καὶ τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν;
 [03378]  Τίνος ἕνεκα μέγα φρονεῖς, ἄνθρωπε, καὶ διὰ τί;
 [03943]  Νῦν δὲ ἀνθρώπων μὲν ἕνεκα καὶ τὰ ἀφόρητα φέρομεν, καὶ πρὸς τοὺς ὑβρίζοντας λέγομεν·
 [03954]  οὐχὶ τότε μὲν καταρώμεθα ἑαυτοῖς πολλάκις, καὶ πολὺ τὸ τῆς μεταμελείας ἡμῖν ἐπεισέρχεται, καὶ ῥημάτων ἕνεκα καὶ πραγμάτων;
000-00-00 Serial Number=0133708119
Epistulae Ante [Go Back]  
 [00322]  ∆ιὸ παρακαλῶ τῶν ἀποσταλέντων ἕνεκα μηδὲν ἀλγῆσαι πρὸς ἡμᾶς.
 [03050]  ∆όξα δὴ τῷ Θεῷ πάντων ἕνεκα.
000-00-00 Serial Number=0868021786
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01430]  Οὐ πολλάκις σοι καὶ παρὼν καὶ δι' ἐπιστολῶν ταύτης ἕνεκα διείλεγμαι τῆς ὑποθέσεως;
000-00-00 Serial Number=0655986547
Expositiones in Psalmos Ante [Go Back]  
 [00968]  Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου.
 [00986]  Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου.
000-00-00 Serial Number=0006874979
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00025]  παρ' ἡμῖν δὲ διορθώσεως ἠθῶν ἕνεκα, καὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς.
 [01794]  Εἰ γὰρ καὶ ὀργίζεται Θεὸς δι' ὑμᾶς, ἀλλ' οὐκ ἂν ἕλοιτο τὸν ναὸν προδοῦναι τοῖς ἐχθροῖς ταύτης ἕνεκα τῆς αἰτίας, καὶ εἰς τὴν πύλην στῆναι τῷ προφήτῃ προσέταξε, καὶ λέγειν ταῦτα.
000-00-00 Serial Number=0747361541
In Genesim sermones Ante [Go Back]  
 [00177]  Οὐ φυλακῆς δὲ ἕνεκα μόνον ἐκεῖνο ἀσφαλέστερον τὸ χωρίον, ἀλλὰ καὶ κέρδους καὶ προσόδου πλείονός ἐστιν ὑπόθεσις.
 [00542]  Τίνος ἕνεκα τοῦτο λέγω;
 [00919]  Ὁμοίως καὶ ὁ τὰ δύο τάλαντα πιστευθεὶς εἰργάσατο ἄλλα δύο, καὶ τούτου ἕνεκα ἠξιώθη τῆς αὐτῆς τιμῆς παρὰ τοῦ ἰδίου δεσπότου.
000-00-00 Serial Number=0333946288
In Joannem Ante [Go Back]  
 [01243]  Ἐννοήσωμεν οὖν τοὺς εἰς δικαστήριον ἀπιόντας ἁρπαγῆς ἕνεκα [59.60] καὶ πλεονεξίας, πῶς αἰσχροὶ καὶ καταγέλαστοι φαίνονται, πάντα ἀναισχυντοῦντες, ψευδόμενοι καὶ ἰταμευόμενοι.
 [05009]  Πλὴν ἐνταῦθα ἐκεῖνό φησιν, ὅτι κατ' αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκα οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ.
 [05068]  ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν, ὅταν ἐξῇ λαθεῖν, οὐ φείσεται τοῦ χρήσασθαι ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς.
000-00-00 Serial Number=0587558746
In Psalmos 101-107 Ante [Go Back]  
 [00682]  Τότε γὰρ σκότος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης ἐγένετο, ὅπερ εἰς ὁλόκλη ρον νύκτα ἕνεκα τοῦ τριημέρου τῆς ἀναστάσεως παρεί ληπται μυστηρίου.
 [01440]  Ὑμ νητὸς γὰρ ἐπὶ πᾶσι τῶν ὅλων ὁ Κύριος, ὁ τοῦ Ἰσραὴλ χρηματίσας Θεὸς, ὁ τοσαῦτα τῆς τῶν ἀνθρώπων ἕνεκα πραγματευσάμενος σωτηρίας.
000-00-00 Serial Number=0474121273
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00215]  Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκα τοῦ ἰδεῖν σε τὸν πόλεμον κατέβης.
000-00-00 Serial Number=0809733987
In Psalmum 118 Ante [Go Back]  
 [01437]  Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
000-00-00 Serial Number=0004494965
In Psalmum 145 Ante [Go Back]  
 [00202]  Τίνος οὖν ἕνεκα οὐκ ἐνόμισεν εἶναι γοητείαν τὰ γινόμενα;
000-00-00 Serial Number=0252914667
In catenas sancti Petri Ante [Go Back]  
 [00159]  [31] Ἀλλ' ἐπειδὴ καὶ πρὸς τοὺς λοιποὺς ἀποστόλους τῇ αὐτῇ λύσσῃ ἐχρῶντο, καὶ ἄλλους τῶν πιστῶν διωγμοῖς καὶ κολάσεσι καὶ παντοδαπαῖς βασάνοις αὐτοὺς περιέβαλον, καὶ θανάτου θήρατρα πανταχόθεν αὐτοῖς περιεπήγνυον τοῦθ' ἕνεκα τὴν ἐπὶ θανάτῳ κατεκρίθησαν, παλαιᾶς καὶ συντεθραμμένης καὶ ἀνιάτου κακίας τιννύντες ἀντέκτησιν.
000-00-00 Serial Number=0697047651
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00065]  ∆υοῖν ἕνεκα τούτων·
 [00266]  Τίνος οὖν ἕνεκα ταῦτα λέγεις ἡμῖν, ὦ Παῦλε;
 [00279]  Τίνος δὲ ἕνεκα τὴν πρόφασιν οὐκ εἶπεν, ἀφ' ἧς ἡ πορνεία γέγονε;
000-00-00 Serial Number=0733972430
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01839]  Ὥσπερ οὖν οἱ λακτίζοντες ἥλους, καὶ μέγα φρονοῦντες, ἐλέου ἄξιοι καὶ θρήνου τῆς μανίας ἕνεκα ταύτης εἰσίν·
000-00-00 Serial Number=0702726901
In epistulam ad Ephesios Ante [Go Back]  
 [01776]  Ὥστε καὶ τοῦτο μέρος ἐστὶ θαυμασμοῦ, τὸ δοξάζειν ἕνεκα τῶν ὑπηργμένων ἡμῖν παρὰ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ.
 [02091]  Τίνος οὖν ἕνεκα μέσον νυκτῶν τὸ πρᾶγμα γέγονε;
 [06669]  Καὶ δογμάτων μὲν ἕνεκα, οὕτω·
000-00-00 Serial Number=0995377064
In epistulam ad Philippenses Ante [Go Back]  
 [02432]  Ἀλλὰ φωνῆς ἕνεκα μέγα φρονεῖς;
000-00-00 Serial Number=0208185852
In epistulam ad Romanos Ante [Go Back]  
 [05941]  Τῷ μὲν γὰρ ἀναθέματι τιμῆς ἕνεκα οὐδεὶς ἐτόλμα ἐγγίσαι·
000-00-00 Serial Number=0234981656
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00085]  Τίνος ἕνεκα, καὶ διὰ τί;
 [00127]  Τίνος οὖν ἕνεκα Πνεῦμα πίστεως αὐτὴν καλεῖ;
 [00276]  καὶ τίνος ἕνεκα Πνεῦμα πίστεως εἴρηται, καὶ τί ποτέ ἐστιν ἡ πίστις αὕτη, καὶ πάντα δὴ ταῦτα κατὰ δύναμιν τότε πρὸς τὴν ὑμετέραν διελέχθημεν ἀγάπην, ὅτε καὶ τοὺς περὶ ἐλεημοσύνης ἐκινήσαμεν λόγους.
000-00-00 Serial Number=0346427739
In illud Ne timueritis Ante [Go Back]  
 [00762]  Τίνος οὖν ἕνεκα τοσαύτην ἀπειροκαλίαν ἐπιδείκνυσθε διὰ πάντων τούτων;
000-00-00 Serial Number=0874089003
In illud Pater si possibile est Ante [Go Back]  
 [00207]  Οὐ γὰρ δειλίας ἕνεκα ὁ Κύριος ἡμῶν, καθὼς προείπαμεν, ἀπεύχεται τὸ ποτήριον τοῦ θανάτου, ἀλλ' οἰκονομίᾳ θεϊκῇ·
000-00-00 Serial Number=0392606676
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00125]  πῶς δὲ αὐτὸν ὁ Παῦλος θαυμάζει ταύτης ἕνεκα τῆς προφάσεως, οὕτω λέγων·
000-00-00 Serial Number=0470049262
In principium Actorum Ante [Go Back]  
 [00506]  χρείαν γὰρ εἶχε τὸ παλαιὸν, τῆς πίστεως ἕνεκα, ταύτης τῆς βοηθείας·
000-00-00 Serial Number=0526234686
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00011]  Βλασφημοῦσι δὲ μὴ νοοῦντες ὅπως συγκαταβάσεως ἦν καὶ τῆς τῶν παρόν των ἕνεκα ἀσθενείας ἡ προσευχή.
000-00-00 Serial Number=0929638863
In ramos palmarum [1] Ante [Go Back]  
 [00158]  οὐδ' αὖ πάλιν, Ἐκ στόματος νηπίων καὶ θη λαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν;
000-00-00 Serial Number=0691044986
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00061]  Τίνος οὖν ἕνεκα βαπτίσω σε νῦν, τοῦ ποταμοῦ δημιουργὲ, καὶ τοῦ βαπτίσματος χορηγὲ, καὶ διὰ φιλανθρωπίαν ἄνθρωπε;
000-00-00 Serial Number=0429470658
In transfigurationem Ante [Go Back]  
 [00032]  Τίνος οὖν ἕνεκα, καὶ διὰ ποίαν [61.722] αἰτίαν, πρότερος ὢν τῶν λοιπῶν εὐαγγελιστῶν, ἔσχατος ἔγραψε τὸ εὐαγγέλιον;
000-00-00 Serial Number=0333761513
Oratio secunda Ante [Go Back]  
 [00003]  καὶ νῦν καὶ πάντοτε εὐχαριστῶ σοι πασῶν ἕνεκα τῶν εἰς ἐμὲ γενομένων εὐεργεσιῶν σου φανερῶν καὶ ἀφανῶν.
 [00007]  ὁ ἐνανθρωπήσας δι' ἡμᾶς, καὶ τὸν διὰ σταυροῦ θάνατον ὑπομείνας, καὶ πάντα ἐν σοφίᾳ οἰκονομήσας καὶ διαθέμενος τῆς ἡμῶν ἕνεκα σωτηρίας.
000-00-00 Serial Number=0699685335
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00281]  ∆ιαφθονοῦνται τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ τῶν ἐνυπνίων ἕνεκα, καὶ ὅτι μᾶλλον αὐτὸν ὁ πατὴρ ἐφίλει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»