Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἐννόησον [291]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Ἐννόησον


000-00-00 Serial Number=0779674888
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01137]  Ἐννόησον γὰρ ὅσην ὀδύνην ὑπέμεινεν, ὅτε τῆς οὕτως ἀγαπωμένης ἀπεστερεῖτο, καὶ προσδοκῶν αὐτὴν ἔνδον ἔχειν, εἰς ἑπτὰ ἐτῶν πάλιν ἀναβολὴν ἐξεκρούετο, καὶ τοὺς κρυμοὺς καὶ τὰ θάλπη καὶ τὰς ἀγρυπνίας καὶ τὰς ζημίας τὰς συνεχεῖς.
 [01845]  Ἐννόησον γὰρ ὅτι τὸν Χριστιανὸν, εἴ ποτε λυποῖτο, δύο μόνον ὑποθέσεις ἀθυμίας ἔχειν δεῖ, ἢ ὅταν αὐτὸς, ἢ ὅταν ὁ πλησίον προσκρούσῃ Θεῷ·
000-00-00 Serial Number=0685248435
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00195]  Ἐννόησον γὰρ τέως τὰς τῶν φυτῶν διαφορὰς, τῶν καρποφόρων, τῶν ἀκάρπων, τῶν ἐν ἐρήμοις, τῶν κατὰ τὴν οἰκουμένην, τῶν ἐν ὄρεσι, τῶν ἐν πεδίοις·
000-00-00 Serial Number=0188925743
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00292]  [11] Ἐννόησον γάρ μοι τῆς ζωῆς τὴν κατάστασιν ἐκείνης, καθ' ὅσον ἐννοῆσαι δυνατόν·
000-00-00 Serial Number=0704199970
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00145]  Ἐννόησον τὰς τοῦ βίου φροντίδας, τὰς ἰδίᾳ, τὰς κοινῇ γινομένας, τοὺς τῶν ἀρχόντων φόβους, τὸν τῶν πολιτῶν φθόνον, τὸν μέχρι τῶν ἐσχάτων πολλάκις ἐπαρτηθέντα κίνδυνον, τοὺς πόνους, τὰς ταλαιπωρίας, τὰς κολακείας τὰς δουλοπρεπεῖς καὶ οὐδὲ τῶν ἀνδραπόδων τοῖς σπουδαίοις προσηκούσας, τούτων δὲ τῶν πόνων τὸν καρπὸν ἐνθάδε τελευτᾶν, οὗ τί γένοιτ' ἂν ἀλγεινότερον;
000-00-00 Serial Number=0016958833
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00103]  Ἐννόησον, ὦ ἄνθρωπε, τίς εἶ·
 [00990]  [19.1] Ἐννόησον ὅσοι καὶ μαρτυρίου στέφανον ἀνεδήσαντο.
 [01038]  Ἐννόησον γὰρ ὅτι καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη τούτων χαλεπώτερα.
 [01112]  Ἐννόησον γὰρ τί πάσχειν εἰκὸς ἦν τὸν Ναβουχοδονόσορ ὑπὸ τριῶν παίδων, δούλων, αἰχμαλώτων, δεδεμένων, πυρπολουμένων, τοσούτου στρατοπέδου παρόντος ἡττώμενον καὶ μὴ δυνάμενον τριῶν περιγενέσθαι σωμάτων δεδουλωμένων, ὑποκειμένων, πατρίδος ἐκπεπτωκότων, ἐλευθερίας, τιμῆς, δυναστείας, χρημάτων, πόρρω τῶν οἰκείων ἀπῳκισμένων.
 [01114]  [22.3] Ἐννόησον τί πάσχειν εἰκὸς ἦν τὸν Ἡρώδην ὑπὸ δεσμώτου ἐλεγχόμενον καὶ ὁρῶντα οὐδὲ ἀπὸ τῆς ἁλύσεως ἐνδιδόντα τῇ παρρησίᾳ, ἀλλ' αἱρούμενον σφαγῆναι μᾶλλον ἢ προέσθαι τὴν καλλίστην ἐλευθεροστομίαν ἐκείνην.
 [01115]  [22.4] Ἐννόησον τίς ὁρῶν ταῦτα καὶ ἀκούων καὶ τῶν τότε ζώντων καὶ τῶν μετὰ ταῦτα γενομένων, κἂν σφόδρα ἀναπεπτωκὼς ᾖ, νοῦν δέ τινα ἔχων βραχύν, πῶς τὰ μέγιστα κερδάνας ἄπεισι.
000-00-00 Serial Number=0690437615
Ad illuminandos catecheses Ante [Go Back]  
 [00336]  Ἐννόησον τί δέχῃ τῇ χειρὶ, καὶ μηδέποτε ἀνάσχῃ τυπτῆσαί τινα, μηδὲ τὴν τοσούτῳ τιμηθεῖσαν δώρῳ καταισχύνῃς τῇ τῆς πληγῆς ἁμαρτίᾳ·
 [00507]  Ἐννόησον οὖν τίσιν ἀρέσκειν βούλει, καὶ διὰ τίνας περίκεισαι τὸν κόσμον τοῦτον, ἵνα ὁ σχοινοστρόφος, καὶ ὁ χαλκοτύπος.
000-00-00 Serial Number=0272235155
Ad populum Antiochenum Ante [Go Back]  
 [00132]  Ἐννόησον γὰρ πῶς οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων τοῦτο συνεβούλευσεν ὁ Παῦλος, ἀλλ' ὅτε εἶδεν καταβεβλημένην τὴν ἰσχὺν ἅπασαν, τότε συνεβούλευσε·
 [02335]  Ἐννόησον γὰρ οἷόν ἐστι πάντα τὰ ἄλλα ἀφέντας, τὰ δημόσια, τὰ ἰδιωτικὰ, περὶ τῶν θείων διαλέγεσθαι νόμων διαπαντὸς, καὶ ἐπὶ τραπέζης, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ταῖς ἄλλαις συνουσίαις.
 [03468]  Ἐννόησον γοῦν πῶς ἐστι συνετὸν, καὶ θαύμασον, πῶς ἴσχυσεν ὁ Θεὸς ἐν οὕτω βραχεῖ σώματι τοσαύτην ἐγκαταθεῖναι ἐργασίας ἐπιθυμίαν ἀδιάπτωτον.
 [04124]  Ἐννόησον ὅσον χειμῶνα λοιπὸν ὁ Σαοὺλ ὑπέμεινε, τῶν σπλάγχνων αὐτοῦ διακοπτομένων, καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φαινομένου·
 [04910]  Ἐννόησον τίνα προσεδοκήσαμεν, καὶ τίνα γέγονε, καὶ τότε μάλιστα εἰσόμεθα τοῦ Θεοῦ τὴν χάριν.
 [05465]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πανταχοῦ τῆς οἰκουμένης ταῦτα ἀκούειν, ὡς ἐν Ἀντιοχείᾳ κεκράτηκεν ἔθος Χριστιανοῖς πρέπον, καὶ οὐδενὸς ἀκούσῃ, κἂν μεγίστη ἀνάγκη ἐπικέηται, ὅρκον προϊεμένου.
 [05516]  Ἐννόησον τοίνυν, ὅτι εἰ βουληθείη μετὰ ἀκριβείας τὰ εἰς αὐτὸν γινόμενα ὁ Θεὸς ἐξετάζειν, οὐδὲ μίαν βιωσόμεθα τὴν ἡμέραν.
 [06057]  Ἐννόησον ὅτι νῦν οὐ περὶ τῆς πόλεώς σοι βουλευτέον μόνον ἐστὶν ἐκείνης, ἀλλὰ καὶ περὶ τῆς δόξης τῆς σῆς·
 [06091]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ τοὺς μετὰ ταῦτα πάντας ἀκούειν, ὅτι πόλεως οὕτω μεγάλης καὶ ὑπευθύνου κολάσει καὶ τιμωρίᾳ γενομένης, πεφρικότων ἁπάντων, καὶ δεδοικότων στρατηγῶν καὶ ὑπάρχων καὶ δικαστῶν, καὶ οὐδὲ φωνὴν ῥῆξαι τολμώντων ὑπὲρ τῶν ἀθλίων ἐκείνων, εἷς παρελθὼν πρεσβύτης τοῦ Θεοῦ τὴν ἱερωσύνην ἐγκεχειρισμένος ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς, καὶ ψιλῆς τῆς συντυχίας ἐνέτρεψε τὸν κρατοῦντα·
000-00-00 Serial Number=0407640874
Adversus Judaeos Ante [Go Back]  
 [00874]  Ἐννόησον πῶς διαβολικῆς τοῦτό ἐστιν ἐνεργείας, καὶ ὡς οὐχ ἓν μόνον, οὐδὲ δύο, οὐδὲ τρία ἐστὶ τὰ ἁμαρτήματα, ἀλλὰ πολλῷ πλείω.
 [02202]  Ἐννόησον τοίνυν τὸ ἀξίωμα τοῦ σωζομένου, καὶ μὴ καταφρονήσῃς αὐτοῦ τῆς ἐπιμελείας.
 [02930]  Ἐννόησον διὰ τί προφῆται, διὰ τί ἀπόστολοι, διὰ τί δίκαιοι, διὰ τί ἄγγελοι πολλάκις ἐπέμφθησαν, διὰ τί αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παρεγένετο·
000-00-00 Serial Number=0296528697
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00168]  Ἐννόησον, ἀγαπητὲ, πῶς ὑποχωρεῖ τῆς ἐκκλησίας δεσπότης, καὶ παρεδρεύει τοῖς μυστηρίοις πιστὸς οἰκέτης·
000-00-00 Serial Number=0932050288
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00655]  Ἐννόησον οὖν τὸν ἐν τοῖς ἄλλοις ἅπασι πρὸς ἄκρον ἥκοντα τῆς ἀρετῆς, πῶς εἰκὸς καὶ τοῦτο μετὰ πολλῆς φυλάξεσθαι τῆς ὑπερβολῆς τὸ καλόν.
 [00991]  Ἐννόησον τοίνυν ἀπὸ τοῦ ἡλιακοῦ μεγέθους πρὸς τὸν ἔσχατον πάντων ἀστέρα ὁδεύων, πόσους ἀξιωμάτων βαθμοὺς καταβαίνειν εἰκός.
000-00-00 Serial Number=0556430340
Catecheses ad illuminandos Ante [Go Back]  
 [00274]  Ἐννόησον γάρ μοι, ἀγαπητέ, ἐξ αὐτῶν τῶν προοιμίων τῆς ἀγαθότητος τὴν ὑπερβολήν.
 [00859]  Ἐννόησον γάρ μοι ὅσην ἀρχὴν ἐνεπιστεύθης καὶ οἷον ἀξίωμα ἔλαβες παρὰ τοῦ τῶν ὅλων βασιλέως.
 [00970]  [6.19] Ἐννόησον γὰρ εἰς ὅσον ἀξίωμα ἑαυτὸν ἀνάγει ὁ τοῦ ἀδελφοῦ τὴν σωτηρίαν περὶ πολλοῦ ποιούμενος·
 [01021]  Ἐννόησον γὰρ εἰ παρ' ἡμῶν τῶν συνδούλων ἐνταῦθα τοσαύτης ἀπολαύουσι τιμῆς, πόσης καὶ ἡλίκης ἀπολαύσονται παρὰ τῷ δεσπότῃ τῆς παρρησίας ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ, ὅτε μέλλουσι τῶν ἀκτίνων τῶν ἡλιακῶν φαιδρότερον ἀπολάμπειν·
000-00-00 Serial Number=0777955711
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00333]  Ἐννόησον δὲ ὅσαι ἐκ τούτων αἱ κακηγορίαι·
000-00-00 Serial Number=0766883016
Contra ludos et theatra Ante [Go Back]  
 [00125]  Ἐννόησον ὅση τιμὴ καταβέβληται καὶ ὑπὲρ τοῦ ἑνὸς, καὶ μὴ καταφρόνει τῆς σωτηρίας αὐτοῦ, ἀλλ' ἀπελθὼν ἡμῖν ἐπανάγαγε, καὶ πεῖσον μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, καὶ ἀρκοῦσαν ἔχομεν ἀπολογίαν.
000-00-00 Serial Number=0027090847
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00481]  Ἐννόησον γάρ μοι τίς ἦν ὁ χρηστὸς ἐκεῖνος εἰς τὸ προάστειον ἀνιὼν καὶ τὸ μὲν μαρτύριον ὁρῶν ἑστηκὸς τὸν δὲ νεὼν ἐμπεπρησμένον καὶ τὸ εἴδωλον ἠφανισμένον καὶ τὰ ἀναθήματα ἀνηλωμένα καὶ τῆς τε ἑαυτοῦ φιλοτιμίας καὶ τῆς σατανικῆς πομπῆς πᾶσαν ἐξῃρημένην ὑπόμνησιν;
000-00-00 Serial Number=0002998114
De Chananaea Ante [Go Back]  
 [00224]  Ἐννόησον γυναικὸς φιλοσοφίαν.
000-00-00 Serial Number=0493184030
De Joseph et de castitate Ante [Go Back]  
 [00097]  Ἐννόησον, γύναι, τὸν ἄνδρα σου, τοὺς ἀδελφούς σου, τοὺς φίλους, τοὺς γείτονας, τοὺς συγγενεῖς, τοὺς ἐπὶ τῇ σεμνότητί σου καυχωμένους·
000-00-00 Serial Number=0706403136
De Lazaro Ante [Go Back]  
 [01682]  Ἐννόησον πρὸς τίνα ἀπῆλθε, καὶ λαβὲ παραμυθίαν·
 [01744]  Ἐννόησον γὰρ, ὅτι οὐχὶ τοὺς ἡμίσεις ἔλαβεν ὁ διάβολος, καὶ τοὺς ἡμίσεις ἀφῆκεν, οὐδὲ τοὺς πλείονας ἔλαβε, καὶ τοὺς ἐλάττους ἀφῆκεν·
 [01750]  Ἐννόησον ὅσον ἐστὶ, τοσούτους παῖδας ἰδεῖν ἀπολωλότας.
 [01776]  Ἐννόησον τοίνυν, τίς ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ὁρῶν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἐπικειμένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥινὸς συντριβείσης, κεφαλῆς διαθλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον.
 [01810]  Ἐννόησον τοίνυν ἡλίκον ἦν, μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ, μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διαθερμαίνεται, καὶ σφοδρότερον τὸ φίλτρον γίνεται, καὶ τοῦτο οὐκ ἐν μιᾷ ἢ δυσὶν, ἀλλὰ καὶ ἐν πλείοσιν ἡμέραις.
000-00-00 Serial Number=0202915251
De Maccabeis Ante [Go Back]  
 [00069]  Ἐννόησον πῶς θαυμάζομεν τὸν πατριάρχην Ἀβραὰμ, ὅτι τὸν υἱὸν αὐτοῦ ἀνενεγκὼν συνεπόδισε καὶ ἐπὶ τὸ θυσιαστήριον ἀνεβίβασε, καὶ τότε ὄψει καλῶς ὅση τῆς γυναικὸς ἡ ἀνδρεία.
000-00-00 Serial Number=0742370605
De beato Abraham Ante [Go Back]  
 [00076]  Ἐννόησον τὴν Σάῤῥαν ἀναπτομένην καὶ πυρπολουμένην, καὶ ὑπὸ τῆς φύσεως ἐλαυνομένην, καὶ τὴν μήτραν αὐτῆς διαστρεφομένην, καὶ τὰ σπλάγχνα αὐτῆς ἀλλοιούμενα·
 [00105]  Ἐννόησον ὀνόματα μέλλοντα πραγμάτων ἐρημοῦσθαι.
 [00107]  Ἐννόησον γὰρ, τί ἔπασχεν ὁ Ἀβραὰμ καλούμενος ὑπὸ τοῦ Ἰσαὰκ, ὃν ἤμελλε σφάττειν, πάτερ.
 [00133]  Ἐννόησον καὶ τὸν Ἀβραὰμ τὰ αὐτὰ πάσχοντα μὲν, φιλοσοφοῦντα δὲ, καὶ τῷ προστάγματι πειθόμενον·
 [00169]  Ἐννόησον οὖν τοῦτο τὸ πρόβατον τί ἐποίησεν ἂν, εἰ πρὸς ἀσθενῆ διελέγετο·
000-00-00 Serial Number=0724529445
De confessione pretiosae crucis Ante [Go Back]  
 [00026]  Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν τιμὴν, καὶ οὐδενὸς ἀνθρώπων ἔσῃ δοῦλος·
000-00-00 Serial Number=0913978219
De consubstantiali Ante [Go Back]  
 [00299]  Ἐννόησον γὰρ πηλίκον ἔσται ἀγγέλων παρόντων, ἀρχαγγέλων παρεστώτων, τῶν Σεραφὶμ, τῶν Χερουβὶμ, τῶν ἄλλων ἁπασῶν δυνάμεων, αὐτὸν ἄνθρωπον ὄντα μετὰ πολλῆς δύνασθαι προσιέναι τῆς παῤῥησίας, καὶ τῷ βασιλεῖ τῶν δυνάμεων ἐκείνων διαλέγεσθαι·
000-00-00 Serial Number=0125356019
De cruce et latrone Ante [Go Back]  
 [00096]  Ἐννόησον τὴν φωνὴν τῶν τέκνων τοῦ διαβόλου πῶς μιμοῦνται τὴν φωνὴν ταύτην τὴν πατρικήν.
000-00-00 Serial Number=0589550257
De diabolo tentatore Ante [Go Back]  
 [00094]  Ἐννόησον γάρ μοι, οἷόν ἐστιν ἰδεῖν τὴν φύσιν τὴν ἡμετέραν ἐπὶ τῶν Χερουβὶμ ὀχουμένην, [49.248] καὶ πᾶσαν αὐτῇ τὴν ἀγγελικὴν περικεχυμένην δύναμιν.
 [00124]  Ἐννόησον γὰρ τίς ἔμελλεν ὁ Κάϊν ἔσεσθαι, ἐν παραδείσῳ διατρίβων μετὰ τὴν μιαιφονίαν.
000-00-00 Serial Number=0589484632
De eleemosyna [1] Ante [Go Back]  
 [00196]  Ἐννόησον οὖν καὶ τοὺς ἐν τῇ γῇ πραγματευομένους, τοὺς πάντα ποιοῦντας καὶ πράττοντας ὑπὲρ τοῦ κερδᾶναί τι, τοὺς ὅρκῳ τολμῶντας, καὶ πάσης ἐπιορκίας γέμοντας ὑπὲρ τοῦ ἕνα ὀβολὸν λαβεῖν πλέον, ὅτι οἱ τοιοῦτοι τοὺς τοῦ Θεοῦ νόμους παραγράφονται.
000-00-00 Serial Number=0349630237
De eleemosyna [3] Ante [Go Back]  
 [00194]  Ἐννόησον οὖν καὶ τοὺς ἐν τῇ γῇ πραγματευομένους, τοὺς πάντα ποιοῦντας καὶ πράττοντας ὑπὲρ τοῦ κερδᾶναί τι, τοὺς ὅρκῳ τολμῶντας, καὶ πάσης ἐπιορκίας γέμοντας ὑπὲρ τοῦ ἕνα ὀβολὸν λαβεῖν πλέον, ὅτι οἱ τοιοῦτοι τοὺς τοῦ Θεοῦ νόμους παραγράφονται.
000-00-00 Serial Number=0976847231
De fato et providentia Ante [Go Back]  
 [00268]  Ἐννόησον οὖν πῶς αὐτὸς μὲν πρὸς ἄκρον εὐπορίας ἐληλάκει, ὁ δὲ πένης ἐκεῖνος ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τῆς πενίας τὸ ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ παλαίων.
 [00304]  Ἐννόησον τὰ σαυτῷ βεβιωμένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε συνειδὸς, καὶ μεταθήσῃ τὴν γνώμην·
000-00-00 Serial Number=0809734821
De gloria in tribulationibus Ante [Go Back]  
 [00145]  Ἐννόησον ἡλίκον ἦν ἰδεῖν τύραννον μετὰ στρατοπέδων καὶ ξιφῶν ἠκονημένων καὶ ὅπλων τοσούτων ἀπὸ μιᾶς κόρης νικώμενον.
 [00150]  Ἐννόησον ἡλίκος ἦν ὁ Παῦλος τότε τὰ δεσμωτήρια οἰκῶν, καὶ εἰς δικαστήρια ἐπαγόμενος, πῶς περίβλεπτος, πῶς λαμπρὸς, καὶ περιφανὴς παρὰ πᾶσιν ἐφαίνετο, μάλιστα δὲ παρ' ὧν ἐπολεμεῖτο, καὶ ἐπεβουλεύετο.
000-00-00 Serial Number=0854956329
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00033]  Ἐννόησον γὰρ, ἀγαπητὲ, πῶς ἦν ἐν τῷ λάκκῳ τῶν λεόντων ∆ανιὴλ, οὐκ ἔχων οὐ σκάμνον, οὐκ ἄρτον, οὐ τράπεζαν, οὐ λύχνον, οὐ κλίνην, ἀλλ' ἐν μέσῳ τῶν δύο λεόντων σταυροειδῶς ἑστὼς τὸν μέλλοντα Χριστὸν ἐμιμεῖτο.
000-00-00 Serial Number=0025138974
De incomprehensibili dei natura Ante [Go Back]  
 [00367]  Ἐννόησον φιλανθρωπίαν ∆εσπότου.
 [00388]  Ἐννόησον, ἄθλιε καὶ ταλαίπωρε, τίς εἶ καὶ τίνα περιεργάζῃ·
 [00433]  Ἐννόησον γὰρ πόσον μὲν ὁρῶν ὄγκον, πόσα δὲ ἀνθρώπων ἔθνη, πόσα δὲ ὕψη καὶ πλήθη φυτῶν, πόσας δὲ πόλεις καὶ πόσα οἰκοδομημάτων μεγέθη καὶ πόσα τετραπόδων, θηρίων, ἑρπετῶν πλήθη παντοδαπῶν ἐπὶ τὸν νῶτον φέρει τὸν ἑαυτῆς.
 [01048]  Ἐννόησον τίνος πλησίον ἕστηκας, μετὰ τίνων μέλλεις καλεῖν τὸν Θεόν, μετὰ τῶν Χερουβίμ·
000-00-00 Serial Number=0784549534
De jejunio [2] Ante [Go Back]  
 [00232]  Ἐννόησον τοίνυν ἐν ποίοις εἶ, ἐν ἡσυχίᾳ, ἐν πραότητι, ἐν γαλήνῃ.
000-00-00 Serial Number=0133942366
De jejunio et eleemosyna Ante [Go Back]  
 [00058]  Ἐννόησον ποῦ κατέβη ὁ ∆εσπότης σου δι' ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον.
000-00-00 Serial Number=0890390337
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00632]  Ἐννόησον Παῦλον, καὶ ὄψει ὅτι καὶ ὤνησεν ἡμᾶς τὰ μέγιστα τὸ γενέσθαι θνητούς.
000-00-00 Serial Number=0144667029
De mutatione nominum Ante [Go Back]  
 [00250]  Ἐννόησον γὰρ ὅσον εὐθέως ἡμῖν κινεῖ ζήτημα, τὸ, Σαῦλος, τοῦτο·
000-00-00 Serial Number=0998475134
De paenitentia [1] Ante [Go Back]  
 [00575]  Ἐννόησον τίς ἦν ὁ λέγων ταῦτα τὰ ῥήματα·
 [00758]  Ἐννόησον, μετὰ τοσούτους καμάτους ἐξεβλήθησαν, ὅτε ἀκρασίαν ἐχαλίνωσαν, ὅτε πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν εἶχον, ὅτε τῶν βιωτικῶν κατεγέλασαν πραγμάτων, ὅτε τὸν καύσωνα ὑπήνεγκαν τὸν μέγαν, ὅτε τὰ σκάμματα ὑπερέβησαν, ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν ἀνεπτερώθησαν, ὅτε τοῦ σώματος τὴν σφραγῖδα οὐ διέλυσαν, ὅτε τὸ μέγα εἶδος τῆς παρθενίας ἐκτήσαντο, ὅτε τὴν ἅμιλλαν πρὸς τοὺς ἀγγέλους ἔσχον, ὅτε τοῦ σώματος τὰς ἀνάγκας κατεπάτησαν, ὅτε τῆς φύσεως ἐπελήσθησαν, ὅτε ἐν σώματι τὰ ἀσώματα ἐπετέλεσαν, ὅτε τὸ μέγα καὶ ἀκαταμάχητον κτῆμα τῆς παρθενίας ἐκτήσαντο·
 [00787]  Ἐννόησον πόσος τοῦ κατορθώματος ὁ κάματος.
 [01650]  Ὥσπερ διδάσκαλος πρὸς παιδίον λέγων ὀκνηρὸν τοῖς πάλαι βουλόμενον ἐνδιατρίβειν ἔτι μαθήμασιν, ἐπὶ τὰ ὑψηλότερα ἀναγαγεῖν θέλων λέγει, Ἐννόησον πόσον χρόνον τὸ μάθημα τοῦτο κατέσχες·
 [02292]  Ἐννόησον σπινθῆρα εἰς πέλαγος ἐμπεσόντα·
000-00-00 Serial Number=0024636269
De paenitentia sermo 1 Ante [Go Back]  
 [00216]  Ἐννόησον, ἄφρον, ὅτι οὐδὲν ἴδιον κέκτησαι, εἰ μὴ τὴν προαίρεσιν, εἴτε ἀγαθὴν, ὡς ὁ Θεὸς εἶπεν, εἴτε ἀπηνῆ, ὡς σὺ ἠθέλησας.
000-00-00 Serial Number=0870896518
De proditione Judae Ante [Go Back]  
 [00580]  Ἐννόησον γάρ·
000-00-00 Serial Number=0495384812
De profectu evangelii Ante [Go Back]  
 [00104]  Ἐννόησον ὁποῖόν τινα ἐκεῖνον εἶναι χρὴ, ὃν τοσούτου Χριστὸς ἐτιμήσατο, ὡς μηδὲ τοῦ αἵματος φείσασθαι τοῦ ἑαυτοῦ.
000-00-00 Serial Number=0319612801
De pseudoprophetis Ante [Go Back]  
 [00410]  Ἐννόησον τί εἶπες, Πᾶσι τοῖς ἔργοις αὐτοῦ·
000-00-00 Serial Number=0191350222
De sacerdotio Ante [Go Back]  
 [00701]  Ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν πρὸς τοσοῦτον μέλλοντα ἀνθέξειν χειμῶνα καὶ τοσαῦτα κωλύματα τῶν κοινῇ συμφερόντων διαθήσειν καλῶς.
 [01308]  Ἐννόησον γὰρ ὁποίας τὰς ταῦτα διακονουμένας χεῖρας εἶναι χρή, ὁποίαν τὴν γλῶτταν τὴν ἐκεῖνα προχέουσαν τὰ ῥήματα, τίνος δὲ οὐ καθαρωτέραν καὶ ἁγιωτέραν τὴν τοσοῦτο πνεῦμα ὑποδεξομένην ψυχήν.
000-00-00 Serial Number=0230373800
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00052]  Ἐννόησον γὰρ ἡλίκον ἦν·
000-00-00 Serial Number=0088095546
De sancta pentecoste Ante [Go Back]  
 [00284]  Ἐννόησον ἀγνωμοσύνην ἀνθρώπων, καὶ σκόπησον εὐγνωμοσύνην ἀγγέλων.
000-00-00 Serial Number=0778052866
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00108]  Ἐννόησον τὸν Ἠλίαν, τὴν οὐρανομήκη ψυχὴν καὶ θείαν·
000-00-00 Serial Number=0356313229
De sanctis martyribus [2] Ante [Go Back]  
 [00134]  Ἐννόησον τοὺς ἐπὶ τῆς σιδηρᾶς κλίμακος κειμένους σήμερον μάρτυρας, οὐχὶ στρωμνῆς ὑποκειμένης, ἀλλ' ἀνθράκων ὑπεστρωμένων.
000-00-00 Serial Number=0364635170
De studio praesentium Ante [Go Back]  
 [00089]  Ἐννόησον γὰρ ἡλίκον ἦν καθ' ἕκαστον τῶν παίδων ὁρᾷν σιδήρῳ καὶ πυρὶ σῶμα μεριζόμενον ἓν, καὶ μακροὺς τιθεμένους τοὺς διαύλους·
000-00-00 Serial Number=0047860265
De terrae motu Ante [Go Back]  
 [00051]  Ἐννόησον αὐτοῦ τὴν φιλανθρωπίαν·
000-00-00 Serial Number=0061112225
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00693]  Ἐννόησον τίνι προσέρχῃ κατὰ τῶν [63.590] ἐχθρῶν, ἄνθρωπε.
 [01601]  Ἐννόησον τίνι κοινωνεῖς, ἄνθρωπε, φυσώμενος καὶ πρὸς ἀλαζονείαν ἐπαιρόμενος, καὶ τοῦ ξένου τὴν θεραπείαν ἐπαισχυνόμενος.
 [01607]  Ἐννόησον τίς τῶν μαθητῶν τοὺς πόδας ἔνιψε, καὶ παῦσαι περὶ εὐγενείας διαλεγόμενος.
 [01868]  Ἐννόησον τίνος πλησίον ἕστηκας, ἐν τῇ ἱερᾷ καὶ φρικώδει μυσταγωγίᾳ, ἄνθρωπε, μετὰ τίνων μέλλεις καλεῖν τὸν Θεόν·
 [02193]  Ἐννόησον τὰ σαυτῷ βεβιωμένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε συνειδός·
 [02394]  Ἐννόησον τὸν Παῦλον, τὸν Πέτρον·
 [02810]  Ἐννόησον οἷον εἰκὸς αὐτὸν εἶναι ὁρῶντα παρασίτους, κόλακας, καταβαίνοντας, ἀναβαίνοντας, ἐξιόντας, εἰσιόντας, θορυβοῦντας, μεθύοντας.
 [02873]  Ἐννόησον τοίνυν οἷον κάλλος φιλεῖς, ἄνθρωπε, καὶ πρὸς ποίαν εὐμορφίαν ἐπτόησαι.
 [03010]  Ἐννόησον ὅπως τὸ παλαιὸν ἐποιοῦντο σπουδὴν, οὐ χρημάτων ζητοῦντες περιουσίαν, οὐ πολὺν πλοῦτον καὶ ἀνδράποδα καὶ πλέθρα γῆς τόσα καὶ τόσα, οὐ τοῦ ἔξωθεν κάλλους τὴν εὐμορφίαν, ἀλλὰ τῆς ψυχῆς τὸ κάλλος ἐπεζήτουν καὶ τρόπων εὐγένειαν.
 [04093]  Ἐννόησον τοίνυν, ὅτι, εἰ βουληθείη μετὰ ἀκριβείας τὰ εἰς αὐτὸν γινόμενα ὁ Θεὸς ἐξετάζειν, οὐδεμίαν βιωσόμεθα ἡμέραν.
 [04473]  Ἐννόησον γὰρ ὅτι οὐχὶ τοὺς ἡμίσεις ἔλαβεν ὁ διάβολος, καὶ τοὺς ἡμίσεις ἀφῆκεν, οὐδὲ τοὺς πλείονας ἔλαβε, καὶ τοὺς ἐλάττους ἀφῆκεν, ἀλλ' ὁλόκληρον ἐτρύγησε τὸν καρπὸν, καὶ τὸ δένδρον οὐ κατέβαλε·
 [04477]  Ἐννόησον ὅσον ἐστὶ τὸ τοσούτους παῖδας ἀπολωλέναι·
 [04498]  Ἐννόησον τοίνυν, τίς ἄρα ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ἰδὼν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἀνακλινομένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥι [63.707] νὸς συντριβείσης, κεφαλῆς διακλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον.
 [06201]  Ἐννόησον κατὰ τίνος εἰκόνα ἐγένου, καὶ μὴ κατενεχθῇς εἰς τὴν τῶν ἀλόγων εὐτέλειαν.
 [06249]  Ἐννόησον οὖν ὅσον ἂν εἴη κακὸν, τοῦ Χριστοῦ θέλοντος ἡμᾶς ἐξ ἀνθρώπων ἰσαγγέλους ποιεῖν, αὐτοὺς ἐξ ἀνθρώπων εἰς θηρία μεταπεσεῖν.
 [06386]  Ἐννόησον γάρ μοι τὸν Ἄβελ·
 [06897]  Ἐννόησον ὅσον χειμῶνα λοιπὸν ὁ Σαοὺλ ὑπέμεινε, τῶν σπλάγχνων αὐτῷ διακοπτομένων, καὶ ἑκατέρωθεν βαθυτάτου κρημνοῦ φερομένου.
 [07775]  Ἐννόησον τοίνυν ἡλίκον ἦν μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διεθερμαίνετο, καὶ σφοδρότερον τὸ φίλτρον ἐγίνετο·
 [08047]  Ἐννόησον πῶς αὐτοὺς ἤλειψε, πῶς ἑπτὰ ναοὺς τῷ Θεῷ παρέστησεν.
 [08768]  Ἐννόησον σπινθῆρα εἰς πέλαγος ἐμπεσόντα, μὴ δύναται στῆναι ἢ φανῆναι;
 [09347]  Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν τιμὴν, καὶ οὐδενὸς ἀνθρώπων ἔσῃ δοῦλος·
 [09467]  Ἐννόησον τί περὶ τῶν Ἰουδαίων φησὶν ὁ Χριστός·
 [09542]  Ἐννόησον ὅτι δι' ἔλεον ὁ κόσμος συνεστάθη, καὶ μίμησαι τὸν ∆εσπότην.
 [09653]  Ἐννόησον τοίνυν, ὅτι χωρὶς μὲν σωφροσύνης οὐκ ἔστιν ἰδεῖν τὸν Κύριον·
 [09881]  Ἐννόησον·
 [09999]  Ἐννόησον δή μοι.
 [09999]  Ἐννόησον ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
 [09999]  Ἐννόησον γὰρ ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
 [09999]  Ἐννόησον δή μοι.
 [09999]  Ἐννόησον τίς ἐστιν ἡ ψυχὴ, ἐν οἵᾳ τότε ἐκπλήξει γίνεται, ἐν οἵῳ θαύματι, ἐν οἵᾳ ἡδονῇ.
000-00-00 Serial Number=0270074606
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00650]  Ἐννόησον τίς ἤμην ταῦτα ἀκούων.
 [00662]  Ἐννόησον τί με πάσχειν εἰκὸς ἦν τοσούτοις συνεχόμενον κακοῖς καὶ τοῦ πυρετοῦ ἐπικειμένου καὶ μηδὲν εἰδότα τῶν κατεσκευασμένων, ἀλλὰ δεδοικότα βαρβάρους καὶ τρέμοντα καὶ προσδοκῶντα εἰς τὰς χεῖρας αὐτῶν ἐμπεσεῖσθαι.
 [01459]  Ἐννόησον γὰρ πότε ἐκεῖνος ἐπεθύμει καὶ πῶς τῶν πραγμάτων διακειμένων, οὐ νόμου δοθέντος, οὐ προφητῶν φανέντων, οὐ τῆς χάριτος οὕτως ἐκχυθείσης οὐδὲ ἄλλης φιλοσοφίας μετασχών.
 [01522]  Ἐννόησον τοίνυν ὅσων ἄξιοι στεφάνων εἰσὶν οἱ γενναίως στάντες, ὅταν ἄνδρες ἐν τοσαύτῃ ἀσκήσει διαγαγόντες καὶ καρτερίᾳ οὕτω φανῶσιν ὑποσυρόμενοι.
000-00-00 Serial Number=0584532678
Expositiones in Psalmos Ante [Go Back]  
 [00428]  Ἐννόησον τοίνυν κακίας ὑπερβολὴν, ὅταν τὸ φάρμακον δηλητήριον γίνηται, ὅταν δι' οὗ τὰ ἑτέρων τραύματα διορθοῦν χρὴ, διὰ τούτου τραύματα ἐργαζώμεθα·
 [02494]  Ἐννόησον γοῦν τὸν μοιχὸν, πῶς ἀθλιώτερον πάντων ζῇ, καὶ πρὸ τῆς γεέννης πάντα ὑποπτεύων, καὶ τὰς σκιὰς τρέμων, καὶ πρὸς οὐδένα ἐλευθέροις ἀντιβλέπων ὀφθαλμοῖς, ἀλλὰ πάντας δεδοικὼς, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, ξίφη βλέπων ἠκονημένα, θανάτους ἐπηρτημένους, δημίους, δικαστήρια.
 [02895]  Ἐννόησον γὰρ, ὅτι δι' αὐτὸν τὰ ὁρώμενα πάντα.
 [04658]  Ἐννόησον γὰρ, ὅτι δι' αὐτὸν τὰ ὁρώμενα πάντα.
 [07292]  Ἐννόησον τοίνυν Πνεύματος χάριν, πῶς ἐστι παναρκὴς, τοσαύτῃ οἰκουμένῃ ἐπὶ τοσούτοις ἀρκοῦσα χρόνοις·
000-00-00 Serial Number=0754622817
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01303]  Ἐννόησον ὅσον τὸ ἐπὶ ψεύδεσιν ὀμνύναι, πῶς πόλιν ὁλόκληρον κατήνεγκεν·
 [01377]  Ἐννόησον ὅσον κακόν·
 [02429]  Ἐννόησον γὰρ οἷον ἦν τὸ παραχθῆναι μὲν, καὶ οὐρανὸν, καὶ γῆν, κεῖσθαι δὲ ἁπλῶς·
 [03076]  Ἐννόησον μέγεθος συμφορᾶς, ὅταν μηδὲ δακρύειν ἐξῇ τὰ πάθη τὰ οἰκεῖα, ἀλλὰ καὶ ταύτην ὦσιν ἀφηρημένοι τὴν ἐξουσίαν.
 [03086]  Ἐννόησον ὅση ἡ τοῦ προφήτου παῤῥησία, ὅταν διὰ τῶν ὑπηκόων τοιαῦτα σημαίνῃ τοῖς ἄρχουσιν·
 [04746]  Ἐννόησον γὰρ ἄνθρωπον γεγηρακότα, ἀκούοντα ὅτι μετὰ ἑβδομήκοντα ἔτη ἔσται τὰ ἀγαθά.
000-00-00 Serial Number=0091459334
Fragmenta in Job Ante [Go Back]  
 [00934]  Ἐννόησον γὰρ ὅσον ἦν, ἑαυτὸν ἐν τούτοις ὁρᾷν, καὶ ἐκείνους τοὺς συνήθεις, καὶ γνωρίμους, ἐπὶ τῆς προτέρας εὐπραγίας μένοντας.
000-00-00 Serial Number=0977128983
Homilia in martyres Ante [Go Back]  
 [00040]  Ἐννόησον ἡλίκος γέλως, μετὰ τοιαύτην σύνοδον, μετὰ παννυχίδας, μετὰ Γραφῶν ἁγίων ἀκρόασιν, μετὰ μυστηρίων θείων κοινωνίαν, καὶ μετὰ πνευματικὴν χορηγίαν, ἄνδρα ἢ γυναῖκα ἐν καπηλείῳ φαίνεσθαι διημερεύοντας.
000-00-00 Serial Number=0319082439
In Acta apostolorum Ante [Go Back]  
 [00703]  Ἐννόησον, ὅσον ἐστὶ χαλεπὸν, βουλόμενον εὑρεῖν τὴν πηγὴν τῶν κακῶν, ταύτην τε ἀγνοῆσαι, καὶ ἑτέραν προσθεῖναι αὐτῇ.
 [01141]  Ἐννόησον, ὅσα ὑπέμεινεν, ὅσα ἐφιλοσόφησεν ὁ Μωϋσῆς, ὅσα ἐπεδείξατο ἀγαθά·
 [01173]  Ἐννόησον τί Σίμων ἔπαθε;
 [06129]  Οἷόν ἐστιν εἰς θαῦμα μεῖζον, τοῦ τάφους μὲν ἑτέρους οἰκοδομῆσαι λαμπροὺς, ἵνα οἱ μετὰ ταῦτα ἀκούωσιν, ὅτι ὁ δεῖνα ᾠκοδόμησε, σὲ δὲ ἐκκλησίας ἀναστῆσαι! Ἐννόησον, ὅτι μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας σὺ τὸν μισθὸν ἕξεις ὁ ἀναστήσας θυσιαστήριον τοῦ Θεοῦ.
 [07214]  Ἐννόησον τίς ἐστιν ἡ ψυχὴ, ἐν οἵᾳ τότε ἐκπλήξει γίνεται, ἐν οἵῳ θαύματι, ἐν οἵᾳ ἡδονῇ.
 [08234]  Ἐννόησον οὖν, εἴ τις πολυτελείας, εἴ τις τρυφῆς ἐπεισῆλθεν ἄν ποτε πόθος γυναικὶ παρὰ λάρνακι κρυπτομένῃ καὶ περιμενούσῃ τὴν θεραπαινίδα, ὅπως ἔλθῃ κομίζουσα δεῖπνον, καὶ φοβουμένῃ, μή πως ἁλῷ, καὶ καθάπερ ἐν καμίνῳ τῷ τάφῳ κειμένῃ·
 [09418]  Ἐννόησον τὸν Θεὸν, ἐννόησον τὴν ἄνωθεν δόξαν·
 [09986]  Ἐννόησον, εἰ μὴ ἠθέλησέ σε ποιῆσαι ὁ Θεὸς πλούσιον·
 [09999]  Ἐννόησον, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ ἀρκεῖ τοῦτο.
 [09999]  Ἐννόησον ὅσον ἐστὶ πυρετὸν ἔχειν καὶ οἴδημα·
 [09999]  Ἐννόησον τοὺς ὀργιζομένους καὶ μεθύοντας ὑπὸ τοῦ θυμοῦ, πόσου ἀφροῦ οὐκ ἀκαθαρτότερα ἐκβάλλουσι ῥήματα;
 [09999]  Ἐννόησον τῆς φιλοξενίας ὅσον τὸ κέρδος·
000-00-00 Serial Number=0233834863
In Genesim sermones Ante [Go Back]  
 [00831]  Ἐννόησον τοίνυν πόσης ἐπέπληστο σοφίας, τοσούτοις γένεσιν, οὕτω ποικίλοις, καὶ παντοδαποῖς, τοῖς τῶν κτηνῶν, τοῖς τῶν ἑρπετῶν, τοῖς τῶν πτηνῶν προσηγορίας ἐπιθεῖναι, καὶ πάσας κυρίας, δυνηθείς.
000-00-00 Serial Number=0855239213
In Joannem Ante [Go Back]  
 [00389]  Ἐννόησον οὖν ὅσον ἂν εἴη κακὸν, τοῦ Χριστοῦ θέλοντος ἡμᾶς ἐξ ἀνθρώπων ἰσαγγέλους ποιεῖν, αὐτοὺς ἐξ ἀνθρώπων εἰς θηρία μεταποιεῖν.
 [03758]  Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν.
 [03793]  Ἐννόησον γὰρ οἷον ἦν παντὸς τοῦ λαοῦ καὶ τοῦ δήμου περιεστῶτος αὐτὸν, καὶ τοῦ πλήθους τῆς ἀκροάσεως ἐκκρεμαμένου, καὶ τῆς διδασκαλίας προτεθείσης, ἐκείνην παρελθοῦσαν μέσην, ἀπαγαγεῖν μὲν αὐτὸν τῆς παραινέσεως, ἰδίᾳ δὲ διαλέγεσθαι, μηδὲ ἔνδον ἀνέχεσθαι ἐλθεῖν, ἀλλ' ἕλκειν αὐτὸν ἔξω μόνον πρὸς ἑαυτήν.
 [04968]  Ἐννόησον οὖν ἡλίκα ταῦτα φιλανθρωπίας δείγματα, τὸ καὶ χάριτι ἀφεῖναι, καὶ μετὰ τὴν χάριν τὸν ἁμαρτόντα καὶ ἄξιον ὄντα κολάσεως μὴ κολάζειν, ἀλλὰ διδόναι καιρὸν καὶ προθεσμίαν ἀπολογίας αὐτῷ.
000-00-00 Serial Number=0331541300
In Joannem theologum Ante [Go Back]  
 [00116]  Ἐννόησον πάλιν τῶν Ἐκκλησιῶν τὰ πλήθη, τὸν κλῆρον, καὶ τὰ πλήθη τοῦ λαοῦ, ἀνδρῶν τε καὶ γυναικῶν, εἰ δύνασαι ἐξαριθμῆσαι τούτους.
000-00-00 Serial Number=0568589628
In Psalmum 050 Ante [Go Back]  
 [00158]  Ἐννόησον τὸν λῃστήν.
 [00160]  Ἐννόησον τὴν πόρνην.
 [00162]  Ἐννόησον τὸν Παῦλον, τὸν βλάσφημον.
 [00164]  Ἐννόησον τοὺς μάγους.
000-00-00 Serial Number=0797080874
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00316]  Ἐννόησον πόσον κακὸν ἡ ἁμαρτία.
 [00546]  Ἐννόησον τί λέγει ὁ μακάριος Παῦλος·
 [00567]  Ἐννόησον τὴν Παύλου σοφίαν τί λέγει.
000-00-00 Serial Number=0480198443
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00158]  Ἐννόησον τοὺς μάγους.
 [00160]  Ἐννόησον τὸν τελώνην.
 [00164]  Ἐννόησον τὸν λῃστήν.
 [00166]  Ἐννόησον τὸν βλάσφημον Παῦλον, καὶ μετὰ ταῦτα ἀπόστολον·
 [00284]  Ἐννόησον τοίνυν τὸν μέγαν προφήτην τοῦτον, τὸν ∆αυῒδ λέγω, μετὰ τὴν τοῦ Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ κατορθωμάτων πλῆθος, μετὰ τρόπαια τοσαῦτα, ἀνακηρύττοντα καὶ λέγοντα·
000-00-00 Serial Number=0762571812
In diem natalem Ante [Go Back]  
 [00008]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶν, ἥλιον ἐκ τῶν οὐρανῶν καταβάντα, ἐπὶ γῆς τρέχοντα ὁρᾷν, καὶ τὰς ἀκτῖνας πᾶσιν ἀφιέντα ἐντεῦθεν.
 [00272]  Ἐννόησον, ὦ ἄνθρωπε, ποίας μέλλεις ἅπτεσθαι θυσίας, ποίᾳ προσέρχεσθαι τραπέζῃ·
000-00-00 Serial Number=0607773483
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01753]  Ἐννόησον ὅτι καὶ ὁ Ἀβραὰμ θυσίαν ἀνάγων, οὐ γυναῖκα, οὐ δοῦλον, οὐκ ἄλλον τινὰ ἀφῆκε παρεῖναι.
 [01783]  Ἐννόησον πόσαι θυσίαι εἰσὶν ἐν τῷ νόμῳ·
 [01998]  Ἐννόησον τοίνυν ὅση τοῦ Πνεύματος ἡ ἀξία, ὅταν αἱ πλάκες αὐτοῦ βελτίους τῶν προτέρων, ὅταν μεῖζόν τι καὶ αὐτῆς τῆς ἀναστάσεως ἐπιδεικνύηται.
 [02064]  Ἐννόησον τοὺς ἀκούοντας, πῶς ἐρυθριῶσιν ἐν τῇ ἀσχημοσύνῃ τῇ σῇ.
 [02374]  Ἐννόησον Παῦλον, οὗ τὰ ἱμάτια ἐνήργει, Πέτρον, οὗ καὶ αἱ σκιαὶ ἴσχυον.
 [03439]  Ἐννόησον τοίνυν ὅσα σοι παρέσχε.
 [05264]  Ἐννόησον τοίνυν ὅσον ἐστὶν ἑτέροις γενομένους αἰτίους τῆς φιλοτιμίας ταύτης, αὐτοὺς ὑστερεῖσθαι κατὰ τὴν εἰσφορὰν ταύτην.
 [05454]  Ἐννόησον οὖν ὅση κόλασις κείσεται, ὅταν γυναικὸς χήρας, πτωχῆς, ἀλλοφύλου, βαρβάρου, παίδων μητρὸς, τούτων οὐδὲν εἰδυίας ὧν ἡμεῖς ἴσμεν, ἔλαττον φέρωμεν, καὶ ἀσθενέστεροι ὦμεν.
 [06019]  Ἐννόησον ὅτι ὁσάκις ἐπόρνευσας, τοσαυτάκις κατέγνως σαυτοῦ.
 [07235]  Ἐννόησον γὰρ πόσα δεσμωτήρια, πόσας πληγὰς, πόσους κινδύνους, πόσας ἐπιβουλὰς, πόσας νιφάδας πειρασμῶν ἐνταῦθα ᾐνίξατο, πόσους πολέμους ἐμφυλίους, ἐξωτικοὺς, πόσας ὀδύνας, πόσας προσβολὰς διὰ τοῦ ὀνόματος τῆς ὑπομονῆς·
 [07527]  Ἐννόησον τοίνυν ἀποστολικὴν ἀρετὴν, ὅταν μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, ὑπὲρ ἀλλοτρίων θρηνῇ κακῶν, καὶ ὑπὲρ τῶν ἑτέροις πεπλημμελημένων ταπεινῶται.
000-00-00 Serial Number=0932703137
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00106]  Ἐννόησον τὴν γέενναν, ἐννόησον τοὺς πολλῷ βελτίους σου, ἐννόησον ὅσων ὀφείλεις τῷ Θεῷ δίκας·
 [00110]  Ἐννόησον τὰ παρόντα, αὐτὴν τὴν ἀνθρωπίνην φύσιν, πῶς οὐδὲν ἄνθρωπος.
 [00113]  Ἐννόησον τοὺς πάνυ πλουτοῦντας, τοὺς ἐν πολέμοις ἀπολλυμένους ἁπλῶς·
000-00-00 Serial Number=0563810170
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00158]  Ἐννόησον δὲ, ἐν ὅσῃ ἐστὶν ἀθυμίᾳ, ὅταν βούληται μέν τι πράττειν, μὴ δύνηται δὲ ἢ διὰ δέος, ἢ δι' ὑποψίαν, ἢ διὰ πολεμίους, ἢ διὰ φίλους;
 [00367]  Ἐννόησον δὲ ὅσον ἐστὶ καθ' ἕκαστον τῶν ἀρχομένων ἐξετάζεσθαι καὶ ἀγωνιᾷν.
 [00535]  Ἐννόησον ὅσον ἐστὶ τὸ μέσον Ἰωάννου καὶ τοῦ Ἰησοῦ·
 [02474]  Ἐννόησον δὲ ὅσον ἐστὶ τὸν κοινῇ πᾶσιν ἐπιφαίνεσθαι μέλλοντα, τοῦτον ἰδίᾳ ὑπισχνεῖσθαι ἐπιφανῆναι ἡμῖν.
000-00-00 Serial Number=0290301085
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02500]  Ἐννόησον γοῦν πόσον χρόνον ἐν τῷ θανάτῳ μένει διὰ μίαν ἁμαρτίαν τὸ γένος τὸ ἡμέτερον.
 [03449]  Ἐννόησον τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τίνα ἀφεὶς τίνι προσφεύγεις, καὶ ταχέως διορθώσῃ τὸ πᾶν.
 [04810]  Ἐννόησον
 [04900]  Ἐννόησον ὅτι γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μητρός σου·
 [04903]  Ἐννόησον ὅτι πρόσκαιρα τὰ παρόντα, λόγισαι τοὺς τάφους τῶν προγόνων, κατάμαθε τὰ γεγενημένα σαφῶς, καὶ ὄψει ὅτι ἰσχυρότερόν σε ἐποίησεν ὁ ἀδικήσας.
 [05086]  Ἐννόησον πάλιν πῶς ὁ οὐρανὸς γέγονεν οὐκ ὢν, πῶς τὰ ἄπειρα ἄστρα, πῶς ὁ ἥλιος, πῶς ἡ σελήνη·
 [05339]  Ἐννόησον οὕτω, καὶ μένε σωφρονῶν, τίνος ἦν μέλη, καὶ τίνος γέγονε.
 [05353]  Ἐννόησον γοῦν ἡλίκης αὐτὴν ὕβρεως ἀπήλλαξεν ὁ Θεός·
 [05434]  Ἐννόησον γὰρ ὅσον ἦν ἐπ' ὄψεσι τοσαύταις ὑπὸ παίδων αἰχμαλώτων αὐτὸν διαπτύεσθαι.
 [05813]  Ἐννόησον τὸν Κάϊν, ὅσα ὑπὸ τῆς βασκανίας ἐπετάγη.
 [05847]  Ἐννόησον τὸν Κάϊν, ὅσα ὑπὸ τῆς βασκανίας ἐπετάγη.
 [07301]  Ἐννόησον τοὺς λειμῶνας καὶ τὰ ἐν αὐτοῖς ἄνθη, τὰ χρυσίου παντὸς φαιδρότερα καὶ τῶν παντοδαπῶν χαριέστερα καὶ διαυγέστερα λίθων·
 [08172]  Ἐννόησον οὖν τῆς παρανομίας τὴν ὑπερβολὴν, ὅταν τοσαύτῃ τιμηθεὶς ἐξουσίᾳ σαυτὸν καταισχύνῃς, τὸ τῆς γυναικὸς ἁρπάζων σχῆμα.
 [08615]  Ἐννόησον, ὅτε μετέλαβον οἱ ἀπόστολοι τῶν ἱερῶν δείπνων ἐκείνων, τί ἐποίησαν·
 [09999]  Ἐννόησον οὖν ὅσης ἀγάπης αὐτοῦ τὰ ῥήματα ἦν, καὶ τὰ πράγματα ἃ ἐκείνη ἔλεγε·
000-00-00 Serial Number=0938892305
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00747]  Ἐννόησον γὰρ ὅσον ἐστὶν Ἐκκλησίαν ὁλόκληρον παρεῖναι φυτευθεῖσαν καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου.
 [01283]  Ἐννόησον γάρ μοι πῶς διατίθεται ἐξ ἀγάπης ὁ καὶ πυρὸς κατατολμῶν Παῦλος, ὁ ἀδαμάντινος, ὁ στεῤῥὸς, ὁ ἀκλινὴς, ὁ πάντοτε συγκεκροτημένος, ὁ καθηλωμένος τῷ φόβῳ τοῦ Θεοῦ, ὁ ἀκαμπής.
 [02284]  Ἐννόησον γάρ·
 [03222]  Ἐννόησον γὰρ ὅτι εἰς μὲν βασίλεια τὰ ἐπὶ γῆς εἰσερχομένων ἡμῶν, οὐδὲν τοιοῦτον ἔστιν ἰδεῖν·
000-00-00 Serial Number=0446426749
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00569]  Ἐννόησον γὰρ [62.516] ὅσον ἦν πρὸς καθημερινὰς ὕβρεις, λοιδορίας, ἐπιβουλὰς, κινδύνους, σκώμματα, ὀνείδη, θανάτους ἵστασθαι, καὶ μὴ ἀποκάμνειν μηδὲ ὀλισθαίνειν μηδὲ περιτρέπεσθαι, ἀλλὰ, πάντοθεν βαλλόμενον μυρίοις καθ' ἑκάστην ἡμέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ ὄμμα ἑστάναι καὶ ἀκατάπληκτον.
 [01192]  Ἐννόησον δὲ ὅσον ἦν ἀκούειν τοὺς ἐπιβουλεύοντας, τοὺς μαστίζοντας, τοὺς ἐλαύνοντας, τοὺς ἀποκτιννύντας, ὅτι οἱ τὰ τοιαῦτα πάσχοντες ὑπὲρ τῶν τὰ τοιαῦτα δρώντων προσευχὰς πρὸς τὸν Θεὸν ποιοῦνται ἐκτενεῖς.
 [01532]  Ἐννόησον ὅτι ἀπολούμεθα καὶ ἡμεῖς, ὅτι πολλοὶ τῶν κεκτημένων οὐδὲν σχεδὸν αὐτῶν ἀπώναντο, ὅτι μυρίοι κομπάσαντες ἐν αὐτῷ, τέφρα ἐγένοντο καὶ κόνις, ὅτι καὶ νῦν δίκην τίνουσι τὴν ἐσχάτην, τῶν ἐν ὀστράκῳ καὶ ὑέλῳ διαιτηθέντων πολλῷ τυγχάνοντες πτωχότεροι, τῶν ἐν κοπρίᾳ πολλάκις οἱ ἐπὶ τῶν κλινῶν τῶν ἐλεφαντίνων ἀπορώτεροι.
 [02272]  Ἐννόησον τὸ μυστήριον, καὶ φρίξαι ἔχεις·
 [02517]  Ἐννόησον γάρ μοι ἄνδρα μετὰ εἴκοσιν ἔτη τῷ μαστῷ προσάγοντα ἑαυτὸν τῆς τίτθης, πῶς ἐστι καταγέλαστος, διὰ τὸ ἄκαιρον.
 [02963]  Ἐννόησον τίνα ἐστὶ τὰ ἀπὸ τῶν σιτίων, ποῦ μεταβάλλεται, καὶ τί γίνεται.
000-00-00 Serial Number=0751399100
In epistulam ad Colossenses Ante [Go Back]  
 [02816]  Ἐννόησον τὰ τούτων χείρω, ὅταν τι δεινὸν πάθῃς, καὶ ἱκανὴν ἕξεις παραμυθίαν·
 [03309]  Ἐννόησον γάρ μοι·
000-00-00 Serial Number=0791254997
In epistulam ad Ephesios Ante [Go Back]  
 [00651]  Ἐννόησον ὅσον ἐστὶν ἀνθρώπου καὶ Θεοῦ φύσεως τὸ μέσον·
 [00737]  Ἐννόησον τίνος ἐγγὺς ἡ κεφαλή σου κάθηται·
 [00781]  Ἐννόησον, οἱ τῆς θυσίας μετέχοντες τῆς παλαιᾶς πόσῃ ἐκέχρηντο τῇ φειδοῖ.
 [00984]  Ἐννόησον ποῦ ἐκάθισεν ἐκεῖνος.
 [01053]  Ἐννόησον τοίνυν, ὅτι χωρὶς μὲν σωφροσύνης οὐκ ἔνι ἰδεῖν τὸν Κύριον·
 [01316]  Ἐννόησον γὰρ ὅσον ἐστὶ κακὸν, τοσαῦτα τοῦ Θεοῦ πραγματευσαμένου, ἵνα καταλλαγῶμεν, καὶ ἀνύσαντος, πάλιν ἡμᾶς εἰς ἔχθραν ἐπανελθεῖν.
 [01422]  Ἐννόησον τοὺς Ἕλληνας θεμέλιον ἔχοντας τοὺς πατριάρχας.
 [01500]  Ἐννόησον γάρ·
 [01906]  Ἐννόησον ὅτι οὐ τὸν ἐχθρὸν εὐεργετεῖς, ἀλλὰ σαυτὸν, οὐκ ἐκεῖνον φιλεῖς, ἀλλὰ τῷ Θεῷ ὑπακούεις.
 [04042]  Ἐννόησον τί ἐφθέγξω εὐθέως ῥῆμα τεχθεὶς, ποία ἀξία τοῦ στόματός σου.
 [04044]  Ἐννόησον πόθεν Πατέρα καλεῖς τὸν Θεόν.
 [04058]  Ἐννόησον τίνα ἐφθέγξατο ῥήματα τὸ στόμα τὸ σὸν, ποίας ἄξια τραπέζης·
 [04064]  Ἐννόησον μετὰ τίνων ἕστηκας κατὰ τὸν καιρὸν τῶν μυστηρίων, μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν Σεραφίμ.
 [04259]  Ἐννόησον ὅτι σὺ δέσποινα, κἀκείνη σοι διακονεῖται.
 [04933]  Ἐννόησον ὅσα ἥρπασας, ὅσα ἐπλεονέκτησας·
 [05129]  Ἐννόησον γάρ μοι·
 [05738]  Ἐννόησον τὸν Ἀβραὰμ, τὴν Σάῤῥαν, τὸν Ἰσαὰκ,τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς·
 [05776]  Ἐννόησον γάρ μοι τοὺς δικαίους ἐκείνους·
 [06116]  Ἐννόησον οὖν ὅσον ἐστὶ τὸν υἱὸν τὸν σὸν εἰσελθόντα ἐκεῖ, καθάπερ ἰατρὸν ἄριστον, μετὰ τῶν ὀργάνων εἰσιέναι τῶν δυναμένων καταστέλλειν τὴν ἑκάστου φλεγμονὴν, καὶ προσιέναι ἑκάστῳ καὶ διαλέγεσθαι, καὶ ὑγιὲς τὸ κάμνον σῶμα ποιεῖν, φάρμακα ἐπιτιθέντα τὰ ἀπὸ τῶν Γραφῶν, καὶ τοὺς περὶ φιλοσοφίας ἐκχέοντα λόγους.
 [06446]  Ἐννόησον ὅσον οὗτος παλαίει χρόνον, ὑπὲρ τίνος πυκτεύει, καὶ γενοῦ σεαυτοῦ ἀσφαλέστερος.
000-00-00 Serial Number=0494868457
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02261]  Ἐννόησον, ὅση κατέχει τὴν μακαρίαν ἐκείνην ψυχὴν ὀδύνη.
000-00-00 Serial Number=0851984620
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00102]  Ἐννόησον οὖν οἷα πάσχειν εἰκὸς ἦν τοὺς οἰκοῦντας τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν.
 [00478]  Ἐννόησον τὴν λεπτότητα τῶν εἰρημένων·
 [00880]  Ἐννόησον τοίνυν τὴν τιμὴν, ὅση τυγχάνει, ὅταν ὡς πρὸς φίλους πέμπῃ διακόνους τοὺς ἀγγέλους ὁ Θεὸς, ὅταν Κορνηλίῳ ἄγγελος φαίνηται, ὅταν πάντας τοὺς ἀποστόλους ἀπὸ τοῦ δεσμωτηρίου ἄγγελος ἐκβάλλῃ, καὶ λέγῃ·
 [01455]  Ἐννόησον τί ψάλλεις κατὰ τὸν καιρὸν ἐκεῖνον·
 [01459]  Ἐννόησον τί βούλονται οὗτοι οἱ ψαλμοί.
 [02132]  Ἐννόησον δή μοι παιδίον βασιλικὸν, ὅπερ ἕως μὲν ἂν ἐν τῇ μήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται, εἰ δὲ συμβαίη ἄφνω ἐξελθὸν ἐκεῖθεν ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἠρέμα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν·
 [02140]  Ἐννόησον γὰρ ὅσον ἐστὶ, ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλὰ ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
 [03556]  Ἐννόησον ὅτι ὁμοίως σοι ἐλεύθερός ἐστι, καὶ τῆς αὐτῆς σοὶ κοινωνεῖ εὐγενείας, καὶ πάντα σοὶ κοινὰ κέκτηται·
 [06143]  Ἐννόησον γάρ μοι ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος, καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ' αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν.
 [06539]  Ἐννόησον πῶς εὑρίσκεται τὸ χρυσίον, μετὰ πολλοῦ πόνου.
 [07813]  Ἐννόησον ὅσον ἐστὶν ὁ δίκαιος.
 [07951]  Ἐννόησον γάρ μοι τὸν Ἠλίαν, εἰς ὃν ἡμῖν ὁ λόγος περιήκει τήμερον·
 [08556]  Ἐννόησον γάρ μοι, εἰ νῦν μυρίους ἔχοντες ὧν ζηλώσομεν τὴν ἀρετὴν, καὶ πατέρας, καὶ διδασκάλους, οὕτω θλιβόμεθα, τί παθεῖν ἐκεῖνον εἰκὸς ἦν μόνον μεταξὺ τοσούτων;
 [09071]  Ἐννόησον οὖν τίνες ἔσονται τότε οἱ ἐν κατηφείᾳ, οἱ ἐν ὀδύνῃ, οἱ ἑλκόμενοι εἰς τὸ πῦρ, στεφανουμένων ἑτέρων.
 [09664]  Ἐννόησον πόσα πολλάκις ἀπὸ χρημάτων κακὰ γέγονε·
000-00-00 Serial Number=0564266503
In epistulam ad Philemonem Ante [Go Back]  
 [00121]  Ἐννόησον, φησὶν, ὅσα σοι συνεχώρησεν ὁ Θεὸς, πῶς χάριτι σὺ ἐσώθης·
000-00-00 Serial Number=0514029741
In epistulam ad Philippenses Ante [Go Back]  
 [00375]  Ἐννόησον πῶς ἔτρεφε τὸν Ἠλίαν ἡ χήρα·
 [01320]  Ἐννόησον ὅτι δι' ἔλεον ὁ κόσμος συνεστάθη, καὶ μίμησαι τὸν ∆εσπότην.
 [02634]  Ἐννόησον, φησὶν, ὅτι σαυτῷ πονεῖς, ὅτι σαυτῷ συνάγεις.
 [02998]  Ἐννόησον ὅσα Ἰουδαῖοι ἐδίδοσαν, δεκάτας, ἀπαρχὰς, πάλιν δεκάτας, καὶ πάλιν ἄλλας δεκάτας, καὶ πάλιν ἑτέρας τρισκαιδεκάτας, καὶ τὸ σίκλον·
 [03150]  Ἐννόησον οἷον ἦν Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην διὰ ἱματίου ἔνδειαν οἴκοι καθῆσθαι, καὶ τηλικούτοις πράγμασιν ἐμποδίζειν.
 [03561]  Ἐννόησον ὅσον ἦν ἀνθρώπους ἐκτεθηριωμένους τὴν φύσιν, εἰς τὸ τῶν ἀνθρώπων σχῆμα καταστῆσαι.
 [04929]  Ἐννόησον ὅτι καὶ σὺ εἷς ἐξ ἐκείνων εἶ, καὶ φέρε τὴν θλῖψιν καὶ τὴν ὀδύνην, τῇ ἐλπίδι τῶν μελλόντων τρεφόμενος·
000-00-00 Serial Number=0092413366
In epistulam ad Romanos Ante [Go Back]  
 [00300]  Ἐννόησον δὲ πῶς ἐπαίρει τὴν δωρεὰν, καὶ δείκνυσι μεγάλην οὖσαν καὶ πολὺ τῆς προτέρας ὑψηλοτέραν·
 [01072]  Ἐννόησον ἡλίκον ἐστὶ τὸ ἁμάρτημα, ὡς βιάσασθαι καὶ πρὸ καιροῦ τὴν γέενναν φανῆναι.
 [02494]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πεισθῆναι καὶ πληροφορηθῆναι, ὅτι δύναται ὁ Θεὸς τὸν ἐν ἀσεβείᾳ βεβιωκότα τοῦτον ἐξαίφνης οὐχὶ κολάσεως ἐλευθερῶσαι μόνον, ἀλλὰ καὶ δίκαιον ποιῆσαι, καὶ τῶν ἀθανάτων ἐκείνων ἀξιῶσαι τιμῶν.
 [03032]  Ἐννόησον τοίνυν ἡλίκα τὰ μέλλοντα, ὅταν καὶ ἐπὶ τοῖς δοκοῦσιν εἶναι λυπηροῖς μέγα φρονῶμεν.
 [03940]  Ἐννόησον γὰρ ὅση τῆς κακίας ἡ ὑπερβολὴ, ὅπου γε καὶ τῆς τιμωρίας ἀπαλλαγέντες, τῆς αἰσχύνης ἀπαλλαγῆναι οὐκ εἶχον.
 [05726]  Ἐννόησον οὖν ἡλίκον ἐφθέγξατο ῥῆμα ὁ Παῦλος περὶ τῶν πιστῶν καὶ ἀκριβῶς ἐσταυρωμένων, ὃ μηδ' ὁ τὸ διάδημα περικείμενος δύναιτ' ἂν ἔχειν.
 [05741]  Ἐννόησον γὰρ πόσης ἀγαθότητος τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι, ἀλλὰ καὶ ἐκδοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν καὶ ἀγνωμόνων καὶ ἐχθρῶν καὶ βλασφήμων.
 [06638]  Ἐννόησον γὰρ τὸ ἀξίωμα τοῦ ποιήσαντος, καὶ οὐκέτι ὄψεις δυσκολίαν οὐδεμίαν ἐν τῷ πράγματι.
 [07499]  Ἐννόησον γὰρ πονηρίαν τῶν κλάδων, ὅτε μηδὲ ῥίζαν ἔχοντες γλυκεῖαν, μιμοῦνται αὐτήν·
000-00-00 Serial Number=0011742473
In epistulam ad Titum Ante [Go Back]  
 [00413]  Ἐννόησον, ὅταν ἐπιθυμῇς δόξης, ὅτι αὐτῆς ἐπέτυχες, καὶ μάθε τὸ τέλος, καὶ οὐδὲν εὑρήσεις·
 [00915]  Ἐννόησον ὅτι οὐκ ἐκείνῳ τὴν χάριν δίδως, ἀλλὰ τοῦ Θεοῦ πρόσταγμα πληροῖς, καὶ πᾶν ὁτιοῦν ὑποστήσῃ ῥᾳδίως.
 [01417]  Ἐννόησον οἱ τρεῖς παῖδες πῶς περιεγένοντο τῆς καμίνου·
000-00-00 Serial Number=0477815211
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00243]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶ, τοὺς ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας γενομένους Ἕλληνας, Ἰουδαίους, αἱρετικοὺς, τοὺς ἐν τῇ ὀρθοδόξῳ πίστει διαμαρτόντας, πάντας ἀγαγεῖν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πάντων τὰ ἀπόῤῥητα εἰς μέσον ἐξαγαγεῖν τὰ πράγματα, τὰ ῥήματα, τοὺς δόλους, τὰς ἐπιβουλὰς, τὰ ἀπόῤῥητα τῆς διανοίας, οὐ μαρτυριῶν φερομένων, οὐκ ἐλέγχων, οὐκ εἰκόνων, οὐκ ἀποδείξεων, οὐκ ἄλλων τῶν τοιούτων οὐδενὸς, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει πρὸς τὸν ἔλεγχον κεχρημένων.
000-00-00 Serial Number=0844916821
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00458]  Ἐννόησον γὰρ ὅσοι τὴν οἰκουμένην οἰκοῦσι βλάσφημοι, μιαροὶ, γόητες, πάσης ἐμπεπλησμένοι κακίας·
 [00771]  Ἐννόησον γὰρ ἡλίκον ἐστὶν εἰς τιμῆς λόγον, Παῦλον καὶ τοὺς κατ' ἐκεῖνον ἅπαντας, τὸν Ἀβραὰμ, καὶ τοὺς κατ' ἐκεῖνον, καὶ τοὺς πρὸ ἐκείνου πάλιν πρὸ τοσούτων ἐτῶν ἀθλήσαντας καὶ νικήσαντας καθῆσθαι νῦν τὴν ἡμετέραν ἀναμένοντας εὐδοκίμησιν.
000-00-00 Serial Number=0135152519
In illud Messis quidem multa Ante [Go Back]  
 [00045]  Ἐννόησον ὅση τῷ Θεῷ πραγματεία ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, καὶ μὴ καταφρονήσῃς μηδενὸς ἀν θρώπου, ἀλλὰ διαλυθέντος τοῦ θεάτρου τούτου τοῦ πνευ ματικοῦ, ἀναζήτησον τὸν ἀπολειφθέντα, καὶ μὴ πρότε ρον ἀποστῇς ἕως ἂν αὐτὸν ἐπαγάγῃς, καὶ τῇ μητρὶ συνάψῃς, καὶ τῆς πονηρᾶς ἀπαγάγῃς συνηθείας, καὶ τὸν αἰχμάλωτον διασώσῃς καὶ τὸν καταποντι σθέντα ἀνιμήσῃ, καὶ τὸν θηριάλωτον τῶν χαλεπῶν ἀπαλλάξῃς θηρίων.
000-00-00 Serial Number=0027323842
In illud Ne timueritis Ante [Go Back]  
 [00070]  Ἐννόησον κατὰ τίνος εἰκόνα ἐγένου, ἄνθρωπε, καὶ μὴ κατενεχθῇς εἰς τὴν τῶν ἀλόγων εὐτέλειαν.
 [00102]  Ἐννόησον ἡλίκον ἐστὶν ἐξιέναι ἀπὸ ἐκκλησίας πάντων τῶν ἀνθρωπίνων ὑπερορῶντα, καὶ τὰ λυπηρὰ πατοῦντα, καὶ χρηστῶν ὑψηλότερον γινόμενον, οὔτε ἐν ἐκείνοις ἐπαιρόμενον, οὔτε ἐν τούτοις πιεζόμενον·
 [00128]  Ἐννόησον οὖν πῶς ὀλιγοχρόνιον τὸ κτῆμα.
 [00742]  Ἐννόησον τοίνυν ἡλίκος κόσμος τοὺς παῖδας ὁρωμένους μυρίους ἔχειν ἐραστὰς, καὶ πάντας ταῦτα λέγειν τὰ ῥήματα, εἰ εἰς τὴν τῶν δεομένων διατροφὴν ἀναλίσκοιτο ὁ πλοῦτος·
000-00-00 Serial Number=0249674618
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00204]  Ἐννόησον γὰρ ἡλίκον ἦν ἀκοῦσαι καὶ μαθεῖν, ὅτι ὁ Θεὸς, ὁ ἄῤῥητος, ὁ ἄφθαρτος, ὁ ἀπερινόητος, ὁ ἀόρατος, ὁ ἀκατάληπτος, Οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζων αὐτὰ, οὗ τὴν ῥοπὴν τῆς συγκαταβάσεως οὐδὲ τὰ Χερουβὶμ ἐνεγκεῖν ἠδυνήθησαν, ἀλλὰ τὰς ὄψεις ἀπέκρυπτον τῇ προβολῇ τῶν πτερύγων·
000-00-00 Serial Number=0323528051
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00118]  Ἐννόησον ἡλίκον ἐστὶ τοσαύτας ἐπὶ τῆς κεφαλῆς εὐλογίας λαβοῦσαν τὴν νύμφην, εἰς τὴν οἰκίαν εἰσιέναι τοῦ νυμφίου.
000-00-00 Serial Number=0566750467
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00086]  Ἐννόησον ἡλίκον ἦν ἰδεῖν Παῦλον, καὶ δειπνοποιούμενον, καὶ ἐπιτιμῶντα, καὶ παρακαλοῦντα, καὶ εὐχόμενον, καὶ δακρύοντα, ἐξιόντα καὶ εἰσιόντα.
000-00-00 Serial Number=0380235076
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00197]  Ἐννόησον οἵας ἀπολαύεις μυσταγωγίας ὁ μεμυημένος σὺ, μετὰ τίνων ἀναπέμπεις τὸ μυστικὸν μέλος ἐκεῖνο, μετὰ τίνων βοᾷς τὸ, Τρισάγιος.
000-00-00 Serial Number=0497825682
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00125]  Ἐννόησον ἐξουσίαν Παύλου·
000-00-00 Serial Number=0908420563
In illud Vidi dominum Ante [Go Back]  
 [00993]  Ἐννόησον τί ὑπέμειναν οἱ τότε ταῦτα ποιήσαντες·
 [00995]  Ἐννόησον ὅτι ἐκάησαν οἱ ἐπαναστάντες, ἀλλ' εἶπε τὸν ἐκδικηθέντα Ἀαρὼν καὶ εἰς ἀνάμνησιν αὐτὸν τῆς ἱστορίας ἤνεγκεν, μονονουχὶ τοῦτο λέγων·
000-00-00 Serial Number=0074035823
In illud Vidua eligatur Ante [Go Back]  
 [00348]  Ἐννόησον τίς τῶν μαθητῶν τοὺς πόδας ἔνιψε, καὶ παῦσαί μοι περὶ εὐγενείας διαλεγόμενος.
 [00365]  Ἐννόησον τίνι κοινωνεῖς φυσωμένη, καὶ πρὸς ἀλαζονείαν ἐπαιρομένη, καὶ τοῦ ξένου τὴν θεραπείαν αἰσχυνομένη.
000-00-00 Serial Number=0322490335
In omnes sanctos Ante [Go Back]  
 [00046]  Ἐννόησον ὅσοι καὶ μαρ [305] τυρίου στέφανον ἀνεδήσαντο·
000-00-00 Serial Number=0528725922
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00029]  Ἐννόησον δεσποτῶν καὶ δούλων ἀνωμαλίαν ἐκβεβλημένην, ἀρχόντων καὶ ἀρχομένων, βασιλέα μετὰ τοῦ ἴσου σχήματος παρόντα τοῖς πλήθεσι, καὶ καθάπερ πολιτικήν τινα παράταξιν τὴν λειτουργίαν τάττοντα τοῦ Θεοῦ.
000-00-00 Serial Number=0492721796
In principium indictionis [2] Ante [Go Back]  
 [00040]  Ἐννόησον γὰρ πράξεις, καὶ μὴ χαλέπαινε πρὸς τὰς μέμψεις.
000-00-00 Serial Number=0540126264
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00205]  Ἐννόησον πῶς οὐδὲν τούτων εἶπεν ὁ θεράπων·
000-00-00 Serial Number=0517236590
In sanctum pascha [1] Ante [Go Back]  
 [00094]  Ἐννόησον τοίνυν, ἀγαπητὲ, χαρᾶς μέγεθος, ὅτι καὶ αἱ ἄνω δυνάμεις ἡμῖν συνεορτάζουσι·
000-00-00 Serial Number=0415434420
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00507]  Ἐννόησον γὰρ τὴν φιλοσοφίαν ταύ την καὶ ἀπὸ τῶν παρόντων πραγμάτων, ἀπὸ τοῦ κρατοῦντος καταγαγὼν τὸν βασιλεύοντα, τὸν ὕπαρχον, τὸν μετ' ἐκεῖνον, τὸν χαλκὸν, τοὺς μετὰ ταῦτα ὀστρακί νους, σιδηροῦς.
000-00-00 Serial Number=0669754505
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00108]  Ἐννόησον ὅτι οὐκ ἔχεις ἐνταῦθα πατρίδα ἀλλ', εἰ μέλλεις φιλοσοφεῖν, καὶ τὴν γῆν ἅπασαν ξένην ἐκελεύσθης εἶναι νομίζειν.
 [00113]  Ἐννόησον τὸν Ἰωάννην καὶ τὴν ἀποτμηθεῖσαν ἐν δεσμωτηρίῳ κεφαλὴν ἐπὶ πίνακος ἐνεχθεῖσαν καὶ πορνικῆς ὀρχήσεως γενομένην μισθόν.
 [00114]  Ἐννόησον τὰς ἐντεῦθεν ἀμοιβάς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»