Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γένωνται [136]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γένωνται


000-00-00 Serial Number=0699400544
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00559]  Τοῦτο γὰρ ὁλοσχερῶς μὲν ἐν τῇ κρίσει γίνεται, ἐκ μέρους δὲ καὶ ἐνταῦθα νῦν, ἵνα οἱ πρὸς τὸν μακρὸν ἐκεῖνον ἀναπεπτωκότες χρόνον τοῖς γοῦν ἐν τῷ παρόντι δρωμένοις ἐπιεικέστεροι γένωνται.
 [00578]  οὐχ ὁμοῦ πάντας κολάζειν εἴωθεν, ἵνα οἱ λειπόμενοι βελτίους ταῖς ἐκείνων γένωνται συμφοραῖς.
000-00-00 Serial Number=0088424981
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00380]  Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμὸν καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες, [7.23] ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες, [7.24] ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν', ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττίων νώτων ἐργαζόμενοι, ἐπί τε τῶν ποταμίων ναμάτων καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλήν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην.
 [00684]  «∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.».
 [01033]  «∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.».
000-00-00 Serial Number=0742335558
Ad populum Antiochenum Ante [Go Back]  
 [05627]  κἂν γὰρ ἡμεῖς ἀφῶμεν τοῖς ἠδικηκόσι, κἂν καταλλαγῶμεν, κἂν ὑπὲρ αὐτῶν δεηθῶμεν, ὁ Θεὸς οὐκ ἀφίησιν, ἐὰν μὴ μεταβάλλωνται καὶ αὐτοὶ, καὶ βελτίους γένωνται·
000-00-00 Serial Number=0005152166
Adversus Judaeos Ante [Go Back]  
 [00035]  τοὺς δὲ τὰ Ἰουδαϊκὰ νοσοῦντας, εἰ μὴ νῦν θεραπεύσαιμεν, ὅτε ἐγγὺς καὶ ἐπὶ θύραις εἰσὶν αἱ τῶν Ἰουδαίων ἑορταὶ, δέδοικα μή ποτε ὑπὸ τῆς ἀκαίρου συνηθείας καὶ τῆς πολλῆς ἀγνοίας μετάσχωσί τινες τῆς παρανομίας ἐκείνων, καὶ μάταιοι λοιπὸν οἱ περὶ τούτων ἡμῖν γένωνται λόγοι.
 [02211]  ἄριστον παραθῶμεν, καὶ τραπέζης αὐτοῖς κοινωνήσωμεν σήμερον, ἵνα ἐπ' ὄψεσι ταῖς ἡμετέραις τὴν νηστείαν λύσαντες, καὶ πληροφορίαν ἡμῖν καὶ πίστιν ἱκανὴν παρασχόντες τῆς καλῆς ταύτης διορθώσεως, καὶ ἑαυτοῖς καὶ ἡμῖν τῶν αἰωνίων ἀγαθῶν γένωνται πρόξενοι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0480557323
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00639]  Καὶ μή τοι νομίσῃς βασιλέων ὄντων εὐσεβῶν ταῦτα γίνεσθαι μόνον, ἀλλὰ κἂν μεταπέσῃ τὰ τῆς ἀρχῆς καὶ οἱ κρατοῦντες ἄπιστοι γένωνται, καὶ τότε τὰ τοῦ παιδὸς ἔσται λαμπρότερα.
 [01631]  Τότε οὖν αὐτοὺς καλῶμεν, ὅταν ἰσχυροὶ γένωνται, καὶ ἑτέρους οἷοί τε ὦσιν ὠφελεῖν·
000-00-00 Serial Number=0450276911
Commentarius in Job Ante [Go Back]  
 [02620]  [14,21a] πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, [21b] ἐάν τε ὀλίγοι γένωνται, οὐκ ἐπίσταται.
 [02627]  ἄν τε ὀλίγοι γένωνται ἄν τε πολλοὶ οἱ παῖδες, οὐκ οἶδεν.
 [03316]  [27,14a] ἐὰν πολλοὶ γένωνται, φησίν, οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται·
000-00-00 Serial Number=0790812969
Contra ludos et theatra Ante [Go Back]  
 [00139]  Ἐκβαλλέσθωσαν τοίνυν οἱ τοιοῦτοι, ἵνα οἵ τε ὑγιαίνοντες ἡμῖν ὑγιεινότεροι γένωνται, οἵ τε νοσοῦντες ἀνακτήσωνται ἑαυτοὺς ἐκ τῆς χαλεπῆς ἀῤῥωστίας.
000-00-00 Serial Number=0707620323
De Anna i Ante [Go Back]  
 [00561]  Ἵν' οὖν καὶ ἀνθρώποις αἰδέσιμοι, καὶ τῷ Θεῷ ποθεινοὶ οἱ παῖδες γένωνται, κατακοσμῶμεν αὐτῶν τὰς ψυχὰς, καὶ μετὰ σωφροσύνης ἐπὶ τοὺς γάμους ἄγωμεν.
000-00-00 Serial Number=0079451680
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00259]  [55] Οὕτως ὅπερ ἔφην ἀρχὴν ἁμαρτία λαβοῦσα καὶ μηδένα εἰς τὸ πρόσω προβῆναι κωλύοντα ἔχουσα δυσανάσχετος καὶ ἀκάθεκτος γίνεται κατὰ τοὺς μεμηνότας τῶν ἵππων οἵ, ἐπειδὰν τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλόντες καὶ τὸν ἐπιβάτην ῥίζοντες ἀπὸ τῶν νώτων ὕπτιον τοῖς ἀπαντῶσιν ἀφόρητοι γένωνται, μηδενὸς αὐτοὺς κωλύοντος ὑπὸ τῆς ἀτάκτου ῥύμης φέροντες ἑαυτοὺς κατεκρήμνισαν.
 [00681]  αὐτὸς σωφρονισθῆναι οὐκ ἠνέσχετο τοῖς αὐτοῦ παθήμασι γένωνται βελτίους ἕτεροι.
000-00-00 Serial Number=0784697354
De Christi precibus Ante [Go Back]  
 [00196]  Εἰς κρῖμα ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
000-00-00 Serial Number=0644241095
De Lazaro Ante [Go Back]  
 [00579]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος καίτοι γε ἀληθεύοντας ἐπεστόμισεν αὐτοὺς, ἵνα μὴ πρόφασιν λαβόντες τοῖς ἀληθέσι καὶ ψευδῆ πάλιν ἀναμίξωσι, καὶ ἀξιόπιστοι γένωνται.
 [01152]  Ἵνα τῷ φόβῳ καὶ ταῖς ἑτέρων τιμωρίαις μένοντες σωφρονέστεροι γένωνται, καὶ τὴν μακροθυμίαν ἐπαινέσαντες τοῦ Θεοῦ καὶ τὴν ἐπιείκειαν αἰδεσθέντες, τῆς πονηρίας ἀποστῶσιν.
 [01166]  τῷ δὲ εἰπεῖν, ὅτι Ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς ὡσαύτως ἀπολεῖσθε, ἔδειξεν ὅτι κἀκείνοις συνεχώρησε διὰ τοῦτο παθεῖν, ἵνα οἱ ζῶντες ἐκ τῶν ἑτέροις συμβάντων φοβηθέντες καὶ μετανοήσαντες, βασιλείας κληρονόμοι γένωνται.
 [02390]  Ἀκούοντες φοβηθῶμεν, ἀγαπητοὶ, μὴ καὶ ἡμεῖς ἴδωμεν πένητας, καὶ παραδράμωμεν, μὴ ἀντὶ Λαζάρου πολλοὶ ἡμῖν τότε γένωνται κατήγοροι.
000-00-00 Serial Number=0827267587
De diabolo tentatore Ante [Go Back]  
 [00315]  Εἶδες πῶς κἀκεῖνοι δι' ἁμαρτίας ἀπώλοντο, καὶ οἱ λοιποὶ οὐ διὰ δικαιοσύνην διέφυγον, ἀλλ' ἵνα ταῖς ἐκείνων τιμωρίαις βελτίους γένωνται;
 [00528]  Εἰς κρῖμα γὰρ, φησὶν, ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
 [00666]  ∆εῖ γὰρ, φησὶ, καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
 [00713]  διὰ τοῦτο ἀφῆκε μεταξὺ τῶν δικαίων τοὺς πονηροὺς, ἵν' ὥσπερ τῆς αὐτῆς φύσεώς εἰσι τοῖς δικαίοις, οὕτω καὶ τῆς αὐτῆς προαιρέσεως γένωνται.
000-00-00 Serial Number=0930714965
De incomprehensibili dei natura Ante [Go Back]  
 [01017]  Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους, οὕτω δὴ καὶ οἱ πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ' ὑψηλοῦ προκαθέζεσθαι βήματος καὶ ἐπ' αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ' ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ' ἵνα τοῦ δήμου καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν ∆εσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς.
000-00-00 Serial Number=0850292265
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00043]  τούτου προλέγει τὸν θάνατον, οὐχ ἵνα φύγωσιν ἐκ τῆς πόλεως, ἀλλ' ἵνα μετανοήσωσιν ἐν τῇ πόλει, ἵνα διεγερθῶσι καὶ σπουδαιότεροι γένωνται πρὸς τὸν λόγον.
000-00-00 Serial Number=0839302063
De mutatione nominum Ante [Go Back]  
 [00695]  Ἀνάγκη τοίνυν τοὺς μὲν παραγενομένους ἐπαινέσαι, τοὺς δὲ μὴ παραγενομένους μέμψασθαι, ἵνα ἐκεῖνοι μὲν τοῖς ἐπαίνοις σπουδαιότεροι γένωνται, οὗτοι δὲ διὰ τῶν ἐγκλημάτων τὴν ῥᾳθυμίαν ἀποθῶνται.
 [00889]  Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστής φησιν, ὅτι πολλοὶ τῶν Ἰουδαίων ἐπίστευσαν εἰς αὐτὸν, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὡμολό [51.142] γουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται.
000-00-00 Serial Number=0316547573
De occursu domini Ante [Go Back]  
 [00193]  ἀναγκαία δὲ ἡ συγχώρησις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.
000-00-00 Serial Number=0489486337
De perfecta caritate Ante [Go Back]  
 [00101]  Τοῖς δὲ παισὶ τοῖς ἡμετέροις καὶ παιδαγωγοὺς ἐφιστῶμεν, καὶ εἰς διδασκάλους πέμπομεν, καὶ ἀπειλὰς προστίθεμεν, καὶ μάστιγας ἐπιτίθεμεν, καὶ πολλὰ ἕτερα βοηθήματα προσάγομεν, ἵνα καλοὶ γένωνται.
000-00-00 Serial Number=0344144166
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00244]  Ἐπειδὴ γὰρ διὰ τὸ πολλῆς ἀπολαύειν φιλίας καὶ παῤῥησίας ἐνόμιζον ὅτι καὶ τῶν ἑτέρων προτι [48.776] μηθήσονται, ἵνα μὴ ταῦτα ὑποπτεύοντες ῥᾳθυμότεροι γένωνται, ταύτης ἀπάγων αὐτοὺς τῆς ὑπονοίας, φησίν·
000-00-00 Serial Number=0097248316
De prophetiarum obscuritate Ante [Go Back]  
 [00038]  τῷ μὲν γὰρ εἰπεῖν, Πολὺς καὶ ∆υσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα προθυμότεροι γένωνται περὶ τὴν ἀκρόασιν·
 [00124]  Μανθανέτωσαν τοίνυν ταῦτα κἀκεῖνοι, ἵνα καὶ αὐτοὶ φίλοι γένωνται.
 [00195]  Ἐπειδὴ γὰρ κατὰ μέρος ἀκοῦσαι οὐκ ἠνείχοντο, Συνάγαγε, φησὶν, αὐτὰ πάντα, καὶ αὔξησον τὸν φόβον, ἵνα κἂν οὕτω βελτίους γένωνται.
 [00262]  ἵνα μὴ νομίσωσιν ὅτι ὡς κατήγορος ἔλεγεν, ἀλλὰ μαθόντες ὅτι θεραπεῦσαι αὐτοὺς ἀφῖκται, ἐπιεικέστεροι γένωνται.
000-00-00 Serial Number=0574202955
De resurrectione mortuorum Ante [Go Back]  
 [00032]  ἐπειδὰν δὲ ὑπὸ ταῖς τοῦ δικαστοῦ γένωνται ψήφοις, πάντων ἐκείνων διδόασι δίκην·
000-00-00 Serial Number=0872037768
De sacerdotio Ante [Go Back]  
 [00580]  οὕτω καὶ τοῖς ταύτης ἐπιθυμοῦσι τῆς ἀρχῆς, ὅταν μὲν πλησίον αὐτῆς γένωνται, ἀφόρητον γίνεται τὸ κακόν, ὅταν δὲ ἀπελπίσωσι, καὶ τὴν ἐπιθυμίαν μετὰ τῆς προσδοκίας ἔσβεσαν.
 [01153]  κἂν γὰρ μὴ πάντῃ γένωνται τῶν ἐναντίων, ἀλλ' ὅμως ὑπὲρ ὧν θαρρεῖν εἶχον ἀμφιβάλλειν ἀναγκάζονται, καὶ οἷς μετὰ πίστεως προσῄεσαν ἀκλινοῦς, οὐκέτι μετὰ τῆς αὐτῆς δύνανται προσέχειν στερρότητος, ἀλλὰ τοσαύτη ζάλη ταῖς ἐκείνων εἰσοικίζεται ψυχαῖς ἀπὸ τῆς ἥττης τοῦ διδασκάλου, ὡς καὶ εἰς ναυάγιον τελευτῆσαι τὸ κακόν.
000-00-00 Serial Number=0979937136
De sancta pentecoste Ante [Go Back]  
 [00252]  Ὥστε οὐχ ὡς πιστοῖς, ἀλλ' ὡς ἀπίστοις ἐδίδοτο τὰ σημεῖα, ἵνα γένωνται πιστοί·
 [00497]  ἐπεὶ οὖν οὕτως ἦσαν περίβλεπτοι καὶ περιφανεῖς, διὰ τοῦτο συνεχώρησεν αὐτοὺς πρὸς ὀλίγον χωρισθῆναι τῆς τοῦ συμμαχοῦντος δυνάμεως, ἵνα ὅταν ἐν ἐρημίᾳ γένωνται, μάθωσιν ἡλίκον αὐτοῖς ἐχαρίζετο ἡ τῆς αὐτοῦ ἀγαθότητος παρουσία, καὶ εἰς αἴσθησιν ἐλθόντες τῶν παρελθόντων ἀγαθῶν μετὰ μείζονος τῆς προθυμίας ὑποδέξωνται καὶ τὴν τοῦ Παρακλήτου δωρεάν.
000-00-00 Serial Number=0089527607
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00126]  διὰ τοῦτο οὐκ ἤθελε λυθῆναι τῆς καταδίκης τὴν ἀπειλὴν, ἵνα μὴ ῥᾳθυμότεροι μετὰ ταῦτα γένωνται οἱ ἄνθρωποι.
 [00259]  οὐκ ἐκώλυσε δὲ, ἵνα λαμπρότεροι γένωνται οἱ στέφανοι.
000-00-00 Serial Number=0148390472
De virginitate Ante [Go Back]  
 [00409]  Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθαι κελεύει οὐχ ἵνα πατέρες γένωνται παίδων πολλῶν, ἀλλὰ τί;
000-00-00 Serial Number=0746399045
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01953]  Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει, ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι γένωνται.
 [02107]  ∆ιὰ τοῦτο τοὺς τῶν αὐτῶν ἀξίους τιμωριῶν, οὐχ ὁμοῦ πάντας κολάζειν εἴωθεν ὁ Θεὸς, ἵνα οἱ λειπόμενοι βελτίους ταῖς ἐκείνων γένωνται συμφοραῖς·
 [02198]  Οὔτε γὰρ ἐν συμφοραῖς ἀφίησιν ἀεὶ τοὺς ἀνθρώπους ὁ Θεὸς, ἵνα μὴ ἀποκάμωσιν, οὔτε ἐν ἀνέσει, ἵνα μὴ ῥᾳθυμότεροι γένωνται·
000-00-00 Serial Number=0816081822
Expositiones in Psalmos Ante [Go Back]  
 [00394]  Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται.
 [00746]  Αὕτη ἡ διαθήκη καὶ ἀποκλήρους πολλοὺς ἠπείλησε ποιεῖν, ἐὰν ἀνάξιοι γένωνται τῶν αἱρέσεων τῶν ἐγγεγραμμένων.
 [03288]  Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας, τὸ μὴ λανθανόντως ταῦτα ποιεῖν, ἵνα ταῖς ἑτέρων συμφοραῖς καὶ ἕτεροι γένωνται βελτίους.
 [05051]  Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας, τὸ μὴ λανθανόντως ταῦτα ποιεῖν, ἵνα ταῖς ἑτέρων συμφοραῖς καὶ ἕτεροι γένωνται βελτίους.
 [06099]  Ὅταν γὰρ προνοῶν καὶ κηδόμενος καταφρονῆται, ἀφίησι μικρὸν καὶ ἐγκαταλιμπάνει, ἵνα τότε τῆς ῥᾳθυμίας ἐκβληθείσης, σπουδαιότεροι οἱ ὀλίγωροι γένωνται.
 [06611]  ἀλλ' ὥσπερ οἱ καθ' ὕπνους φανταζόμενοι χρήματα ἔχειν, κἂν τῶν ταμιείων γένωνται τῶν βασιλικῶν κύριοι, πάντων εἰσὶ πενέστεροι, γενομένης ἡμέρας·
000-00-00 Serial Number=0453408003
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00692]  Ἵν' οἱ διαφεύγοντες τὴν πλάνην τοῖς ἄλλοις γένωνται παραμυθία.
 [02943]  Ἀπειλεῖ αὐτοῖς ἀπειλὴν μεγάλην, ἵνα καὶ αὐτοὶ βελτίους γένωνται·
 [03298]  ∆εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.
000-00-00 Serial Number=0689805925
Fragmenta in Proverbia Ante [Go Back]  
 [00158]  Ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου.
000-00-00 Serial Number=0472982764
In Acta apostolorum Ante [Go Back]  
 [03251]  Καὶ πάλιν δικαστηρίου σχῆμα τῷ πράγματι περιτιθέασιν, ἵνα ὑπεύθυνοι τῇ ἀδίκῳ γένωνται κρίσει.
 [09999]  Ὅρα αὐτοὺς οὐκ ἀποκρινομένους οὐδὲ ἀπολογουμένους, ἵνα μείζονος ἄξιοι θαύματος γένωνται.
 [09999]  Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.
000-00-00 Serial Number=0833840430
In Genesim sermones Ante [Go Back]  
 [01359]  Καὶ μὴν ἴσως ἂν εἴποιεν οἱ ἀεὶ παραγινόμενοι, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο οὐκ ἐχρῆν ἀναλαβεῖν τὰ εἰρημένα, ἵνα ἀπολειφθέντες καὶ τῶν συνάξεων καταφρονήσαντες, ἔργῳ τὴν βλάβην ὑπομείναντες, βελτίους γένωνται, τῇ ζημίᾳ σωφρονιζόμενοι.
000-00-00 Serial Number=0057602882
In Isaiam Ante [Go Back]  
 [01368]  Οὐκ εὔδηλον ὅτι ἐπειδὴ ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην, διὰ τοῦτο ἀνεβάλλετο τὴν τιμωρίαν, ἵνα ἢ τῇ μακροθυμίᾳ γένωνται βελτίους ἢ τοῖς αὐτοῖς ἐπιμένοντες χαλεπώτερα πάθωσιν;
 [01620]  Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαὶ καὶ οὐκ ἔσονται οἱ κατοικοῦντες ἐν αὐταῖς.
 [01687]  Οὐ γὰρ εὐθέως τὴν αἰχμαλωσίαν ἐπήγαγεν, ἀλλὰ λιμὸν πρότερον καὶ αὐχμόν, ἵνα οἴκοι μένοντες γένωνται βελτίους, μηδὲ ἀνίατα νοσοῦντες ἐφελκύσωνται τὸ τῶν βαρβάρων στρατόπεδον.
 [02175]  Ὅπερ πολλάκις εἶπον, τοῦτο καὶνῦν ἐρῶ, ὅτι τὸ παλαιὸν αἱ προφητεῖαι οὐ διὰ τοῦτο ἐγίνοντο, ἵνα ἁπλῶς οἱ Ἰουδαῖοι τὰ μέλλοντα μάθωσιν, ἀλλ' ἵνα μαθόντες, ἐντεῦθεν κερδάνωσι καὶ τῷ φόβῳ τῆς ἀπειλῆς γένωνται σωφρονέστεροι καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, ἑκατέρωθεν μανθάνοντες τοῦ Θεοῦ τήν τε δύναμιν καὶ τὴν περὶ αὐτοὺς κηδεμονίαν.
 [02519]  Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἀπὸ τότε ἡ ἀπειλή, ἀπὸ τότε ἡ ἀπόφασις, ἐκ τότε ἡ θεήλατος ὀργή, ἵνα ἐπὶ θύραις ἀγαγὼν τὴν τιμωρίαν, διαναστήσῃ πρὸς μετάνοιαν καὶ βελτίους ἐργάσηται καὶ μετὰ τὴν ἐκείνων ἅλωσιν ἐν ἀγωνίᾳ καταστήσῃ, μηδέ, ἐπειδὴ οἱ μὲν ἀπηνέχθησαν, οἱ δὲ διέφυγον, ῥᾳθυμότεροι ταύτῃ γένωνται.
 [02612]  Ἵνα οὖν καὶ ὁ Θεὸς τὴν μακροθυμίαν ἐπιδεικνύηται τὴν ἑαυτοῦ καὶ μηδὲν ἐντεῦθεν ἐκεῖνοι γένωνται ῥᾳθυμότεροι, τὸ τῆς προφητείας κατα σκευάζει φάρμακον οὐ τῇ πείρᾳ τῶν κολάσεων, ἀλλὰ τῇ προγνώσει παιδεύων τοὺς ἁμαρτάνοντας τέως, ἵνα, ἂν μὲν βελτίους γένωνται τὰς ἀπειλὰς ἀκούοντες, τὴν διὰ τῆς πείρας κόλασιν διακρούσωνται·
000-00-00 Serial Number=0154809177
In Joannem Ante [Go Back]  
 [00624]  Καὶ γὰρ, Ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἀλλ' ἐφοβοῦντο ἵνα μὴ ἀποσυνάγωγοι γένωνται, καὶ τὴν αὑτῶν προέτειναν σωτηρίαν ἑτέροις.
 [00677]  Εἰ γὰρ καθ' ἑαυτοὺς ὄντες εἰσὶν εὐκαταφρόνητοι, ὅταν πολλοὶ γένωνται, μειζόνως τοῦτο συμβήσεται.
 [01452]  Καθάπερ γὰρ ἐκεῖνοι πρὸς ἀνθρώπους ὁρῶντες, τὸ τῆς πίστεως [59.66] προὔδωκαν ὑγιὲς, εἰδότες μὲν ὅτι αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὁμολογοῦντες, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
 [01912]  Καὶ γὰρ καὶ σφόδρα δεδοίκαμεν, μήποτε σπουδαζόντων μὲν ἡμῶν, ὑμῶν δὲ οὐκ ἐθελόντων τὴν αὐτὴν ἐπιδείξασθαι περὶ τὴν ἀκρόασιν φιλοπονίαν, αἱ τῶν μελλόντων εὐθῦναι χαλεπώτεραι γένωνται.
 [02759]  Καὶ ἐξ ἀρχῆς μὲν αὐτὸ οὐκ ἔλεγον, ἵνα μὴ κατάφωροι γένωνται ἅπασιν.
 [04274]  διὰ δὲ τοὺς Ἰουδαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
000-00-00 Serial Number=0495209336
In Lazarum ii Ante [Go Back]  
 [00079]  ἵνα αὐτοὶ μάρτυρες γένωνται τῶν ὑπ' ἐμοῦ γενομένων σημείων.
000-00-00 Serial Number=0765451729
In Psalmos 101-107 Ante [Go Back]  
 [01714]  Ἐὰν γένωνται υἱοὶ Ἰσραὴλ,ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσε ται·
000-00-00 Serial Number=0517895937
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00307]  Ἀλλ' εἰ καὶ τοιοῦτός ἐστιν ὁ ἔλεος τοῦ Θεοῦ, ἵνα μὴ οἱ ἄνθρωποι ἄχρηστοι γένωνται ἐλεούμενοι, χρείαν ἔχει καὶ τῶν παρ' ἡμῶν.
000-00-00 Serial Number=0258549154
In Psalmum 100 Ante [Go Back]  
 [00213]  Ἀληθῶς γὰρ οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τοὺς πιστούς εἰσι, προσέχοντες αὐτοῖς, ἵνα μὴ ἔξω γένωνται τῆς ἀληθείας.
000-00-00 Serial Number=0980131984
In Psalmum 118 Ante [Go Back]  
 [00138]  Οἵτινες νέοι ὑπάρχουσι, διὰ τῆς συντηρήσεως τῶν ἐν τολῶν τοῦ Θεοῦ κοσμήσωσιν ἑαυτοὺς, καὶ μὴ γένωνται ἥλικες ἀργοὶ, ὡς Ἀβεσσαλὼμ, ὁ τῇ κακίᾳ συζῶν·
000-00-00 Serial Number=0172256052
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00002]  ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.
 [00017]  ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, φησὶν, ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
 [00028]  Πῶς οὖν, φησὶ, καὶ αἰτίαν προσέθηκεν εἰπὼν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται;
 [00034]  Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
 [00035]  Ἆρα οὖν διὰ τοῦτο ἦλθεν, ἵνα ἐκεῖνοι τυφλοὶ γένωνται;
 [00044]  Ὅτι γὰρ ἄλλη τίς ἐστιν αἰτία τῶν αἱρέσεων, καὶ οὐ διὰ τοῦτο ἐγένοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλ' ἑτέρωθεν ἔλαβον τὰς προφάσεις, ἄκουσον τοῦ Χριστοῦ δῆλον τοῦτο ποιοῦντος ἡμῖν·
 [00086]  Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν·
 [00169]  ∆εῖ γὰρ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
 [00216]  Μετὰ τὴν ἀπόδειξιν τῆς ἀτοπίας ὑφειμένη ἡ [51.259] κατηγορία, καὶ μάλα εἰκότως, ἵνα μὴ ἀναισχυντότεροι γένωνται.
000-00-00 Serial Number=0962766171
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00539]  ∆ιὰ τοῦτο καὶ σὲ παρακαλεῖ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα μέλη γένωνται σὰ, ἵνα μὴ ἔτι ὦσι ξένοι καὶ ἠλλοτριωμένοι.
 [03681]  Ἐφοβοῦντο γὰρ οὐχ ἵνα μὴ κολασθῶσιν, ἀλλ' ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·
000-00-00 Serial Number=0178088844
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00480]  Ἵνα γὰρ μὴ τῇ τῶν ἐγκωμίων ὑπερβολῇ χαυνωθῶσιν, ὡς μεγάλα κατωρθωκότες, καὶ ῥᾴθυμοι γένωνται, δείκνυσιν ὅτι ἔτι αὐτοῖς λείπει, ἕως ἂν ὦσιν ἐν τῷ βίῳ τούτῳ·
000-00-00 Serial Number=0709061742
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01308]  Πολλοὺς τῶν ἀνθρώπων θορυβεῖ ἔτι καὶ νῦν, τί δήποτε μένουσιν οἱ κακοὶ, καὶ οὐκ ἀπόλλυνται Εἰσὶ μὲν οὖν τούτου καὶ ἕτεραι πολλαὶ αἰτίαι, οἷον, ἵνα μεταβάλωνται, ἵνα διὰ τῆς κολάσεως ὑπόδειγμα γένωνται τοῖς πολλοῖς·
000-00-00 Serial Number=0772820294
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03575]  οὐκ εὔδηλον ὅτι ἵνα μηδὲ οἱ ἐν ταῖς οἰκίαις ὄντες, καὶ βαπτιζόμενοι ὕπνῳ βαθεῖ, ταῦτα ἀγνοῶσιν, ἀλλ' ὑπὸ τῆς σύριγγος διεγειρόμενοι, καὶ ἄνωθεν ἀπὸ τῶν δρυφάκτων κατακύπτοντες, μάρτυρες γένωνται τῆς κωμῳδίας ἐκείνης;
 [03974]  Καὶ ἐπειδὴ εἶπεν, ὅτι Τιμόθεον πέμπω, ἵνα μὴ τούτῳ ῥᾳθυμότεροι γένωνται, ὅρα τί φησιν·
 [04225]  ἵνα μὴ ὡς ἀλλότριοι πάντη τῆς κατηγορίας ὄντες ῥᾳθυμήσωσιν, ἀλλ' ὡς τοῦ κοινοῦ πληγέντος, καὶ τῆς Ἐκκλησίας διαβληθείσης, οὕτω γένωνται ἐναγώνιοι.
 [08411]  ∆εῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν·
 [08433]  Τί δέ ἐστιν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν;
 [08437]  Οὕτω καὶ ὁ Χριστὸς αὐτὸ τίθησιν, ὅταν λέγῃ, Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται·
 [08442]  οὔτε ὁ Χριστὸς διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται, ἀλλὰ διὰ τὸ ἐναντίον·
 [08444]  Οὕτως οὖν καὶ ἐνταῦθα νοητέον τὸ, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.
 [08445]  Οὐδὲ γὰρ διὰ τοῦτο ἐγένοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλὰ τῶν αἱρέσεων τούτων γενομένων τοῦτο συνέβη.
 [08447]  ∆ιὸ οὐδὲ εἶπεν, Ἵνα δόκιμοι γένωνται·
 [08448]  ἀλλ', Ἵνα οἱ δόκιμοι ὄντες φανεροὶ γένωνται, δηλῶν ὅτι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ' ἀνεμίγνυντο τοῖς πολλοῖς, καὶ παραμυθίας ἀπολαύοντες τῆς παρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο·
 [08450]  Καὶ οὐκ εἶπεν, Ἵνα ὑμεῖς [61.227] δόκιμοι φανῆτε, ἀλλ', Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, οἱ ἐν ὑμῖν τοιοῦτοι.
 [08760]  ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς ἐπηγγείλατο ἥξειν, ἵνα μὴ ἀπιστήσωσι καὶ ῥᾳθυμότεροι γένωνται, ἀλλὰ καὶ αἰτίαν τίθησι τῇ ἐπιδημίᾳ ἀναγκαίαν, λέγων, ὅτι Τὰ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι·
 [09999]  Κἂν πονηροὶ γένωνται πάλιν, οὗτοι μέ-νουσι διορθοῦντες, ἐπιμελόμενοι, συστέλλοντες αὐτῶν τὰ ὀνείδη, καὶ οὐκ αἰσχύνονται.
000-00-00 Serial Number=0049012899
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00604]  καὶ πάλιν, Ταῦτα εἶπον, φησὶν, οἱ γονεῖς τοῦ τυφλοῦ διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται.
 [04259]  δέδοικε γὰρ μὴ ἐλαττωθῇ τὸ χρυσίον, μὴ πενιχροὶ γένωνται οἱ θησαυροί.
000-00-00 Serial Number=0505530298
In epistulam ad Colossenses Ante [Go Back]  
 [04148]  Ἂν οἱ δύο μὴ γένωνται ἓν, οὐκ ἐργάζονται πολλοὺς, ἕως ἂν δύο μένωσιν·
000-00-00 Serial Number=0218192458
In epistulam ad Ephesios Ante [Go Back]  
 [01294]  ὡς ἂν εἴ τινες, δύο οἰκημάτων ὄντων, κάτωθεν καὶ ἄνωθεν ἑνὸς θαυμαστοῦ καὶ μεγάλου, οὐκ ἂν δυνηθεῖεν ἀλλήλους ἰδεῖν, ἕως ἂν ἄνω γένωνται.
000-00-00 Serial Number=0021062911
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00667]  κατ' ἰδίαν δὲ τοῖς δοκοῦσιν ἀνέθετο ἐπὶ Βαρνάβα καὶ Τίτου, ἵνα οὗτοι μάρτυρες ἀξιόπιστοι γένωνται πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι οὐδὲ τοῖς ἀποστόλοις ἔδοξεν ἐναντίον εἶναι, ἀλλὰ βεβαιοῦσι τὸ κήρυγμα τὸ τοιοῦτον.
 [01868]  Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται.
000-00-00 Serial Number=0227380753
In epistulam ad Philippenses Ante [Go Back]  
 [00100]  Καθάπερ γὰρ ἐπὶ τῶν παίδων, ἐὰν ἄνδρες γένωνται, περιαιρεῖται ταῦτα, καὶ ἐφ' ἕτερον ἄγονται κόσμον·
 [04769]  Ὁ τοίνυν μὴ ἐν χρείᾳ καθεστὼς λέγει οὕτως εὐφραίνεσθαι, ἵνα μὴ διὰ τὸ ἀνενδεὲς ῥᾴθυμοι γένωνται.
000-00-00 Serial Number=0451139629
In epistulam ad Romanos Ante [Go Back]  
 [07430]  δευτέραν δὲ, ὅτι διὰ τοῦτό φησι κληθῆναι, οὐχ ἵνα ἡμεῖς σωθῶμεν μόνον, ἀλλ' ἵνα καὶ ἐκεῖνοι διὰ τῆς ἡμετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται.
 [09674]  ∆ιὸ, παρακαλῶ, τὴν φιλοσοφίαν τὴν ἐκεῖθεν καὶ ἐνταῦθα εἰσαγάγωμεν, ἵνα αἱ πόλεις γένωνται πόλεις·
000-00-00 Serial Number=0189225793
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00097]  ἀλλὰ ταῦτα πάντα ἀποσεισάμεναι, καὶ τὸν κοσμικὸν ἀποβαλοῦσαι τῦφον, ἓν μόνον ἐζήτουν, ὅπως κοινωνοὶ γένωνται τῶν ἀποστόλων, καὶ τῆς θήρας αὐτῶν μετάσχοιεν τῆς αὐτῆς.
000-00-00 Serial Number=0934378922
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00361]  Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
000-00-00 Serial Number=0258184671
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00100]  Τέκνοις συνάγω τὸν πλοῦτον, ἵνα μὴ πενίας γένωνται κληρονόμοι.
000-00-00 Serial Number=0296472013
In illud Vidi dominum Ante [Go Back]  
 [00883]  Οὐχ ὁρᾷς τοὺς ἐν θεάτρῳ καθημένους, πῶς ἱδροῦσιν καὶ γυμνῇ τῇ κεφαλῇ τὴν ἀκτῖνα δέχονται, ἵνα γένωνται θανάτου αἰχμάλωτοι, ἵνα πόρνης δοῦλοι;
000-00-00 Serial Number=0089996219
In illud Vidua eligatur Ante [Go Back]  
 [00143]  ἀλλὰ κἂν γένωνται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γένωνται, πόλεμος πάλιν καὶ μάχη.
 [00145]  Ἂν δὲ γένωνται, πάλιν οὐκ ἔλαττον τὸ δεινόν.
000-00-00 Serial Number=0171764910
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00107]  Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἢν οὕτως, ὡς βλέπεις, ἐφύλαξα, ἵν', ὅταν παραγένωμαι πάλιν ἐκ τῶν οὐρανῶν, καὶ καθίσω κριτὴς ζώντων καὶ νεκρῶν, ἴδωσιν οἱ Ἰουδαῖοι τῆς κακῆς αὐτῶν ἐργασίας ἀντιπρόσωπα τὰ ἔργα φαινόμενα, καὶ αὐτοκατάκριτοι γένωνται.
000-00-00 Serial Number=0976934910
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00045]  οὕτω δὴ καὶ ὁ Θεὸς μέχρι τοσούτου τὰς τῶν ἀνθρώπων ψυχὰς ἀφίησιν ἐξετάζεσθαι ἐν δεινοῖς, ἕως ἂν γένωνται καθαραὶ καὶ διειδεῖς, καὶ πολλὴν ἀπὸ τῆς βασάνου ταύτης τὴν ὠφέλειαν καρπωσάμεναι·
000-00-00 Serial Number=0097496688
In principium Actorum Ante [Go Back]  
 [00008]  Ἐλάττους γίνονται, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν, καὶ μάθωμεν, τίνες μὲν συνηθείᾳ, τίνες δὲ ἐπιθυμίᾳ θείων λογίων παραγίνονται δι' ἐνιαυσίου ἑορτῆς, τίνες ἐπιθυμίᾳ ἀκροάσεως πνευματικῆς.
000-00-00 Serial Number=0065096021
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00041]  Καὶ ἀεὶ οὕτως διῴκησεν ὁ Θεὸς, καὶ οὐ μόνον νῦν, ἀλλὰ καὶ πάλαι, καὶ οἷς ἔμελλεν ἐμπι στεύειν τὴν Ἐκκλησίαν καὶ τὸν λαὸν, τούτους συν εχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, ἵνα ἐκ τῶν οἰκείων πταισμάτων φιλάνθρωποι γένωνται περὶ τοὺς ἄλ λους.
 [00193]  Εἶτα παρηγάγομεν, ὅτι καὶ τοὺς μεγάλους, οἷς ἔμελλε πιστεύειν λαὸν πολὺν, συνεχώρησεν ἁμαρ τίᾳ ὑποπεσεῖν, καὶ συγγνώμην αὐτοῖς δοῦναι ἵνα μετὰ ταῦτα καὶ αὐτοὶ ἐξ ὧν ἐπαιδεύθησαν φιλαν θρωπότεροι γένωνται.
000-00-00 Serial Number=0361944020
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00065]  ἂν δὲ περιγένωνται καὶ νικήσωσιν, ἐν τοῖς ἐλάττοσι προκαταβληθείσης αὐτοῖς τῆς δυνάμεως εὐχείρωτοι γένωνται πρὸς τὰ μείζονα.
000-00-00 Serial Number=0309962034
In sanctum Romanum Ante [Go Back]  
 [00091]  ∆ιὰ τοῦτο τὴν γλῶτταν ἀπέτεμεν, ἵνα ἀποστερηθέντες τῆς φωνῆς, ἧς ἀπήλαυον οἱ τοῦ μάρτυρος μαθηταὶ, καὶ τῆς συμβουλῆς ἐκπεσόντες, καὶ τῆς παραινέσεως ἐρη [50.610] μωθέντες, δειλότεροι γένωνται, καὶ πρὸς τὴν προτέραν ἀγωνίαν ἐπανέλθωσιν, οὐκ ἔχοντες τὸν ἐπαλείφοντα, οὐδὲ τὸν διεγείροντα καὶ καθοπλίζοντα.
000-00-00 Serial Number=0637721956
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00019]  δουλεύουσι μὲν γὰρ καὶ αὐτοὶ τῇ προθεσμίᾳ τῶν Ἰουδαίων καὶ πρῶτον μῆνα, ὡς ἐκεῖνοι νομίζουσι, καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην τὴν παρ' ἐκείνοις μετα διώκοντες, ἀλλ' οὐχ ἕως τούτου γε ἵστανται, ἀλλ' ὅταν ἐν τούτοις γένωνται, καὶ ἐπὶ τὴν τριήμερον ἔρχονται, εἰ καὶ μάλιστα ἀκύρως καὶ οὐ καθ' ἁρμονίαν ἐκκλησιαστικήν, ὡς δειχθήσεται.
000-00-00 Serial Number=0076500297
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00057]  Καλὰς αὐτὰς ἐποίησεν, οὐχ ἵνα ἀναιδεῖς αἱ θυγατέρες γένωνται, ἀλλ' ἵνα ἕκαστος στέργῃ τὴν ἑαυτοῦ.
 [01895]  ἵνα μὴ τούτοις ἐπαρθέντες, χείρους τῶν προτέ ρων γένωνται, τῷ φόβῳ τῆς προῤῥήσεως, καὶ τὸ πολ λάκις (φορτε τῷ πολλ.) τὰ αὐτὰ εἰπεῖν, καθάπερ αὐ τοὺς εἰς ἀνάγκην ἄφυκτον καθιστῶν τοῦ μηδὲ βου λομένους διαφθαρῆναι.
000-00-00 Serial Number=0681490958
Quales ducendae sint uxores Ante [Go Back]  
 [00484]  Ἂν οὕτως οἱ γάμοι γένωνται, καὶ τὰ παιδία μετὰ πολλῆς τῆς εὐκολίας εἰς ἀρετὴν ἀγαγεῖν δυνησόμεθα.
000-00-00 Serial Number=0540041924
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01916]  Ὅτι ἐὰν πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»