Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γήρᾳ [80]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γήρᾳ


000-00-00 Serial Number=0843603730
Ad Eudoxiam i Ante [Go Back]  
 [00002]  Ἐγὼ γὰρ οὐ μόνον ταύτης τῆς προσκαίρου βασιλείας ἀπολαῦσαί σε εὔχομαι ἐν γήρᾳ πίονι, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ ἀπεράντου τῶν οὐρανῶν βασιλείας κληρονόμον σε ἀναδειχθῆναι διὰ τῆς ἀγαθοεργίας σου.
000-00-00 Serial Number=0444877923
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01002]  Ἡ γὰρ ἐπαγγελία τοῦ Θεοῦ πρὸς ἐσχάτῳ γήρᾳ, ὅτε τὰ τῆς φύσεως ἀπέγνωστο, τότε ἐγένετο·
 [01034]  ὁ τὸν υἱὸν αὑτοῦ τὸν γνήσιον τὸν μονογενῆ, τὸν παρ' ἐλπίδας τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ γήρᾳ καὶ γὰρ καὶ ταῦτα μείζονα αἴρει τὴν φλόγα, τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος, οὐδὲν ἀνθρώπινον ἔπαθε;
 [01192]  ὅτι ὁ τῆς φιλουμένης υἱὸς, ὅτι ὁ τῶν ἄλλων ἁπάντων βελτίων, ὅτι ὁ μάλιστα ἀγαπώμενος, ὅτι ἐν αὐτῷ τῷ τῆς ἡλικίας ἄνθει, ὅτι παρ' αὐτοῦ πεμφθεὶς, ὅτι μηδὲ ἐπὶ τῆς οἰκίας, μηδὲ ἐπὶ τῆς κλίνης, μηδὲ παρεστῶτος τοῦ πατρὸς, μηδὲ εἰπών τι καὶ ἀκούσας, ὅτι μὴ τῷ κοινῷ πάντων θανάτῳ, ὅτι ζῶν ὑπὸ τῆς τῶν θηρίων ὠμότητος ἐσπαράττετο, ὅτι μηδὲ τὰ λείψανα συναγαγεῖν εὕρισκε καὶ παραδοῦναι τῇ γῇ, ὅτι οὐδὲ ἐν νεότητι ταῦτα ὑπέμεινεν, ὅτε ἐνεγκεῖν δυνατὸν ἦν, ἀλλ' ἐν ἐσχάτῳ γήρᾳ.
000-00-00 Serial Number=0305789232
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00137]  Τὸ δὲ σήμερον ἐν παντὶ τῷ βίῳ λέγεσθαι δυνατόν, καὶ πρὸς αὐτῷ γε, εἰ βούλει, τῷ γήρᾳ·
 [00213]  ἐνταῦθα δὲ ὄντων ἡμῶν, κἂν ἐν αὐτῷ τῷ γήρᾳ ἐπιτεθῇ, πολλὴν ἐπιδείκνυται τὴν ἰσχύν.
000-00-00 Serial Number=0416353643
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00135]  Οὐ λέγω νῦν, ὅτε οὔπω εἰκοστὸν ἄγεις ἔτος, ἀλλὰ εἰ καὶ πολλὰ ποιήσας καὶ τὸν ἅπαντα βίον ἐν Χριστῷ ζήσας, ἐν ἐσχάτῳ γήρᾳ τοσαύτην ἔπαθες τὴν ἐπήρειαν, οὐδὲ τότε ἀπογνῶναι καλόν, ἀλλ' ἐν νῷ λαβεῖν τὸν ἐν σταυρῷ δικαιωθέντα λῄστην, τοὺς περὶ τὴν ἑνδεκάτην ἐργασαμένους ὥραν, καὶ ὅλης τῆς ἡμέρας ἀπειληφότας τὸν μισθόν.
000-00-00 Serial Number=0942265391
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00484]  ἀλλ' ὅμως καὶ τηλικούτων, ὅπερ ἔφην, κωλυμάτων ὄντων, εἰδὼς τί ποτέ ἐστιν ἐπαγγελία Θεοῦ, πῶς εὐμήχανός τε καὶ εὔπορος καὶ οὐ νόμοις φύσεως, οὐ δυσχολίᾳ πραγμάτων, οὐκ ἄλλῳ τινὶ κωλυομένη, ἀλλὰ διὰ τῶν ἐναντίων βαδίζουσα καὶ τὸ ἐπηγγελμένον εἰς ἔργον ἄγουσα, [10.4] κατεδέξατο τὸ εἰρημένον καὶ ἐπίστευσε τῇ ὑποσχέσει καὶ τὸν θόρυβον τὸν ἐκ τῶν λογισμῶν οὐδὲ κινηθῆναι ὅλως ἀφείς, ἀξιόπιστον ἔκρινεν εἶναι, ὥσπερ οὖν καὶ ἔστι, πρὸς τὴν τῆς ἐπαγγελίας πλήρωσιν τοῦ ὑποσχομένου τὴν δύναμιν, οὐκ ἐξετάσας, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται καὶ τίνος ἕνεκεν οὐκ ἐν νεότητι, ἀλλ' ἐν γήρᾳ καὶ ὀψέ ποτε καὶ βραδέως.
 [00547]  οὐδὲ ἐσκανδαλίζετο, οὐδὲ τῷ γήρᾳ, οὐδὲ τῷ μετὰ ταῦτα ἐπιτάγματι·
000-00-00 Serial Number=0979215205
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00689]  οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ μένει καὶ ἐν γήρᾳ καὶ μετὰ τὴν τελευτὴν συναπέρχεται.
 [00690]  ∆ιὰ ταῦτα ὑμεῖς μὲν τὴν οὐσίαν ὑμῖν αὐξανομένην ὁρῶντες ἐν γήρᾳ, καὶ πολλὰς καὶ δόξης καὶ τρυφῆς [47.346] ὑποθέσεις ἔχοντες, ἐπηρεάζεσθε, ἅτε οὐκ ἀρκούσης τῆς ἡλικίας πρὸς τὴν ἀπόλαυσιν·
 [00693]  Σὺ δὲ τοιαύτην τρυφὴν τὸν υἱὸν ἐβούλου τρυφᾷν, δι' ἣν ἂν μετενόησε μυριάκις, καὶ ἤλγησεν ἐν γήρᾳ γενόμενος.
 [01559]  Τί δαὶ, μετὰ γάμον, φησὶ, καὶ παῖδας, οὐκ ἔνι ταύτης ἐπιλαβέσθαι τῆς φιλοσοφίας ἐν αὐτῷ τῷ γήρᾳ γενόμενον;
000-00-00 Serial Number=0461810589
De Anna i Ante [Go Back]  
 [00058]  Καὶ γὰρ ὄντως ἔστι θαυμάσαι, πῶς ἐτῶν παρελθόντων τοσούτων, οὐδὲν ἔπαθον, οἷον τὰ ἡμέτερα σώματα, οὐδὲ τῷ γήρᾳ ἀσθενέστερα γέγονεν, οὐδὲ νόσῳ καὶ ἀῤῥωστίᾳ τινὶ κατεμαλακίσθη, ἀλλὰ τὴν οἰκείαν ἀκμὴν καὶ τὸ κάλλος, ὅπερ, ὡς ἔφθην εἰπὼν, ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, μένει διατηροῦντα, καὶ οὔτε τὸ ἡλιακὸν ἐξετρίβη φῶς, οὔτε τὸ τῶν ἄστρων ἄνθος ἀμαυρότερον γέγονεν, οὐχ ἡ τοῦ οὐρανοῦ φαιδρότης ἐξεῤῥύη, οὐχ οἱ τῆς θαλάττης ἐκινήθησαν ὅροι, οὐχ ἡ τῆς γῆς ἐσβέσθη δύναμις ἡ περὶ τοὺς τόκους τῶν ἐτησίων καρπῶν.
 [00074]  ∆ιὰ ταῦτα οὐρανὸν μὲν οὐκ ἐποίησεν οὔτε γήρᾳ ἁλίσκεσθαι τέως, οὔτε ἄλλαις τισὶ τοιαύταις ἀῤῥωστίαις.
 [00819]  πῶς δυνήσῃ ῥυθμίσαι τὸν υἱὸν, πῶς κολάσαι τὸν οἰκέτην ἁμαρτάνοντα, πῶς ἑτέρῳ συμβουλεῦσαι τὰ δέοντα ἀμελοῦντι, τοιαῦτα αὐτὸς ἐν ἐσχάτῳ γήρᾳ ἀσχημονῶν;
000-00-00 Serial Number=0921189964
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00239]  Εἰ γὰρ γέρων ὁ Ἐλεάζαρος πυρὸς κατετόλμησε, καὶ ἡ μήτηρ τῶν μακαρίων ἐκείνων ἐν ἐσχάτῳ γήρᾳ τοσαύτας ὑπέμεινεν ὀδύνας·
000-00-00 Serial Number=0759055257
De Maccabeis Ante [Go Back]  
 [00026]  τίς ἤκουσε γυναῖκα ἀγωνιζομένην ποτὲ ἐν γήρᾳ τοσούτῳ;
 [00034]  παραλέλυται τὰ σώματα τῷ γήρᾳ, ἀλλὰ συγκεκρότηται τὰ φρονήματα τῷ πόθῳ τῆς εὐσεβείας.
000-00-00 Serial Number=0784949124
De beato Abraham Ante [Go Back]  
 [00068]  Ποῦ ἀνάγεις τὸν υἱόν σου, ὃν παρ' ἐλπίδας ἔλαβον, ὃν κατ' ἐπαγγελίαν ἐδεξάμην, ὃν ἀντὶ τῆς φιλοξενίας ἔλαβον, ὃν ἐν ἐσχάτῳ γήρᾳ ἐχαρίσατό μοι ὁ Θεός;
 [00080]  οὐ γὰρ ἠδύνατο βαστάσαι τὸ γινόμενον, τὸν παρ' ἐλπίδας υἱὸν μέλλοντα ἀναιρεῖσθαι, καὶ ἐν αὐτῷ τῷ γήρᾳ δεδωρημένον αὐτῇ μέλλοντα σφάζεσθαι, πατρὸς χεῖρας τεκνοφονίαν μελλούσας ἐργάζεσθαι·
000-00-00 Serial Number=0526298285
De futurae vitae deliciis Ante [Go Back]  
 [00044]  Ἡ νεότης τὸν ἔχοντα οὐχὶ τελευτήσαντα μόνον, ἀλλὰ καὶ ἐμπνέοντα ἔτι ἀπολιποῦσα οἴχεται, ἐν τῇ τῆς ἡλικίας ὁδῷ καταλύουσα, καὶ τῷ γήρᾳ παραχωροῦσα.
000-00-00 Serial Number=0532658517
De non iterando conjugio Ante [Go Back]  
 [00211]  Αἱ μὲν γὰρ ἐν νεότητι τὸν ζυγὸν ἀναδεξάμεναι πλείονος ἀπολαύσονται καὶ τῆς τιμῆς καὶ τῆς δωρεᾶς, αἱ δὲ πρὸς αὐτῷ τῷ γήρᾳ οὐχ ὁμοίως ἐκείναις.
 [00215]  Ὥσπερ οὖν ἡ δευτέρῳ δοῦσα ἑαυτὴν ἐλάττων ἐστὶ τῆς τὸν ἕνα ἄνδρα ἐχούσης, οὕτως ἡ ἐν χηρείᾳ μένουσα ἐν αὐτῇ τῇ νεότητι πολλῷ τῷ μέτρῳ τὴν ἐν τῷ γήρᾳ τὸν ἄνδρα ἀποβαλοῦσαν ὑπερακοντίσαι δυνήσεται·
000-00-00 Serial Number=0759854674
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00895]  Ἀλλὰ πολλοῖς ἔδωκε προθεσμίαν ὁ Θεὸς ἐξομολογήσασθαι ἐν ἐσχάτῳ γήρᾳ.
 [07817]  Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ, καὶ μὴ πατέρες ὄντες, τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοῦτον, τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα αὐτὸν ἀναιρεῖν;
 [07834]  ὁ τὸν υἱὸν τὸν αὑτοῦ, τὸν γνήσιον, τὸν μονογενῆ, τὸν παρ' ἐλπίδα τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ τῷ γήρᾳ, τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος·
000-00-00 Serial Number=0526935637
Epistula ad Cyriacum Ante [Go Back]  
 [00626]  ἐπειδὴ γὰρ ὕστερον τῶν ἄλλων ἐτέχθη, φησί, καὶ ἐν ἐσχάτῳ γήρᾳ ποθεινὰ δὲ τὰ τοιαῦτα παιδία, ἅτε παρ' ἐλπίδα γεννώμενα διὰ τοῦτο ἐφιλεῖτο.
000-00-00 Serial Number=0317184448
Epistulae Ante [Go Back]  
 [01081]  ∆ιὸ καὶ μακαρίζομεν καὶ θαυμάζομέν σου τὴν εὐλάβειαν, καὶ τὴν διεγηγερμένην ψυχὴν, καὶ τὴν ἀπερίτρεπτον γνώμην, καὶ τὴν ἐν τοσούτῳ γήρᾳ νεάζουσαν προθυμίαν·
 [02039]  ∆ιὸ καὶ μακαρίζομεν καὶ θαυμάζομέν σου τὴν εὐλάβειαν, καὶ τὴν διεγηγερμένην ψυχὴν, καὶ τὴν ἀπερίτρεπτον γνώμην, καὶ τὴν ἐν τοσούτῳ γήρᾳ νεάζουσαν προθυμίαν·
 [02922]  Καὶ τοῦτο καὶ διὰ τῆς προτέρας ἐπιστολῆς ἐδήλωσα, ὅτι διπλοῦς καὶ τριπλοῦς σοι ὁ μισθὸς ὑπὲρ τούτων ἀπόκειται, ὑπέρ τε ὧν αὐτὸς τοσαύτην στεῤῥότητα ἐπιδείκνυσαι, καὶ ἑτέρους εἰς τὸν αὐτὸν ἄγεις ζῆλον, ἐν γήρᾳ οὕτω βαθεῖ τοσαύτην προθυμίαν ἐπιδεικνύμενος ὑπὲρ τοῦ διωκομένου λαοῦ.
 [03564]  τί δὲ ὀδυνηρότερον, καὶ μόνον καὶ ἐν ἐσχάτῳ δοθέντα γήρᾳ κελευσθῆναι σφάττεσθαι ὑπὸ πατρικῆς χειρὸς, καὶ τὸν γεννησάμενον διάκονον γενέσθαι τῆς τοιαύτης σφαγῆς;
000-00-00 Serial Number=0359462917
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00396]  Καὶ ὁ πατριάρχης δὲ ὁ τοῦ παιδὸς ἱερεὺς τὸ μὲν τυραννικώτατον τῆς φύσεως καταπαλαῖσαι ἴσχυσε πάθος καὶ παῖδα ἀνελεῖν ἠδυνήθη καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον καὶ παρ' ἐλπίδα πᾶσαν αὐτῷ δεδομένον καὶ ἐπ' αὐτῷ σαλεύων μόνῳ καὶ ἐν ἐσχάτῳ γήρᾳ καὶ ἀρετῇ κομῶντα πολλῇ καὶ ἀναγαγεῖν αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσεν, ἐπὶ τοιαύτῃ μέλλων ἀγαγεῖν πράξει, καὶ θυσιαστήριον ᾠκοδόμησε καὶ ξύλα συνέθηκε καὶ τὸ ἱερεῖον ἐπέθηκε καὶ μάχαιραν ἥρπασε καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε.
 [00981]  Ἐπειδὴ γὰρ ὕστερος τῶν ἄλλων ἐτέχθη καὶ ἐν ἐσχάτῳ γήρᾳ ποθεινὰ δὲ τὰ τοιαῦτα παιδία ἅτε παρ' ἐλπίδας γεννώμενα , διὰ τοῦτο ἐφιλεῖτο.
 [01469]  καὶ τοῦ κοινὴν τὴν οἰκίαν τοῖς παριοῦσι κεκτημένου καὶ μετανάστου συνεχῶς γινομένου διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα καὶ τὸν υἱὸν κατασφάξαντος τὸν γνήσιον, τὸν μονογενῆ, τὸν ἐν ἐσχάτῳ γήρᾳ δοθέντα, ὁ μηδὲν τούτων πεποιηκὼς εἰς τοὺς κόλπους ἀπῄει, ἐπειδὴ ἤνεγκεν εὐκόλως πενίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν προστησομένων ἐρημίαν.
000-00-00 Serial Number=0931052804
Expositiones in Psalmos Ante [Go Back]  
 [00790]  Οὐχ ὁρᾶτε, ὅτι πολλοὶ διὰ κληρονομίαν γέροντας περιίασιν ἀγρεύοντες, καὶ πάντων τῶν τοῦ γήρως ἀνέχονται κακῶν, νέοι ὄντες καὶ σφριγῶντες, ποδαλγίας καὶ τῶν ἄλλων τῶν ἐν τῷ γήρᾳ νοσημάτων, καὶ κορύζης, διὰ τοῦ προσεδρεύειν διηνεκῶς;
 [01077]  Οὗτος ὁ κόσμος οὐ νόσῳ, οὐ γήρᾳ, οὐ πραγμάτων περιστάσει, οὐκ ἀνωμαλίᾳ καιρῶν, οὐκ αὐτῷ διατέμνεται τῷ θανάτῳ, ἀλλὰ καὶ τότε διαλάμπει μειζόνως.
000-00-00 Serial Number=0308507264
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00048]  οὐ γὰρ ἐν γήρᾳ, ἀλλ' ἐν αὐτῇ τῇ ἀκμῇ τῆς νεότητος τὴν τελευτὴν ἐδέξατο·
000-00-00 Serial Number=0336971521
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Ὅταν γὰρ ἐν γήρᾳ μακρῷ ἄρχωνται οἰκοδομεῖν καὶ γεωργεῖν, πότε λογισμὸν λήψονται θανάτου;
000-00-00 Serial Number=0456595838
In Ecclesiasten Ante [Go Back]  
 [00184]  τὸ ἀποθανεῖν βέλτιον τοῦ γενέσθαι, οἷον ἐν γήρᾳ.
000-00-00 Serial Number=0420171618
In Genesim sermones Ante [Go Back]  
 [00410]  Ἄνθρωποι μὲν γὰρ τοὺς ὑποκειμένους αὐτοῖς ἐν ἐσχάτῳ γήρᾳ μετὰ πολλοὺς πόνους καὶ μυρίους κινδύνους, τοὺς ἐν εἰρήνῃ, τοὺς ἐν πολέμοις, τότε τιμῶσιν·
000-00-00 Serial Number=0749598086
In Heliam et viduam Ante [Go Back]  
 [00071]  καὶ οὐδὲ ἡ πολιὰ τὴν λύτταν κατέπαυσεν, οὐδὲ τὸ γῆρας [51.341] τὴν μανίαν ἔσβεσεν, ἀλλ' ἦν ἰδεῖν ἐν λιμένι ναυάγιον, ἐν γήρᾳ παράνομον ἐπιθυμίαν.
000-00-00 Serial Number=0538357258
In Isaiam Ante [Go Back]  
 [01207]  ὁ δὲ τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων καὶ μὴ τοσούτοις παθῶν πολιορκούμενος κύμασιν, ἀλλὰ καὶ σωφρονεῖν εὐκολώτερον καὶ τῶν ἄλλων ἀνέχεσθαι τῶν βιωτικῶν ῥᾷον δυνάμενος καὶ πλείονα κεκτημένος σύνεσιν ἀπὸ τῆς τῶν πραγμάτων ἐμπειρίας, δικαίως ἂν μᾶλλον ἁπάντων καταδικάζοιτο, τὰ τῶν ἀκολάστων νέων ἐν γήρᾳ ἐπιδεικνύμενος.
000-00-00 Serial Number=0528464019
In annuntiationem deiparae Ante [Go Back]  
 [00187]  Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν τῷ γήρᾳ αὐτῆς·
000-00-00 Serial Number=0426490903
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01153]  τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοιοῦτον, [61.416] τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα ἀναιρεῖν;
 [02539]  Καὶ γὰρ τοιοῦτον τῆς ψυχῆς τὸ κάλλος, καὶ ἐν γήρᾳ πολλοὺς ἔχει τοὺς ἐραστὰς, καὶ οὐδέποτε μαραίνεται, ἀλλ' ἀνθεῖ διηνεκῶς.
 [06027]  Ἀλλὰ πολλοῖς ἔδωκε προθεσμίαν ὁ Θεὸς, καὶ ἐν ἐσχάτῳ γήρᾳ ἐξομολογήσασθαι.
 [06046]  ὁ γὰρ τοιοῦτος καὶ ἐν γήρᾳ ῥᾴθυμος ἔσται.
000-00-00 Serial Number=0314868748
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02011]  Καὶ τὸ αἰσχύνεσθαι δὲ μετὰ τῆς συνηθείας ἱκανὸν ἦν ἐμποδίσαι, καὶ τὸ δοκεῖν ἐν ἐσχάτῳ γήρᾳ μεταμαθεῖν, καὶ παρὰ τῶν ἀσυνετωτέρων.
 [09999]  Ὁ γὰρ τριῶν παραγενομένων, ὡς ἐνόμιζεν, ἀνθρώπων, μόσχον θύσας, καὶ τρία μέτρα [61.295] σεμιδάλεως φυράσας, καὶ πρὸς τῇ θύρᾳ καθήμενος ἐν καιρῷ μεσημβρίας, ἐννόησον μεθ' ὅσης δαψιλείας καὶ προθυμίας τὰ αὑτοῦ πᾶσιν ἀνήλισκε, μετὰ τῶν χρημάτων καὶ τὴν τοῦ σώματος παρεχόμενος ὑπηρε-σίαν, καὶ ταῦτα ἐν γήρᾳ τοσούτῳ, καὶ λιμὴν τῶν ξένων καὶ τῶν ἐν χρείαις καθεστηκότων ὢν, καὶ οὐ-δὲν ἴδιον κεκτημένος, οὐδὲ αὐτὸν τὸν υἱόν·
000-00-00 Serial Number=0339859724
In epistulam ad Colossenses Ante [Go Back]  
 [02773]  Ἐν γήρᾳ σοι γέγονε;
000-00-00 Serial Number=0882013261
In epistulam ad Ephesios Ante [Go Back]  
 [00188]  Καθάπερ ἂν εἴ τις λαβὼν ψωραλέον τινὰ, καὶ λοιμῷ καὶ νόσῳ διεφθαρμένον, καὶ γήρᾳ καὶ πενίᾳ καὶ λιμῷ, εὐθέως εὔμορφον νεώτερον ἐργάσαιτο, πάντας ἀνθρώπους νικῶντα τῷ κάλλει, σφοδρὰν μὲν τὴν αὐγὴν ἀφιέντα ἀπὸ τῶν παρειῶν, καὶ [62.14] τὰς μαρμαρυγὰς τοῦ ἡλίου ἀποκρύπτοντα ταῖς τῶν ὀφθαλμῶν βολαῖς, εἶτα ἐν αὐτῷ καταστήσειε τῷ τῆς ἡλικίας ἄνθει, καὶ μετὰ τοῦτο ἁλουργίδα περιβάλοι καὶ διάδημα καὶ πάντα τὸν κόσμον τὸν βασιλικόν·
 [03638]  ἡ τρυφὴ οὐδὲ αὕτη τὴν αὐτὴν ἔχει ἐν γήρᾳ ἡδονήν.
000-00-00 Serial Number=0341673255
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01746]  Ὥσπερ γὰρ ἐν ὅλοις τοῖς ἔμπροσθεν ἔτεσιν ἐκείνη μὴ τίκτουσα, πρὸς ἐσχάτῳ γήρᾳ γίνεται μήτηρ.
 [02330]  τὰ γεγενημένα μὲν, ὅτι ἡ ψυχὴ ἡμῶν παλαιωθεῖσα ἐν γήρᾳ τῆς ἁμαρτίας, ἀθρόως διὰ τοῦ βαπτίσματος ἀνενεώθη, ὡσανεὶ ἀνακτισθεῖσα πάλιν·
000-00-00 Serial Number=0891831458
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01475]  Γένοιτο μὲν οὖν πάντας ὑμᾶς ἀπενθήτους τὸν βίον [63.44] ἐξελθεῖν, καὶ κατὰ νόμον τὸν προσήκοντα πατέρας ὑπὸ τῶν υἱῶν γεγηρακότας προπέμψεσθαι καὶ μητέρας ὑπὸ θυγατέρων καὶ ἐγγόνων καὶ μετεγγόνων ἐν λιπαρῷ τῷ γήρᾳ, καὶ μηδαμοῦ γενέσθαι ἄωρον θάνατον.
 [02354]  ἡ δὲ ψυχὴ ἐν [63.65] γήρᾳ ῥώννυται, μᾶλλον τότε ἀκμάζει, τότε γαυροῦται.
 [02367]  Ὁ γὰρ ἐν γήρᾳ μένων ὁ αὐτὸς, δείκνυσιν ὅτι καὶ ἐν νεότητι ὑπάρχων, οὐ δι' ἄγνοιαν, οὐδὲ δι' ἀπειρίαν, οὐδὲ διὰ τὴν ἡλικίαν τοιοῦτος ἦν, ἀλλὰ διὰ ῥᾳθυμίαν.
 [02369]  Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, ὁ τὰ τῷ γέροντι προσήκοντα ποιῶν, ὁ ἐν τῷ γήρᾳ μεταβαλλόμενος·
 [02370]  εἰ δὲ καὶ ἐν γήρᾳ τὰ αὐτὰ ἀσχημονεῖ, πῶς ἄξιον, γέροντα τὸν τοιοῦτον ὀνομάζεσθαι, οὐδὲ τὴν ἡλικίαν αἰδούμενον;
 [02371]  Ὁ γὰρ λέγων, Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, ὡς ἐν τῷ γήρᾳ κατορθῶν, ταῦτά φησι.
 [02372]  Μὴ τοίνυν διὰ τῶν ἐν τῷ γήρᾳ γινομένων ἀποστερήσῃς σαυτὸν καὶ τῆς τῶν ἐπὶ τῇ νεότητι ἁμαρτημάτων συγγνώμης.
 [02407]  καὶ ὥσπερ ἐν γήρᾳ νέοι εἰσὶν, οὕτω καὶ τοὐναντίον.
 [07165]  Ἄλλως δὲ καὶ ὁ μὲν ἑώρα τὰ χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ γήρᾳ.
000-00-00 Serial Number=0891442299
In epistulam ad Philippenses Ante [Go Back]  
 [03413]  οὐχ ὁρᾶτε τοὺς τελευτῶντας, τοὺς ἐν γήρᾳ, τοὺς ἐν νεότητι;
000-00-00 Serial Number=0629853427
In epistulam ad Romanos Ante [Go Back]  
 [00064]  πρὸς γὰρ ἐσχάτῳ γήρᾳ αὐτὴν ἔγραψε·
000-00-00 Serial Number=0140389085
In illud Credidi propter quod locutus sum Ante [Go Back]  
 [00081]  ∆αυὶδ ὁ μακάριος, ὁ ἐν παι [355] δίῳ φιλόλογος, ὁ ἐν ἡλικίᾳ φιλόπονος, ὁ ἐν τῷ γήρᾳ φιλόσοφος, ∆αυὶδ ὁ μακάριος θεόφιλος ὢν καὶ βουλόμενος θεὸν περιαθρῆσαι ὀφθαλμοῖς καρδίας, ὁποῖός ἐστιν, ἔξω γενόμενος τῶν σαρκικῶν ἐπιθυμιῶν καὶ τῷ νῷ τὸν ἀέρα παραδραμὼν καὶ τὰς νεφέλας ὑπερκύψας καὶ τὸν οὐρανὸν ὑπεραλόμενος καὶ τὰς ἀγγελικὰς δυνάμεις παραπετασθεὶς καὶ εἰς αὐτὸ τὸ ἄϋλον καὶ ἀκραιφνέστατον εἶδος τοῦ θεοῦ ἐμβατεύσας καὶ θεωρήσας τὴν αἴγλην ἐκείνην καὶ τὴν ἀστραπὴν τῆς θεότητος ἀνείκαστον μεγαλειότητα οὖσαν καὶ νοήσας, ὅτι οὐδεὶς ἀνθρώπων οὐδὲ μία γλῶσσα ἀνθρωπίνη ἱκανή ἐστι διηγήσασθαι τὸ μέγεθος τοῦ θεοῦ, γεγονὼς ἐν τοιαύτῃ ἐκστάσει καὶ καταμαθὼν ἀκριβῶς θαρσῶν ἀποφαίνεται λέγων·
000-00-00 Serial Number=0618974984
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00062]  Καθάπερ γὰρ τὰ ὑπότρομα μέλη καὶ τῷ γήρᾳ παρειμένα βακτηρία μετὰ ἀσφαλείας χειραγωγοῦσα οὐκ ἀφίησιν ὀλισθῆσαι καὶ καταπεσεῖν, οὕτω δὴ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν σεσαλευμένην καὶ περιφερομένην ὑπὸ τῆς τῶν λογισμῶν ἀσθενείας, βακτηρίας ἀσφαλέστερον ἡ πίστις ἕλκουσα, καὶ τῇ τῆς οἰκείας ἰσχύος ἐπαναπαύουσα δυνάμει, στηρίζει μετὰ ἀκριβείας, καὶ οὐκ ἀφίησιν ὑποσκελισθῆναί ποτε, τὸ τῶν λογισμῶν ἀσθενὲς τῇ τῆς οἰκείας ἰσχύος περιουσίᾳ διορθουμένη, καὶ τὸν ἐξ αὐτοῦ ἀπελαύνουσα ζόφον, καὶ τὴν ψυχὴν, ὥσπερ ἐν οἴκῳ σκοτεινῷ, τῷ θορύβῳ τῶν λογισμῶν καθημένην τῷ οἰκείῳ φωτὶ καταυγάζουσα.
000-00-00 Serial Number=0590138674
In illud Messis quidem multa Ante [Go Back]  
 [00011]  ἀλλ' ἕκαστος τού των οἴκοι κάθηται, τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων, καὶ ἀνάγκῃ μεγάλῃ καὶ ἀπαραιτήτῳ, τῷ γήρᾳ, πεπεδη μένος.
000-00-00 Serial Number=0143383443
In illud Vidi dominum Ante [Go Back]  
 [00924]  σήμερον ἐν νεότητι, αὔριον ἐν γήρᾳ.
000-00-00 Serial Number=0020941615
In illud Vidua eligatur Ante [Go Back]  
 [00066]  Ἐπειδὰν οὖν μέλλωσιν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχειν, καὶ ὥσπερ ἐν λιμένι διατρίβωσι τῷ γήρᾳ, τῶν ἐπιθυμιῶν αὐταῖς σβεσθεισῶν, μετὰ ἀδείας αὐτὰς εἰς τὸν χορὸν εἰσάγει τοῦτον.
000-00-00 Serial Number=0963889658
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00038]  οὗτός ἐστιν Ἰωάννης ὁ κατ' ἐπαγγελίαν τεχθεὶς τῷ Ζαχαρίᾳ ἐν γήρᾳ βαθυτάτῳ.
000-00-00 Serial Number=0845677853
In oraculum Zacharia Ante [Go Back]  
 [00011]  Ὁ τότε τοίνυν τὴν ἄγονον πέτραν μεταβαλὼν εἰς λίμνην, καὶ νῦν τὴν στείραν Ἐλισάβετ παιδογόνον ἐκέλευσεν ἀναδειχθῆναι μητέρα, καὶ τὴν ἄκαρπον κατάκαρπον ἔδειξε, καὶ τὴν τῷ γήρᾳ βεβαρημένην ὡς νεόγαμον κόρην.
000-00-00 Serial Number=0755916297
In principium Actorum Ante [Go Back]  
 [00309]  Καὶ τούτου μάρτυς ἀπόστολος Παῦλος, ἐν γήρᾳ διαλάμψας μειζόνως.
 [00730]  καὶ γὰρ ὁ [51.88] Ἀπόστολος ἐν γήρᾳ τὸν βίον κατέλυσεν.
000-00-00 Serial Number=0295891881
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00024]  καὶ ὁ ἐν γήρᾳ κατορθῶν τοὺς στεφάνους λαμβάνει, καὶ ὁ νεανίας ἀθλήσας στεφανοῦται, καὶ μειράκιον παλαῖσαν κομίζεται γέρα, καὶ νήπια ἀγωνιζόμενα κομίζονται στεφάνους, καὶ γύναια παραταξάμενα στεφανοῦνται δόξῃ, καὶ παρθένοι παλαίσασαι κομίζονται νίκας.
000-00-00 Serial Number=0051392376
Non esse desperandum Ante [Go Back]  
 [00116]  Ὥσπερ γὰρ ἐκείνη στεῖρα οὖσα ἔτεκεν ἐν γήρᾳ, οὕτω καὶ αὕτη στεῖρα οὖσα ἔτεκεν ἐπ' ἐσχάτων τῶν καιρῶν.
000-00-00 Serial Number=0096109152
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00208]  Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρᾳ αὐτῆς·
 [00212]  τίνος ἕνεκεν ἔλεγεν, Ἐν γήρᾳ αὐτῆς;
000-00-00 Serial Number=0715804040
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00115]  Καὶ οὐχὶ νέος μὲν ὢν τοιοῦτος ἦν, ἐπειδὴ δὲ παρῆλθε τὴν ἡλικίαν ἐκείνην καὶ τὴν πρόνοιαν ταύτην ἔλυσεν, ἀλλὰ καὶ νῦν, ὅτε ὡς ἐν εὐδίῳ λιμένι τῷ γήρᾳ κάθηται, τῆς αὐτῆς ἔχεται ἐπιμελείας πάλιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»