Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γαλήνην [69]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γαλήνην


000-00-00 Serial Number=0079836428
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00185]  Τί γὰρ ἄν τις λέγοι τὴν ἐν τῷ καιρῷ τούτῳ γαλήνην, τὴν ἡσυχίαν, καὶ πῶς ἅπαντα γέμει σιγῆς, καὶ θορύβων ἐστὶ καθαρὰ, καὶ οὐκ ἔστιν ἀκοῦσαι κραυγῆς τινος καθάπερ ἐν ἡμέρᾳ, τῶν μὲν πενίαν ὀδυρομένων, τῶν δὲ ἐπήρειαν καταβοώντων, τῶν δὲ ἀῤῥωστίαν σώματος καὶ πηρώσεις θρηνούντων, καὶ τῶν μὲν θάνατον τῶν οἰκείων, τῶν δὲ ζημίαν χρημάτων, τῶν δὲ ἄλλο τι τῶν ἀνθρωπίνων·
000-00-00 Serial Number=0836704731
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00403]  Οὐχ ὁ τυχὼν διδάσκαλος φιλοσοφίας ὁ θάνατος εἰσηνέχθη εἰς τὸν ἡμέτερον βίον, παιδαγωγῶν τὴν διάνοιαν καὶ τὰ πάθη τῆς ψυχῆς χαλινῶν καὶ τὰ κύματα καταστέλλων καὶ γαλήνην ποιῶν.
 [01161]  [22.16] Καὶ ὁρῶμεν αὐτὸν ἅπαντες κατεχόμενον, ἀρχόμενον, συμβουλεύοντα τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ πόρνῃ τὰ δέοντα καὶ τὰ παρ' ἑαυτοῦ πάντα εἰσφέροντα εἰς τὴν ἐκείνης σωτηρίαν, ἐντρέποντα αὐτῆς τὴν ἀναισχυντίαν, σβεννύντα τὴν κάμινον, χειμῶνος ἐξαρπάσαι ἐπιχειροῦντα χαλεποῦ καὶ εἰς τὴν γαλήνην ὁρμίζοντα·
000-00-00 Serial Number=0766234100
Ad populum Antiochenum Ante [Go Back]  
 [00568]  Ἂν γὰρ ἴδῃ μετὰ ἀκριβείας ἀκροωμένους τῶν αὐτοῦ λόγων, καὶ τὴν φιλοσοφίαν ἡμῖν οὐκ ἐλεγχομένην τῇ τοῦ καιροῦ δυσκολίᾳ, ταχέως ἀντιλήψεται, καὶ ποιήσει τὴν γαλήνην καὶ μεταβολὴν ἀγαθὴν ἀπὸ τοῦ παρόντος χειμῶνος.
 [03201]  Ἐπειδὰν ἐννοήσω τὸν παρελθόντα χειμῶνα καὶ τὴν παροῦσαν γαλήνην, οὐ παύομαι λέγων·
 [03429]  ἀλλ' ὅτε ἤλπιζε καταποντίζειν τὸ σκάφος ὁ διάβολος, τότε καθαρὰν γαλήνην ἐποίησεν ὁ Θεός.
000-00-00 Serial Number=0314743161
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00071]  ἐπὶ δὲ ἐκείνου τότε καὶ ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο ἐν τῇ πᾶσιν ἀνθρώποις νυκτὶ παρεχούσῃ γαλήνην·
000-00-00 Serial Number=0845424473
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00234]  τοῦ μεταθέντος ἀπὸ ταύτης τῆς ταραχῆς πρὸς τὴν γαλήνην ἐκείνην τοὺς ἐν μέσῳ χειμαζομένους ἀνθρώπους, ἢ τὸν ταῦτα ἐργασάμενον τὰ ναυάγια;
000-00-00 Serial Number=0162255049
Contra Anomoeos Ante [Go Back]  
 [00185]  κἂν ἄλλο τι πάθος πολιορκῇ, πάντα δυνήσῃ καταλῦσαι τὸν χειμῶνα, καὶ γαλήνην ἐργάσασθαι, καὶ εἰρήνην πολλὴν τῇ ψυχῇ·
000-00-00 Serial Number=0172639787
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00005]  ἀλλ' οὐ ῥᾳθυμίᾳ [52.414] τινὶ καὶ ὄκνῳ σώματος, ἀλλὰ τὰς ταραχὰς καταστέλλων, τὰ κύματα κοιμίζων, τὸν χειμῶνα διορθούμενος, [52.415] τοὺς ναυαγοῦντας ἀνιμώμενος, τοὺς γινομένους ὑποβρυχίους πρὸς λιμένα καὶ γαλήνην χειραγωγῆσαι σπεύδων.
000-00-00 Serial Number=0196356177
De Davide et Saule Ante [Go Back]  
 [00207]  ὁ γὰρ κυβερνήτης ταχέως αἰσθόμενος, ὁ εὐσεβὴς λογισμὸς, γαλήνην ἀντὶ χειμῶνος ἐποίησεν.
 [00672]  Τί τοῦ ∆αυῒδ μακαριώτερον, ὃς τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην μετέβαλε, καὶ τὴν φλεγμονὴν τοῦ θυμοῦ κατέσβεσεν ἅπασαν;
 [00756]  Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν, πολὺ πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαίνουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύτην γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φόνον βλέποντας δακρύων ἐμπλῆσαι θερμῶν.
000-00-00 Serial Number=0148095191
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00164]  Αὐτοῦ γὰρ ἐπαμύνοντος, πᾶσα μὲν κατασβέννυται ζάλη, ὁ δὲ κλύδων εἰς γαλήνην μεθίσταται, καὶ ὑποχωρεῖ κατῃσχυμμένος ὁ πονηρὸς, καθάπερ ποτὲ τοὺς ἀνθρώπους καταλείπων κατὰ τῶν χοίρων ἐχώρησεν, οὐδὲ ἐκεῖνο ποιῆσαι τολμήσας δίχα τοῦ κελεύσαντος.
000-00-00 Serial Number=0661713600
De beato Philogonio Ante [Go Back]  
 [00209]  βασιλέως δὲ ἐπιβαίνοντος τῇ ψυχῇ, πολλὴν εἶναι δεῖ τὴν γαλήνην, πολλὴν τὴν ἡσυχίαν, βαθεῖαν τῶν λογισμῶν τὴν εἰρήνην.
000-00-00 Serial Number=0701852024
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00048]  χεῖρας εἰς ἀέρα ἐξεπέτασας, καὶ ὑπὲρ ἡμῶν σεαυτοῦ τὸν Πατέρα ἐδυσώπησας, καὶ γαλήνην βαθεῖαν ἐκ χειμῶνος ἐβράβευσας.
000-00-00 Serial Number=0775955796
De jejunio [2] Ante [Go Back]  
 [00109]  Χορεύει ἐν σωφροσύνῃ, γαλήνην κρατεῖ·
 [00198]  Οὐκ ἔχεις γαλήνην;
000-00-00 Serial Number=0157587349
De mansuetudine sermo Ante [Go Back]  
 [00057]  Εἰ γὰρ τῶν γοήτων ἐπῳδαῖς εἴκει τὰ θηρία ῥᾳδίως, τί θαυμάζεις εἰ τὰ λόγια τοῦ Χριστοῦ ψυχὴν ἀγριαίνουσαν εἰς γαλήνην καὶ ἰσοψυχίαν μεταῤῥυθμίζει ταχέως;
000-00-00 Serial Number=0638364077
De mutatione nominum Ante [Go Back]  
 [00810]  ἵνα μὴ καὶ ἐπὶ Παύλου τοῦτο γένηται, καὶ μεθύων τῇ μανίᾳ τῶν γεγενημένων παραπέμψηται τὴν φωνὴν, ἢ μηδὲ ἀκούσῃ τὴν ἀρχὴν, τὴν διάνοιαν ἅπασαν πρὸς τὴν λεηλασίαν ἐκείνην ἔχων, πρότερον διὰ τοῦ φωτὸς πηρώσας αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ τὸν θυμὸν καταστείλας, καὶ σβέσας ἅπαντα τῆς ψυχῆς τὸν θόρυβον, καὶ πολλὴν ἐν τῇ διανοίᾳ γαλήνην ποιήσας, οὕτω τὴν φωνὴν ἀφῆκεν, ἵνα κατενεχθείσης τῆς ἀλαζονείας σώφρονι τῷ λογισμῷ προσέχῃ τοῖς λεγομένοις λοιπόν.
000-00-00 Serial Number=0006519735
De paenitentia [1] Ante [Go Back]  
 [00969]  καὶ ἐπὰν ὁ Θεὸς τὴν ὀργὴν ἐκείνην διεσκέδασε, καὶ τὸν χειμῶνα παρήγαγε, καὶ γαλήνην ἐποίησεν ἐκ τοσούτων κυμάτων, εἰς τὰς πρότερον πάλιν ἐπανήλθομεν προλήψεις.
 [01297]  ὅταν γὰρ καὶ ἐν καμίνῳ βοηθῇ, καὶ ἐν λάκκῳ λεόντων φυλάττῃ, καὶ δαίμονας ἀπελαύνῃ, καὶ ἀπόφασιν ἀναλύῃ Θεοῦ, καὶ παθῶν μανίαν καταστέλλῃ, καὶ πρὸς ἐλευθερίαν ἡμᾶς ἐπανάγῃ, καὶ πολλὴν ἐν τοῖς λογισμοῖς ἡμῶν ποιῆται τὴν γαλήνην, πῶς οὐκ ἐσχάτης ἂν εἴη παρανοίας, τοσαῦτα ἔχουσαν ἐν ταῖς χερσὶν ἀγαθὰ φεύγειν καὶ δεδοικέναι;
000-00-00 Serial Number=0408095241
De paenitentia [2] Ante [Go Back]  
 [00124]  Οὐδέποτε εἶδες θάλασσαν πρὸς αἰγιαλὸν γαλήνην ἔχουσαν, καὶ ἐν τῷ βυθῷ κυμαινομένην;
000-00-00 Serial Number=0872741282
De profectu evangelii Ante [Go Back]  
 [00261]  τὸν δὲ ἐν θλίψει καὶ πολλοῖς τοῖς δεινοῖς, ἵνα τινὰ χρηστὴν αὐτῷ ἴδῃ γενομένην μεταβολὴν, καὶ εἰς γαλήνην παρηγορίας μεταβληθῇ.
 [00263]  Οὐκοῦν παρακάλει τὸν Θεὸν βεβαίαν σοι μένειν τὴν γαλήνην ταύτην.
 [00265]  Παρακάλει ἐκτενῶς τὸν Θεὸν παρενέγκαι τὸ κλυδώνιον, καὶ γαλήνην ἀπὸ χειμῶνος ποιῆσαι.
000-00-00 Serial Number=0908185482
De prophetiarum obscuritate Ante [Go Back]  
 [00656]  πάντα τὰ πάθη καταστεῖλαι δύναται, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ.
000-00-00 Serial Number=0201205909
De regressu Ante [Go Back]  
 [00106]  Ἐκοινώνησα μὲν πελάγει ἀλλ' ἐν πελάγει γαλήνην ἐποίησεν ἡ ὑμετέρα ἀγάπη.
000-00-00 Serial Number=0061585546
De terrae motu Ante [Go Back]  
 [00084]  ἐπὶ τὴν ἐκκλησίαν, τὸν λιμένα τὸν ἀκύμαντον, τὴν γαλήνην τὴν ἀπηλλαγμένην κυμάτων.
000-00-00 Serial Number=0449623883
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01583]  Καὶ γὰρ αὕτη ἀρκοῦσα διδασκαλία, ἡ τῆς φύσεως ἐπίσκεψις, πάντα τὰ πάθη καταστεῖλαι δυναμένη, καὶ ποιῆσαι γαλήνην ἐν διανοίᾳ.
 [03730]  ὅτι τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην μετέβαλε, καὶ τὴν φλεγμονὴν τοῦ θυμοῦ κατέσβεσεν ἅπασαν.
 [07071]  Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν πολὺ πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαίνουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύτην γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φόνον βλέποντας, δακρύων ἐμπλῆσαι θερμῶν.
000-00-00 Serial Number=0815477133
Epistula ad Cyriacum Ante [Go Back]  
 [00407]  Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου, ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν εἰς καθαρὰν ἐπανελθεῖν τὴν ὑγίειαν καὶ ἀπονίψασθαι τὸν ἀπὸ τῆς ἀρρωστίας ἐναπομείναντα αὐτοῖς μαλακισμόν, τὰ δὲ ὕδατα καὶ τῶν πνευμάτων παυσαμένων ἐπὶ πολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαναγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου, ὥστε εἰς καθαρὰν ἐπανελθεῖν τὴν γαλήνην.
 [00409]  Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρείας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψας θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ.
000-00-00 Serial Number=0815512598
Epistulae Ante [Go Back]  
 [01070]  Θρηνοῦμεν δὲ τὸν κοινὸν τῶν Ἐκκλησιῶν χειμῶνα, καὶ τὸ τὴν οἰκουμένην καταλαβὸν ναυάγιον, καὶ πάντας ὑμᾶς παρακαλοῦμεν εὐχαῖς βοηθεῖν, ὥστε τὴν πανωλεθρίαν ταύτην λυθῆναί ποτε, καὶ εἰς λευκὴν ἅπαντα μεταβαλεῖν γαλήνην.
 [01183]  Ὀψὲ δέ ποτε καὶ μόλις ἐπέτυχον τῆς Καισαρείας, ὡς ἀπὸ χειμῶνος εἰς γαλήνην καὶ εἰς λιμένα ἐλθών.
 [02028]  Θρηνοῦμεν δὲ τὸν κοινὸν τῶν Ἐκκλησιῶν χειμῶνα, καὶ τὸ τὴν οἰκουμένην καταλαβὸν ναυάγιον, καὶ πάντας ὑμᾶς παρακαλοῦμεν εὐχαῖς βοηθεῖν, ὥστε τὴν πανωλεθρίαν ταύτην λυθῆναί ποτε, καὶ εἰς λευκὴν ἅπαντα μεταβαλεῖν γαλήνην.
 [02141]  Ὀψὲ δέ ποτε καὶ μόλις ἐπέτυχον τῆς Καισαρείας, ὡς ἀπὸ χειμῶνος εἰς γαλήνην καὶ εἰς λιμένα ἐλθών.
 [02620]  Ἐπεὶ καὶ αὐτὸς διηνεκῶς ὑμᾶς ἐν διανοίᾳ περιφέρων, οὐχ ὡς ἔτυχε καὶ τῆς κατ' ὄψιν ἐρῶ συντυχίας, καὶ εὖ οἶδ' ὅτι καὶ αὐτὴ ἔσται, μετὰ ἐκτενείας ὑμῶν παρακαλούντων τὸν δυνάμενον πάντα λῦσαι χειμῶνα, καὶ εἰς γαλήνην λευκὴν ἅπαντα ἀγαγεῖν.
 [02954]  Οἶσθα γὰρ ἡλίκος ἐστὶν ὁ μισθὸς Ἐκκλησίαις πονουμέναις χεῖρα ὀρέγειν, ταραχὴν τοσαύτην εἰς γαλήνην μεταθεῖναι, καὶ πόλεμον οὕτω σφοδρὸν καταλῦσαι.
 [03055]  Οὕτω καὶ ὁ χειμὼν ὁ καταλαβὼν, κἂν τραχύτερος γένηται, εἰς γαλήνην μεταστήσεται·
 [03289]  Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τοὺς πειρασμοὺς λῦσαι τούτους, καὶ ταχίστην ποιῆσαι γαλήνην, καὶ τῆς ὑπομονῆς ὑμῖν ταύτης πολὺν καὶ ἐν τῷ μέλλοντι αἰῶνι δοῦναι τὸν μισθόν.
000-00-00 Serial Number=0460120559
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00282]  ἐγὼ γὰρ οἶδά σου τῶν λογισμῶν τὴν εὐγένειαν, οἶδα τῆς εὐλαβοῦς ψυχῆς τὴν ἰσχύν, τῆς συνέσεως τὸ πλῆθος, τῆς φιλοσοφίας τὴν δύναμιν, καὶ ὡς ἀρκεῖ σοι μόνον ἐπιτάξαι τῷ μαινομένῳ τῆς ἀθυμίας πελάγει καὶ πάντα ποιῆσαι γαλήνην.
 [00746]  τὰ δὲ ὕδατα, καὶ τῶν πνευμάτων παυσαμένων, ἐπιπολὺ σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου ὥστε εἰς καθαρὰν ἐπανελθεῖν γαλήνην.
 [00748]  Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν ταύτης κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρίας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται τὴν εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψασα θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην, καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ.
 [01337]  Οὕτω καὶ τῶν γενναίων ἀνδρῶν ἐκείνων τῶν ἀποστόλων λέγω καὶ τῶν προφητῶν τὸν βίον ἐκυβέρνησεν ὁ Θεός, νῦν μὲν ἀφιεὶς τὰ κύματα διεγείρεσθαι, νῦν δὲ ἐπιτιμῶν τῷ τῶν κακῶν πελάγει καὶ ἀπὸ χαλεποῦ τοῦ χειμῶνος λευκὴν ἐργαζόμενος τὴν γαλήνην.
000-00-00 Serial Number=0779653609
Fragmenta in Job Ante [Go Back]  
 [01242]  Ἐπὶ δὲ τοῦ Ἰὼβ τότε ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο, ἐν τῇ πᾶσιν ἀνθρώποις παρεχούσῃ γαλήνην·
000-00-00 Serial Number=0498483658
In Acta apostolorum Ante [Go Back]  
 [08227]  ἀλλὰ τρόμος πολὺς καὶ φόβος, πολλὴν τὴν γαλήνην ἐργαζόμενος, εὔδιον τὸν λιμένα παρασκευάζων, τὴν ψυχὴν εὐλαβῆ ποιῶν.
 [09999]  Καὶ γὰρ ἡ νόσος τὴν ὑγείαν φανερὰν δείκνυσι, καὶ τὸ σκότος τὸ φῶς, καὶ τὴν γαλήνην ὁ χειμών.
000-00-00 Serial Number=0997205913
In Genesim sermo 3 Ante [Go Back]  
 [00056]  Ταύτην καὶ ἡμεῖς φυλάξωμεν τῶν ψυχῶν τὴν γαλήνην, τῶν σωμάτων τὸ ἰατρεῖον, τῶν λογισμῶν τὴν εἰρήνην, τῶν ἐπιθυμιῶν τὴν νέκρωσιν, τὴν κωλύουσαν ἁρπάζειν τὸν ἀλλότριον πλοῦτον, τὴν μὴ καταδεχομένην ὀρφανοὺς ἀδικῆσαι, τὴν μὴ ἐπάγουσαν χήραις πένθος ζημίας, τὴν μὴ βιωτικαῖς μερίμναις ἀσχοληθῆναι ἡμᾶς συγχωροῦσαν, τὴν ἀγγέλοις ὁμοδιαίτους τοὺς βροτοὺς ἐργαζομένην, τὴν τοῦ Κυρίου τὸν νόμον ἡμέρας καὶ νυκτὸς μελετᾷν διακελευομένην.
000-00-00 Serial Number=0472901940
In Isaiam Ante [Go Back]  
 [00954]  Τί γὰρ ὄφελος ἐκ πηγῶν ἅπαντα ἐπιρρεῖν, ὅταν ἐμφύλιοι τίκτωνται πόλεμοι καὶ ἡ θάλασσα διεγείρηται καὶ τῶν κυμάτων μαινομένων μήτε κυβερνήτης μήτε πρωρεὺς μήτε ἄλλος τις ᾖ δυνάμενος διαθεῖναι τὸν τῶν πραγμάτων χειμῶνα καὶ καταστῆσαι γαλήνην;
000-00-00 Serial Number=0317725480
In Joannem Ante [Go Back]  
 [00110]  ὃς οὐκ ἀφήσει βαπτισθῆναι τὸ σκάφος ἡμῖν, ἀλλὰ κἂν μυρίοι πνεύσωσιν ἄνεμοι, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσει, καὶ τῇ θαλάττῃ, καὶ ἀντὶ σάλου πολλὴν ἐργάσεται τὴν γαλήνην.
000-00-00 Serial Number=0405019999
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00128]  Καὶ γὰρ ὡς στῦλοι τὴν Ἐκκλησίαν ἀνέχουσι, καὶ ὡς πύργοι τειχίζουσι, καὶ ὡς σκόπελοι πᾶσαν ἐπιβουλὴν ἀποκρουόμενοι, πολλὴν τοῖς ἔνδον ποιοῦσι γαλήνην·
000-00-00 Serial Number=0965341032
In Kalendas Ante [Go Back]  
 [00059]  Ὁ οἶνος χειμῶνα, ὁ δὲ λόγος γαλήνην ἐργάζεται·
000-00-00 Serial Number=0755264163
In Psalmos 101-107 Ante [Go Back]  
 [01626]  Καὶ μὲν δὴ καὶ ἅπαντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶν τες μεταβολὴν, καὶ τῆς προτέρας πλάνης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν.
000-00-00 Serial Number=0160336077
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00004]  Τὸ μὲν γὰρ ἀλίμενον πέλαγος, κἂν γαλήνην ἔχῃ, πολὺν παρέχει τοῖς πλέουσι τὸν τρόμον·
000-00-00 Serial Number=0058096409
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07339]  Καὶ οἱ μὲν κατάδικοι, νυκτὸς καταλαμβανούσης, ἀναπνέουσιν, εἰς τὴν κοινὴν τῶν δυσημερούντων καταπλεύσαντες γαλήνην, τὴν νύκτα λέγω·
000-00-00 Serial Number=0713387191
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01000]  ὁ μέντοι ναυτικὸς, καὶ τί μὲν ἐργάζεται γαλήνην, τί δὲ ποιεῖ χειμῶνα ἀκριβῶς ἐπιστάμενος, καὶ καταγελάσεται τοῦ ταῦτα λέγοντος·
000-00-00 Serial Number=0639299512
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03190]  ὥσπερ λαμπτῆρές εἰσιν ἀφ' ὑψηλοῦ τοῖς πόῤῥωθεν ἐπιβαίνουσι φαίνοντες, ἐπὶ λιμένος καθήμενοι, καὶ πρὸς γαλήνην τὴν αὐτῶν ἅπαντας ἕλκοντες, οὐκ ἐῶντες γενέσθαι ναυάγια τοῖς εἰς αὐτοὺς ὁρῶσιν, οὐκ ἐῶντες ἐν σκότῳ διάγειν τοὺς ἐκεῖ βλέποντας.
000-00-00 Serial Number=0373708546
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01511]  κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην.
000-00-00 Serial Number=0071543455
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02358]  Τοὺς μὲν γὰρ τόνους χαλάσαν τοῦ σώματος τὸ γῆρας, οὐδὲ βουλομένην ἀφίησιν αὐτοῖς χρήσθαι τὴν ψυχὴν, ἀλλ' ὥσπερ πολεμίους παντοδαποὺς καταστεῖλαν ἐν καθαρῷ θορύβων χωρίῳ καθίστησιν αὐτὴν, καὶ πολλὴν ἐργάζεται τὴν γαλήνην, καὶ τὸν φόβον ἐπεισάγει πλείονα.
000-00-00 Serial Number=0962352693
In epistulam ad Romanos Ante [Go Back]  
 [04312]  Ἀντίστησον τοίνυν τῇ μικρᾷ ἡδονῇ τὰ πολλὰ κύματα τῶν φόβων τούτων, καὶ τῷ βραχεῖ πόνῳ τῆς ἐγκρατείας τὴν γαλήνην τῆς διηνεκοῦς ζωῆς, καὶ ὄψει ταύτην ἐκείνης οὖσαν ἡδίω.
 [06807]  Ἐξορίσωμεν τοίνυν τὸ πάθος, καὶ τότε εἰσόμεθα καλῶς τὴν ἐλευθερίαν καὶ τὸν λιμένα καὶ τὴν γαλήνην.
000-00-00 Serial Number=0274483085
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00005]  Οὕτω γοῦν ἡδεῖα τοῖς πλέουσιν ἡ ἐκ χειμῶνος εἰς εὐδίαν καὶ γαλήνην μετάβασις·
000-00-00 Serial Number=0571917593
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00599]  Ὑμεῖς δὲ μνημονεύετε τῶν λεγομένων ἁπάντων, ἵν' ὅταν μάθητε τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰ μυρία κακὰ, ἅπερ οἱ τότε πιστεύοντες ὑπέμενον, μειζόνως καὶ διὰ τοῦτο εὐχαριστῆτε τῷ Θεῷ, τῷ λύσαντι πάντα ἐκεῖνα τὰ δεινὰ, καὶ εἰρήνην εἰσαγαγόντι βαθεῖαν, καὶ τὸν πόλεμον ἀπελάσαντι, καὶ πολλὴν κατασκευάσαντι τὴν γαλήνην·
000-00-00 Serial Number=0415637016
In illud Vidua eligatur Ante [Go Back]  
 [00401]  Καὶ ταύτην οὖν καταστέλλει τὴν μάχην ἐκεῖνο τῶν ἁγίων τὸ ῥῆμα, καὶ πολλὴν ἔνδον ποιεῖ γαλήνην.
000-00-00 Serial Number=0363909900
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00061]  «20ἐγὼ σήμερον γεγέννηκά σε», εἰς γαλήνην πολεμουμένων καὶ δόξαν ἀπεγνωσμένων.
000-00-00 Serial Number=0018297791
In principium Actorum Ante [Go Back]  
 [00395]  καὶ διανισταμένων τῶν πανταχοῦ δήμων, καθάπερ κυμάτων ἀγρίων, καὶ προσβαλόντων αὐτῇ τῶν πνευμάτων τῶν πονηρῶν, καθάπερ χαλεπῶν ἀνέμων, καὶ πάντοθεν ἐγειρομένου τοῦ χειμῶνος, πολλὴν τῇ Ἐκκλησίᾳ τὴν γαλήνην ἐποίει·
000-00-00 Serial Number=0745014489
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00016]  Ἐκάθευδεν ὁ Κύριος οἰκονομικῶς ἐν τῷ πλοίῳ, οὐκ ἀγνοῶν τὸ μέλλον γίνεσθαι, οὐκ ἀδυνατῶν γαλήνην βραβεῦσαι·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»