Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἰδώλων [105]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἰδώλων


000-00-00 Serial Number=0934427202
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00132]  Καὶ μετὰ τοῦτον πάλιν ὁ Μανασσῆς πάντας τῇ μανίᾳ παρελάσας καὶ τῇ τυραννίδι, καὶ τὴν νομικὴν ἀνατρέψας λατρείαν, καὶ τὸν ναὸν ἀποπλήσας τῶν εἰδώλων, καὶ τὴν πλάνην ποιήσας ἀνθεῖν, καὶ πάντων τῶν ἔμπροσθεν γενόμενος ἀσεβέστερος, ἐπειδὴ μετενόησεν ὕστερον, εἰς τοὺς τοῦ θεοῦ κατετάττετο φίλους.
000-00-00 Serial Number=0606306434
Adversus Judaeos Ante [Go Back]  
 [01782]  Ἰουλιανοῦ γὰρ, τοῦ πάντας ἀσεβείᾳ τοὺς βασιλέας νικήσαντος, καλοῦντος αὐτοὺς ἐπὶ τὰς τῶν εἰδώλων θυσίας, καὶ ἐπισπωμένου πρὸς τὴν οἰκείαν ἀσέβειαν·
 [01797]  Ὁ δὲ καὶ χρήματα ἀνήλωσε, καὶ ἐπιστάτας τοῦ ἔργου ἔπεμψε τοὺς ἀπὸ τῆς μεγάλης ἀρχῆς, καὶ τεχνίτας πάντοθεν ἐκίνησε, καὶ πάντα ἐποίει καὶ ἐπραγματεύετο, ἠρέμα καὶ κατὰ μικρὸν ἄχρις αὐτοὺς εἰς τὸ θύειν ἐμβάλῃ, προσδοκῶν ἐκεῖθεν ἐπὶ τὴν τῶν εἰδώλων θεραπείαν ἥξειν ῥᾳδίως, ὁμοῦ τε ἐλπίζων ὁ μεμηνὼς καὶ ἀνόητος τοῦ Χριστοῦ περιγράφειν τὴν ἀπόφασιν, τὴν οὐκ ἐῶσαν ἀναστῆναι τὸν ναὸν ἐκεῖνον.
 [02171]  Ὅλως δὲ εἰ νομίζεις, διότι νόμος ἐκεῖ κεῖται καὶ προφητῶν βιβλία, τὸν τόπον ἅγιον εἶναι, ὥρα σοι λοιπὸν καὶ τὰ εἴδωλα, καὶ τοὺς ναοὺς τῶν εἰδώλων ἁγίους εἶναι νομίζειν.
000-00-00 Serial Number=0832306921
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00190]  [41] Οἱ μὲν γὰρ παρ' αὐτοῖς τὴν τῶν ἱερῶν ἐπιμέλειαν ἐγχειρισμένοι μᾶλλον δεσποτῶν καὶ τῶν εἰδώλων δὲ αὐτῶν τοὺς βασιλεῖς θεραπεύουσι, καὶ διὰ τὸν ἐκείνων φόβον καὶ τοῖς ξοάνοις αὐτοῖς παρεδρεύουσιν ὡς τοὺς πονηροὺς δαίμονας τοῖς βασιλεῦσι χάριν ἔχειν τῆς εἰς αὐτοὺς τιμῆς.
 [00191]  Αὐτίκα γοῦν ὅταν τινὰ συμβῇ μὴ τὰ ἐκείνων φρονοῦντα ἐπὶ ταύτην ἐλθεῖν τὴν ἀρχὴν, εἰσιών τις εἰς τοὺς τῶν εἰδώλων ναοὺς πανταχοῦ τῶν τοίχων ὄψεται διατεταμένα τὰ τῶν ἀραχνίων ὑφάσματα καὶ τοσαύτην ἐπικειμένην τῷ ξοάνῳ τὴν κόνιν ὡς μήτε ῥῖνα μήτε ὀφθαλμὸν μήτε ἄλλο τι τοῦ προσώπου φαίνεσθαι μέρος, τῶν δὲ βωμῶν τῶν μὲν τὰ λείψανα μόνον ἕστηκε τοῦ πλείονος ἀποθραυσθέντος μέρους τοὺς δὲ οὕτω βαθεῖα πάντοθεν περιβάλλει πόα ὡς τὸν ἀγνοοῦντα κοπρίας τινὸς σωρείαν εἶναι νομίζειν τὸ φαινόμενον.
 [00197]  [43] Εἰ δὲ λέγοι τις ὅτι καὶ νῦν εἰσὶ πόλεις τὴν ἴσην δεισιδαιμονίαν ἐπιδεικνύμεναι περὶ τὴν τῶν εἰδώλων μανίαν, πρῶτον μὲν εὐαριθμήτους καὶ ὀλίγας ἐρεῖς πλὴν ἀλλ' οὐδὲ οὕτω τὸν ἡμέτερον βλάψει λόγον.
 [00373]  Γόης δὲ ὢν καὶ μιαρὸς τὸ μὲν πρῶτον τὰ τοῦ Κυρίου φρονεῖν ὑπεκρίνατο διὰ τὸν τὴν ἀρχὴν αὐτῷ δεδωκότα, ὡς δὲ καὶ οὗτος τὸν βίον μετήλλαξε ῥίψας τὸ προσωπεῖον λοιπὸν γυμνῇ τῇ κεφαλῇ ἢν πάλαι ἔχων δεισιδαιμονίαν ἔκρυπτε ταύτην εἰς μέσον ἐξήγαγε καὶ πᾶσιν ἐποίησε φανερὰν καὶ προστάγματα πανταχοῦ τῆς οἰκουμένης κατεπέμπετο τοὺς ναοὺς ἐπισκευάζεσθαι τῶν εἰδώλων, τοὺς βωμοὺς ἀνίστασθαι, τὰς παλαιὰς τοῖς δαίμοσιν ἀποδίδοσθαι τιμάς, προσόδους αὐτοῖς γίνεσθαι πολλὰς πολλαχόθεν.
000-00-00 Serial Number=0866890907
De gloria in tribulationibus Ante [Go Back]  
 [00035]  Ἐπειδὴ γὰρ κατηγγέλθη ὑπὸ τῶν ἀποστόλων τὸ θεῖον κήρυγμα, καὶ περιῄεσαν πανταχοῦ τῆς οἰκουμένης σπείροντες τῆς εὐσεβείας τὸν λόγον, καὶ πρόῤῥιζον ἀνασπῶντες τὴν πλάνην, καὶ τοὺς πατρῴους τῶν ἀσεβῶν καταλύοντες νόμους, καὶ παρανομίαν ἅπασαν ἐλαύνοντες, καὶ τὴν γῆν ἐκκαθαίροντες, καὶ εἰδώλων μὲν καὶ ναῶν καὶ βωμῶν καὶ πανηγύρεων τῶν ἐκεῖθεν καὶ τελετῶν κελεύοντες ἀποπηδᾷν, ἐπιγινώσκειν δὲ τὸν τῶν ὅλων ἕνα καὶ μόνον Θεὸν, καὶ τὰς μελλούσας ἀναμένειν ἐλπίδας, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος διελέγοντο, καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, καὶ περὶ βασιλείας οὐρανῶν διελέγοντο·
 [00045]  οἱ δὲ πρὸς ταῦτα ἀγωνίζεσθαι μέλλοντες, ἀρτίως ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ τρυφῆς καὶ ἀκολασίας καὶ μέθης εἰσποιηθέντες ἦσαν τῇ πίστει, οὐδὲν ὑψηλὸν περὶ τῆς ἀϊδίου ζωῆς τέως μεμελετηκότες ἐννοεῖν, ἀλλὰ τῶν παρόντων ἀντεχόμενοι μᾶλλον·
000-00-00 Serial Number=0312882602
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00598]  οὕτω δὴ καὶ τότε τοῦ κηρύγματος φανέντος, καὶ τοῦ Παύλου πανταχοῦ τοῦτο διασπείροντος, ἠλαύνετο μὲν ἡ πλάνη, ἐπανῄει δὲ ἡ ἀλήθεια, κνῖσαι δὲ καὶ καπνός, καὶ κύμβαλα καὶ τύμπανα, καὶ μέθαι καὶ κῶμοι, καὶ πορνεῖαι, καὶ μοιχεῖαι, καὶ τὰ ἄλλα, ἃ μηδὲ εἰπεῖν καλόν, τὰ ἐν τοῖς ἱεροῖς τῶν εἰδώλων τελούμενα ἔληγε καὶ ἐδαπανᾶτο, καθάπερ κηρὸς ὑπὸ πυρὸς τηκόμενα, καθάπερ ἄχυρα ὑπὸ φλογὸς δαπανώμενα·
000-00-00 Serial Number=0263176560
De paenitentia [1] Ante [Go Back]  
 [01713]  Θάῤῥα ὁ πατὴρ Ἀβραὰμ εἰδώλων ἦν προσκυνητὴς, ἀλλ' οὐ δέδωκεν ἐνταῦθα τῆς ἀσεβείας τὴν δίκην·
000-00-00 Serial Number=0734987557
De paenitentia sermo 1 Ante [Go Back]  
 [00019]  Ἑλκυσθέντα γὰρ ὑπὸ τῆς τοῦ Θεοῦ μνήμης καὶ φωτισθέντα καὶ γνωρίσαντα Θεὸν ἀληθινὸν, λέγουσι περὶ τῶν ματαίων εἰδώλων·
000-00-00 Serial Number=0788975954
De remissione peccatorum Ante [Go Back]  
 [00041]  καὶ ἔλυσε τὸν ναὸν τῶν εἰδώλων, τὸν Βὴλ καταστρέψας καὶ τὸν δράκοντα κτείνας, καὶ ἔδησε στόματα λεόντων αἱμοβόρων.
000-00-00 Serial Number=0906246603
De sancta Droside martyre Ante [Go Back]  
 [00128]  Ἐπειδὴ γὰρ ἐμολύνετο καπνῷ τῷ τῶν εἰδώλων, * ἀντανίη καπνὸς ἕτερος τὴν ἐξ ἐκείνων ἐγγινομένην αὐτῷ κηλῖδα καθαίρων.
000-00-00 Serial Number=0654227138
De sancta pentecoste Ante [Go Back]  
 [00228]  Ἀνοητότερον οἱ ἄνθρωποι διέκειντο τότε, τῶν εἰδώλων προσφάτως ἀπηλλαγμένοι, καὶ παχυτέρα καὶ ἀναισθητοτέρα αὐτῶν ἡ διάνοια ἔτι ἦν, καὶ πρὸς τὰ σωματικὰ πάντα ἐπτόηντο καὶ ἐκεχήνεσαν, καὶ οὐδεμία αὐτοῖς οὐδέπω ἔννοια δωρεῶν ἀσωμάτων ἦν, οὐδὲ εἴδεσαν τί ποτέ ἐστι νοητὴ χάρις, καὶ πίστει μόνῃ θεωρουμένη·
000-00-00 Serial Number=0298408091
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00813]  Θάῤῥα, ὁ πατὴρ Ἀβραὰμ, εἰδώλων ἦν καὶ προσκυνητὴς καὶ ποιητής·
 [08115]  Καὶ ἄλλως γὰρ ὠμός τις καὶ ἰταμὸς εἶναι ἐλέγετο οὗτος, καὶ θεὸς εἶναι ἐβούλετο, καὶ πάντων κατεφρόνει τῶν εἰδώλων, καὶ αὐτοῦ τοῦ πάντων Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο.
000-00-00 Serial Number=0138997555
Expositiones in Psalmos Ante [Go Back]  
 [00585]  Εἰ δέ τινες λέγοιεν, ὅτι οὐ τοῦ Θεοῦ τὸ διδόναι ὑετὸν, ἀλλὰ τῶν εἰδώλων·
000-00-00 Serial Number=0985332191
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00083]  ἐν ᾗ ἐλέγχει καὶ τῶν εἰδώλων τὸ μάταιον, καὶ ∆εσπότην τῶν ἁπάντων δεικνύει τὸν Θεόν.
 [00428]  ὁ δὲ λαός μου τοσαύτης τῆς παρ' ἐμοῦ κηδεμονίας ἀπολαύσας καὶ δόξης τετυχηκὼς, ὥστε καὶ παρὰ πᾶσιν ᾄδεσθαι τὰ εἰς αὐτὸν γεγενημένα θαύματα, ἐν οὐδενὸς θέμενος μέρει, τὴν μεγαλουργίαν ἐπὶ τὴν τῶν εἰδώλων ἧκε θεραπείαν, καὶ ταῦτα κέρδος ἔχων οὐδέν.
 [00612]  Ὕδατα ἀεὶ τὴν διδασκαλίαν καλεῖ τὴν ἑαυτοῦ πανταχοῦ, ἐκεῖνα δὲ τὰ ὕδατα τὴν διδασκαλίαν τῶν εἰδώλων, ἔνθα ἐκενοφωνεῖτο.
 [00657]  Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου, παραινεῖ αὐτῇ νῦν, μὴ κάμνειν περὶ τὴν τῶν εἰδώλων θεραπείαν, τὰ ὄρη καταλαμβάνουσαν, μηδὲ ἐπιθυμεῖν ἐκείνων τῶν ματαίων.
 [00667]  *Τουτέστιν ὡς ἐπαυτοφώρῳ ληφθεὶς κλέπτης ἀρνήσασθαι οὐ δύναται, οὕτω καὶ οὗτοι τῶν συμφορῶν καταλαβουσῶν οὐκ ἂν ἀρνηθεῖεν τῶν εἰδώλων τὴν ἀσθένειαν, αἰσχυνόμενοι τῇ περὶ αὐτὰ θεραπείᾳ.
 [00996]  Πρὸ τούτου ταῦτα ἐλέγετο τοῖς ἀνοήτοις, τοῖς ἐξ εἰδώλων προαγομένοις, οὐχὶ τοῖς φιλοσοφοῦσιν, οὐχὶ τοῖς ἁπτομένοις τῶν οὐρανῶν, οὐχὶ τοῖς εἰς ἄνδρα τελοῦσιν.
 [01004]  Γεωργήσατε, φησὶ, τὰς ἡμετέρας ψυχὰς, πρόῤῥιζον ἀνασπάσατε τῶν εἰδώλων τὴν μνήμην, ταῦτα γὰρ ἀκάνθας καλεῖ·
 [01680]  Καὶ τοῦτο δοκιμάσαντες, ἐκτράπητε τῶν εἰδώλων, καὶ δουλεύσατε τῷ Θεῷ·
 [04295]  ἵνα εἴπῃ, Ἐξ αὐτῶν τῶν πραγμάτων δείκνυνται μαχόμενοι τῷ θείῳ βουλήματι, ὅτι τοῖς ἀληθέσι προφήταις μάχονται συμπράττοντες τῇ τῶν εἰδώλων θεραπείᾳ.
 [05232]  ἐγὼ μὲν ἐπέταξα εὔκολα, καὶ ἀναγκαῖα σφόδρα, ὥστε πονηρίας ἀπέχεσθαι καὶ εἰδώλων·
 [05674]  Ἵνα εἴπῃ, ὅτι Νῦν ἀσεβοῦσα, χρῆσαι ἐκ τῆς τῶν εἰδώλων συνεργίας τοῖς προκειμένοις, καὶ βοήθησον τῷ Αἰγυπτίῳ, ὃν προστάτην ἡγῇ.
 [05764]  Ταῦτα ἀπήγγειλεν, ἵνα πιστώσηται καὶ τὴν ἐρήμωσιν καὶ τὴν τῶν εἰδώλων ἀπώλειαν.
 [05968]  Κατὰ μὲν τὰ πρὸς τὴν ἀκολουθίαν, ἐπὶ τῶν Βαβυλωνίων τοῦτ' ἔστιν ἐκλαβεῖν, ὅτι μετὰ τῶν εἰδώλων, καὶ πᾶσαν τὴν δυναστείαν αὐτῶν καθελῶ.
 [05969]  Κατὰ δὲ τὸ ῥητὸν ὡς ἐπὶ τῶν εἰδώλων.
000-00-00 Serial Number=0279519200
Homilia de capto Eutropio Ante [Go Back]  
 [00993]  Τῶν δαιμόνων, τῶν εἰδώλων, τοῦ καπνοῦ, τῆς κνίσσης, τοῦ αἵματος.
000-00-00 Serial Number=0084885418
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00094]  θυσιαστήρια κατεσκάπτετο, προφῆται ἀνῃροῦντο, καὶ ὁ τῆς εὐσεβείας ναὸς ἐρείπιον ἐγίνετο καὶ εἰδώλων καταγώγιον, καὶ ὁ δῆμος ὁ παραχθεὶς εἰς μέσον ὥστε παιδεῦσαι ἑτέρους, βλασφημίας ἄλλοις ὑπόθεσις ἐγίνετο·
000-00-00 Serial Number=0042505026
In Acta apostolorum Ante [Go Back]  
 [00046]  Εἰ δὲ ἐκεῖνοι οὐκ ἐδύναντο, οἱ συγγενόμενοι χρόνον τοσοῦτον αὐτῷ, καὶ τοσούτων κοινωνήσαντες ἀποῤῥήτων, καὶ τοσαῦτα θεασάμενοι θαύματα, πῶς ἄνθρωποι ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ θυσιῶν, καὶ αἰλούρων, καὶ κροκοδείλων (τοιαῦτα γὰρ ἦν τῶν Ἑλλήνων τὰ σεβάσματα), καὶ τῶν ἄλλων τῶν κακῶν τότε πρῶτον ἀποσπασθέντες, ἀθρόον τοὺς ὑψηλοὺς τῶν δογμάτων ἐδέξαντο λόγους;
 [09999]  ∆ιὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἀποστρέφουσιν ἐπὶ τὸν Θεὸν, ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.
 [09999]  Ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι, φησὶν, ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.
 [09999]  ἦσαν γὰρ αἱ πόλεις εἰδώλων πλήρεις.
000-00-00 Serial Number=0735991418
In Christi natalem Ante [Go Back]  
 [00013]  [Καὶ] τῶν εἰδώλων ὄλεθρος·
000-00-00 Serial Number=0893996596
In Eliam prophetam Ante [Go Back]  
 [00020]  ∆εῖξόν μου τὸν ὅρκον τὸν κατὰ σοῦ δυνατὸν, ἵνα καὶ διὰ τούτου μάθωσι τὴν τῶν εἰδώλων ἀσθένειαν.
000-00-00 Serial Number=0892087996
In Genesim sermo 3 Ante [Go Back]  
 [00043]  ∆ιὸ ταύτην ὑποδεξώμεθα, τὸ τίμιον δῶρον, τὸ ἅγιον κειμήλιον, τὸ τῆς ἀληθείας ἴνδαλμα, τῆς εὐσεβείας τὸ κεφάλαιον, τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον, τῶν παθῶν τὴν νέκρωσιν, τῆς ἁμαρτίας τὴν ἀναίρεσιν, τῆς κακίας τὸν ἀντίπαλον, τῆς παρθενίας τὴν ὁμόδοξον, τῶν δαιμόνων τὴν ἀφανίστριαν, τοῦ διαβόλου τὴν ἀποτίμησιν, τῶν εἰδώλων τὴν καθαίρεσιν, τῶν Ἐκκλησιῶν τὴν εὐπρέπειαν, τῶν βασιλέων τὸ κράτος, τῶν ἱερέων τὸ ἐγκαλλώπισμα, τῶν ἀνδρῶν τὴν φρόνησιν, τῶν γυναικῶν τὴν σωφροσύνην, τῶν νηπίων τὴν παιδαγωγίαν, τῶν δούλων τὴν ἀνάῤῥυσιν, τῶν πτωχῶν τὴν παραμυθίαν.
 [00054]  Οὐχὶ καὶ οἱ Μάρτυρες ταύτης ἐνστερνισάμενοι, ναοὺς καὶ βωμοὺς καὶ κνίσσας τῶν εἰδώλων κατέβαλον, καὶ τὸν θυμὸν τῶν τυράννων εἰς οὐδὲν ἐλογίσαντο;
000-00-00 Serial Number=0918992996
In Isaiam Ante [Go Back]  
 [00864]  Ὥσπερ γὰρ ἡ τοῦ Θεοῦ προσκύνησις εἰς ὕψος ἀνάγει, οὕτως ἡ ἐκείνων τῶν εἰδώλων ταπεινοῖ καὶ κατάγει.
 [00875]  Κωμῳδήσας ἱκανῶς τὴν ἄνοιαν τῶν τὰ εἴδωλα προσκυνούντων καὶ ἀπὸ τοῦ τρόπου τῆς δημιουργίας δείξας κἀκείνων τὴν παραπληξίαν καὶ τῶν εἰδώλων τὴν ἀσθένειαν, ἐπαγωνίζεται τῷ λόγῳ πάλιν, τῇ πείρᾳ τῶν πραγμάτων ἐπιτρέπων τῶν εἰρημένων τὴν ἐξέτασιν καί φησιν·
000-00-00 Serial Number=0462240398
In Joannem Ante [Go Back]  
 [00820]  Εἰ δὲ λέγοιεν, πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων ταῦτα εἰρῆσθαι, πῶς οὐ συγχωροῦσι πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων λέγειν τὸν μόνον ἀληθινὸν Θεόν;
 [00821]  Εἰ δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων εἴρηται τοῦτο, πῶς ἑρμηνεύσεις τὴν ῥῆσιν ἅπασαν;
 [00874]  καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ πρὸς τὴν τῶν εἰδώλων ἀγωνιζόμενοι δόξαν.
 [03382]  Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ πολὺν περὶ προφητείας ποιεῖται λόγον, πρὸς τὴν τῶν εἰδώλων δόξαν ἱστάμενος.
 [05625]  Χρόνου δὲ προϊόντος, πάλιν τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἔσεβον δὲ τὸν Θεόν.
000-00-00 Serial Number=0898110986
In Psalmos 101-107 Ante [Go Back]  
 [01090]  ἡ δὲ μεγίστη τοῦ λαοῦ κάκωσις οὐ διὰ πηλοῦ καὶ πλινθείας ἁπλῶς, διὰ δὲ τοῦ παρατρέπειν ἐπὶ σέβας εἰδώλων.
 [01397]  Πορ νείαν ἐνταῦθα οὐ τὴν ἀκολασίαν μόνον, ἀλλὰ καὶ τὴν τῶν εἰδώλων λατρείαν καλεῖ.
000-00-00 Serial Number=0581160843
In Psalmum 100 Ante [Go Back]  
 [00133]  Κατὰ πάντα γὰρ μισητέον τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὅτι τὸ φῶς ἀποστραφέντες ἐν τῷ σκότει πορεύονται (Τίς δὲ κοινω νία φωτὶ πρὸς σκότος;), καὶ ὅτι τοῦ Χριστοῦ τὸ ὄνομα ἀρνησάμενοι, τὸ τοῦ Βελιὰρ ὄνομα ἑαυτοῖς περιτιθέασι (Τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ;), καὶ ὅτι ἀποφυγόντες τὴν ἐνταῦθα εἴσοδον, ναοῖς εἰδώλων περι μεμήνασι, τὴν ἑαυτῶν ζωὴν τοῖς μιάσμασι συμμιάναν τες·
 [00134]  Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;
000-00-00 Serial Number=0997526407
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00113]  Εἰ καὶ ἥμαρτον ἐν τῇ ἀκμῇ τῆς νεότητός μου, ἀλλ' οὖν γε κνίσσαν εἰδώλων κατεπάτησα, εἰκόνας δαιμόνων κατέστρεψα, ξόανα εἰδώλων ἐξῄσχυνα, διάβολον ἐνεφύσησα, δαίμοσιν ἐνέπτυσα.
000-00-00 Serial Number=0039384305
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02720]  Οὐκοῦν αὐξηθῆναι ἔδει τὴν τῶν δαιμόνων ἀρχὴν, καὶ ἐπιταθῆναι τὴν τῶν εἰδώλων θεραπείαν.
 [03984]  ἢ τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;
 [03994]  Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;
 [04002]  Εἶτα εἰπὼν, Ναῷ Θεοῦ μετὰ εἰδώλων, καὶ ἀποφηνάμενος, ὅτι Ὑμεῖς γὰρ ναὸς Θεοῦ ζῶντος.
000-00-00 Serial Number=0978446841
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00932]  οὗτος καὶ θεὸς εἶναι ἐβούλετο, καὶ πάντων κατεφρόνει τῶν εἰδώλων, καὶ αὐτοῦ τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο.
 [02175]  εἰ δέ τι ἴσασι, μᾶλλον τὰ ἑαυτῶν ὤφειλον λέγειν, πῶς τὰ πολλὰ ἀναθήματα τῶν εἰδώλων ἐκλάπη, πῶς τὸ πολὺ χρυσίον ἐχωνεύθη.
 [02257]  εἰ δέ τι ἴσασι, μᾶλλον τὰ ἑαυτῶν ὤφειλον λέγειν, πῶς τὰ πολλὰ ἀναθήματα τῶν εἰδώλων ἐκλάπη, πῶς τὸ πολὺ χρυσίον ἐχωνεύθη.
000-00-00 Serial Number=0154850543
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05932]  Οἵ τε γὰρ ἔτι τὸν τῶν εἰδώλων ἔχοντες φόβον, καὶ οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον τῶν δείπνων ἐκείνων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο ποιοῦντας, καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο (οὐδὲ γὰρ μετὰ τῆς αὐτῆς ἐκείνοις γνώμης τῶν προκειμένων ἥπτοντο, ἀλλ' ὡς ἐπ' εἰδωλοθύτων, καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο)·
 [06035]  ∆ιὰ δὴ τοῦτο καθελὼν τὴν τῶν εἰδώλων ὑπόνοιαν, αἰτίαν πρώτην τίθησι τοῦ ἀπέχεσθαι, τὰ σκάνδαλα τῶν ἀδελφῶν, οὕτω λέγων·
 [06196]  Νῦν μὲν γὰρ ἐγγύς ἐστιν ἀποστῆναι τέλεον τῶν εἰδώλων, φησί·
 [07421]  Πῶς οὖν οὐκ ἐναντία ποιεῖτε, φησὶν, ὦ Κορίνθιοι, εὐλογοῦντες μὲν τὸν Θεὸν, ὅτι τῶν εἰδώλων ὑμᾶς ἀπήλλαξε, πάλιν δὲ ἐπὶ τὰς ἐκείνων τρέχοντες τραπέζας;
 [07427]  Ὥστε εἰ αἵματος ἐπιθυμεῖς, φησὶ, μὴ τὸν τῶν εἰδώλων βωμὸν τῷ τῶν ἀλόγων φόνῳ, ἀλλὰ τὸ θυσιαστήριον τὸ ἐμὸν τῷ ἐμῷ φοίνισσε αἵματι.
 [07488]  Εἰπὼν δὲ, ὅτι Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, εἶτα δείσας μὴ δόξῃ ὡσπερεὶ ἰσχὺν ἐχόντων τῶν εἰδώλων διαλέγεσθαι καὶ δυναμένων τι βλάψαι·
 [07494]  Ταῦτα δὲ λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναμένων βλάψαι τι τῶν εἰδώλων ἢ ἰσχὺν ἐχόντων·
 [07707]  Μῦθος τὰ Χριστιανῶν, ἀπέχονται τῶν εἰδώλων, φεύγουσι δαίμονας, καὶ τῶν ἐκείνοις προσαγομένων ἔχονται·
 [08901]  Ἐπειδὴ γὰρ ἀπὸ τῶν εἰδώλων προσιόντες, οὐδὲν εἰδότες σαφῶς, οὐδὲ ταῖς παλαιαῖς ἐντραφέντες βίβλοις, βαπτισθέντες εὐθέως Πνεῦμα ἐλάμβανον, τὸ δὲ Πνεῦμα οὐχ ἑώρων·
000-00-00 Serial Number=0082365513
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00292]  Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέ ψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δου λεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
 [00343]  Καὶ πῶς ἐπεστρέψατε, φησὶ, πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ·
000-00-00 Serial Number=0617142379
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01449]  Πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων, οὐ πρὸς τὸν Υἱόν·
000-00-00 Serial Number=0998346448
In epistulam ad Ephesios Ante [Go Back]  
 [04850]  Παρὰ γὰρ τοῦτον τῶν εἰδώλων ἂν ἔλθῃς βωμὸν, ὄψει αἰγείων καὶ βοείων αἱμάτων ὄζοντα·
000-00-00 Serial Number=0085630238
In epistulam ad Romanos Ante [Go Back]  
 [06002]  ἐκεῖνοι τὸν νόμον ἔκαμον μελετῶντες, καὶ τὰς προφητείας ἀναγινώσκοντες, καὶ οἱ ἀπὸ τῶν βωμῶν καὶ τῶν εἰδώλων χθὲς ἐπανελθόντες, ἀνώτεροι γεγόνασιν ἐκείνων·
000-00-00 Serial Number=0568590879
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00077]  Ἐπειδὴ γὰρ ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς, διὰ τοῦτο τὴν ῥίζαν τῆς ἀνομίας ἐξέκοψεν, ἵνα παύσῃ πάντα τὰ ῥεύματα τῆς ἀσεβείας.
000-00-00 Serial Number=0572772920
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00013]  Ὢ ἀναισθησία Ἰουδαίων τῶν μὴ νοούντων, ὅτι ἔδει τὴν ἐν τῷ παραδείσῳ δεξιὰν χεῖρα τοῦ Ἀδὰμ, ἁψαμένην τοῦ ξύλου καὶ ξηρανθεῖσαν τῇ παραβάσει, ταύτην πάλιν ὑπὸ τοῦ ἰδίου κεραμέως ἀναπλασθῆναι! ἢ ὅτι ἔδει τὴν ὑπὸ τοῦ διαβόλου διὰ τὴν τῶν ἀθέων εἰδώλων αἱμοχυσίαν δεξιὰν σπιλωθεῖσαν, διὰ τοῦ ἰδίου δημιουργοῦ πάλιν λαμπρὰν πρὸς οὐρανὸν ἐκταθῆναι! Ἀλλὰ λυποῦνται ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου καὶ σωτηρίᾳ ψυχῆς, καὶ τὴν μὲν ἀργίαν τοῦ σαββάτου ἐκδιδάσκουσι, τὴν δὲ θαυματουργίαν τοῦ Ἰησοῦ ἀγνοοῦσι.
 [00014]  ∆ιὰ τί γὰρ, ὦ Φαρισαῖοι, οὐκ ἐλυπήθητε, ἢ τοιαῦτα οὐκ ἐμελετήσατε κατὰ τοῦ Μανασσῆ, ὅτε τὸν Ἡσαΐαν συνέπριζεν, ὅτε τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθυσίαζε τοῖς δαιμονίοις, καὶ τοὺς οἴκους τοῦ Θεοῦ τεμένη τῶν εἰδώλων καθίδρυσε;
000-00-00 Serial Number=0138534904
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00261]  Ὅταν μὲν γὰρ ἦσαν ἐν ἐλευθερίᾳ, καὶ τὴν πατρίδα εἶχον τὴν ἑαυτῶν, τοιαῦτα ἔπραττον, ὡς καθ' ἑκάστην ἡμέραν τοὺς προφήτας αὐτῶν καταβοᾷν, τῶν νόμων πατουμέ νων, καὶ τῶν εἰδώλων προσκυνουμένων, καὶ τῶν ἐν τολῶν τοῦ Θεοῦ παραβαθεισῶν·
000-00-00 Serial Number=0893824637
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00012]  ἐκείνη πομπαῖς εἰδώλων τὸν ἀέρα ἐσκότισεν, Ἰωάννης μνήμαις ἁγίων τὴν Ἀσίαν ἐφώτισεν·
000-00-00 Serial Number=0707728386
In principium Actorum Ante [Go Back]  
 [00173]  εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν εἰδώλων·
000-00-00 Serial Number=0714198291
In ramos palmarum [1] Ante [Go Back]  
 [00137]  Εὐλογη μένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Κύριος σῶσαι τὸν πλανηθέντα ἄνθρωπον, καταλῦσαι τὴν πλάνην, φω ταγωγῆσαι τοὺς ἐν σκότει, καταργῆσαι εἰδώλων ἀπά την, ἀντεισάξαι θεογνωσίαν σωτήριον, ἁγιάσαι κόσμον, ἀπελάσαι τὸ μύσος καὶ ἄγος τῆς τῶν ματαίων θερα πείας.
000-00-00 Serial Number=0287745118
In resurrectionem domini B Ante [Go Back]  
 [00050]  Ἀγαλλιασώμεθα ὅτι τὰ ἀγάλματα τῶν εἰδώλων συνετρίβη καὶ τὰ ἅγια τῶν ἁγίων ἐδόθη·
000-00-00 Serial Number=0975735009
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00288]  Ἐν τοῖς βωμοῖς τῶν εἰδώλων ὀπαί εἰσι κάτωθεν τοῦ θυσια στηρίου, καὶ ἔστι τις λάκκος κάτωθεν ἀφανὴς, καὶ κατέρχονται οἱ τῆς πλάνης ἐργάται ἐν τῷ λάκκῳ, καὶ οὕτω ταῖς ὀπαῖς ἐκείναις κάτωθεν τὸ πῦρ ἄνω ἐκφυσῶσιν εἰς τὴν θυσίαν, ὡς πολλοὺς ἀπατᾶσθαι, καὶ νομίζειν οὐράνιον εἶναι τὸ πῦρ.
000-00-00 Serial Number=0123374224
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00170]  καὶ γὰρ ὀφθαλμῶν περιστροφὰς, καὶ χειρῶν περιδονήσεις, καὶ ποδῶν κύκλους, καὶ πάντων τῶν ἐν τῇ διαστροφῇ τοῦ λυγισθέντος σώματος φανέντων εἰδώλων τοὺς τύπους ἐναποθέμενοι ταῖς ψυχαῖς οὕτως ἀπέρχονται.
000-00-00 Serial Number=0733129919
In venerandum crucem Ante [Go Back]  
 [00031]  Τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;
 [00033]  ναὸς δὲ εἰδώλων, οἱ διὰ τῆς μέθης τὸν συρφετὸν, τῆς ἀκολασίας κόρον ὑποδεχόμενοι.
000-00-00 Serial Number=0683342814
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00086]  Ὁ μὲν γάρ φησιν ὅτι, τῶν Ἰουδαίων εἰς ἔσχατονκακίας ἐληλακότων, καὶ πρὸς τὴν τῶν εἰδώλων θεραπείαν αὐτομολησάντων, προσέταξεν ὁ Θεὸς δοῦναι σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ κατοδυνωμένων ἐπὶ τοῖς γινομένοις.
000-00-00 Serial Number=0681764185
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00467]  Τὸ δὲ, Θεοὺς οὐ κακολογήσεις, οὐ περὶ εἰδώλων εἴρηται, ἀλλὰ περὶ τῶν ἀρχόντων·
 [00552]  Καὶ περὶ ἀπαγορεύσεως εἰδώλων οὕτω διαλαμβάνων·
 [01402]  Οὗτος ἐκαθῆρε τὴν Ἱερουσαλὴμ, καὶ πάντα τόπον, ἀνασκάψας τόπους τῶν ἱερέων τῶν εἰδώλων, συντρίψας τὰ εἴδωλα.
 [02059]  καὶ κατὰ εἰδώλων καὶ τῶν αὐτὰ γλυφόντων, καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων·
 [02093]  Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων κατεσκευασμένων.
 [02098]  Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων.
 [02099]  Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας.
 [02322]  Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων (λ.
 [02328]  Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων.
 [02329]  Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας.
 [02408]  Περὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, καὶ εἰδώλων ἀσθενείας.
 [02415]  Ἔλεγχος τῆς τῶν εἰδώλων ἀσθενείας, καὶ ἔνδειξις τῆς τοῦ Θεοῦ δυνάμεως.
 [02431]  Τῆς τῶν εἰδώλων ἀσθενείας ἔλεγχος, καὶ τῆς αὐτῶν τῶν Ἰσραηλιτῶν ἀνθρωποθυσίας κατηγορία.
 [02538]  καὶ τὴν ἐρήμωσιν τῆς πόλεως καὶ τῶν εἰδώλων προστίθησιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»