Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἰσελθὼν [110]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἰσελθὼν


000-00-00 Serial Number=0365494192
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00628]  Καθάπερ γὰρ ἄνεμος ἀληθῶς εἰσελθὼν ἐκφυσᾷ ἅπαντας τοὺς τῆς ἀρετῆς θησαυρούς.
 [01344]  Λυπηρὰ μὲν οὖν ταῦτα καὶ ἐπαχθῆ, τὸ δὲ πάντων φορτικώτερον ἐκεῖνο ἦν, ὅτι εἰσελθὼν καὶ μυρία ἐπαγγειλάμενος ἀγαθὰ, ἐλευθερίαν, ἀπαλλαγὴν τῶν ἐπικειμένων κακῶν, ἔδοξεν εἶναι ἀπατεών.
 [01697]  ὁ γὰρ καὶ μόνος ὀφθεὶς καὶ ἀρκέσας πρὸς παράκλησιν, οὗτος μετὰ τοὺς ἄλλους εἰσελθὼν, τίνα οὐκ ἂν ἀφανίσειεν ἀθυμίαν καὶ λύπην;
000-00-00 Serial Number=0108515620
Ad populum Antiochenum Ante [Go Back]  
 [02114]  καὶ ταύτην ὁ ἱερεὺς ὁ ἡμέτερος εἰσελθὼν ἀναγνώσεται τὴν ἐπιστολὴν πρὸς τὸν βασιλέα, καὶ τῶν οἰκείων αὐτὸν ἀναμνήσει νόμων, καὶ ἐρεῖ πρὸς αὐτὸν, ὅτι Σὺ σαυτὸν παρακάλεσον, καὶ τὰ σαυτοῦ μέμνησο·
 [02597]  εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον καὶ βοήσας μόνον, τὰ θεμέλια πάντα ἔσεισε, τὰ δεσμὰ κατέφαγεν, οὐκ ὀδοῦσι χρησάμενος, ἀλλὰ ῥήμασι·
 [02720]  ἡ γὰρ φροντὶς καὶ ἡ προσδοκία τῆς εἰς τὴν ἐκκλησίαν ἀφίξεως παιδεύει μετὰ τῆς προσηκούσης εὐκοσμίας, καὶ τροφῆς καὶ ποτοῦ μεταλαμβάνειν, ἵνα μὴ εἰσελθὼν καὶ τοῖς ἀδελφοῖς ἀναμιχθεὶς, εἶτα ἀποπνέων οἴνου καὶ ἐρευγόμενος ἀτάκτως, καταγελασθῇς παρὰ τῶν παρόντων ἁπάντων.
 [04257]  Ὁ εἰς οἶκον πενθούντων εἰσελθὼν, εὐθέως δακρύει τὸν ἀπελθόντα, κἂν ἐχθρὸς ᾖ.
 [04497]  Τὸν ἄρχοντα μὲν ἐπῄνεσα τῆς κηδεμονίας, ὅτι τεθορυβημένην τὴν πόλιν ἰδὼν καὶ πάντας περὶ φυγῆς βουλευομένους, εἰσελθὼν παρεκάλεσέ τε ὑμᾶς καὶ εἰς χρηστὰς ἤγαγεν ἐλπίδας·
 [05386]  ἀναμνήσθητί μοι, πῶς ὁ ὅρκος οὗτος εἰσελθὼν ἐν τῇ πόλει καὶ οἰκίας καὶ ναὸν καὶ τείχη καὶ οἰκοδομήματα λαμπρὰ καθεῖλε, καὶ χῶμα τὴν πόλιν ἐποίησε, καὶ οὔτε τὰ Ἅγια τῶν ἁγίων, οὔτε τὰ σκεύη τὰ ἱερὰ, οὔτε ἄλλο οὐδὲν ἀπέστρεψε τὴν κόλασιν καὶ τὴν τιμωρίαν ἐκείνην διὰ τὸ παραβαθῆναι τὸν ὅρκον.
000-00-00 Serial Number=0439448893
Adversus Judaeos Ante [Go Back]  
 [01365]  εἰσελθὼν γὰρ εἰς τὰς Ἀθήνας, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἐξ Εὐαγγελίων αὐτοῖς διελέγετο, ἀλλ' ἀπὸ τοῦ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο·
000-00-00 Serial Number=0204156399
De Anna i Ante [Go Back]  
 [00029]  ἀλλ' ὅταν ἀριστήσας καὶ καθευδήσας εἰς τὴν ἀγορὰν ἐμβάλῃς, καὶ τὴν ἡμέραν πρὸς ἑσπέραν ἤδη ἐπειγομένην ἴδῃς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν ταύτην, καὶ παρὰ τὸ βῆμα τοῦτο ἐλθὼν, ἀναμιμνήσκου τοῦ καιροῦ τῆς νηστείας, καθ' ὃν μεστὴ μὲν ἡ ἐκκλησία τοῦ πλήθους ἡμῖν ἦν, σφοδρὰ δὲ ἡ τῆς ἀκροάσεως προθυμία, πολλὴ δὲ ἡδονὴ, καὶ διεγηγερμένη πάντων ἡ διάνοια·
 [00246]  εἰσελθὼν δὲ, καὶ τὰ γόνατα κάμψας, καὶ δάκρυα ἀφεὶς, παρακάλει τὸν Θεὸν λῦσαι τὴν ἀθυμίαν, σβέσαι τὴν λύπην·
000-00-00 Serial Number=0325011909
De Davide et Saule Ante [Go Back]  
 [00033]  Πολέμου γάρ ποτε τοὺς Ἰουδαίους καταλαβόντος χαλεπωτάτου, καὶ πάντων κατεπτηχότων καὶ δεδοικότων, καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ' ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἑκάστου βλέποντος, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι τὴν ἡμέραν προσδοκώντων ἁπάντων, καὶ τῶν ἐπὶ τὸ βάραθρον ἀγομένων ἀθλιώτερον ζώντων τὸν βίον, εἰσελθὼν οὗτος ἀπὸ τῶν προβάτων ἐπὶ τὴν παράταξιν, καὶ τῆς ἡλικίας καὶ τῆς τέχνης ἀτέλειαν παρεχούσης αὐτῷ τῶν πολεμικῶν πόνων, τὸν ἁπάντων αὐτὸς ἀνεδέξατο πόλεμον, καὶ κατώρθωσεν ἐλπίδος ἁπάσης κρείττονα κατορθώματα.
000-00-00 Serial Number=0655011296
De Lazaro Ante [Go Back]  
 [02310]  Ἵνα δὲ μάθητε πόθεν ἡ δουλεία ἐδόθη, μετὰ μικρὸν εἰσελθὼν ὁ ἐπικατάρατος ἐκεῖνος υἱὸς αὐτοῦ, υἱὸς μὲν αὐτοῦ τῇ φύσει, οὐχ υἱὸς δὲ προαιρέσει (πάλιν δὲ λέγω εὐγένειαν, οὐ προγόνων περιφάνειαν, ἀλλὰ τρόπον ἀρετῆς)·
 [02311]  εἰσελθὼν ὁ υἱὸς εἶδε τὴν γύμνωσιν τοῦ πατρός.
 [02462]  Καὶ γὰρ Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ναὸς τοῦ Θεοῦ, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὁ γῆν καὶ θάλασσαν περιελθὼν, ὁ τὰς ἀκάνθας τῶν ἁμαρτιῶν ἀνασπάσας, ὁ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν, ὁ βασιλέων εὐπορώτερος, ὁ πλουσίων δυνατώτερος, ὁ στρατιωτῶν ἰσχυρότερος, ὁ φιλοσόφων φιλοσοφώτερος, ὁ ῥητόρων εὐγλωττότερος, ὁ μηδὲν ἔχων καὶ πάντα κεκτημένος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ θάνατον λύων, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ τὰ νοσήματα φυγαδεύων, ὁ ἐν θαλάσσῃ τρόπαια στήσας, ὁ ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ, καὶ εἰς παράδεισον εἰσελθὼν, ὁ τὸν Χριστὸν Θεὸν ἀνακηρύξας, ἐκεῖνος λέγει·
 [02635]  Τίς οὖν ἐστιν ὁ διὰ τῆς πλατείας πύλης εἰσελθὼν, καὶ τὴν εὐρύχωρον ὁδὸν βαδίσας;
 [02642]  Καὶ ὁ μὲν διὰ τῆς πύλης τῆς πλατείας εἰσελθὼν, τὴν εὐρύχωρον ὁδὸν ἐβάδιζε, τὴν τῆς τρυφῆς, τὴν τῆς ἀκολασίας, τὴν τοῦ γέλωτος, τὴν τῆς ἀνέσεως, τὴν τῆς γαστριμαργίας, τὴν τῆς μέθης, τῆς τῶν χρημάτων περιβολῆς, τῆς ἐν τῇ ἐσθῆτι βλακείας.
 [02656]  Καθάπερ γὰρ ἐκεῖνος διὰ τῆς πλατείας εἰσελθὼν, τὴν εὐρύχωρον ἐβάδιζεν·
 [02661]  Εἶδες πῶς διὰ τῆς στενῆς πύλης οὗτος εἰσελθὼν, τὴν τεθλιμμένην ὁδὸν διηνεκῶς ἐβάδιζεν;
000-00-00 Serial Number=0774815381
De beato Philogonio Ante [Go Back]  
 [00107]  Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσελθὼν, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλλοις, τῷ καρπῷ βριθομένας, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουργοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν·
000-00-00 Serial Number=0523496389
De decem millium talentorum debitore Ante [Go Back]  
 [00132]  Μὴ παραδράμῃς ἁπλῶς τὴν ῥῆσιν, ἀλλὰ καὶ ἀνάπτυξόν μοι τὸ δικαστήριον ἐκεῖνο, καὶ εἰς τὸ συνειδὸς εἰσελθὼν τὸ σεαυτοῦ, ἀναλόγισαι τὰ πεπραγμένα σοι παρὰ πᾶσαν τὴν ζωήν·
000-00-00 Serial Number=0640673578
De incomprehensibili dei natura Ante [Go Back]  
 [00326]  οὗτος ὁ Ζαχαρίας εἰσελθὼν εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς αὐτὰ τὰ ἄδυτα ἃ μόνῳ τῶν πάντων ἀνθρώπων ἐκείνῳ θέμις ἦν τότε ὁρᾶν σκόπει πῶς τοῦ πλήθους παντὸς ἀντίρροπος ἦν, καὶ λιτὰς ὑπὲρ τοῦ πλήθους παντὸς ἀναφέρων τῷ Θεῷ καὶ ἵλεω ποιῶν τὸν ∆εσπότην τοῖς οἰκέταις, καθάπερ μεσίτης τις ὢν Θεοῦ καὶ ἀνθρώπων εἶδεν ἄγγελον ἔνδον ἑστῶτα καί, ἐπειδὴ ἐξέπληξεν ἡ ὄψις τὸν ἄνθρωπον, φησὶν ἐκεῖνος·
000-00-00 Serial Number=0136981368
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00553]  Ταὐτὸν γὰρ συνέβη, οἷον ἂν εἰ μετὰ στρατοπέδων καὶ ὅπλων καὶ παρατάξεως τοῦ βασιλεύοντος μὴ δυνηθέντος κρατῆσαι τῶν βαρβάρων, πτωχός τις γυμνὸς καὶ μόνος, καὶ μηδὲ ἀκόντιον μεταχειρίζων, μηδὲ ἱμάτιον ἔχων, εἰσελθὼν διαπράξοιτο ἃ μετὰ ὅπλων καὶ παρασκευῆς οὐκ ἴσχυσαν ἕτεροι.
 [01078]  Πάλιν ἐλιθάζετο, καὶ τὴν καταλεύουσαν πόλιν εἰσελθὼν μετέθηκεν.
000-00-00 Serial Number=0292039931
De libello repudii Ante [Go Back]  
 [00019]  ὁ δὲ ἁπλῶς καὶ ὡς ἔτυχε τὸ πρᾶγμα μεταχειριζόμενος, κἂν πολλῆς ἐπὶ τῆς ἀγορᾶς ἀπολαύσῃ γαλήνης, σκοπέλους καὶ σπιλάδας εἰσελθὼν εἰς τὴν οἰκίαν ὄψεται.
000-00-00 Serial Number=0332418442
De mutatione nominum Ante [Go Back]  
 [00020]  Ὁ γὰρ μεγαλοφωνότατος Ἡσαΐας, ὁ τῶν παραδόξων ὄψεων θεωρὸς, ὁ τὰ σε [51.115] ραφεὶμ ἰδεῖν καταξιωθεὶς ἔτι ὢν ἐν σαρκὶ, ὁ τοῦ μυστικοῦ μέλους ἐκείνου, οὗτος εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν εἰσελθὼν τὴν πολυάνθρωπον, τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς ἑστὼς, τοῦ δήμου παντὸς αὐτὸν περιεστῶτος, βουλόμενος δεῖξαι, ὅτι ὁ μὴ ἀκούων τῶν λόγων τῶν προφητικῶν, οὐκ ἔστιν ἄνθρωπος, ἐβόα λέγων·
 [00181]  Ἀδελφὸς ἐκείνου καὶ ὁ σήμερον εἰσελθὼν λόγος.
000-00-00 Serial Number=0382120311
De negatione Petri Ante [Go Back]  
 [00233]  Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο·
000-00-00 Serial Number=0658002496
De paenitentia [1] Ante [Go Back]  
 [00925]  Ὅταν γὰρ ἄνθρωπος ὑπὸ ἁμαρτίας ἁλοὺς καὶ ὑποσκελισθεὶς καταπέσῃ, εἶτα κατεσθίῃ αὐτὸν τὸ συνειδὸς, καὶ τῆς ἁμαρτίας συνεχῶς ἀναμιμνήσκων, ἑαυτὸν ἀποπνίγῃ τῇ τῆς ἀθυμίας ὑπερβολῇ, καὶ καθ' ἑκάστην ἐμπυρίζηται τὴν ἡμέραν, καὶ μυρίων παρακαλούντων, ἂν μὴ προσίηται τὴν παράκλησιν, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούσας ὅτι πολλοὶ τῶν ἁγίων πεσόντες ἀνέστησαν, καὶ εἰς τὴν προτέραν πάλιν ἐπανῆλθον εὐδοκίμησιν, λανθανόντως λαβὼν τὴν παραμυθίαν ἀπέρχεται.
 [01033]  ἀρκεῖ μόνον βοῆσαι τῇ καρδίᾳ καὶ δάκρυα προσενέγκαι, καὶ εὐθέως εἰσελθὼν αὐτὸν ἐπισπάσῃ.
 [01285]  Μετὰ ταύτης καὶ ὁ ∆ανιὴλ εἰς λάκκον λεόντων εἰσελθὼν, καθάπερ προβάτοις ἡμέροις συγγενόμενος, οὕτως ἐξῄει.
000-00-00 Serial Number=0742892563
De patientia sermo 2 Ante [Go Back]  
 [00116]  Οὗτος οὖν ὁ μακάριος ∆ανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων εἰσελθὼν οὐκ ἐδειλίασεν, ἀλλὰ προσηύξατο τῷ Θεῷ·
000-00-00 Serial Number=0188112497
De pharisaeo Ante [Go Back]  
 [00030]  Καὶ εἰσελθὼν οὐκ ἐβαπτίσθη κατὰ τὸ ἔθος τῶν Φαρισαίων.
000-00-00 Serial Number=0440282285
De profectu evangelii Ante [Go Back]  
 [00156]  ἆρα εἰς ἐκκλησίαν εἰσελθὼν, μακροὺς καὶ πολλοὺς κατέτεινας λόγους περὶ τῆς πίστεως, καὶ πολλοὺς λαβὼν μαθητὰς ἀπῆλθες;
000-00-00 Serial Number=0857784152
De prophetiarum obscuritate Ante [Go Back]  
 [00478]  Εἰ γὰρ εἰς Ἀθήνας εἰσελθὼν ὁ Παῦλος ἐπιγράμματος ἐδεήθη ἐγκεκολαμμένου βωμῷ, καὶ τὴν διδασκαλίαν ἐξ ἐκείνου πρὸς αὐτοὺς ἐποιήσατο, τοῖς οἰκείοις αὐτῶν ὅπλοις εὐκολώτερον αἱρήσειν προσδοκῶν, ὅπερ καὶ ἐγένετο·
000-00-00 Serial Number=0270744860
De pseudoprophetis Ante [Go Back]  
 [00293]  Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικοὺς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων·
000-00-00 Serial Number=0472963810
De sacerdotio Ante [Go Back]  
 [00061]  Τούτοις εἴξας τοῖς ῥήμασιν, ἐπειδὴ ἤκουσεν ὅτι διέφυγον, εἰσελθὼν πρός με μετὰ πολλῆς τῆς κατηφείας, καθέζεται πλησίον καὶ ἐβούλετο μέν τι καὶ εἰπεῖν, ὑπὸ δὲ τῆς ἀπορίας κατεχόμενος καὶ λόγῳ παραστῆσαι τὴν βίαν ἣν ὑπέμεινεν οὐκ ἔχων, ἅμα τῷ χᾶναι ἐκωλύετο φθέγξασθαι, τῆς ἀθυμίας πρὶν ἢ τοὺς ὀδόντας ὑπερβῆναι διακοπτούσης τὸν λόγον.
000-00-00 Serial Number=0230503738
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00091]  ἐπεὶ καὶ ὁ Ἰούδας πρὸς τὴν νύμφην τὴν ἑαυτοῦ εἰσελθὼν τὴν Θάμαρ, οὐκ ἐκρίνετο μοιχός·
 [00173]  ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν ἐκείνην, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
000-00-00 Serial Number=0802793622
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00028]  Καὶ γὰρ εὐθέως εἰσελθὼν, τῆς πόλεως ἐξεβάλλετο, τῶν τῆς ἀληθείας ἐχθρῶν ἀπελαυνόντων αὐτόν.
 [00030]  Ἐπειδὴ γὰρ εἰσελθὼν, καθάπερ Μωϋσῆς εἰς Αἴγυπτον, αἱρετικῆς τὴν πόλιν ἀπήλλαξε πλάνης, καὶ τὰ σεσηπότα μέλη καὶ ἀνιάτως ἔχοντα τοῦ λοιποῦ σώματος ἀποκόψας, ἀκέραιον τὴν ὑγίειαν ἐπανήγαγε τῷ πλήθει τῆς Ἐκκλησίας, οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν διόρθωσιν οὐκ ἐνεγκόντες, τὸν βασιλεύοντα τότε κινήσαντες, τῆς πόλεως αὐτὸν ἐξέβαλον, ταύτῃ προσδοκῶντες περιέσεσθαι τῆς ἀληθείας, καὶ τὴν τῶν γεγενημένων ἀνατρέψειν διόρθωσιν.
000-00-00 Serial Number=0738694966
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01140]  Μικρόν μοι δάνεισον τὸ πλοιάριόν σου, ναῦτα, ὅπως εἰσελθὼν, διδάξω ὅπερ βλέπεις κατακολουθοῦν μοι πλῆθος.
 [01447]  Ὁ μεγαλοφωνότατος Ἡσαΐας, εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν εἰσελθὼν τὴν πολυάνθρωπον, τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς ἑστὼς, τοῦ δήμου παντὸς αὐτὸν περιεστῶτος, βουλόμενος δεῖξαι, ὅτι ὁ μὴ τοῖς θείοις προσέχων λογίοις, οὐκ ἔστιν ἄνθρωπος, ἐβόα λέγων·
 [01749]  Λέγεταί τις καὶ τῶν ἔξωθεν φιλοσόφων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει·
 [03617]  Πολέμου ποτὲ τοὺς Ἰουδαίους καταλαβόντος χαλεπωτάτου, καὶ πάντων κατεπτηχότων καὶ δεδοικότων, καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ' ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἑκάστου βλέποντος, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι τὴν ἡμέραν προσδοκώντων ἁπάντων, εἰσελθὼν οὗτος ἀπὸ τῶν προβάτων ἐπὶ τὴν παράταξιν, τὸν ἁπάντων ἀνεδέξατο πόλεμον, καὶ οὐδεμίαν ὁρῶν ἀνάγκην ἐπικει
 [06321]  εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον, καὶ βοήσας μόνον, τὰ θεμέλια ἔσεισε, τὰ δεσμὰ κατέφαγεν, οὐκ ὀδοῦσι χρησάμενος, ἀλλὰ ῥήμασι.
 [07271]  Ἀπὸ γὰρ χιτωνίσκου μόνον εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις·
 [08084]  Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις·
000-00-00 Serial Number=0410177946
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00016]  εἰσελθὼν παρὰ τοῦ ἀνθυπάτου ἐδελεάζετο λόγοις ἀπατηλοῖς·
000-00-00 Serial Number=0645667970
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00648]  Καὶ μέσων νυκτῶν εἰσελθὼν πρὸς μὲ Εὐήθιος ὁ πρεσβύτερος καθεύδοντά με διεγείρας, μετὰ πολλῆς τῆς βοῆς ταῦτα ἔλεγεν·
000-00-00 Serial Number=0126881003
In Acta apostolorum Ante [Go Back]  
 [02542]  Ἀλλ' οὐδὲν τούτων ἐζήτησεν ὁ Πέτρος, οὐδὲ εἰσελθὼν ἐκήρυξεν, ἀλλ' ἀπὸ μόνου τοῦ σχήματος τὸν χωλὸν ἐπεσπάσατο πρὸς τὴν αἴτησιν.
 [09999]  Ἀνανίας δέ τις, φησὶν, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν Ἰουδαίων, εἰσελθὼν πρός με καὶ ἐπιστὰς, εἶπέ μοι·
 [09999]  αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν, διελέχθη τοῖς Ἰουδαίοις.
 [09999]  Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλε τῷ Παύλῳ.
 [09999]  πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν.
000-00-00 Serial Number=0307692587
In Eutropium Ante [Go Back]  
 [00111]  Πάλιν ὁ πένης εἰσελθὼν, καὶ πρὸς τὴν ὄψιν ταύτην ἰδὼν, οὐκ ἐξευτελίζει ἑαυτὸν, οὐδὲ ὀδυνᾶται διὰ τὴν πτωχείαν·
000-00-00 Serial Number=0329405785
In Joannem Ante [Go Back]  
 [03777]  Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι.
 [03812]  Καὶ γὰρ ἰατρὸς εἴ τις ἄριστος, εἰς οἰκίαν καμνόντων πολλῶν εἰσελθὼν, παρὰ μὲν τῶν ἀῤῥωστούντων μηδὲν ἀκούοι μηδὲ τῶν προσηκόντων ἐκείνοις, ὑπὸ δὲ τῆς οἰκείας μητρὸς παρακαλοῖτο μόνης, ὕποπτός τε παρὰ τοῖς κάμνουσιν ἔσται καὶ ἐπαχθὴς, καὶ οὔτε τῶν κειμένων, οὔτε τῶν παρεστώτων αὐτοῖς οἰήσεταί τις αὐτὸν μέγα τι καὶ γενναῖον ἐπιδείξασθαι δύνασθαι.
000-00-00 Serial Number=0259322345
In Petrum et Paulum Ante [Go Back]  
 [00037]  ὁ ὀξύδρομος δρομεὺς, ὁ εἰς οὐρανὸν ἀνιπτάμενος ἀετὸς, ὁ θείας χάριτος πεπληρωμένος, ὁ μαρτυρούμενος ὑπὸ τοῦ Κυρίου βαστάζειν τὸ ὄνομα αὐτοῦ ἐνώπιον πάσης τῆς οἰκουμένης, ὁ τριώροφον οὐρανὸν διελθὼν, καὶ εἰς παράδεισον εἰσελθὼν, καὶ μέχρι τῆς ∆εσποτικῆς καὶ ἀπερινοήτου καθέδρας ἀναβὰς, καὶ ἀκούσας τῶν ἀποῤῥήτων μυστηρίων, ὧν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0421904206
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00401]  Εὐθέως γὰρ εἰσελθὼν οὐκ εἶπεν αὐτῷ·
000-00-00 Serial Number=0264663994
In Psalmum 118 Ante [Go Back]  
 [00225]  Πάλιν δὲ καὶ ὁ Ἰσραηλίτης λαὸς τὸν Ἰορδάνην διαβὰς, καὶ εἰσελθὼν εἰς τὴν γῆν τῆς ἀπαγγελίας, τύπος ἡμῶν τῶν Χριστια νῶν γέγονεν·
000-00-00 Serial Number=0182368517
In Psalmum 145 Ante [Go Back]  
 [00153]  Οὗτος ὁ ὕμνος εἰς δεσμωτήριον εἰσελθὼν ἐπὶ τοῦ Παύλου τὰ δεσμὰ ἔλυσε, τὰς θύρας ἀνέῳξε τοῦ δεσμωτηρίου, τὰ θεμέλια διέσεισε, καταπλήξει πολλῇ τὸν δεσμοφύ λακα ἐφόβησε.
000-00-00 Serial Number=0778803289
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00135]  καὶ πρὸς τὴν παρθένον πορευθεὶς, καὶ εἰσελθὼν, πρὸς αὐτὴν ἐβόησε, λέγων·
000-00-00 Serial Number=0878353953
In annuntiationem deiparae Ante [Go Back]  
 [00039]  Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε·
 [00062]  Παρεγένετο τοίνυν πρὸς τὴν παρθένον Μαριὰμ ὁ ἄγγελος, καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπε·
000-00-00 Serial Number=0100637019
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00027]  Τετάρτη ἑορτὴ, ἡ ὑπερένδοξος καὶ εἰρηνοποιὸς ἡμέρα τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, καθ' ἣν καὶ ἐν τοῖς καταχθονίοις γενόμενος, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ τὰ δεσμὰ διαῤῥήξας, ἀνέστη ἐκ τῶν νεκρῶν, νίκην κατὰ τοῦ ᾅδου ἀράμενος, τοὺς ἐν αὐτῷ κατακειμένους συναναστήσας δικαίους, καὶ πρὸς τοὺς μαθητὰς εἰσελθὼν, τὴν εἰρήνην αὐτοῖς κατεβράβευσεν.
000-00-00 Serial Number=0308482647
In diem natalem Ante [Go Back]  
 [00177]  Ἐγένετο δὲ, ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἐναντίον τοῦ Θεοῦ, κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου.
000-00-00 Serial Number=0748361290
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02623]  οὗτος οὖν πῶς ὠφεληθήσεται μᾶλλον, εἰσελθὼν καὶ ἰδὼν τὰ μυστήρια, ἢ ἔξω μένων;
 [05785]  Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις, καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου.
 [06693]  καὶ ὥσπερ θηρίον ἐπιὸν σπεύδων διαφυγεῖν, εἰς οἰκίσκον εἰσελθὼν ἀποκλείεις τὰς θύρας·
 [06875]  καὶ καθάπερ εἰς στάδιον τὴν οἰκουμένην εἰσελθὼν, καὶ πρὸς πάντας ἀποδυσάμενος, οὕτως ἵστατο γενναίως.
000-00-00 Serial Number=0175978780
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01318]  καὶ μὴ φέρων τὸ πάθος, εἰσελθὼν Ἐνεκρα [62.422] τεύσατο, τουτέστιν, ἀπεμάξατο.
000-00-00 Serial Number=0838866055
In epistulam ad Ephesios Ante [Go Back]  
 [04584]  Τίς ἀθλητὴς εἰς τὸ στάδιον εἰσελθὼν, καὶ τὴν ἀγωνίαν ἀφεὶς τὴν πρὸς τὸν ἀντίδικον, ἀστεῖα φθέγγεται;
 [06779]  Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὑτοῦ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
000-00-00 Serial Number=0450484991
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01718]  Καθάπερ γὰρ ἐκείνην μητέρα οὐχ ἡ φύσις εἰργάσατο, ἀλλ' ἡ ἐπαγγελία τοῦ Θεοῦ (ὁ γὰρ εἰρηκὼς, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν)·
000-00-00 Serial Number=0502285898
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02040]  Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.
 [02041]  Ὥσπερ ὁ Θεὸς κατέπαυσε, φησὶν, ἀπὸ τῶν ἔργων αὑτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ.
 [03040]  Ὥσπερ γὰρ ὁ τὴν θύραν εἰσελθὼν, ἔνδον ἐστίν·
 [07860]  Εἰπὲ γάρ μοι, τί ἐβούλου, εἰς βασίλεια εἰσελθὼν, δυνηθῆναί τι τῶν πεπηγότων μεταῤῥυθμίσαι, ἢ τὸν βασιλέα οὕτως οἰκειώσασθαι, ὡς πεῖσαι πρὸς σὲ καταχθῆναι;
 [09128]  Τί θαυμαστὸν εἰ περὶ τοῦ λαοῦ τοιαῦτα παθεῖν διαλέγεται, ὅπου καὶ αὐτὸς ὁ εἰς τὸν γνόφον εἰσελθὼν, οὗ ἦν ὁ Θεὸς, φησὶν, Ἔμφοβός εἰμι καὶ ἔντρομος;
000-00-00 Serial Number=0624410033
In epistulam ad Romanos Ante [Go Back]  
 [03882]  Λέγεται γάρ τις ἐκείνων εἰς οἰκίαν λαμπρὰν εἰσελθὼν, πολλῷ μὲν καταλαμπομένην χρυσίῳ, πολλῷ δὲ ἀπαστράπτουσαν τῷ τῶν μαρμάρων καὶ τῶν κιόνων κάλλει, ἐπειδὴ καὶ τὸ ἔδαφος εἶδε πανταχοῦ τάπητας ἔχον ἐστορεσμένους, εἰς τὴν ὄψιν ἐμπτύσαι τοῦ τῆς οἰκίας δεσπότου·
 [08960]  ἀλλὰ σὺ ὁ τοῖς εἰρημένοις ἔνοχος ὢν, ὁ μάτην ἐνταῦθα εἰσελθὼν, εἰπὲ, τίς προφήτης, ποῖος ἀπόστολος σήμερον διελέχθη ἡμῖν, καὶ περὶ τίνων.
000-00-00 Serial Number=0612957060
In illud Domine non est in homine Ante [Go Back]  
 [00017]  Καθάπερ γάρ τις καμὼν, εἶτα εἰς λειμῶνα εἰσελθὼν, γάννυται καὶ διαχεῖται, τραχὺ μὲν ὁρῶν οὐδὲν οὐδὲ ἐπίπονον, ἄνεσιν δὲ καὶ τέρψιν καὶ ψυχαγωγίαν πολλήν·
000-00-00 Serial Number=0020057678
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00827]  Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο, οὕτω μήτε χωρὶς ἐλεημοσύνης ἐπ' εὐχὴν ἔλθῃς ποτέ.
000-00-00 Serial Number=0368030727
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00072]  Καὶ εἰσελθὼν οὐκ ἐβαπτίσθη κατὰ τὸ ἦθος τῶν Φαρισαίων.
000-00-00 Serial Number=0553786874
In illud In faciem ei restiti Ante [Go Back]  
 [00124]  Οὗτος οὖν, εἰπέ μοι, δειλὸς καὶ ἄνανδρος, ὁ τοσούτου φόβου καὶ τοσούτων κινδύνων ἐπικρεμαμένων, μετὰ τοσαύτης παῤῥησίας πρὸς τοὺς αἱμοβόρους κύνας ἐκείνους, καὶ τῷ θυμῷ ζέοντας ἔτι, καὶ φόνου πνέον τας εἰσελθὼν καὶ εἰπὼν, ὅτι ὁ σταυρωθεὶς ὑπ' αὐτῶν, καὶ ἀνέστη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστι, καὶ ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ μυρίοις τοὺς ἐχθροὺς αὐτοῦ περιβάλλει κακοῖς;
 [00131]  Ὥσπερ οὖν ἐν πολέμῳ καὶ παρατά ξει, φάλαγγος συμπεφραγμένης, ἐκεῖνον μάλιστα θαυ μάζομεν τὸν πρὸ τῶν ἄλλων πηδῶντα, καὶ τὸ μέτωπον αὐτῆς διαῤῥηγνύντα (οὐ γὰρ δὴ τούτου μό νου, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα ὑφ' ἑτέρων γινομένων κατορθωμάτων οὗτος ἂν εἴη πάντων αἴτιος, ὁ τὴν ἀρχὴν καὶ τὴν εἴσοδον παρασχὼν), οὕτω δὴ καὶ ἐπὶ τοῦ Πέτρου λογίζεσθαι χρὴ, ὅτι πρῶτος εἰσελθὼν, καὶ τὸ μέτωπον τῆς φάλαγγος τῆς Ἰουδαϊκῆς διαῤῥήξας, καὶ τὴν μακρὰν ἐκείνην δημηγορίαν κατατείνας, οὕτω καὶ τοῖς ἄλλοις ἀποστόλοις ἔδωκεν εἴσοδον.
000-00-00 Serial Number=0494992554
In illud Memor fui dei Ante [Go Back]  
 [00404]  εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ·
 [00408]  εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ.
000-00-00 Serial Number=0613453150
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00466]  εἰσελθὼν καὶ εὑρὼν τὴν οἰκουμένην οὕτω κακουμένην, ἔμελλε τὸν οὐρανὸν καλλωπίζειν, καὶ ἀφιέναι τὸν νοσηρόν;
000-00-00 Serial Number=0119338453
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00072]  μικρόν μοι δάνεισον τὸ πλοιάριόν σου, ναῦτα, ὅπως εἰσελθὼν διδάξω καὶ κατηχήσω ὅπερ βλέπεις κατακολουθοῦν μοι πλῆθος·
000-00-00 Serial Number=0955381274
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00303]  ὁ γὰρ λόγος ἔργον ἐγίνετο, καὶ εἰς τὸ συνειδὸς εἰσελθὼν αὐτῆς ἥπτετο τῆς ψυχῆς, καὶ πᾶσαν ἀγωνίαν ἐξέβαλεν.
 [00390]  ἐπεὶ καὶ νῦν ὁ Χριστὸς πάρεστι, καὶ ὁ μετὰ πίστεως αὐτῷ προσιὼν δέξεται τὴν ἰατρείαν εὐκόλως, Πενίᾳ τις πυκτεύει διηνεκεῖ, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς, καὶ πεινῶν ἐκαθεύδησε πολλάκις, εἰσελθὼν δὲ ἐνταῦθα, καὶ ἀκούσας Παύλου λέγοντος, ὅτι ἐν λιμῷ καὶ ἐν δίψει καὶ γυμνότητι διῆγε, καὶ ὅτι οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶν ἡμέραις, ἀλλὰ διηνεκῶς τοῦτο ὑπέμεινε (τοῦτο γοῦν ἐνδεικνύμενος ἔλεγεν·
 [00398]  εἰσελθὼν καὶ ἀκούσας, ὅτι Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν πρᾶγμα ψευδόμενοι·
000-00-00 Serial Number=0573656619
In pharisaeum et meretricem Ante [Go Back]  
 [00025]  Καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου, ἀνεκλίθη.
000-00-00 Serial Number=0777119160
In principium Actorum Ante [Go Back]  
 [00085]  οὐκ οἰκονόμος εἰσελθὼν ἐτάραττεν, οὐκ ἐπίτροπος ἐθορύβει, οὐκ οἰκέτης ὑπὲρ πραγμάτων βιωτικῶν ἠνόχλει, οὐκ ἄλλος τις παρώξυνεν·
 [01235]  Ἔλαβε γὰρ περιτομὴν καὶ ὁ Τιμόθεος, ἵνα δυνηθῇ παραδεχθῆναι ὑπὸ τῶν Ἰουδαίων, καὶ εἰσελθὼν κατὰ μικρὸν ἐξελκύσῃ ταύτης αὐτοὺς τῆς παρατηρήσεως.
000-00-00 Serial Number=0679365814
In proditionem Judae [2] Ante [Go Back]  
 [00035]  ὁ κατ' ἐμοῦ καὶ ὑμῶν εἰσελθὼν καὶ μαθὼν ἃ φυλάξαι οὐκ ἴσχυσε.
000-00-00 Serial Number=0372223020
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00364]  οὕτως ὁ λόγος τῆς γυναικὸς εἰσελθὼν εἰς τὸν προφήτην, μετὰ πολλῆς ῥύμης αὐτὸν εἰς τὴν ἔρημον ἐξέπεμψε.
000-00-00 Serial Number=0282359898
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00118]  Καὶ καθάπερ στρατιώτης γενναῖος εἰς πολεμίους εἰσελθὼν, καὶ κατακόψας τὴν φάλαγγα τῶν ἀνταγωνιζομένων αὐτῷ, διακλάσας τὸ ξίφος τῇ πυκνότητι τῶν ἐπαλλήλων πληγῶν, εἶτα ἐπιστραφεὶς ἕτερον ἐπιζητεῖ, διὰ τὸ μηδέπω κόρον εἰληφέναι τῆς τῶν πολεμίων σφαγῆς·
 [00137]  πολλῷ δὲ πλέον ὄψις καὶ θεωρία, καὶ μάλιστα ὅταν εἰς αὐτὴν τοῦ ἀριστέως τὴν σκηνὴν εἰσελθὼν ἴδῃ τὸ ξίφος ᾑμαγμένον, τὴν κεφαλὴν τοῦ πολεμίου κειμένην, [50.681] τὰ λάφυρα ἄνω κρεμάμενα, τὸ αἷμα νεαρὸν τῶν χει ρῶν ἀποστάζον παρὰ τοῦ τὸ τρόπαιον στήσαντος, πανταχοῦ δόρατα καὶ ἀσπίδας καὶ τόξα καὶ τὴν ἄλλην ἅπασαν παντευχίαν κειμένην.
000-00-00 Serial Number=0023323774
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00019]  Καὶ ταὐτὸν πάσχομεν, οἷον ἂν εἴ τις εἰς λειμῶνα εἰσελθὼν, καὶ πολλὴν μὲν τὴν ῥοδωνιὰν ἰδὼν, πολὺ δὲ τὸ ἴον, καὶ τὸ κρίνον τοσοῦτον, καὶ ἕτερα δὲ ἠρινὰ ἄνθη ποικίλα τε καὶ διάφορα, ἀπορήσειε, τί πρῶτον ἴδῃ, τί δεύτερον, ἑκάστου τῶν ὁρωμένων πρὸς ἑαυτὸ καλοῦντος τὰς ὄψεις.
000-00-00 Serial Number=0073808610
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01152]  Ὁ γὰρ ∆ανιὴλ εἰσελθὼν οὐχὶ τὴν γραφὴν ἑρμηνεύει μόνον, ἀλλὰ καὶ μακροὺς ἀποτείνει λόγους, καὶ συμβουλευτικοὺς, οὐχ ὡς ὠφελήσων αὐτὸν, ἀλλ' ὡς τοὺς ἄλλους βελτίους ποιήσων.
000-00-00 Serial Number=0039724708
Oratio de hypapante Ante [Go Back]  
 [00051]  Ἀληθῶς γὰρ ἦλθεν ὁ τοῦ θεοῦ καὶ πατρὸς υἱὸς ἀναδέξασθαι ἐν τῇ οἰκείᾳ σαρκὶ τὰ τοῦ νόμου, οὐκ ἄνωθέν ποθεν κατενέγκας τὴν σάρκα, ἀλλ' εἰσελθὼν ἐν τῇ μήτρᾳ τῆς παρθένου καὶ σαρκωθεὶς ἐξ αὐτῆς·
000-00-00 Serial Number=0977364600
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00300]  κἂν τύχῃ τις τῇ γυναικὶ χρηστὴ παρὰ πολλοῖς προϋπάρχουσα δόξα, καὶ ταύτην εἰσελθὼν ἐκεῖνος ἀπελάσει τῆς οἰκίας·
000-00-00 Serial Number=0095780373
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00226]  Ὁ δὲ εἰσελθὼν ἔλαβε τὰς εὐλογίας.
 [00326]  Τότε εἰσελθὼν ὁ Ἰούδας, καὶ μακρὸν ἀποτείνας λόγον περί τε τοῦ πατρὸς καὶ περὶ τοῦ Ἰωσὴφ καὶ τοῦ Βενιαμὶν, ὃς ἦν ἑλόμενος ἀντὶ τοῦ μειρακίου δουλεύειν αὐτὸς, εἰς τοσοῦτον ἐνέβαλεν οἶκτον τὸν Ἰωσὴφ, ὡς ἐλεγχθῆναι τὴν σκηνὴν ἅπασαν.
 [01171]  ἕως οὗ εἰσελθὼν ὁ Ἰωὰβ μετέβαλέ τε αὐτὸν, καὶ ἔπεισε δέξασθαι τὸ στρατόπεδον φαιδρῷ τῷ προσώπῳ.
 [02300]  Ὁ εἰσελθὼν εἰς γυναῖκα ὕπανδρον οὐκ ἀθωωθήσεται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»