Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἴωθε [122]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἴωθε
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0369372070
[00007]
Ἀλλὰ τοῖς μὲν πολλοῖς τοῦτο ὀλιγάκις τοῦ παντὸς χρόνου συμβαίνειν εἴωθε·
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0181110501
[00047]
ἐπιτείνειν εἴωθε τὰς φιλίας ἀεὶ, καὶ δῆλον ἐκ τοῦ καὶ τὰς ἔχθρας δύνασθαι διαλύειν εὐκόλως.
Ad Stelechium de compunctione ii
Ante [Go Back]
000-00-00 Serial Number=0218978703
[00010]
Σὺ δὲ παρακάλει τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν, τὸν διδόντα τοῖς ὀλιγοψύχοις μακροθυμίαν, τὸν ἐγείροντα ἀπὸ τῆς γῆς πτωχὸν, ἀνάψαι τὸ πῦρ ἐκεῖνο παρ' ἡμῖν, ὃ πᾶσαν μὲν ἀνθρωπίνην ἀσθένειαν ἀναλίσκειν εἴωθε, πάντα δὲ ὕπνον καὶ ἀκηδίαν καὶ βαρύτητα σαρκικὴν περικόψαι, μετεωρίζει μὲν τῆς ψυχῆς τὸ πτερὸν πρὸς οὐρανὸν, δείκνυσι δὲ ἀπὸ τῆς ἁψῖδος ἐκείνης, καθάπερ ἔκ τινος ἀπόπτου κορυφῆς, ἅπασαν τοῦ παρόντος βίου τὴν φαντασίαν καὶ τὴν ὑπόκρισιν.
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0123623610
[00221]
Πρὸ γὰρ τῆς πείρας, κἂν σφόδρα ᾖ τὰ πράγματα κοῦφα καὶ φορητά, ὅμως ἔμφασιν ἡμῖν παρέχειν εἴωθε δυσκολίας πολλῆς·
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0042440355
[00017]
[1.1] Ἐπειδὴ δὲ καὶ ἐπὶ τῶν σωμάτων οὐ μικρόν, ἀλλὰ καὶ μέγιστον πρὸς τὴν τῆς ἀρρωστίας ἀπαλλαγὴν συντελεῖν εἴωθε τὸ μαθεῖν τὸν κάμνοντα τῆς ἀρρωστίας τὴν ὑπόθεσιν οὐ γὰρ δὴ μόνον τῆς κατεχούσης αὐτὸν ἀπαλλαγήσεται νόσου τοῦτο μαθών, ἀλλ' οὐδὲ μετὰ ταῦτα αὐτῇ περιπεσεῖται, τὴν αἰτίαν γνοὺς ἀφ' ἧς αὐτῇ περιέπεσεν ἅπαξ καὶ φυλαττόμενος, φέρε καὶ ἡμεῖς τοῦτο πρῶτον τοὺς τὰ τοιαῦτα νοσοῦντας διδάξωμεν, πόθεν αὐτοῖς τὸ νόσημα τοῦτο γέγονε τοῦ σκανδάλου.
Ad illuminandos catecheses
Ante [Go Back]
000-00-00 Serial Number=0325235724
[00083]
Ἔστι τὸ κοινὸν ἁπάντων ἀνθρώπων λουτρὸν τὸ διὰ τῶν βαλανείων, ὃ τὸν τοῦ σώματος ἀποσμήχειν εἴωθε ῥύπον·
[00196]
Πολλὰ μὲν οὖν καὶ ἄλλα ἁμαρτάνειν εἴωθε λοιδοροῦσα, βλασφημοῦσα, αἰσχρὰ προϊεμένη ῥήματα, συκοφαντοῦσα, ὀμνύουσα, ἐπιορκοῦσα.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0546612799
[00811]
οὕτω καὶ ἐνταῦθα τὸ διψῇν ἥδιστον ποιεῖν εἴωθε τὸ ποτὸν, κἂν ὕδωρ ᾖ τὸ πινόμενον μόνον.
[02021]
Οὐδὲ γὰρ οὕτως οἴδημα σαρκὸς χαλᾷν εἴωθε θερμῶν ὑδάτων φύσις, ὡς ψυχῆς πάθος καταστέλλειν πέφυκε παρακλητικῶν λόγων δύναμις·
[03864]
καὶ τὸ δὴ μεῖζον, ὅτι οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ ἑτέροις συμπίπτοντα τὰ δεινὰ μεγάλα ἡμᾶς ὠφελεῖν εἴωθε·
[03933]
Νυστάζοντας γὰρ ἡμᾶς καὶ καταπίπτοντας ἀφυπνίζειν εἴωθε τῶν πειρασμῶν ἡ φύσις, καὶ διεγείρειν καὶ εὐλαβεστέρους ποιεῖν.
[05183]
Ὅπερ γὰρ ἀεὶ λέγω, οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ διάνοια ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθε καὶ εὐφραίνειν.
Ad viduam juniorem
Ante [Go Back]
000-00-00 Serial Number=0110692024
[00043]
Τῶν γὰρ παρακαθημένων αὐτῷ πυνθανόμενος, οἷα εἴωθε, τίνος εἴην ἐγώ, καί τινος εἰπόντος ὅτι χήρας γυναικός, ἐμάνθανε παρ' ἐμοῦ τήν τε ἡλικίαν τῆς μητρὸς καὶ τῆς χηρείας τὸν χρόνον.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0421323001
[00209]
ἐπειδὴ γὰρ πότος ἦν, ἐπειδὴ συμπόσιον ἦν, εἴωθε δὲ πολλάκις ἡ διάνοια παρατρέπεσθαι παρὰ τοὺς τοιούτους καιρούς, διὰ τοῦτο καὶ Μωσῆς ἔλεγεν·
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0418324113
[00100]
Οὐχ ἁπλῶς ἡμῖν ταῦτα εἴρηται, ἀλλ' ἵνα μάθῃς, ὅτι προαίρεσις φύσεως δυνατωτέρα, καὶ αὕτη μᾶλλον ἐκείνης καὶ υἱοὺς καὶ πατέρας ποιεῖν εἴωθε.
[00642]
ἴστε δὲ πῶς ἀσχάλλειν εἴωθε τὰ παιδία τῆς γαλακτοτροφίας ἀπαγόμενα·
[01209]
Ποδαλγίαι γοῦν, καὶ καρηβαρίαι, καὶ παρέσεις, καὶ νεύρων ἀνήκεστοι διαστροφαὶ, καὶ πονηρὰ καὶ διεφθαρμένα ῥεύματα παντοδαπὰ, κἀκείνοις μάλιστα ἐνοχλεῖν εἴωθε τοῖς τρυφῶσι, τοῖς μύρων ὄζουσιν, οὐ τοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις, καὶ ἐκ τῆς καθ' ἑκάστην ἡμέραν ἐργασίας τὴν ἀναγκαίαν τροφὴν πορίζουσι.
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0828138649
[00360]
Ἀλλ' ἐπειδὴ τῆς τῶν ἀνθρώπων ἀπωλείας αὐτοῖς οὐδὲν προτιμότερον τούτοις καὶ τέρπονται καὶ τιμᾶσθαι λέγουσιν ἃ τὸν βίον ἀνατρέπειν εἴωθε τὸν ἡμέτερον καὶ πάντα ἐκ βάθρων ἀνασπᾶν τὰ καλά.
De Christi precibus
Ante [Go Back]
000-00-00 Serial Number=0833741426
[00087]
Ἀλλ' οὐχ οὕτως ἡ διὰ τῶν ῥημάτων, ὡς ἡ διὰ τῶν πραγμάτων διδασκαλία τοὺς μαθητευομένους ἐνάγειν εἴωθε.
[00314]
Οὐ γὰρ δὴ μόνον ἡ ὄψις τῶν ἠδικηκότων, ἀλλὰ καὶ ἡ μνήμη διηνεκῶς ἡμᾶς ὀδυνᾷν εἴωθε, κἂν ἑτέρου τι περὶ αὐτοῦ λέγοντος ἀκούσωμεν, ὁμοίως φθεγγόμεθα πάλιν, καὶ πάντα ἁπλῶς τὸν βίον ἐν ἀθυμίᾳ καὶ ὀδύνῃ διάγομεν, μείζονα ἑαυτοῖς ἢ ἐκείνοις ἐργαζόμενοι τὸ κακὰ, καὶ διηνεκῆ πόλεμον φυλάττοντες ἐπὶ τῆς ψυχῆς.
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0799293935
[00785]
Οὐ γὰρ ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθε.
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0893053889
[00325]
Οὕτως ἡ τρυφὴ πρὸς λήθην ἐξάγειν εἴωθε.
[00430]
Οὐχ ὡς ἔτυχε δὲ καὶ τοῦτο ἡμᾶς εἴωθε θορυβεῖν.
[01322]
Καὶ γὰρ οὐδὲν οὕτω τοὺς πολλοὺς σκανδαλίζειν εἴωθε καὶ ταράττειν, ὡς τὸ πλουσίους ἐν πονηρίᾳ ζῶντας εὐημερίας ἀπολαύειν πολλῆς, καὶ δικαίους μετὰ ἀρετῆς ζῶντας πρὸς ἐσχάτην ἐλαύνεσθαι πενίαν, καὶ ἕτερα μυρία τῆς πενίας ὑπομένειν χαλεπώτερα πράγματα.
De Maccabeis
Ante [Go Back]
000-00-00 Serial Number=0828021586
[00076]
κατεφρόνησε φύσεως, πράγματος τυραννικοῦ, φύσεως, ἣ καὶ τῶν θηρίων κρατεῖν εἴωθε.
De cognitione dei et in sancta theophania
Ante [Go Back]
000-00-00 Serial Number=0811875820
[00034]
Βασιλέως γὰρ ἐπιγείου παρουσία χαρὰν καὶ εὐφροσύνην τοῖς παροῦσι δωρεῖσθαι εἴωθε·
De decem millium talentorum debitore
Ante [Go Back]
000-00-00 Serial Number=0181541145
[00012]
Οὐδὲ γὰρ οὕτω πυρετὸς σώματος φύσει κατακαίειν εἴωθε τοὺς πυρέττοντας, ὡς τὰς ἡμετέρας ψυχὰς τὸ κεχωρίσθαι τῶν φιλουμένων·
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0046361089
[01056]
οὐ γὰρ τῷ τέλει τῶν πραγμάτων ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ τῶν πονούντων προσέχων ὁ Θεὸς, οὕτω τὰς ἀμοιβὰς ὁρίζειν εἴωθε.
De petitione matris filiorum Zebedaei
Ante [Go Back]
000-00-00 Serial Number=0717953503
[00295]
Οὐδὲν γὰρ οὕτω ποιεῖν ὕψος εἴωθε καὶ δόξαν καὶ τιμὴν, καὶ μέγαν δεικνύναι, ὡς ἡ τῆς ταπεινοφροσύνης ἀρετή·
De proditione Judae
Ante [Go Back]
000-00-00 Serial Number=0342519522
[00333]
οὕτω δὴ καὶ [49.381] ἐπὶ τῶν μυστηρίων τῶν πνευματικῶν συμβαίνειν εἴωθε.
De resurrectione mortuorum
Ante [Go Back]
000-00-00 Serial Number=0238291681
[00119]
Τὸν μὲν γὰρ ἀγύμναστον καὶ μηδὲν παθόντα δεινὸν καὶ τὰ τυχόντα θορυβεῖν εἴωθε·
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0180064559
[00647]
Οὐδὲ γὰρ βασκανία μόνον, ἀλλὰ πολλῷ καὶ τῆς βασκανίας σφοδρότερον ἡ τῆς ἀρχῆς ταύτης ἐπιθυμία τοὺς πολλοὺς ὁπλίζειν εἴωθε κατὰ τοῦ ταύτην ἔχοντος.
De siccitate
Ante [Go Back]
000-00-00 Serial Number=0654977858
[00061]
κεκερασμένον δὲ, ὡς ἐκ διαφόρων μαστίγων καὶ τιμωριῶν, αἷς εἴωθε κολάζειν Θεὸς τοὺς μὴ ἐν ἀπεγνωσμένοις γενομένους κακοῖς.
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0767042160
[00369]
Οἱ δὲ ὄντως γενναῖοι καὶ τοῦ φωτὸς ἐρασταὶ μετὰ πολλῆς εὐκολίας ἀφέντες αὐτὴν πρὸς τὰ μετέωρα πέτανται καὶ τῶν οὐρανῶν ἔχονται, πάντα τὰ ἐπὶ τῆς γῆς καταλείψαντες, τὸν γάμον, τὰ χρήματα, τὰς φροντίδας, τὰ ἄλλα πάντα ὅσα πρὸς τὴν γῆν ἡμᾶς καθέλκειν εἴωθε.
[01255]
Τὴν γὰρ τῆς μίξεως μόνης ἄδειαν, οὐχὶ δὲ καὶ τὴν τῆς τρυφῆς παρέχειν ἡμῖν εἴωθε.
[01280]
Οὐ γὰρ ἀθυμίαν μόνον αὕτη ἡ νόσος ἀλλὰ καὶ θυμὸν ἀφόρητον τίκτειν εἴωθε.
[01318]
ἂν δὲ ἐπὶ τὴν γυναῖκά ποτε μεταβαίη τὸ πάθος οὐκ ὀλιγάκις δὲ τοῦτο εἴωθε γίνεσθαι , ἐκεῖνος μὲν ῥᾷον διακείσεται τῆς γυναικός, τὸ δὲ πλέον τῆς ὀδύνης πάλιν ἐπὶ τὴν ἀθλίαν ἐκείνην μετέπεσεν.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0507936656
[00137]
Οὐ γὰρ οὕτω πυρετὸς κατακαίειν εἴωθε σώματος φύσιν, ὡς τὰς ψυχὰς τὸ κεχωρίσθαι τῶν φιλουμένων.
[01360]
Οὐ γὰρ πρὸς τὸ τέλος τῶν κατορθουμένων, ἀλλὰ πρὸς τὴν γνώμην τῶν κατορθούντων ὁ Θεὸς τοὺς στεφάνους ὁρίζειν εἴωθε.
[03747]
Οὐ γὰρ οὕτως ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρόληψις ἡμᾶς ἀγριοῦν εἴωθε.
[05788]
καὶ ὅταν τι δέοι χρηστὸν γενέσθαι ἄνωθεν, ὁ βασιλεὺς πρὸς τὸν ἱερέα, οὐχ ὁ ἱερεὺς πρὸς τὸν βασιλέα καταφεύγειν εἴωθε.
[08447]
Ὅπερ δὲ ἐπὶ τῶν παραδόξων πραγμάτων εἴωθε λέγεσθαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν φησιν, ὅτι Εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0991490960
[00991]
Ὃ συμβαίνει τῷ χρυσίῳ βασανιζομένῳ πολλάκις ὑπὸ πυρὸς, τοῦτο καὶ ταῖς χρυσαῖς εἴωθε προσγίνεσθαι ψυχαῖς ὑπὸ τῶν πειρασμῶν.
[01949]
Ὃ συμβαίνει τῷ χρυσίῳ βασανιζομένῳ πολλάκις ὑπὸ πυρὸς, τοῦτο καὶ ταῖς χρυσαῖς εἴωθε προσγίνεσθαι ψυχαῖς ὑπὸ τῶν πειρασμῶν.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0609614670
[00085]
Λόγισαι τὰ ἐντεῦθεν, οὐκ ἰατρῶν ὄντων, οὐ βαλανείων, οὐκ ἐπιτηδείων, οὐ τῆς ἄλλης ἀνέσεως, ἰσαυρικοῦ φόβου πανταχόθεν ἡμᾶς πολιορκοῦντος, τῶν ἄλλων κακῶν ἅπερ ἡ δυσκολία τῶν ὁδῶν τίκτειν εἴωθε, φροντίδος, μερίμνης, ἐρημίας τῶν θεραπευσόντων.
[01308]
Ὥσπερ οὖν ἐν τῷ σώματι οὐδὲν γὰρ κωλύει πάλιν τῷ αὐτῷ χρήσασθαι παραδείγματι πολλὴν ἐργαζομένῳ τὴν σαφήνειαν , ὥσπερ οὖν ἐν τῷ σώματι, ὁ ὑγιαίνων καὶ εὐσωματῶν καὶ πάσης ἀπηλλαγμένος ἀρρωστίας καὶ πρὸ τῆς τρυφῆς αὐτὸ τοῦτο τρυφᾷ συγκεκληρωμένην ἔχων τῇ ὑγιείᾳ τὴν ἡδονήν, καὶ οὔτε ἀέρων αὐτὸν ἀνωμαλίαι, οὔτε αὐχμός, οὔτε κρυμός, οὐδὲ εὐτέλεια τραπέζης, οὐκ ἄλλο τι τῶν τοιούτων λυπῆσαι δύναιτ' ἄν, ἀρκούσης τῆς ὑγιείας τὴν ἐκ τούτων διακρούσασθαι βλάβην, οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθε.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0986383677
[00631]
Ὅτι δὲ τὰ ἔνδοθεν τικτόμενα τῶν ἔξωθεν προσβαλλόντων ἐστὶ χαλεπώτερα, καὶ μᾶλλον διαφθείρειν εἴωθε, τοῦτο ἐπὶ πάντων ἔστιν ἰδεῖν.
[01314]
Τοῦτο μάλιστα καὶ ἐν ἐπιθυμίαις ἀσελγείας συμβαίνειν εἴωθε·
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0850156248
[00742]
Ὁρᾷς ὅτι οὐ τοῦτό ἐστι τὸ παροξύνον τὸν Θεὸν τὸ ἁμαρτάνειν, ἀλλὰ τὸ τοῖς αὐτοῖς περιπίπτειν, καὶ καταφρονοῦντας μὴ ἐπιστρέφεσθαι, ἐπεὶ καὶ ἡμᾶς τοῦτο πάλιν παροξύνειν εἴωθε.
[01235]
Τὸ μὲν γὰρ τῆς νυκτὸς σκότος καλύπτειν εἴωθε τὸ φῶς, δείκνυσι δὲ τὴν σελήνην μετὰ τῶν ἄστρων·
[01241]
Ταῦτα δὲ πάντα ποιεῖν ἡ φύσις εἴωθε.
[01869]
Πανταχοῦ γὰρ αὐτοὺς ἀπὸ τῶν οἰκείων ὑποσχέσεων κρίνειν εἴωθε.
[02332]
Τὸν γὰρ εἰδότα τι, σοφὸν εἴωθε καλεῖν·
[03067]
σκότος ἀεὶ εἴωθε καταχέειν τῶν ὀφθαλμῶν ἁπάντων.
[03106]
εἴωθε γὰρ καὶ ἐν τοῖς δεινοῖς οὐχ ἧττον λυπεῖν ἡμᾶς τὰ τῆς ἀδοξίας.
[03209]
Τοῦτο δὲ ποιεῖν καὶ ὁ ὄναγρος εἴωθε.
[05962]
Ἄμεινον δὲ ἐπὶ τῶν Μήδων αὐτὸ λαβεῖν, ὡς φοβερῶν αὐτῶν ὄντων, τῷ τοῦ λέοντος παραδείγματι εἴωθε χρῆσθαι ἡ θεία Γραφή.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0214099765
[00471]
εἴωθε γὰρ ὁ Θεὸς, καὶ ἑτέροις ὑπὲρ ἑτέρων χαρίζεσθαι·
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0443985522
[05960]
Οὕτως εἴωθε ποιεῖν ἀεὶ ὁ Θεὸς, καὶ τοῖς λυπηροῖς τὰ εὐφραίνοντα μιγνύναι, ἵνα καὶ μᾶλλον θαυμάζηται.
[06385]
Πάσχει δὲ καὶ τὰς ὄψεις, διότι ἡ ὑπερ [60.153] βολὴ τοῦ φωτὸς πλήττειν εἴωθε·
[06478]
ὥσπερ οὖν οὐδὲν οὕτω σκανδαλίζειν εἴωθε τοὺς παχυτέρους.
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0226679325
[00009]
Ἡμῖν δὲ ἡδὺ τὸ τῆς νηστείας ἔαρ, ὅτι κύματα ἡμῖν, οὐχ ὑδάτων, ἀλλ' ἐπιθυμιῶν ἀλόγων καταστέλλειν εἴωθε, καὶ στέφανον ἡμῖν οὐ τὸν ἀπὸ τῶν ἀνθέων, ἀλλὰ τὸν ἀπὸ τῶν χαρίτων περιτίθησι τῶν πνευματικῶν·
[00869]
οἷα γὰρ μεθ' ἡμέραν ἡ ψυχὴ μελετᾷν εἴωθε, τοιαῦτα καὶ καθ' ὕπνους φαντάζεται.
In Heliam et viduam
Ante [Go Back]
000-00-00 Serial Number=0149044693
[00008]
καὶ καθάπερ τις βασιλεύουσα τῆς καθ' ἡμᾶς πολιτείας, οὕτω μετὰ ἀδείας πολλῆς τῶν οὐρανίων ἁψίδων ἐπιβαίνειν εἴωθε·
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0508108258
[00682]
Ὁδὸν γὰρ ἡ Γραφὴ τὰς ἐντολὰς τοῦ Θεοῦ εἴωθε λέγειν·
[00817]
Μάλιστα γὰρ οὗτος ὁ λόγος δάκνειν εἴωθε καὶ τοὺς σφόδρα ἀναπεπτωκότας.
[00953]
ὃ καὶ τὴν εὐθηνίαν λιμοῦ χαλεπωτέραν ἀποφαίνειν εἴωθε.
[01038]
ἀλλ' ἐπειδὴ τοῦτο μὲν σπανιάκις συμβαίνειν εἴωθε, τὸ δὲ πλεονάζον τοὐναντίον ἐστίν, ἐξ ἐκείνου ἀνοήτους ὠνόμασεν.
[01236]
Οὐ γὰρ οὕτω λυμαίνεσθαι τὰς ἀμπέλους εἴωθε χάλαζα, ὡς ἡ ἀδικία τοῦ πτωχοῦ καὶ πένητος ἐμπιπρᾶν πέφυκε τὴν ψυχήν, θανάτου παντὸς χαλεπωτέρᾳ κατατείνουσα αὐτὴν ἀθυμίᾳ.
[01839]
ὅπερ τοῖς ὀδυνωμένοις καὶ θλιβομένοις συμβαίνειν εἴωθε.
[02517]
ὅπερ πολλαχοῦ ποιεῖν εἴωθε, τῆς κυρίας παραγενομένης ἡμέρας, ἀναβάλλεσθαι καὶ ἀναδύεσθαι·
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0239938557
[01523]
Οὕτω γὰρ εἴωθε καλεῖν αὐτοὺς καὶ ὁ Χριστὸς, ὡς ὅταν λέγῃ·
[02837]
Οὐκ ἄρα πορνεία μόνον, οὐδὲ μοιχεία μολύνειν εἴωθε τοὺς χρωμένους αὐτῇ, ἀλλὰ καὶ ὑπερηφανία, καὶ πολλῷ πλέον ἐκείνων.
[04005]
καὶ οὐχ οὕτω τὰ σφοδρὰ τῶν ποταμίων ῥευμάτων τὰς ὄχθας εἴωθε διατρώγειν, καὶ ποιεῖν ὑφιζάνειν, ὡς τρυφὴ καὶ σπατάλη τὰ τῆς ὑγείας ἡμῶν ἐρείσματα πάντα ὑποσύρει ῥᾳδίως.
[05035]
δικάζοντα φεύγειν εἴωθε·
In Kalendas
Ante [Go Back]
000-00-00 Serial Number=0054884672
[00009]
Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοὺς ἐκ πολλοῦ διαστήματος ὄντας συναγαγεῖν εἴωθε καὶ συνδεῖν.
In Lazarum i
Ante [Go Back]
000-00-00 Serial Number=0266235292
[00004]
Πᾶσα ἔνθεος διδασκαλία συνάγειν εἴωθε τῶν φιλομαθῶν ἀνδρῶν τὰς ὠφελείας, μάλιστα δὲ αἱ κατὰ καιρὸν ἀεὶ γινόμεναι ἑορταὶ, μιμούμεναι τὰ τῶν ὑδάτων νάματα, ἃ τοῖς διψῶσιν ὀρεγόμενα, καὶ τὴν ἐπιθυμίαν θεραπεύοντα, μᾶλλον γίνονται τοῖς λαμβάνουσι ποθεινότερα.
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0601116538
[01003]
Τοῦτο δὲ κατ' ὀργὴν Θεοῦ ἐν καιρῷ λιμοῦ εἴωθε συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας.
In dictum Pauli Nolo vos ignorare
Ante [Go Back]
000-00-00 Serial Number=0877173483
[00015]
τοὺς δ' εἰς πανήγυριν μαρτύρων ἀπαντῶντας πνευμάτων πονηρῶν καὶ [51.242] ἀκαθάρτων, λογισμῶν ἀτόπων, πολλῆς τῆς ἐν ψυχῇ γινομένης ζάλης, ἡ τῶν ἁγίων μνήμη τούτων ἐξαρπάζειν εἴωθε.
[00090]
Εἰ γὰρ καὶ φοβερώτερα τὰ μέλλοντα, ἀλλὰ τοῖς ἀτελεστέροις τῶν ἀνθρώπων τὰ παρελθόντα πιστότερα, καὶ ταῦτα μᾶλλον αὐτοὺς ἐκείνων φοβεῖν εἴωθε.
In dictum Pauli Oportet haereses esse
Ante [Go Back]
000-00-00 Serial Number=0644400597
[00078]
τὸν μὲν γὰρ νοσοῦντα τὰς ὄψεις καὶ αὐτὸς ὁ ἥλιος σκοτίζειν εἴωθε, τὸν δὲ ὑγιῆ οὐδὲ τὸ σκότος παραβλάψαι δύναται.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0244025409
[01907]
Μαθητῶν γὰρ ἀρετὴ τὸν διδάσκαλον εἴωθε κοσμεῖν καὶ συνιστᾷν πάσης μᾶλλον ἐπιστολῆς.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0678732514
[01218]
∆ιὰ τοῦτο μᾶλλον ἀπὸ τῶν ἔργων ῥυθμίζεσθαι ἡ ἀνθρωπίνη φύσις εἴωθε·
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0861366570
[02307]
Εἰ γὰρ ὁ Ἑλισσαῖος μέχρις ἐσχάτης ἀναπνοῆς συνὼν τῷ διδασκάλῳ, καὶ ἐν τρόπῳ τελευτῆς ὁρῶν αὐτὸν τελευτῶντα, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, τί οἴει τοῦτον παθεῖν τὸν οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα ὅτι μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τὸν χρόνον τὸν ἐγγὺς τοῦ θανάτου, ὃ μάλιστα πάντων εἴωθε λυπεῖν;
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0290698290
[00739]
Οὐ γὰρ πρὸς τὸ τέλος τῶν κατορθουμένων, ἀλλὰ πρὸς τὴν γνώμην τῶν κατορθούντων ὁ Θεὸς τοὺς στεφάνους ὁρίζειν εἴωθε.
[00762]
Οὕτω δὴ καὶ τοῖς τὰς ψυχὰς ἀπολλυμένοις συμβαίνειν εἴωθε·
[01702]
Οὕτω δὴ εἴωθε καλεῖν ἡ Γραφὴ τὰ παρ' ἐλπίδας καὶ ὑπὲρ διάνοιαν ἀνθρωπίνην γινόμενα.
[06416]
Τὸν γὰρ ἀφελέστερον καὶ παχύτερον καὶ τοῦτο μάλιστα ἀναπαύειν εἴωθε, τὸ καὶ τὴν κοινὴν συνήθειαν ὁρᾷν τοῖς τοῦ Θεοῦ νόμοις συμβαίνουσαν.
[09999]
ὃ δὴ καὶ ἐπὶ τῶν ἐρώντων ἀλλοτρίου κάλ-λους συμβαίνειν εἴωθε.
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0758501470
[03360]
ἐκεῖνα τὰ δεσμὰ πρὸς τὸν οὐρανὸν ἀπὸ τῆς γῆς ἕλκειν εἴωθε, ταῦτα τὰ δεσμὰ πρὸς τὴν γῆν ἀπὸ τοῦ οὐρανοῦ κατάγει.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0025196910
[04125]
Καθάπερ γὰρ ἐπὶ τῆς χολῆς συμβαίνειν εἴωθε τῆς ἡμετέρας, ἂν μὲν ὀλίγη τύχῃ τις οὖσα, ὀλίγη καὶ ἡ κίνησις γίνεται ἐκραγέντος τοῦ ταμιείου·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0402295649
[00301]
οὕτω καὶ νοῦς τῇ τῶν πονηρῶν συγχύσει θολούμενος λογισμῶν τὸ αὐτὸ τοῦτο πάσχειν εἴωθε.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0176944256
[07670]
Πολλὰ μεταξὺ κατασκευάζειν ὁ Παῦλος εἴωθε, καὶ πυκνός ἐστι τοῖς νοήμασι.
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0822663963
[00491]
Ἐπεὶ γὰρ μάλιστα ἡ τῶν χρημάτων ζημία δάκνειν εἴωθε τοὺς ἀνθρώπους, ἵνα μηδὲ ὑπὲρ τούτων ἐγκαλέσῃ (εἰκὸς γὰρ αὐτὰ καὶ κατηναλῶσθαι)·
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0914008260
[02951]
ὅπερ εἴωθε γίνεσθαι μάλιστα ἐν τοῖς κινδύνοις τοῖς μεγάλοις, καὶ ταῖς ὀργαῖς τῶν βασιλέων ταῖς ὑπερβαλλούσαις.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0741965115
[00595]
Οὐ γὰρ αἱ τέχναι καὶ τὰ ἐπιτηδεύματα, ἀλλὰ τὸ ψεῦδος καὶ τὰ πεπλασμένα δόγματα εὐκαταφρονήτους ποιεῖν εἴωθε τοὺς διδάσκοντας.
[02440]
Πλὴν ἀλλὰ καὶ ἐκ τῶν προκειμένων αὐτὸ κατασκευάζει, κατὰ ἐρώτησιν προάγων τὸν λόγον, ὅπερ ἀεὶ ποιεῖν εἴωθε σαφηνείας τε ἕνεκεν καὶ τοῦ θαῤῥεῖν τοῖς λεγομένοις.
[03439]
Καὶ γὰρ τὸ χρημάτων ἐρᾷν, καὶ τὸ δουλεύειν ἐπιθυμίαις ἀτόποις, καὶ πᾶσα ἁπλῶς ἁμαρτία παλαιοῦν εἴωθε τὸν ἐργαζόμενον·
[04738]
Τοῦτο δὲ λέγει οὐ τῇ σαρκὶ λογισμὸν διδοὺς ἴδιον, ἄπαγε, ἀλλὰ τὴν παχυ [60.516] τέραν τῆς διανοίας ὁρμὴν ἐνδεικνύμενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴν καλῶν, ὥσπερ οὖν καὶ σάρκα πολλάκις ὁλόκληρον ἄνθρωπον καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν.
[05079]
Οὐδὲ γὰρ οὕτως ἅπαξ ἡ δοθεῖσα εὐεργεσία, ὡς ἡ προσδοκωμένη καὶ μέλλουσα, ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε.
[07082]
∆είκνυσι γὰρ ἐντεῦθεν, ὅτι τοὺς ἀξίους ἀεὶ σώζειν ὁ Θεὸς εἴωθε, κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη.
[09687]
Τοῦτο δὲ ἀπὸ φιλοστοργίας καὶ εὐλαβείας ποιεῖν εἴωθε.
[09872]
ἀλλ' ἀμφότερα ἡ τῆς ἀγάπης δύναμις διορθοῦν εἴωθε τῇ θερμότητι.
[09999]
Εὐλογίαν γὰρ, ὡς τὰ πολλὰ, τὴν ἐλεημοσύνην εἴωθε λέγειν·
[09999]
Εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν μετὰ τὴν παραίνεσιν προστίθησι λέγων·
In illud Messis quidem multa
Ante [Go Back]
000-00-00 Serial Number=0389625311
[00134]
ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον θάλπει τὸν ὄντα, ἀλλὰ καὶ τὸν οὐκ ὄντα τίκτειν εἴωθε.
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0739552438
[00144]
ταύτην δὲ ἀργία τίκτειν εἴωθε, καὶ οὐ μίαν [51.194] καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ πᾶσαν ὁμοῦ τὴν πονηρίαν.
In pentecosten Sermo 2
Ante [Go Back]
000-00-00 Serial Number=0748547912
[00085]
εἴωθε γὰρ ὁ Χριστὸς τοὺς λακτίζοντας πώλους δι' ἀστραπῆς χαλινοῦν.
In sanctum Barlaam martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0732730925
[00045]
Καὶ πᾶσα δὲ ἡδονὴ ἐν τῷ καιρῷ τῆς ἐπικρατήσεως τῶν παθῶν πυρὸς σφοδρότερον καίειν εἴωθε τὴν διάνοιαν, εἰ μή τις γενναίως μεθ' ὑπομο νῆς καὶ πίστεως ἀνταγωνίζοιτο πρὸς ἕκαστον τῶν παθῶν·
In sanctum Lucianum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0184173584
[00134]
Οὐ γὰρ οὕτως ἐκεῖνον ὁ στέφανος, ὡς ἡμᾶς ἡ πίστις καὶ ἡ ταύτης ὁμολογία καλλωπίζειν εἴωθε·
In sanctum Romanum
Ante [Go Back]
000-00-00 Serial Number=0305370510
[00022]
ἀγάπην γὰρ ἔχουσιν ἐῤῥιζωμένην, ἡ δὲ ἀγάπη τὰ διεστηκότα συνάπτειν καὶ συνδεῖν εἴωθε, καὶ περὶ τῆς ἀξίας οὐκ ἀκριβολογεῖται.
In transfigurationem
Ante [Go Back]
000-00-00 Serial Number=0452705026
[00061]
Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν συμβαίνειν εἴωθε·
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0665425599
[00158]
Ὅτι δὲ κρέα καὶ οἶνος πάντων μᾶλλον τρέφειν εἴωθε, παντὶ δῆλόν ἐστι.
[00813]
οὕτω καὶ ὁ Θεὸς ποιεῖν εἴωθε, ὥστε τὸ εὔτονον περιελεῖν.
Laus Diodori episcopi
Ante [Go Back]
000-00-00 Serial Number=0500591516
[00007]
Ἐγκωμίων γὰρ μέγεθος ἁμαρτημάτων οὐκ ἔλαττον δάκνειν εἴωθε τὸ συνειδός·
[00028]
συνώνυμον γὰρ οὐχ ἡ τῶν ὀνομάτων κοινωνία, ἀλλ' ἡ τῶν πραγμάτων συγγένεια ποιεῖν εἴωθε, κἂν τὰ ὀνόματα διαφέρῃ.
Peccata fratrum non evulganda
Ante [Go Back]
000-00-00 Serial Number=0262610853
[00224]
Τῶν δὲ ἀρχαίων τὰ νέα καὶ πρόσφατα καὶ κατὰ τὴν γενεὰν συμβαίνοντα τὴν ἡμετέραν μᾶλλον ἡμᾶς εἰς πίστιν τῶν θαυμάτων ἐνάγειν εἴωθε.
Quales ducendae sint uxores
Ante [Go Back]
000-00-00 Serial Number=0111501575
[00172]
Ἐπειδὴ γὰρ τὸν βίον τὸν [51.231] ἡμέτερον δύο ταῦτα συγκροτεῖν εἴωθε, τὰ πολιτικὰ καὶ ἰδιωτικὰ πράγματα, διελὼν ἀμφότερα ταῦτα ὁ Θεὸς, ταύτῃ μὲν τὴν τῆς οἰκίας προστασίαν ἀπένειμε, τοῖς δὲ ἀνδράσι τὰ τῆς πόλεως ἅπαντα πράγματα, τά τε ἐπὶ τῆς ἀγορᾶς, δικαστήρια, βουλευτήρια, στρατηγίας, τὰ ἄλλα πάντα.
[00294]
ταύτης δὲ σμικρολογουμένης τε καὶ μὴ ἀνεχούσης, καὶ κωλυούσης, ὃ πολλάκις ἐν πολλαῖς οἰκίαις εἴωθε γίνεσθαι·
Quod nemo laeditur nisi a se ipso
Ante [Go Back]
000-00-00 Serial Number=0347483218
[00212]
Οὔτε γὰρ ἡ τῶν σιτίων φύσις, οὔτε ἡ τῶν ποτῶν, ἀλλ' ἡ τῶν ἑστιωμένων ὄρεξις τὴν ἐπιθυμίαν τίκτειν εἴωθε καὶ τὴν ἡδονὴν ἐργάζεσθαι πέφυκε.
Sermo cum presbyter fuit ordinatus
Ante [Go Back]
000-00-00 Serial Number=0729076862
[00014]
ὅταν δὲ μὴ ποταμῶν, μηδὲ πηγῶν μόνον, ἀλλὰ ψεκάδος εὐτελοῦς διασώζωμεν μέτρον, πῶς οὐ δέος μὴ καὶ αὐτὸ τὸ μικρὸν τῆς ἐπιρροῆς ἐπιλείπῃ τῷ φόβῳ ξηρανθὲν καὶ γένηται ταὐτὸν ὃ καὶ ἐπὶ τῶν σωμάτων συμβαίνειν εἴωθε;
Synopsis scripturae sacrae
Ante [Go Back]
[01655]
Καὶ ἐπανελθὼν, καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοιμήθη ἔξω τοῦ τείχους, καὶ ὡς εἴωθε κοιμώμενος, ἀνεῳγμένους εἶχε τοὺς ὀφθαλμοὺς, στρουθίων δὲ ἀφοδευσάντων ἄνωθεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα ἔσχε, καὶ οὐκέτι ἔβλεπεν.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»