Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἶδος [251]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἶδος


000-00-00 Serial Number=0728405535
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00627]  Ἔστι δὲ καὶ ἕτερον εἶδος πολλὴν ἔχον ἰσχὺν πρὸς τὸ κενῶσαι τὰ μετὰ πολλῶν ἱδρώτων καὶ πόνων συναχθέντα καλὰ, ὁ τῆς κενοδοξίας ἄνεμος.
000-00-00 Serial Number=0307013035
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00214]  Οὐκοῦν ἄκουσον Σολομῶντος, τοῦ πᾶν εἶδος τρυφῆς ἐπελθόντος, λέγοντος·
 [00311]  [6.19] Ἐπειδὴ γὰρ ἐκεῖνα μάλιστα φιλοῦσι τῶν φυτῶν οἱ γηπόνοι περὶ ἃ πολὺν ἐπεδείξαντο πόνον, δεῖξαι θέλων ὅτι καὶ κατὰ τοῦτο φιλεῖ τὸ εἶδος τοῦ φίλτρου τοὺς ἀνθρώπους, τοῦτο προσέθηκεν·
 [00439]  Οὐκοῦν μηδὲν περιεργάζου πλέον, εἰδὼς τοῦτο σαφῶς ὅτι ∆εσπότην ἔχεις πατρὸς φιλοστοργότερον καὶ μητρὸς κηδεμονικώτερον, νυμφίου καὶ νύμφης ἐρῶντα ἐρωτικώτερον, οἰκείαν ἀνάπαυσιν τὴν σὴν ἡγούμενον σωτηρίαν καὶ μᾶλλον ἐπὶ ταύτῃ χαίροντα ἢ σὺ ἐπὶ ἀπαλλαγῇ κινδύνων καὶ θανάτων ὅπερ ἔδειξα διὰ τοῦ Ἰωνᾶ καὶ πᾶν εἶδος ἀγάπης ἐπιδεικνύμενον, [8.12] ὃ πατὴρ περὶ παῖδας ἔχει ἢ μήτηρ περὶ ἔκγονα, ὁ ἀμπελουργὸς περὶ φυτά, ὁ οἰκοδόμος περὶ τέχνην, ὁ νυμφίος περὶ νύμφην, ὁ νεανίσκος περὶ παρθένον καὶ βουλόμενον ἀποστῆσαι σου τὰ κακά, ὅσον ἀφέστηκεν ἀνατολὴ τῆς δύσεως, ὅσον ὑψηλότερος τῆς γῆς ὁ οὐρανὸς καὶ γὰρ καὶ τοῦτο ἀπεδείξαμεν, μᾶλλον δὲ οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ πολλῷ πλέον·
 [00761]  Ἀλλ' ὅμως καὶ οὗτος οὐδενὸς τούτων τετυχηχὼς καὶ πᾶν ἀρετῆς εἶδος μετὰ πολλῆς ἐπεδείξατο τῆς ἀκριβείας.
 [01039]  [20.2] Ὅ τε γὰρ κρατῶν τότε τὸ σκῆπτρον, τὸ μυστήριον τῆς ἀνομίας ἦν οὕτω γὰρ αὐτὸν ὁ Παῦλος ἐκάλεσε πᾶν εἶδος κακίας ἐπελθὼν καὶ πάντας ἀποκρύψας τῇ πονηρίᾳ, ἀλλ' οὐδὲν οὔτε τὴν Ἐκκλησίαν, οὔτε τοὺς γενναίους ἐκείνους ἄνδρας τοῦτο παρέβλαψεν, ἀλλὰ καὶ λαμπροτέρους ἀπέφηνεν·
 [01181]  [23.2] Καὶ καθάπερ ἐπὶ τοῦ Ἰώβ, νῦν μὲν τὴν ἀποβολὴν τῶν χρημάτων, νῦν δὲ τὴν ἀπαιδίαν, νῦν δὲ τὴν ἀρρωστίαν τοῦ σώματος, νῦν δὲ τῆς γυναικὸς τὴν γλῶτταν, νῦν δὲ τῶν φίλων τὰ ὀνείδη καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας ἐκίνει κατὰ τοῦ δικαίου καὶ πᾶν εἶδος μηχανημάτων προσῆγεν·
000-00-00 Serial Number=0107262313
Ad populum Antiochenum Ante [Go Back]  
 [02412]  Ἀεὶ γοῦν τῷ γένει συγκεκλήρωται τὸ τῆς βασιλείας εἶδος, καὶ οὐδένα ἄν τις ἴδοι λέοντά ποτε τὴν ἀρχὴν ἀποβαλόντα ταύτην.
 [05257]  ἀλλ' ἅπαν μὲν ἀσελγείας εἶδος ἐξελήλαται, πολλὴ δὲ πανταχοῦ ἀνθεῖ ἡ σωφροσύνη.
000-00-00 Serial Number=0035799146
Adversus Judaeos Ante [Go Back]  
 [00310]  Οὐχὶ πᾶν εἶδος ἐπῆλθον κακίας;
 [01003]  Μὴ γὰρ ἐγὼ τοῦτον εἰσάγω τῶν ἐγκλημάτων τὸν νόμον καὶ τὸ τῆς κατηγορίας εἶδος;
 [01348]  Καὶ στρατόπεδα πολλὰ παρεσκευάσθησαν, καὶ ὅπλα ἐκινήθη, καὶ πᾶν εἶδος κολάσεως, καὶ τιμωρίας ἐπενοήθη, καὶ [48.886] τήγανα, καὶ καταπέλται, καὶ λέβητες, καὶ κάμινοι, καὶ λάκκοι, καὶ κρημνοὶ, καὶ θηρίων ὀδόντες, καὶ πελάγη, καὶ δημεύσεις, καὶ ἕτερα μυρία βασανιστήρια οὐδὲ λόγῳ ῥητὰ, οὐδὲ ἔργῳ φορητὰ, καὶ οὐ παρὰ τῶν ἔξωθεν μόνον, ἀλλὰ καὶ παρὰ τῶν οἰκείων αὐτῶν.
 [01459]  Τρεῖς γοῦν δουλείας ὑπέμειναν χαλεπωτάτας οἱ Ἰουδαῖοι, καὶ οὐδεμίαν χωρὶς προῤῥήσεως αὐτοῖς ἐπήγαγεν, ἀλλὰ πάσας αὐτοῖς προλεχθῆναι παρεσκεύασεν ὁ Θεὸς, καὶ τόπον, καὶ χρόνον, καὶ πρόσωπον, καὶ εἶδος κακώσεως, καὶ τὴν ἐπάνοδον, καὶ τὰ ἄλλα πάντα μετὰ ἀκριβείας προλέγων.
 [01532]  Τοῦτο γοῦν αὐτὸ δηλοῦντες οἱ τρεῖς παῖδες, καὶ δεικνύντες ὅτι διὰ τῶν ἔργων αὐτῶν ἐξέβη τὸ τῆς κολάσεως εἶδος, καὶ αὐτοὶ πρὸς τὸν Θεὸν ἐξομολογούμενοι, περὶ τῶν κοινῶν ἁμαρτημάτων ἔλεγον·
 [01930]  οὐ πᾶν εἶδος ἀσεβείας καὶ ἁμαρτίας ἐπεδείξασθε;
 [02234]  Τούτου δὲ ἀποδειχθέντος, καὶ τὰ λοιπὰ ἅπαντα συνωμολόγητο, οἷον ὡς οὔτε θυσίας εἶδος, οὔτε ὁλοκαυτώσεως, οὐχ ἡ τοῦ νόμου δύναμις, οὐκ ἄλλο τι τῆς πολιτείας ἐκείνης στῆναι δυνήσεται.
000-00-00 Serial Number=0449834645
Adversus catharos Ante [Go Back]  
 [00058]  καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν εἶδος τῆς τῶν [63.494] ἁμαρτημάτων δαπάνης, τὸ καὶ κατορθοῦντας μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι, ἵνα μὴ πάθωμεν ἅπερ ἔπαθεν ὁ Φαρισαῖος.
000-00-00 Serial Number=0046290159
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00036]  Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε, καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο·
000-00-00 Serial Number=0428737581
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00136]  διὰ τοῦτο νηστεῖαι, καὶ ἐγκράτειαι, καὶ ἀσκήσεις, καὶ ὠχρὸν καὶ στυγνὸν τὸ εἶδος, καὶ τὴν στολὴν εὐτελεστέραν ὀφείλει ἔχειν ἡ παρθένος διὰ τὸ τῆς φύσεως εὐόλισθον·
000-00-00 Serial Number=0703453422
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00136]  πομπὴ δὲ διαβόλου πᾶν εἶδος ἁμαρτίας ἐστί, θέατρα παρανομίας, ἱπποδρομίαι, συνέδρια γέλωτος καὶ αἰσχρολογίας γέμοντα·
000-00-00 Serial Number=0800631583
Commentarius in Job Ante [Go Back]  
 [00511]  καὶ τὸ εἶδος δὲ τῆς ἀπωλείας χαλεπώτερον, μάλιστα δὲ καὶ ὅταν παρὰ καιρὸν τὸν καλοῦντα τὴν χρείαν τοῦτο γένηται.
 [03666]  τῶν ὑποτεταγμένων, τῶν εἰδότων, τῶν γινωσκόντων καὶ αὐτὸ τὸ εἶδος τῆς ἁμαρτίας.
000-00-00 Serial Number=0182620049
Contra haereticos Ante [Go Back]  
 [00024]  θεοποιίας γὰρ εἶδος, τὸ λέγειν τὸν Θεὸν Λόγον δεδημιουργημένον Θεὸν καὶ κεκτισμένον εἰς τὸ λατρεύεσθαι κτίσμα.
000-00-00 Serial Number=0703585804
Contra ludos et theatra Ante [Go Back]  
 [00041]  Τοῦτο γὰρ τῆς ἱπποδρομίας τὸ εἶδος μετὰ τῆς ἡδονῆς πολλὴν ἔχει τὴν ὠφέλειαν.
000-00-00 Serial Number=0077395082
Contra theatra Ante [Go Back]  
 [00078]  Καὶ τί τὸ κατὰ εἶδος ἐπαριθμοῦμαι;
 [00121]  ἀκολουθεῖ δὲ πρὸς πᾶν εἶδος μεταβολῆς ἡ φύσις τῷ ἐλευθέρῳ τοῦ πεποιηκότος θελήματι.
000-00-00 Serial Number=0333347619
De Anna i Ante [Go Back]  
 [00707]  Οὐδὲν τούτων εἶπεν, ἀλλὰ σιγήσασα τῆς συμφορᾶς τὸ εἶδος, ὅτι ἀθυμεῖ μόνον ἐδήλωσεν, εἰποῦσα, ὅτι Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι·
000-00-00 Serial Number=0870848894
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00257]  [54] Οὕτω γοῦν πολλοὶ εἰς πᾶν εἶδος ἁμαρτημάτων ἐλθόντες ἔλαθον ἐπειδὴ τὴν φλόγα ἀρχομένην οὐκ ἔσβεσαν, οὕτω καὶ ὁ δείλαιος ἐκεῖνος χαλεπώτερα τοῖς προτέροις προσετίθει τὰ δεύτερα.
 [00409]  Καίτοι τὸ μὲν τῆς κακίας εἶδος καὶ παρ' αὐτοῖς τοῖς δρῶσιν αὐτὸ μυρίας καταγνώσεως ἄξιον εἶναι δοκεῖ, τὸ δὲ σῶμα τὸ νεκρὸν καὶ ἀκίνητον οὐδεμιᾶς μετέχει μέμψεως καὶ αἰτίας.
 [00606]  [112] Ἐπακούσωμεν δὲ καὶ τῶν λοιπῶν τοῦ θρήνου ῥημάτων οὕτω γὰρ τὸ πένθος εἰσόμεθα καλῶς ὃ κατέσχεν αὐτῶν τὰς ψυχάς Ἄνδρες ἕλκομαι τὴν ψυχὴν πρὸς τὸ εἶδος τοῦ θεοῦ καί μοι πρὸ τῶν ὀμμάτων ἵστησιν ὁ λογισμὸς τὸν τύπον·
000-00-00 Serial Number=0029768407
De Davide et Saule Ante [Go Back]  
 [00290]  ἐπειδὴ γὰρ κακίας ἅπαν εἶδος ἠρίθμησε, καὶ τῶν καταπατούντων τοὺς τοῦ Θεοῦ νόμους κατηγόρησεν ἁπάντων, ἐπήγαγε λέγων περὶ αὐτῶν ἐκείνων·
 [00501]  καὶ ὅτι πᾶν ἀνεξικακίας εἶδος ὑπερεβάλετο ὁ ∆αυῒδ ἐν τοῖς κατὰ τὸν Σαούλ·
000-00-00 Serial Number=0176239848
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00171]  Τοῦτο τὸ εἶδος διπλοῦν·
000-00-00 Serial Number=0054635584
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00082]  οὐδὲ γὰρ σώζει τοὺς χαρακτῆρας τοὺς ἐν τῷ ἐπουρανίῳ Πατρὶ ἀγαθότητος, ἀλλ' εἰς τὸ θηριῶδες εἶδος ἑαυτὸν μετεμόρφωσε, καὶ τῆς θεϊκῆς εὐγενείας ἐξέπεσε, κατὰ τὸ ὑπὸ τοῦ ∆αυῒδ εἰρημένον·
000-00-00 Serial Number=0903518200
De decem millium talentorum debitore Ante [Go Back]  
 [00287]  καὶ γὰρ ἅπαν εἶδος πονηρίας ἐπῆλθε·
000-00-00 Serial Number=0592160881
De diabolo tentatore Ante [Go Back]  
 [00221]  Πανταχόθεν οὖν δῆλον, ὅτι κακίαν ἐνταῦθα τὰς τιμωρίας καλεῖ, καὶ ταύτας ἡμῖν αὐτὸς ἐπάγει, μέγιστον προνοίας εἶδος παρεχόμενος.
 [00560]  Καὶ γὰρ σφόδρα βούλεται ἐκεῖνος τῶν ἡμετέρων ἁμαρτημάτων ἐπ' αὐτὸν ἄγειν τὴν αἰτίαν, ἵνα ταύταις ταῖς ἐλπίσι τρεφόμενοι, καὶ πᾶν εἶδος κακίας ἐπιόντες, πολλὴν αὐξήσωμεν καθ' ἑαυτῶν τὴν κόλασιν, οὐδεμιᾶς τυγχάνοντες συγγνώμης ἀπὸ τοῦ μετατιθέναι ἐπ' αὐτὸν τὴν αἰτίαν·
 [00613]  καὶ γὰρ τῷ Ναβουχοδονόσορ εἰς πᾶν εἶδος κακίας ἐλθόντι, καὶ πᾶσαν ἀσέβειαν ἐπελθόντι, φησὶν ὁ ∆ανιήλ·
000-00-00 Serial Number=0757861257
De fato et providentia Ante [Go Back]  
 [00612]  καίτοι γε εἶδος τέθεικε τρυφῆς οὐ σφόδρα δαπανηρὸν, οὐδὲ ὄντως ἁβρόν·
000-00-00 Serial Number=0753374875
De gloria in tribulationibus Ante [Go Back]  
 [00068]  Ὅταν δὲ ἀκούσῃς, ὅτι στενάζει καὶ ὠδίνει, μὴ λογικὴν εἶναι νόμιζε, ἀλλὰ μάνθανε τῆς Γραφῆς τὸ εἶδος.
000-00-00 Serial Number=0726489782
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00036]  καὶ οὐδὲν ὅλως εἶδος εὐφημίας ἀπολιμπάνουσιν.
 [00081]  Ἀλλὰ τοῦτο μὲν ἀφείσθω τὸ εἶδος, ἑνός που καὶ δευτέρου ὄν, ἐφ' ἕτερον δὲ ἔλθωμεν.
 [00090]  Ἀλλ' ἐφ' ἕτερον ἔλθωμεν εἶδος κενοδοξίας·
000-00-00 Serial Number=0615677774
De incomprehensibili dei natura Ante [Go Back]  
 [00606]  ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίστασθαι χρή, ἀλλὰ δι' αὐτὰ μὲν οὖν ταῦτα μάλιστα αὐτοὺς ταλανίζειν καὶ δακρύειν χρή, ὅτι τοιοῦτον αὐτῶν τῆς ἀρρωστίας ἐστὶ τὸ εἶδος.
 [00760]  καὶ ὁμοίωμα θρόνου ἐπ' αὐτῷ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἐπ' αὐτῷ.
 [00869]  Παρηγάγομεν καὶ ἑτέρας δυνάμεις, τὰ Χερουβίμ, καὶ ἐδείξαμεν πῶς ἐπάνω αὐτῶν στερέωμα, πῶς λίθος κρυστάλλου, πῶς ὁμοίωμα θρόνου καὶ εἶδος ἀνθρώπου καὶ ἤλεκτρον καὶ πῦρ καὶ τόξον καὶ μετὰ πάντα ἐκεῖνά φησιν ὁ προφήτης·
 [01398]  Εἰ γὰρ τελώνης ἄνθρωπος, τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ' εὐγνωμονήσας μόνον, τὰ ἁμαρτήματα εἰπὼν καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην εὔνοιαν ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ, πόσην οἱ μεγάλα μὲν κατωρθωκότες ἀγαθά, μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν;
000-00-00 Serial Number=0460015655
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00009]  Καὶ γὰρ καὶ τοῦτο ἐγκωμίου μέγιστον εἶδος, τὸ νικᾶν τῶν κατορθωμάτων τὸ μέγεθος μετὰ πάσης περιουσίας τοῦ λόγου τὴν εὐκολίαν, καὶ ἡ ἧττα μυρίων τροπαίων ἐστὶν ἡμῖν λαμπροτέρα.
000-00-00 Serial Number=0578796446
De libello repudii Ante [Go Back]  
 [00142]  Καὶ γὰρ καὶ ἐκεῖνο μοιχείας ἕτερον εἶδος, τὸν γυναῖκα ἔχοντα ἔνδον, πόρναις γυναιξὶν ὁμιλεῖν.
000-00-00 Serial Number=0704570770
De paenitentia [1] Ante [Go Back]  
 [00758]  Ἐννόησον, μετὰ τοσούτους καμάτους ἐξεβλήθησαν, ὅτε ἀκρασίαν ἐχαλίνωσαν, ὅτε πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν εἶχον, ὅτε τῶν βιωτικῶν κατεγέλασαν πραγμάτων, ὅτε τὸν καύσωνα ὑπήνεγκαν τὸν μέγαν, ὅτε τὰ σκάμματα ὑπερέβησαν, ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν ἀνεπτερώθησαν, ὅτε τοῦ σώματος τὴν σφραγῖδα οὐ διέλυσαν, ὅτε τὸ μέγα εἶδος τῆς παρθενίας ἐκτήσαντο, ὅτε τὴν ἅμιλλαν πρὸς τοὺς ἀγγέλους ἔσχον, ὅτε τοῦ σώματος τὰς ἀνάγκας κατεπάτησαν, ὅτε τῆς φύσεως ἐπελήσθησαν, ὅτε ἐν σώματι τὰ ἀσώματα ἐπετέλεσαν, ὅτε τὸ μέγα καὶ ἀκαταμάχητον κτῆμα τῆς παρθενίας ἐκτήσαντο·
 [00775]  Ἀναζωγράφησον τῷ λόγῳ τὸ τῆς παρθενίας εἶδος, καὶ κατάμαθε τὸ μέγεθος τῆς ἀρετῆς αὐτῆς·
000-00-00 Serial Number=0568397701
De paenitentia sermo 1 Ante [Go Back]  
 [00330]  ταύτης φίλαι καὶ μαθήτριαι αἱ πέντε μωραὶ παρθένοι, ταύτης οἱ πολῖται πᾶν εἶδος πωλοῦσι καὶ ἀγοράζουσι χωρὶς ἐλέους καὶ ἀγάπης·
 [00596]  τὸν γὰρ τρόπον ὃν μέλλω λέγειν, πᾶν εἶδος σφάλματος ἀναμιμνήσκει πάντας τοὺς παρατυγχάνοντας, ὅπως ἕκαστος ἡμῶν τὸ ἴδιον γνωρίσας σφάλμα, δακρύσῃ, στενάξῃ, τὸ σφάλμα διορθωσάμενος, ἑτοιμάσῃ ἑαυτὸν πρὸς ἀπολογίαν.
 [00637]  Τοιοῦτον γάρ ἐστι τὸ εἶδος καὶ ἡ δύναμις τοῦ τιμίου κτήματος τῆς μετανοίας·
000-00-00 Serial Number=0190967202
De paenitentia sermo 2 Ante [Go Back]  
 [00080]  ὁμολογοῦμεν, Κύριε, οὐδὲ τὸν ἥλιον τοῦτον θεωρεῖν ὑπάρχομεν ἄξιοι, διότι οὐκ ἔστιν ἁμάρτημα, οὐκ εἶδος παντοίου κακοῦ, ὃ οὐκ ἐπράξαμεν οἱ ἄθλιοι·
000-00-00 Serial Number=0868607819
De perfecta caritate Ante [Go Back]  
 [00249]  νῦν δὲ οὐκ ἔστιν εἶδος ἁμαρτίας ἄπρακτον, ὃ καταλιμπάνεται.
000-00-00 Serial Number=0637138605
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00004]  Ἐκ πολέμου χθὲς ἐπανήλθομεν, ἐκ πολέμου καὶ μάχης αἱρετικῆς, ᾑμαγμένα τὰ ὅπλα ἔχοντες, τὸ ξίφος τοῦ λόγου πεφοινιγμένον, οὐ σώματα καταβαλόντες, ἀλλὰ λογισμοὺς ἀνελόντες καὶ Πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος·
000-00-00 Serial Number=0614688337
De proditione Judae Ante [Go Back]  
 [00276]  Ὁ ναὸς κατέσκαπται, ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται, πάσης θυσίας εἶδος λέλυται·
000-00-00 Serial Number=0770112872
De profectu evangelii Ante [Go Back]  
 [00079]  οὕτω δὴ καὶ Νέρων ὁ Καῖσαρ τότε, ὥσπερ τις λῃστὴς καὶ τοιχωρύχος, καθευδόντων ἁπάντων βαθύν τινα καὶ ἀναίσθητον ὕπνον, τὰ πάντων ἁρπάζων, γάμους διορύττων, οἰκίας ἀνατρέπων, ἅπαν κακίας εἶδος ἐπιδεικνύμενος, ἐπειδὴ τὸν Παῦλον εἶδε λύχνον ἅψαντα κατὰ τὴν οἰκουμένην, τὸν τῆς διδασκαλίας λόγον, καὶ ἐλέγχοντα αὐτοῦ τὴν πονηρίαν, ἐσπούδαζε καὶ τὸ κήρυγμα σβέσαι, καὶ τὸν διδάσκαλον ἀνελεῖν, ἵνα μετ' ἐξουσίας αὐτῷ πάντα ποιεῖν ἐξῇ, καὶ δήσας τὸν ἅγιον ἐκεῖνον ἐνέβαλεν εἰς δεσμωτήριον.
000-00-00 Serial Number=0227118075
De resurrectione mortuorum Ante [Go Back]  
 [00013]  ἀλλ' ἐπιδοὺς ἑαυτὸν ταῖς ἀτόποις ἐπιθυμίαις, πᾶν εἶδος ἐπελεύσεται πονηρίας.
000-00-00 Serial Number=0523766041
De sacerdotio Ante [Go Back]  
 [00650]  Ὅτι τὴν ἐπιθυμίαν τῆς φιλαρχίας ἐκβεβλῆσθαι δεῖ τῆς τοῦ ἱερέως ψυχῆσ Βούλει σοι καὶ ἕτερον ἐπιδείξω ταύτης τῆς μάχης εἶδος, μυρίων ἐμπεπλησμένον κινδύνων;
 [00989]  οὐ γὰρ πρὸς ἓν εἶδος ἡμῖν μάχης ἡ παρασκευή, ἀλλὰ ποικίλος οὗτος ὁ πόλεμος καὶ ἐκ διαφόρων συγκροτούμενος τῶν ἐχθρῶν·
 [01057]  πᾶν γὰρ εἶδος ὑπέμεινεν ἐπιβουλῆς καὶ πάντα τρόπον ἐπῆλθε νίκης καὶ οὔτε ἀγωνιζόμενος οὔτε στεφανούμενος διέλιπέ ποτε.
000-00-00 Serial Number=0318331420
De sancta Droside martyre Ante [Go Back]  
 [00050]  Ὅτι γὰρ οὐκ ἀνθρωπίνης δυνάμεως μυριάδας τοσαύτας ἐκ τοσούτου χρόνου οὐκ ἀνδρῶν μόνον, ἀλλὰ καὶ γυναικῶν καὶ παρθένων ἀπειρογάμων καὶ παιδίων μικρῶν πείθειν [50.686] ὑπερορᾶν τῆς παρούσης ζωῆς, καὶ κατατολμᾷν θηρίων, καταγελᾷν πυρὸς, καταπατεῖν ἅπαν εἶδος κολάσεως καὶ τιμωρίας, καὶ πρὸς τὴν μέλλουσαν ἐπείγεσθαι ζωὴν, οὐδὲ τῶν ἡμετέρων ἐλέγχων δεήσονται, ἀλλ' ἑαυτοὺς ἐροῦνται, καὶ ἱκανὴν ἀπόδειξιν λήψονται τῶν λεγομένων.
000-00-00 Serial Number=0818607450
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00010]  Παρεσκεύαστο μὲν γὰρ καὶ πρὸς βασάνους, καὶ κολαστήρια, καὶ ἅπαν τιμωριῶν εἶδος, ἀλλ' ἐδεδοίκει, μὴ τὸν τῆς παρθενίας ἀπολέσῃ στέφανον.
000-00-00 Serial Number=0853362858
De sancta trinitate Ante [Go Back]  
 [00258]  ὁ διὰ τῶν προφητῶν καὶ τὸ εἶδος τοῦ πάθους αὐτοῦ προκηρύξας, διὰ μὲν Ἱερεμίου·
000-00-00 Serial Number=0579846144
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00071]  Καὶ καθάπερ ἐπὶ τῶν τριῶν παίδων, ἡνίκα ἀνακηρύττεσθαι ἔμελλον, καὶ στεφανοῦσθαι, σβέσαντες τὴν τοῦ πυρὸς δύναμιν, καταπατήσαντες τοῦ τυράννου τὸν τῦφον, ἅπαν ἀσεβείας εἶδος ἐλέγξαντες, ἐκ τῆς οἰκουμένης αὐτοῖς τὸ θέατρον ἐκάθητο πάσης οἱ γὰρ πανταχοῦ γῆς σατράπαι, καὶ ὕπατοι, καὶ τοπάρχαι ἐκαλοῦντο μὲν δι' ἑτέραν αἰτίαν, ἐγίγνοντο δὲ θεαταὶ τῶν ἀθλητῶν ἐκείνων·
000-00-00 Serial Number=0595647752
De turture seu de ecclesia sermo Ante [Go Back]  
 [00124]  ἀλλ' εἰ ἐκεῖνον ἐκδέχῃ, εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν οὔτε τὸ εἶδος αὐτοῦ, οὔτε τὸ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
000-00-00 Serial Number=0899988532
De virginitate Ante [Go Back]  
 [00311]  καὶ τόκοι καὶ πᾶν εἶδος φθορᾶς ἐξώριστο τῆς ἐκείνων ψυχῆς.
000-00-00 Serial Number=0119229376
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00154]  Οὗτος γὰρ, οὗτος ὁ τὴν σάρκα ἀποδυσάμενος, καὶ τὸ σῶμα ἀποθέμενος, καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ, καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας, καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος, τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστιγας καὶ ἀπειλὰς καὶ θάνατον καὶ πᾶν κολάσεως εἶδος, μιᾶς δὲ ψυχῆς ἀγαπωμένης παρ' αὐτοῦ χωρισθεὶς, οὕτω συνεχύθη καὶ διεταράχθη, ὡς ἐν ᾗ τὸν ἀγαπώμενον προσδοκῶν ἰδεῖν οὐχ εὗρεν, εὐθέως καὶ τῆς πόλεως ἀποπηδῆσαι.
 [01056]  Καὶ ὁ δίκαιος δὲ Ἰὼβ, ὃς τὴν τοῦ διαβόλου συνέκοψεν ὄψιν, παιόμενος, οὐ παίων, καὶ ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος, καὶ ἕκαστον μεθ' ὑπερβολῆς ἁπάσης·
 [04012]  οὐδὲ γὰρ σώζει τοὺς χαρακτῆρας τῆς ἐν τῷ ἐπουρανίῳ Πατρὶ ἀγαθότητος, ἀλλ' εἰς τὸ θηριῶδες εἶδος ἑαυτὸν μετεμόρφωσε, καὶ τῆς θεϊκῆς εὐγενείας ἐξέπεσεν.
 [06056]  Ὁ μὲν γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι, μηδὲ εὐθύνας δώσειν τῶν ἐνταῦθα πεπραγμένων αὐτῷ, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεσθαι νομίζων, καὶ περαιτέρω μηδὲν εἶναι πλέον, οὔτε ἀρετῆς ἐπιμελήσεται, οὔτε κακίας ἀφέξεται, ἀλλ' ἐπιδοὺς ἑαυτὸν ταῖς ἀτόποις ἐπιθυμίαις, πᾶν εἶδος ἐπελεύσεται πονηρίας·
 [07289]  οὕτω πᾶν εἶδος μετῄει μάχης·
 [07327]  τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστιγας καὶ ἀπειλὰς καὶ θάνατον, καὶ πᾶν κολάσεως εἶδος·
 [08102]  οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν, ἑνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, καὶ μιᾷ γλώττῃ πάντας τροπούμενος.
 [09126]  Καὶ γὰρ καὶ τοῦτο ἐγκωμίου μέγιστον εἶδος, τὸ νικᾷν τῶν κατορθωμάτων τὸ μέγεθος μετὰ πάσης περιουσίας τοῦ λόγου τὴν εὐκολίαν, καὶ ἡ ἧττα μυρίων ἡμῖν ἐστι λαμπροτέρα τροπαίων.
 [09999]  Πένθησον, στέναξον πικρὸν, ταπείνωσον σαυτὸν, κάκωσον, ἀνάμνησον τῶν ἁμαρτημάτων κατ' εἶδος·
 [09999]  Οὐ γάρ ἐστιν, οὐκ ἔστι μικρὸν εἰς διόρθωσιν τὸ πάντα συναγαγόντας τὰ ἁμαρτήματα, κατ' εἶδος αὐτὰ στρέφειν συνεχῶς καὶ ἀναλογίζεσθαι.
000-00-00 Serial Number=0502217293
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00028]  τὸ γὰρ πῦρ εἰς ὕψος ἐπαρθὲν ἐκορυφοῦτο καμάρας εἶδος ποιοῦν, καὶ χαλκοειδὲς γενόμενον ἐκύκλωσε τὸ σῶμα τοῦ μάρτυρος, οὐκ ἀφώρισεν τοῦτο ἀπὸ ὑδάτων, ἀλλὰ λαμπρότατον ἀπέφηνε.
000-00-00 Serial Number=0918622196
Epistula ad Cyriacum Ante [Go Back]  
 [00102]  Καί ποτε μὲν αὐτὸν ἀκάνθαις ἐστεφάνουν, ποτὲ δὲ χλαμύδα περιετίθεσαν, ποτὲ δὲ κάλαμον ἐνεχείριζον, ποτὲ δὲ πίπτοντες αὐτὸν προσεκύνουν πᾶν εἶδος χλευασίας κινοῦντες καὶ γέλωτος.
 [00135]  Τὸ δὲ τῆς ταφῆς εἶδος οὐκ ἐν χάριτος πληροῦται μέρει;
 [00247]  Τί δέ, ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες;
 [00381]  Τί δέ, ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες;
000-00-00 Serial Number=0910801530
Epistula ad episcopos Ante [Go Back]  
 [00022]  Καὶ γὰρ καὶ τοῦτο μέγιστον ἄθλου εἶδος, καὶ τίθησιν αὐτὸ ἐν τάξει μεγάλων ἀγώνων ὁ μακάριος Παῦλος, οὕτω λέγων·
000-00-00 Serial Number=0397581398
Epistulae Ante [Go Back]  
 [00297]  ἐπειδὴ δὲ οὕτω γνησίαν καὶ θερμὴν περὶ ἡμᾶς ἐπιδεδεῖχθαι ἀγάπην ἔφης, ὡς μηδὲ ἂν ἐλθεῖν παραιτήσεσθαι ὁδὸν οὕτω χαλεπὴν, καὶ φόβῳ λῃστῶν τοσούτων πολιορκουμένην, εἰ μὴ τὰ τῆς ἀῤῥωστίας διέκοπτεν, ἕν σοι λοιπὸν ἀπολογίας λείπεται εἶδος, τὸ νιφάδας ἡμῖν πέμπειν γραμμάτων, δυναμένων τὴν ἐκ τῆς μακρᾶς σιγῆς παραμυθήσασθαι αἰτίαν.
 [02311]  τί δὲ ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν, καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν, καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες, καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες, τί δὲ ὅτε ῥαπίσματα αὐτῷ ἐδίδουν;
000-00-00 Serial Number=0984788179
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00207]  Τί δὲ ἡνίκα καὶ ποικίλαι ἐκεῖναι καὶ συνεχεῖς καὶ ἐπάλληλοι ἐγένοντο κατ' αὐτοῦ κωμῳδίαι, καὶ ποτὲ μὲν αὐτὸν ἀκάνθαις ἐστεφάνουν, ποτὲ δὲ χλαμύδα περιετίθεσαν, ποτὲ δὲ κάλαμον ἐνεχείριζον, ποτὲ δὲ πίπτοντες αὐτὸν προσεκύνουν, πᾶν εἶδος χλευασίας κινοῦντες καὶ γέλωτος;
 [00237]  Τὸ δὲ τῆς ταφῆς εἶδος οὐκ ἐν χάριτος ἐπληροῦτο μέρει;
 [00401]  Οὗτος ὁ Ἰὼβ συνέκοψε τοῦ διαβόλου τὴν ὄψιν, παιόμενος οὐ παίων ἐκένωσεν αὐτοῦ τὴν βελοθήκην ἅπασαν καὶ κατατοξευόμενος παρ' αὐτοῦ συνεχῶς ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος καὶ ἕκαστον μεθ' ὑπερβολῆς ἁπάσης.
 [00499]  Οὗτος γὰρ ὁ Παῦλος ὁ τὴν σάρκα ἀποδυσάμενος καὶ τὸ σῶμα ἀποθέμενος καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος καὶ τὴν γῆν ὡς τὸν οὐρανὸν οἰκῶν καὶ μετὰ τῶν Χερουβὶμ ἑστὼς ἄνω καὶ τῆς μυστικῆς ἐκείνης μελῳδίας αὐτοῖς κοινωνῶν, τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστι γας καὶ ἀπειλὰς καὶ θάνατον καὶ τὸ καταλεύεσθαι καὶ τὸ καταποντίζεσθαι καὶ πᾶν κολάσεως εἶδος.
 [01436]  καὶ καθάπερ αὕτη τῶν ἄλλων κρατεῖ κατορθωμάτων, οὕτως ἐν αὐτῇ τοῦτο μάλιστα τὸ εἶδος τῶν ἄλλων ἐστὶ λαμπρότερον.
 [01441]  μὴ γὰρ μηδὲ τοῦτο μικρὸν νομίσῃς εἶναι καρτερίας εἶδος τὸ γενναίως τὰ τοιαῦτα ἐνεγκεῖν.
 [01453]  Ἐπειδὴ δὲ νόσῳ παρεδόθη καὶ ἕλκεσι, τότε καὶ θάνατον ἐπεζήτει, τότε καὶ ἀποδύρεται καὶ θρήνει, ἵνα μάθῃς πῶς τοῦτο πάντων ἐστὶ χαλεπώτερον καὶ τῆς ὑπομονῆς τὸ ἄκρον εἶδος.
000-00-00 Serial Number=0768028677
Expositiones in Psalmos Ante [Go Back]  
 [00353]  Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν, Εἰπὼν ὅτι ἐθαυμάστωσεν, οὐχ ἵσταται μέχρι τούτων, ἀλλὰ καὶ ἕτερον εὐημερίας εἶδος λέγει.
 [00573]  ∆ιὰ δὴ τοῦτο καὶ ὁ Προφήτης κινήσας τῆς προνοίας ἐκεῖνο τὸ εἶδος [55.56] τὸ ὑψηλὸν καὶ φιλόσοφον, καὶ εἰπὼν, Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἐπάγει καὶ τοῦτο, λέγων·
 [00623]  Ἰδοὺ καὶ ἄλλο προνοίας εἶδος οὐ μικρὸν, τὸ εἰρήνης ἀπολαύειν τοὺς ἀνακειμένους Θεῷ.
 [01033]  Εἶδες ἕτερον κακίας εἶδος.
 [01128]  Τοῦτο γὰρ τοῦ πολέμου τούτου τὸ εἶδος οὐκ ἀνέχεται ἄοπλον στρατιώτην ἰδεῖν·
 [02886]  Πλὴν ἀλλὰ καὶ ἕτερον εἶδος ἀνακινεῖ προνοίας, καὶ οὐχ ἁπλῶς εἰς τοῦτον ἐμβάλλει τὸν λόγον, ἀλλὰ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, ὑπὲρ τῆς οἰκουμένης εὐχαριστῶν, καὶ τὴν καθόλου λέγων εὐεργεσίαν, καὶ τῆς οἰκονομίας τῆς εἰς αὐτὸν γεγενημένης τὸ μέγεθος παριστῶν.
 [03180]  Οὐ μικρὸν τοῦτο φιλοσοφίας εἶδος, τὸ εὐφραίνεσθαι ἐπὶ τῷ Θεῷ.
 [03235]  Εἶδες ὕμνων εἶδος;
 [03563]  Εἶδες ἕτερον εἶδος εὐεργεσίας ἀπὸ κολάσεως;
 [03684]  καὶ λέγει κακίας εἶδος ἀφόρητον.
 [04649]  Πλὴν ἀλλὰ καὶ ἕτερον εἶδος ἀνακινεῖ προνοίας, καὶ οὐχ ἁπλῶς εἰς τοῦτον ἐμβάλλει τὸν λόγον, ἀλλὰ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, ὑπὲρ τῆς οἰκουμένης εὐχαριστῶν, καὶ τὴν καθόλου λέγων εὐεργεσίαν, καὶ τῆς οἰκονομίας τῆς εἰς αὐτὸν γεγενημένης τὸ μέγεθος παριστῶν.
 [04943]  Οὐ μικρὸν τοῦτο φιλοσοφίας εἶδος, τὸ εὐφραίνεσθαι ἐπὶ τῷ Θεῷ.
 [04998]  Εἶδες ὕμνων εἶδος;
 [05326]  Εἶδες ἕτερον εἶδος εὐεργεσίας ἀπὸ κολάσεως;
 [05447]  καὶ λέγει κακίας εἶδος ἀφόρητον.
 [06217]  ∆ιὸ ποικίλλειν χρὴ τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν πανηγυρικωτέρων, νῦν δὲ ἀγωνιστικωτέρων ἅπτεσθαι λόγων.
 [06234]  Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ἡ ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες, ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς ἐπετείχισεν ὁ Θεὸς, ὥστε ὁμοῦ καὶ ἡδονὴν τὸ πρᾶγμα καὶ ὠφέλειαν εἶναι.
 [07243]  Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων;
 [07250]  Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὔτε κάλλος·
 [07552]  λέγει λοιπὸν καὶ τῆς βασιλείας αὐτοῦ τὰ κατορθώματα, λέγει τοῦ τροπαίου τὸ εἶδος, λέγει τῆς νίκης τὴν φύσιν.
000-00-00 Serial Number=0721224666
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00156]  Εἶτα ἐπειδὴ ἔστιν ἀφορισθῆναι, καὶ εἰς ἱερατείας, καὶ εἰς ἄλλας τινὰς ὑπηρεσίας, δεικνὺς τοῦ ἀφορισμοῦ τὸ εἶδος, Εἰς τοῦτό σε, φησὶν, ἀφώρισα, ὥστε προφητεῦσαι τῷ λαῷ.
 [00207]  Τοῦτο γεωργίας εἶδος ἄριστον, ὀρύσσειν τὰς ἀκάνθας.
 [01557]  οὕτως ἐφύλαττον, καθάπερ φοβούμενοι, μήποτε καὶ ἀπόλωνται, ἂν αὐτοὺς ἐπιλίπῃ τὸ τῆς κακίας εἶδος.
 [02273]  Οὐδὲν γὰρ οὕτως κακίας εἶδος μισητὸν ὡς τοῦτο, ὅταν ἑτέρα μὲν ἡ ὄψις, ἑτέρα δὲ ἡ γλῶσσα ᾖ.
 [03838]  Ἕτερον εἶδος ἀσεβείας λέγει, ὃ τελευταῖον ἐπενθήθη.
 [05189]  Τῆς συνθήκης τὸ εἶδος τέθεικεν ὁ προφήτης, ἐναργέστερον τὸν ἔλεγχον ποιούμενος·
000-00-00 Serial Number=0140384257
Fragmenta in Job Ante [Go Back]  
 [00153]  ἐκείνῳ δὲ πάλιν ἀκολουθεῖ ὁ παρωνύμως ἀπὸ τῆς τελείας δικαιοσύνης ὀνομαζόμενος δίκαιος, ὁ κατὰ πᾶν εἶδος ἀρετῆς ἀπηρτισμένος·
 [00390]  ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος, καὶ ἕκαστον μεθ' ὑπερβολῆς ἁπάσης.
 [00851]  Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας, ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε, καὶ πρὸς πᾶν εἶδος πολέμου, τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο.
000-00-00 Serial Number=0484162807
Fragmenta in Proverbia Ante [Go Back]  
 [01597]  [81] α.] Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς πᾶν εἶδος κακίας, τοῦ [64.721] μὴ σωθῆναι τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0336555183
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00091]  Εἰσελθὼν τοίνυν, βαρβάρους ἐκάλεσε, καὶ βαρβάρους οὐχ ἁπλῶς βαρβάρους, ἀλλὰ καὶ μάγους, τὸ ἐπιτεταμένον τῆς ἀσεβείας εἶδος.
 [00096]  καὶ θυσίαι ἠλέγχοντο καὶ ἑορταὶ καὶ νεομηνίαι καὶ σάββατα, καὶ τὸ λοιπὸν τῆς λατρείας εἶδος ἐξεβέβλητο, ἀρετῆς ἀμελουμένης, καὶ φωνὴ ἄνωθεν τοῦ Θεοῦ κατηγοροῦντος, καὶ φωναὶ κάτωθεν τῶν προφητῶν ὀδυρομένων, καὶ φωναὶ πανταχόθεν, τῶν πραγμάτων κακῶς διακειμένων, καὶ πολλὴ τῆς κακίας ἡ δύναμις, καὶ πυκνή τις ἦν νεφέλη καὶ βαθεῖα νὺξ, καὶ ἐν παῤῥησίᾳ τὰ τῆς πονηρίας, καὶ τὰ τῆς ἀρετῆς ἐκποδὼν, καὶ ὁ χειμὼν εἰς ὕψος ἤρετο, καὶ τὰ κύματα ἐπάλληλα, καὶ ναυάγια πυκνὰ καὶ συνεχῆ, καὶ πάντες ἦσαν ὑποβρύχιοι, καὶ οὐδὲ κυβερνήτου φωνὴ ἠκούετο, οὔτε ναυτῶν ἴσχυσε τέχνη, ἀλλ' ἐπεκράτει τὰ πονηρὰ πνεύματα, καὶ οὐδεμία σωτηρίας ἦν ἐλπὶς, οὐδὲ παρακαλέσαι τις τὸν Θεὸν ἐτόλμα·
 [00105]  Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ τὸ ἀνθρώπινον, οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ' ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν ἐγκαταλελειμμένον, ὑπὸ παθῶν πολιορκούμενον, ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην κατασκῆψαν φύσιν, καὶ αὐτὸν ἑαυτοῦ λοιπὸν ἀπεγνωκότα τὸν ἄνθρωπον, καὶ τὸν δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γινόμενον πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλήματα, καὶ μείζονι δίκῃ ποιοῦντα ὑπεύθυνον τὸν ἄνθρω [63.505] πον, καὶ τῆς ἀῤῥωστίας τὴν τυραννίδα, καὶ τῶν κακῶν τὴν ὑπερβολὴν, οὐδένα ἕτερον ἐπιζητοῦντα, ἢ τὸν ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα·
000-00-00 Serial Number=0065693974
In Acta apostolorum Ante [Go Back]  
 [09999]  ἀλλ' ὥσπερ περὶ ἁμαρτημάτων λέγομεν, ὅτι ἁμαρτωλοί ἐσμεν, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζοντες, οὕτω καὶ περὶ τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὅτι εὐηργέτησεν ἡμᾶς, λέγοντες, ὁ Θεὸς, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζομεν, οὐ λέγομεν, ποῦ καὶ πόσα καὶ ἐν ποίῳ καιρῷ.
 [09999]  Ἔστι τι καὶ ἕτερον μανίας εἶδος τούτου χαλεπώτερον.
000-00-00 Serial Number=0206829846
In Genesim sermo 3 Ante [Go Back]  
 [00464]  Ἂν δὲ καὶ γράμματα ᾖ μεμαθηκυῖα, διπλοῦν τὸ εἶδος τῆς νόσου καὶ τῆς κακίας.
000-00-00 Serial Number=0235265493
In Genesim sermones Ante [Go Back]  
 [00480]  ἥ ἐστι καὶ δεύτερον δουλείας εἶδος τοῦ προτέρου φορτικώτερον, καὶ αὐτὸ δὲ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἐκ τῆς ἁμαρτίας ἔχει.
 [01041]  Καὶ μὴν οὐχ ὁ τόπος εἶδος Θεοῦ ἦν, ἀλλ' ἀπὸ τοῦ πράγματος τοῦ συμβάντος ἐν τῷ τόπῳ ἡ προσηγορία γέγονεν.
 [01317]  καὶ γὰρ καὶ τοῦτο μέγιστον εἶδος τιμῆς, τὸ μὴ μόνον παρασχεῖν.
 [01391]  Οὐκ εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ' ἐπὶ εἶδος ἁμαρτίας κατέφυγε συγγνώμην ἔχον.
 [01395]  Πάλιν ἐφ' ἕτερον εἶδος συγγνώμης κατέφυγε, τῆς φύσεως τὴν ἀσθένειαν, ἣν διὰ τῆς προσηγορίας ᾐνίξατο.
 [01651]  οὐδὲν οὕτω κάματον καὶ πόνον ἡμῖν παρέχει, ὡς τὸ τῆς πονηρίας εἶδος καὶ τὰ πλημμελήματα.
000-00-00 Serial Number=0481928766
In Isaiam Ante [Go Back]  
 [00154]  Ἐπεὶ καὶ τοῦτο διδασκαλίας εἶδος.
 [00180]  Καὶ τοῦτο δὲ εἶδος εὐεργεσίας, τὸ κολάζειν.
 [00183]  Πᾶν εἶδος ἰατρείας ἐπεδείξατο, τέμνων, καίων·
 [00188]  οὐκ ἔλαττον γὰρ τοῦτο εἶδος εὐεργεσίας ἐστὶ καὶ τῆς τιμῆς τῆς εἰς αὐτοὺς γεγενημένης.
 [00418]  Ἐπειδὴ προοιμιαζόμενος οὐ κατ' εἶδος αὐτῶν εἶπεν τὴν κακίαν, ἀλλ' ὅτι ἠθέτησαν καὶ ὅτι σπέρμα πονηρὸν ἦσαν καὶ υἱοὶ ἄνομοι, ὃ λοιδορίας ἐδόκει μᾶλλον, ἢ κατηγορίας εἶναι·
 [00419]  ἐνταῦθα καὶ αὐτὰ τίθησι κατ' εἶδος τὰ ἐγκλήματα καὶ πρῶτον, ὃ πρῶτόν ἐστι καὶ μέσον καὶ τελευταῖον τῶν κακῶν, τὴν φιλαργυρίαν καὶ τὴν περὶ τὰ συμβόλαια καπηλείαν.
 [00443]  Ἕτερον φιλοχρηματίας εἶδος χαλεπόν, εὐπρόσωπον μὲν ὑπόθεσιν ἔχον, ἐν προσχήματι δὲ φιλοφροσύνης τὴν ἐσχάτην πλεονεξίαν ἐπιδεικνύμενον.
 [00445]  Μνησικακοῦντες τοῖς ἐχθροῖς, ἀνταποδοῦναι σπουδάζοντες τοῖς λελυπηκόσιν, ὅπερ μέγιστον κακίας εἶδος.
 [00488]  Τῶν τε γὰρ ἀνίατα νοσούντων ἀναιρεθέντων, τῶν τε ἐπιμέλειαν δέξασθαι δυναμένων διορθω θέντων, εὐκαίρως καὶ τὸ λοιπὸν τῆς θεραπείας εἶδος προστίθεται, δοκίμων ἀρχόντων ἐπιστασίᾳ καὶ συμβούλων ἀγαθῶν φορᾷ, ἵνα καὶ τοῦ σώματος εἴκοντος τοῖς φαρμάκοις καὶ τῶν ἰατρῶν ἀρίστων ὄντων, πανταχόθεν πρὸς ὑγίειαν ἐπανίῃ τὰ τῆς πόλεως μέρη.
 [00489]  Οὐ γὰρ μικρὸν εὐεργεσίας εἶδος ἀρχόντων ἐπιτυγχάνειν ἀγαθῶν.
 [00505]  Τρίτον καὶ τοῦτο εὐεργεσίας εἶδος, τὸ μηδένα εἶναι τὸν παρασύροντα καὶ πρὸς ἀπάτην ἕλκοντα, ἀλλ' ἐκποδὼν γίνεσθαι τοὺς τῆς πονηρίας διδασκάλους.
 [00998]  Οὐ μικρὸν δὲ ὀργῆς εἶδος καὶ τὸ τὰς προφητείας ἐπιλιπεῖν.
 [01158]  Τοῦτο ἀρίστου διδασκάλου, ποικίλλειν τὸν λόγον καὶ μήτε τραχύνειν μόνον, μήτε προσηνῆ ποιεῖν μόνον, ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο μεταχειρίζειν τὸ εἶδος, ὥστε πολλὴν ἐκ τῆς μίξεως γενέσθαι τὴν ὠφέλειαν.
 [01234]  Εἶτα δηλῶν τοῦ ἐμπρησμοῦ τὸ εἶδος, φησίν·
 [01297]  Ὥστε δὲ ποιῆσαι τὸν λόγον αὐτοῖς φορτικώτερον καὶ καθάψασθαι τῆς τῶν ἀκροωμένων διανοίας, καὶ κατ' εἶδος διηγεῖται τὸν καλλωπισμὸν τῶν ἱματίων, τῶν χρυσίων, τὸν ἐπὶ τῆς ὄψεως, τὸν ἐπὶ τοῦ λοιποῦ σώματος, πρόεισι δὲ καὶ ἐπὶ τὸν τῆς οἰκίας κόσμον.
 [01323]  Οὐδὲν γὰρ εἶδος οὐκ ἐν ἱματίοις, οὐκ ἐν τῷ λοιπῷ κόσμῳ κατέλιπον, ἀλλὰ πᾶσαν ἐπῆλθον πολυτελείας ὁδόν, τῇ τῆς ἀσελγείας ἐκβακχευθεῖσαι τυραννίδι.
 [01396]  Ἐμφαντικώτερον γὰρ τοῦτο τοῦ λόγου τὸ εἶδος, ὅταν τοιαύτας ἐργάζηται προσωποποιίας.
 [01611]  Εἰπὼν ὅτι κραυγὴν ἐποίησε, τουτέστι πλεονεξίαν, ἁρπαγάς, λέγει καὶ τὸ εἶδος τῆς ἀδικίας πολλῆς ἐμπεπλησμένον τῆς κακουργίας.
 [02180]  Ἐπὶ δὲ τῶν εὐαγγελίων καὶ ἑτέρως μεθοδεύει τουτὶ τῆς ὠφελείας τὸ εἶδος, θαύματα προφητείαις συνάπτων καὶ θάτερον θατέρῳ κατασκευάζων.
 [02609]  Ἀναγκαῖον δὲ πρῶτον εἰπεῖν, τίνος ἕνεκεν τὸ τῆς προφητείας εἶδος εἰς τὸν τῶν ἀνθρώπων εἰσηνέχθη βίον.
000-00-00 Serial Number=0683528304
In Joannem Ante [Go Back]  
 [00873]  ἀποδείξεως τὸ εἶδος περιστρέφουσιν οἱ προφῆται·
 [00980]  ∆ιὸ, παρακαλῶ, μάθωμεν τίς τῆς νίκης ταύτης ὁ τρόπος, καὶ τοῦτο μετίωμεν τοῦ τρόπου τὸ εἶδος.
 [01971]  καὶ πάσης ἀῤῥωστίας εἶδος ἐλύετο, καὶ τοὺς μὲν νεκροὺς ἠφίει τὰ μνήματα, τοὺς δὲ μεμηνότας οἱ δαίμονες, τοὺς δὲ ἀῤῥώστους αἱ νόσοι·
 [01983]  Ἀλλ' ὅμως καὶ τοῦτο κατωρθοῦτο, καὶ πᾶν εἶδος κακίας ἠλαύνετο.
 [02204]  ∆ιὰ γὰρ τοῦτο καὶ τὸ εἶδος τῆς ἐντολῆς ταύτης ὑπέδειξεν ἡμῖν ὁ Θεὸς, ἵνα ἐλεῶμεν, οὐχ ἵνα κολάζωμεν τοὺς ὁμοδούλους.
 [03300]  οἱ δὲ ῥᾳθυμότεροι καὶ μᾶλλον ἠμελημένοι, μίμους καὶ ὀρχηστὰς καὶ ἡνιόχους ἐν τοῖς αὐτῶν περιφέρουσι λόγοις, τὴν ἀκοὴν μολύνοντες, τὴν ψυχὴν διαφθείροντες, τὴν φύσιν ἐκβακχεύοντες τούτοις τοῖς διηγήμασιν, ἅπαν κακίας εἶδος εἰς τὴν ἑαυτῶν διάνοιαν διὰ ταύτης εἰσάγοντες τῆς διαλέξεως.
000-00-00 Serial Number=0441461623
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00032]  Καὶ γὰρ τοὺς ἄνθρακας ὡς πηλὸν κατεπάτησαν, καὶ τὰ πελάγη καὶ τὰ κύματα καθάπερ λειμῶνας ἑώρων, καὶ ἐπὶ τὸ ξίφος ὡς ἐπὶ διάδημα καὶ στέφανον ἔτρεχον, καὶ πᾶν εἶδος τιμωρίας ἤλεγξαν οὐ τῷ γενναίως φέρειν μόνον, ἀλλὰ καὶ τῷ μεθ' ἡδονῆς καὶ προθυμίας πολλῆς.
000-00-00 Serial Number=0516965866
In Psalmos 101-107 Ante [Go Back]  
 [01289]  Ὃ γὰρ ἑώρων διὰ τέχνης ἀνθρωπίνης τὸ εἶδος δεξάμε νον, τούτῳ τὸ σέβας τὸ θεῖον προσήνεγκαν.
 [01578]  Ταύτης πᾶν εἶδος ὁ ἄνθρωπος ἐβδελύξατο.
000-00-00 Serial Number=0930040538
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00346]  Τὸ καὶ τὸ δός μοι εἶδος, καὶ τὰ ἄλλα πάντα παρ' ἐμαυ τοῦ παρέχω·
000-00-00 Serial Number=0709554315
In Psalmum 118 Ante [Go Back]  
 [00729]  Οἱ μὲν γὰρ ἀλαζονείᾳ χρώμε νοι, πᾶν εἶδος ἐπιβουλῆς καττύουσι κατ' ἐμοῦ·
000-00-00 Serial Number=0502299607
In Psalmum 145 Ante [Go Back]  
 [00033]  Ἀργείτω, φησὶ, πᾶσα ἀμφι σβήτησις καὶ μάχης εἶδος καὶ τιμωρίας, ἀναπαυσά σθωσαν μικρὸν τῶν δημίων αἱ χεῖρες.
000-00-00 Serial Number=0167703867
In adorationem venerandae crucis Ante [Go Back]  
 [00017]  Τοῦτο γὰρ τὸ ὁρώμενον σημεῖον τοῦ σταυροῦ ἄγγελοι προσκυνοῦσιν, οὐ διὰ τὸ εἶδος τοῦ ξύλου, ἀλλὰ διὰ τὸν σταυρωθέντα ἐν αὐτῷ ἑκουσίως Χριστὸν ἐν σαρκί.
000-00-00 Serial Number=0728070676
In catenas sancti Petri Ante [Go Back]  
 [00213]  Εἰ γὰρ καὶ παρὰ τῶν κακούντων εἰς κολαστηρίου εἶδος τῷ ἀποστόλῳ γεγόνασιν, ἀλλ' εἰς ἀποτροπὴν τῶν κακούργων βουλομένων ἐδείκνυτο, οὐ μᾶλλον κολάζουσαι, ἢ φρουροῦσαι καὶ περιτειχίζουσαι τὸ ἀποστολικὸν ἐκεῖνο καὶ τίμιον σῶμα.
000-00-00 Serial Number=0314731479
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00107]  Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι ταύτης ἴσον οὐδὲν, καὶ τὸ μέγιστον τῆς ἀξίας εἶδος, τὸ τῆς ἀγάπης εἶδός ἐστι.
000-00-00 Serial Number=0938965380
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06591]  Καινὸν γὰρ τοῦτο τὸ τῆς ἀπάτης εἶδος.
 [06761]  Ὅρα ἕτερον εἶδος πολέμου.
 [06770]  οὐδὲ γὰρ κατ' εἶδος αὐτὰ τέθεικεν, ἀλλ' ὧν μὲν εὔληπτος ἦν ὁ ἀριθμὸς καὶ βραχὺς, ἐμνήσθη τούτων, τρὶς καὶ τρὶς, λέγων, καὶ ἅπαξ·
 [06834]  Οὐδὲ γὰρ ἓν εἶδος κατεσκεύαζε πειρασμῶν, ἀλλὰ ποικίλον καὶ διάφορον.
 [06842]  οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν·
 [06895]  Οὐχ ὡς οὐδὲν εἰρηκὼς, ἀλλ' ἐπειδὴ μέλλει μεταβαίνειν εἰς ἕτερον εἶδος καυχήσεως, ὃ μισθὸν μὲν οὐκ ἔχει τοσοῦτον, λαμπρότερον δὲ δοκεῖ δεικνύναι τοῖς πολλοῖς, οὐ τοῖς ἀκριβῶς ἐξετάζουσι·
 [06909]  Εἰπὼν τοίνυν τοὺς κινδύνους, τοὺς πειρασμοὺς, τὰς ἐπιβουλὰς, τὰς ἀθυμίας, τὰ ναυάγια, ἐφ' ἕτερον μεθίσταται καυχήσεως εἶδος, λέγων·
 [07055]  Λέγων γὰρ τῆς ἀσθενείας τὸ εἶδος, οὐκ εἶπε πυρετοὺς, ἢ περίοδόν τινα τοιαύτην, ἢ ἄλλην ἀῤῥωστίαν σωματικὴν, ἀλλὰ ὕβρεις, διωγμοὺς, στενοχωρίας.
 [07529]  Εἶτα λέγει καὶ τὸ εἶδος τῆς ἁμαρτίας·
 [07532]  εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἅπαν εἶδος ἁμαρτίας τούτῳ δύναται καλεῖσθαι τῷ ὀνόματι.
000-00-00 Serial Number=0351114750
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01342]  Ἐκεῖ τὴν φύσιν αὐτὴν δηλοῖ, οὐ τὸ εἶδος τῆς ὕλης.
 [02031]  καὶ οὐκ ἀπαριθμεῖται κατ' εἶδος·
000-00-00 Serial Number=0947613418
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00530]  Εἶτα λέγει καὶ τῆς ἔριδος τὸ εἶδος.
 [00579]  καὶ τὸ εἶδος τοῦ θανάτου τιθείς·
 [02200]  Εἶτα λέγει καὶ τὸ εἶδος τὸ ποιοῦν αὐτοὺς σαρκικούς·
 [07159]  Εἰπὼν γὰρ, Μὴ εἶναι ἐπιθυμητὰς κακῶν, ὅπερ ἦν καθολικὸν, ἐπάγει καὶ τὸ κατ' εἶδος, δεικνὺς ὅτι ἕκαστον τῶν ἁμαρτημάτων ἐκ πονηρᾶς γέγονεν ἐπιθυμίας·
 [08457]  Εἶτα λοιπὸν λέγει καὶ αὐτὸ τοῦ ἁμαρτήματος τὸ εἶδος.
 [09169]  ὁ δὲ Σολομὼν ὁ υἱὸς τούτου τεσσαράκοντα ἔτη πάντων ἀνθρώπων ἀδεέστερον διῆγεν, εἰρήνης ἀπολαύων βαθείας, δόξης, τιμῆς, καὶ τρυφῆς ἅπαν ἐπιὼν εἶδος;
 [09999]  Τίθει τοίνυν τὴν μὲν φωνὴν ὡς ὑποκεί-μενον, τὴν δὲ σαφήνειαν ὡς εἶδος, οὗ μὴ παρόντος οὐδὲν ὄφελος τοῦ ὑποκειμένου.
000-00-00 Serial Number=0596777081
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02182]  νῦν δὲ οὐδέν ἐστιν εἶδος κακίας ὅπερ ἀτόλμητον.
 [02818]  Ἀλλ' ἔστι καὶ ἕτερον εἶδος τῶν κακῶν, οὐ τοιοῦτον μὲν, κακία δὲ καὶ αὐτό.
 [02825]  Ἔστι καὶ ἄλλο εἶδος, τὸ τῆς ἀσθενείας.
 [03180]  Καὶ εἴθε τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον εἶδος τούτου χαλεπώτερον·
000-00-00 Serial Number=0520807087
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00406]  Καὶ οὐ μέχρι τούτου ἔστη, οὐδὲ μέχρι τῶν ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ κατ' εἶδος ἐπεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι τὴν τοῦ νόμου ἐπιστασίαν.
 [00407]  Εἶτα καταλέξας κατ' εἶδος, εἶπε καὶ κατὰ παράλειψιν, καίτοι [62.512] καὶ τὰ εἰρημένα ἱκανὰ ἦν ἀπαγαγεῖν.
 [00823]  εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολάσεως καὶ τιμωρίας ἄξιος, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας.
 [01056]  Καθάπερ γὰρ ἐπὶ τῶν στρατοπέδων οὐ πάντες εἰς ἓν εἶδος στρατεύονται, ἀλλ' ἐν διαφόροις τάγμασιν·
000-00-00 Serial Number=0571654081
In epistulam ad Colossenses Ante [Go Back]  
 [01594]  Οὐ σχῆμα ἔχει, οὐκ εἶδος, οὐ τύπον.
 [02494]  Πάλιν κατ' εἶδος λέγει·
000-00-00 Serial Number=0637802064
In epistulam ad Ephesios Ante [Go Back]  
 [06602]  Πρῶτον τῶν τακτικῶν εἶδος, τὸ εἰδέναι ἑστάναι καλῶς, καὶ πολλὰ παρὰ τοῦτο γένοιτο ἄν.
000-00-00 Serial Number=0720791221
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03043]  ἂν δὲ λέγῃ, Ἁμαρτωλός εἰμι, μὴ ἀναλογίζηται δὲ αὐτὰ κατ' εἶδος, καὶ λέγῃ, ὅτι Τόδε καὶ τόδε ἥμαρτον·
 [03673]  πᾶν εἶδος κακίας ἔχοντας.
 [09031]  μὴ ἁμαρτωλοὺς καλῶμεν ἑαυτοὺς μόνον, ἀλλὰ καὶ τὰ ἁμαρτήματα ἀναλογιζώμεθα, κατ' εἶδος ἕκαστον ἀναλέγοντες.
 [09038]  [63.217] ψυχὴν, ὡς αὐτὰ ἐφ' ἑαυτῶν τὰ ἁμαρτήματα, καὶ κατ' εἶδος ἐξεταζόμενα.
 [09903]  ἐπαγέσθω πενία, νόσος, ὕβρεις, λοιδορίαι, σκώμματα, πληγαὶ, πᾶν εἶδος κολάσεως, πᾶν εἶδος χλευασίας καὶ ὀνειδισμῶν καὶ ὕβρεων·
000-00-00 Serial Number=0815024436
In epistulam ad Philippenses Ante [Go Back]  
 [03777]  Εἶδεν ἐν κοπρίᾳ κείμενον, σκώληξιν ἡλκωμένον, πυρετοῖς, λιμῷ κατεχόμενον, πᾶν εἶδος ἔχοντα νόσου.
000-00-00 Serial Number=0940222740
In epistulam ad Romanos Ante [Go Back]  
 [00419]  Ἡ δὲ τοῦ Εὐαγγελίου προσθήκη τὸ εἶδος δηλοῖ τῆς διακονίας.
 [00894]  Ἃ μὲν ἦν σφόδρα καταγέλαστα, τίθησι κατ' εἶδος, ἃ δὲ δοκεῖ σεμνότερα εἶναι τῶν ἄλλων, καθολικῶς·
 [04986]  τὸ μὲν γὰρ εἶδος τῆς μέθης διάφορον, ἐπειδὴ τὸ μὲν ἐξ οἴνου, τὸ δὲ ἀπὸ χρημάτων γίνεται·
 [07363]  ἀπηλλάγης Αἰγύπτου, καὶ προσεκύνησας τὸν μόσχον, ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγὼρ, τὸν ναὸν ἐμόλυνας, πᾶν εἶδος ἐπῆλθες κακίας, τὴν φύσιν αὐτὴν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς ποταμοὺς, τοὺς κήπους τῶν θυσιῶν ἐνέπλησας τῶν ἐναγῶν, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρεψας, πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας·
 [08058]  Καὶ τοῦτο διδασκαλίας εἶδος.
 [09999]  Καὶ τοῦτο δὲ εἶδος συμβουλῆς θαυμαστὸν, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις.
000-00-00 Serial Number=0028433979
In epistulam ad Titum Ante [Go Back]  
 [01196]  Ὁρᾷς πῶς πᾶν κακίας εἶδος ἐπεπόλαζε, καὶ πολλή τις ἦν ἡ ἀχλὺς, καὶ τὸ δίκαιον διεφθείρετο;
000-00-00 Serial Number=0309881806
In illud Credidi propter quod locutus sum Ante [Go Back]  
 [00081]  ∆αυὶδ ὁ μακάριος, ὁ ἐν παι [355] δίῳ φιλόλογος, ὁ ἐν ἡλικίᾳ φιλόπονος, ὁ ἐν τῷ γήρᾳ φιλόσοφος, ∆αυὶδ ὁ μακάριος θεόφιλος ὢν καὶ βουλόμενος θεὸν περιαθρῆσαι ὀφθαλμοῖς καρδίας, ὁποῖός ἐστιν, ἔξω γενόμενος τῶν σαρκικῶν ἐπιθυμιῶν καὶ τῷ νῷ τὸν ἀέρα παραδραμὼν καὶ τὰς νεφέλας ὑπερκύψας καὶ τὸν οὐρανὸν ὑπεραλόμενος καὶ τὰς ἀγγελικὰς δυνάμεις παραπετασθεὶς καὶ εἰς αὐτὸ τὸ ἄϋλον καὶ ἀκραιφνέστατον εἶδος τοῦ θεοῦ ἐμβατεύσας καὶ θεωρήσας τὴν αἴγλην ἐκείνην καὶ τὴν ἀστραπὴν τῆς θεότητος ἀνείκαστον μεγαλειότητα οὖσαν καὶ νοήσας, ὅτι οὐδεὶς ἀνθρώπων οὐδὲ μία γλῶσσα ἀνθρωπίνη ἱκανή ἐστι διηγήσασθαι τὸ μέγεθος τοῦ θεοῦ, γεγονὼς ἐν τοιαύτῃ ἐκστάσει καὶ καταμαθὼν ἀκριβῶς θαρσῶν ἀποφαίνεται λέγων·
000-00-00 Serial Number=0014793694
In illud Domine non est in homine Ante [Go Back]  
 [00015]  ∆εῖ τοίνυν ἀναμεμίχθαι τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο μεταχειρίζειν, ὥστε μήτε χαλᾶσθαι πέρα τοῦ μέτρου τὴν διάνοιαν ἡμῖν, μήτε διατεινομένην ὑπὲρ τὸ δέον διαῤῥήγνυσθαι πάλιν πρὸς τὸν πόνον ἀπαγορεύουσαν.
000-00-00 Serial Number=0689791918
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00024]  Τοιοῦτον γὰρ τῆς μάχης ταύτης τὸ εἶδος·
000-00-00 Serial Number=0983095586
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00588]  Καὶ γὰρ καὶ πόλεις αὐτοῖς ὁλόκληροι καὶ δῆμοι πάντοθεν ἐπανίσταντο, καὶ τύραννοι πάντες ἐπεβούλευον, καὶ βασιλεῖς παρεσκευάζοντο, καὶ ὅπλα ἐκινεῖτο, καὶ ξίφη ἠκονᾶτο, καὶ στρατόπεδα ηὐτρεπίζετο, καὶ πᾶν εἶδος κολάσεως καὶ τιμωρίας ἐπενοεῖτο·
000-00-00 Serial Number=0085789561
In illud Memor fui dei Ante [Go Back]  
 [00164]  Καὶ τί κατ' εἶδος ἀριθμοῦμεν;
000-00-00 Serial Number=0017392695
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00172]  ποῖον εὐνοίας εἶδος ζητεῖς;
000-00-00 Serial Number=0941028118
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00049]  Ὁ γὰρ δαίμοσιν ἐπιτάττων, καὶ νεκροὺς ἐγείρων, καὶ ἐξ ἐπιτάγματος καὶ πηρῶσαι, καὶ θεραπεῦσαι τοὺς πεπηρωμένους δυνάμενος, οὗ τὰ ἱμάτια καὶ αἱ σκιαὶ ἅπαν νοσημάτων εἶδος ἔλυον, εὔδηλον ὅτι οὐδὲ ἄνθρωπος λοιπὸν εἶναι ἐνομίζετο, ἀλλ' ἄγγελός τις ἐξ οὐρανοῦ καταβάς.
000-00-00 Serial Number=0702287376
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00031]  Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας υἱοὺς τῶν ἀνθρώπων·
000-00-00 Serial Number=0759513021
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00057]  Χρὴ τοίνυν αὐτῷ πανταχοῦ παραχωρεῖν, καὶ διὰ παντὸς εὐχαριστεῖν, καὶ πάντα φέρειν εὐγνωμόνως, κἂν εὐεργετῇ, κἂν κολάζῃ, [51.51] ἐπεὶ καὶ τοῦτο εὐεργεσίας ἐστὶν εἶδος.
 [00063]  Ἓν μὲν οὖν τοῦτο εὐεργεσίας εἶδος ἦν τὸ χρόνῳ τοσούτῳ τὴν ψυχὴν αὐτοῦ καθαίρειν, ὥσπερ χωνευτηρίῳ τινὶ τῇ πυρώσει τῶν πειρασμῶν αὐτὴν παραδόντα·
000-00-00 Serial Number=0752325833
In principium Actorum Ante [Go Back]  
 [00405]  Στρατόπεδα παρεσκευάζετο, ὅπλα ἐκινεῖτο, βασιλεῖς καθωπλίζοντο, δῆμοι διηγείροντο, πόλεις διανίσταντο, δικασταὶ παρωξύνοντο, ἅπαν τιμωρίας εἶδος ἐπενοεῖτο·
 [00409]  Οὐδὲν γοῦν ἀπάτης, οὐ βίας παρελιμπάνετο εἶδος.
000-00-00 Serial Number=0717918158
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00079]  εἶτα γοργὴν ἔσχεν ἔννοιαν, εὗρεν εἶδος ἐλευθερίας·
 [00087]  Οὐκ ἔστιν εἶδος ἀδικίας, ὃ τὴν σὴν ἀδέκαστον διαπέφευγε γνῶσιν·
000-00-00 Serial Number=0676548898
In sancta et magna parasceve Ante [Go Back]  
 [00157]  εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος·
 [00158]  ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
 [00159]  Οὐκ εἶχε κάλλος, οὐδὲ εἶδος, ὁ παντὸς κάλλους τεχνίτης·
000-00-00 Serial Number=0171933532
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00032]  Ἅπαν γὰρ εἶδος ἐπῆλθε τρυφῆς, καὶ ψυχαγωγίας παντοδαποὺς ἐπενόησε τρόπους, καὶ ποικίλας καὶ πολυτρόπους τέρψεων εὗρεν ἰδέας, καὶ ταύτας δι ηγούμενος ἔλεγεν·
000-00-00 Serial Number=0759449065
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00251]  Οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐν γὰρ ὁμοιώματι τῆς σαρκὸς ἁμαρ τίας χωρὶς ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν, δείξας ὅτι οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες.
000-00-00 Serial Number=0213394165
In venerabilem crucem sermo Ante [Go Back]  
 [00161]  Φύλλα δὲ συκῆς ἦσαν περιβεβλημένοι, σκέποντες τὸ εἶδος τῆς ἁμαρτίας.
000-00-00 Serial Number=0889583766
In venerandum crucem Ante [Go Back]  
 [00124]  Εὐθὺς γὰρ συνεισέπεισι τῇ τρυφῇ καὶ τῇ μέθῃ καὶ ταῖς παντοδαπαῖς καρυκείαις πᾶν εἶδος ἀκολασίας βοσκηματώδους.
000-00-00 Serial Number=0684440255
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00278]  Οὐ γὰρ ἀρκεῖ τὸ εἰπεῖν, ὅτι ἁμαρτωλός εἰμι, ἀλλὰ δεῖ καὶ κατ' εἶδος αὐτῶν μεμνῆσθαι τῶν πλημμελημάτων.
000-00-00 Serial Number=0017094910
Oratio secunda Ante [Go Back]  
 [00011]  οὐκ ἔστιν εἶδος κακίας ῥητὸν ἢ ἄῤῥητον, ὃ οὐκ ἐποίησα καὶ ἔργῳ καὶ λόγῳ, καὶ γνώσει καὶ ἀγνοίᾳ, καὶ ἐνθυμήμασι καὶ νοήμασι, καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν ἁμαρτήσας·
000-00-00 Serial Number=0304958582
Prooemia in Psalmos Ante [Go Back]  
 [00182]  Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο ἔχει τὸ εἶδος τῆς τέρψεως ἡ ψυχὴ, ἵνα μὴ πορνικὰ ᾄσματα οἱ δαίμονες εἰσάγοντες ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς αὐτοῖς ἐπετείχισεν ὁ Θεὸς, ὥστε ὁμοῦ τὸ πρᾶγμα καὶ ἡδονὴν καὶ ὠφέλειαν εἶναι.
000-00-00 Serial Number=0271384656
Quales ducendae sint uxores Ante [Go Back]  
 [00224]  Τούτου δὲ ὄντος, καὶ φιλίας μεταξὺ κειμένης θερμῆς καὶ γνησίας, ἅπαν ἐλαύνεται πορνείας εἶδος, καὶ οὐδὲ ἔννοιά τις ἀκολασίας τῷ φιλοῦντι τὴν ἑαυτοῦ γυναῖκά ποτε ἐμπεσεῖται, ἀλλὰ μένει διηνεκῶς τὴν ἑαυτοῦ στέργων καὶ διὰ τῆς σωφροσύνης τὸν Θεὸν ἐπισπώμενος εἰς τὴν τῆς οἰκίας ἁπάσης εὔνοιάν τε καὶ προστασίαν.
000-00-00 Serial Number=0819555163
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00243]  ἀλλ' ὁ μὲν συβαριτικὴν παρετίθετο τράπεζαν καὶ κρατῆρας εἶχεν ἐστεμμένους, καὶ ἄκρατον ἁπλῶς ἐκχεόμενον καὶ στρατόπεδα μαγείρων, καὶ παρασίτους καὶ κόλακας καὶ χοροὺς ᾀδόντων, οἰνοχοούντων, γελωτοποιούντων καὶ πᾶν εἶδος ἐπινοῶν ἀσωτίας καὶ μεθύων καὶ κραιπαλῶν καὶ στολῇ καὶ τραπέζῃ καὶ ἑτέροις πλείοσι τρυφῶν ἅπαντα διετέλει τὸν χρόνον.
000-00-00 Serial Number=0020197451
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00026]  Καὶ γὰρ καὶ τοῦτο ἕτερον εἶδος πορνείας·
000-00-00 Serial Number=0320309162
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00083]  Καὶ τὸ τῆς συμβουλῆς δὲ εἶδος καὶ τὸ τῆς παραινέσεως, ἐν ἑκατέρῳ τούτων, ἔν τε τῇ προφητείᾳ, ἔν τε τῇ ἱστορίᾳ.
 [00086]  Ἔστι δὲ καὶ ἕτερον προφητείας εἶδος, τὸ τὰ περὶ τοῦ Χριστοῦ προαναφωνῆσαι·
000-00-00 Serial Number=0401358306
Visio Danielis Ante [Go Back]  
 [00008]  Καὶ τοὺς νεκροὺς οὐκ ἔθαπτον, ἀλλὰ μᾶλλον ἴστιον (=ἤσθιον) καὶ ἐκτρόματα τῶν γυναικῶν εἶδος ἀκαθάρτων θηρίων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»