Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐφημίας [80]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐφημίας


000-00-00 Serial Number=0516535759
Ad populum Antiochenum Ante [Go Back]  
 [06039]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ἀκούσονται, ἀλλ' ὅτι καὶ μετ' ἐπαίνων καὶ εὐφημίας οἵ τε λέγοντες λέγουσιν, οἵ τε ἀκούοντες δέχονται·
000-00-00 Serial Number=0006526172
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01056]  ὑμεῖς δὲ καὶ οὐσίας ὁλοκλήρους ὑπὲρ τῆς τῶν δήμων εὐφημίας ἐκενώσατε πολλάκις.
000-00-00 Serial Number=0254511476
Catecheses ad illuminandos Ante [Go Back]  
 [00925]  Κἄν τε οὖν ἀρετὴν μετίωμεν, τοῦτο σκοπῶμεν πρὸ πάντων τὸν παρὰ τοῦ μόνου Θεοῦ ἔπαινον κομίζεσθαι καὶ μηδεὶς ἡμῖν ἔσται λόγος τῆς παρὰ τῶν ἀνθρώπων εὐφημίας, κἄν τε ῥᾳθυμῶμεν, ἐκεῖνο ἡμᾶς φοβείτω καὶ τὸν λογισμὸν ἡμῶν συστελλέτω, τὸ κριτήριον ἐκεῖνο λέγω τὸ ἀδέκαστον, καὶ ἡ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἐπέλευσις καὶ τὸ εἰς βλασφημίαν τοῦ Θεοῦ τείνειν τὰ παρ' ἡμῶν γινόμενα.
000-00-00 Serial Number=0544185936
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00174]  Εἰ γὰρ μηδεμία ἐκ ταύτης τῆς διακονίας ἐτίκτετο κακηγορία, μηδὲ βλάβη, μηδὲ σκάνδαλον, ἀλλὰ μετ' εὐφημίας ἐξῆν τὸ αὐτὸ τοῦτο ποιεῖν, τίνος οὐκ ἂν ἦτε ἐλεεινότεροι τὸν πλοῦτον αὐτῆς αὔξοντες, καὶ πρὸς φιλοχρηματίαν γυμνάζοντες, καὶ εἰς πράγματα ἐμβάλλοντες, καὶ πρὸς κοσμικὰς παιδοτριβοῦντες φροντίδας, οἰκονόμων τάξιν καὶ ἐπιτρόπων καὶ ἀγοραίων τινῶν ἀνταλλαττόμενοι;
000-00-00 Serial Number=0011771441
De Anna i Ante [Go Back]  
 [00497]  Καὶ γὰρ ἄτοπον τοὺς μὲν οἰκέτας τοὺς ἡμετέρους, εἴ ποτέ τι τῶν παρακειμένων λάβοιεν παρ' ἡμῶν μέρος, εὐχαριστεῖν τε ἡμῖν καὶ μετ' εὐφημίας ἀναχωρεῖν·
 [00758]  τῆς τῶν δήμων εὐφημίας;
 [00907]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ᾄδεται ἡ γυνὴ, ἀλλ' ὅτι τοσούτου παρελθόντος χρόνου, οὐ μόνον οὐκ ἐσβέσθη τὰ τῆς εὐφημίας αὐτῆς, ἀλλὰ καὶ αὔξεται καὶ ἐπιτείνεται πολλῷ πλέον, καὶ τὴν φιλοσοφίαν αὐτῆς καὶ τὴν ὑπομονὴν καὶ τὴν καρτερίαν ἅπαντες ἴσασι, καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν στρατοπέδοις, καὶ ἐν πλοίοις, καὶ ἐν ἐργαστηρίοις, καὶ πανταχοῦ τῆς γυναικὸς ἐγκωμιαζομένης ἀκούσῃ ταύτης.
000-00-00 Serial Number=0286688268
De Davide et Saule Ante [Go Back]  
 [00070]  Εἰ δὲ αὐτὸς μὲν δεδοικὼς καὶ τρέμων ἔνδον ἐκάθητο, καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶν, οὗτος δὲ τὸ πᾶν εἰργάσατο, πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους ἐκείνους συμβαλλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν;
 [00071]  Εἰ γὰρ ἀγανακτεῖν ἐχρῆν, τὸν ∆αυῒδ ἀγανακτεῖν ἔδει, ὅτι τὸ πᾶν αὐτὸς κατορθώσας, μεριστὴν ἕτερον ἔσχε τῆς εὐφημίας.
 [00076]  Οὐ γὰρ δὴ τὰ ᾄσματα αὐτὸς συνέθηκεν, οὐδὲ ἐκείνας λέγειν ἅπερ ἔλεγον αὐτὸς ἀνέπεισεν, οὐδὲ κατεσκεύασε τοῦτον τὸν τρόπον γενέσθαι τῆς εὐφημίας.
 [00079]  Καὶ εἰ μὲν ἀπὸ τῆς εὐφημίας ἐκείνης ἐπαρθεὶς ὁ μακάριος ἐφθόνει τῷ κρατοῦντι καὶ ὕβριζεν εἰς αὐτὸν, καὶ διέπτυσεν αὐτοῦ τὴν βασιλείαν, τάχα εἶχέ τινα λόγον ὁ φθόνος·
 [00306]  Οὐ γὰρ ὁ τὸν στέφανον περικείμενος ἀθλητὴς, οὐδὲ ὁ τοὺς πόνους ὑπομένων καὶ τοὺς ἱδρῶτας μόνον, ἀλλὰ καὶ ὁ θαυμαστὴς τοῦ νενικηκότος οὐκ ὀλίγην ἐκ τῆς εὐφημίας ἐκείνης καρποῦται τὴν ἡδονήν.
 [00395]  Ὅτι γὰρ οὐ παρ' ἑτέρων ἀναπεισθεὶς, ἀλλ' αὐτὸς οἴκοθεν τὴν πονηρίαν ταύτην τεκὼν ἐπολέμει τῷ δικαίῳ, καὶ τοῦτο ἐδήλωσεν ὁ τὸ βιβλίον γράψας, εἰπὼν ὅτι ἐκ τῆς εὐφημίας ὁ φθόνος ἐτίκτετο, καὶ προϊὼν ηὔξετο καθ' ἑκάστην ἡμέραν.
 [00494]  Ἰδοὺ γοῦν οὗτος καὶ τὴν βασιλείαν ἔλαβε, καὶ τὴν χεῖρα οὐκ ἐμόλυνεν, ἀλλὰ καθαρὰν ἔχων τὴν δεξιὰν, οὕτω τὸν στέφανον ἀνεδήσατο, καὶ ἐπὶ τὸν θρόνον ἀνέβη, τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος λαμπροτέραν ἔχων εὐφημίας ὑπόθεσιν, τὸ φείσασθαι τοῦ πολεμίου, τὸ θρηνῆσαι πεσόντα.
000-00-00 Serial Number=0366417766
De Lazaro Ante [Go Back]  
 [00617]  Καὶ καθάπερ ἐν τῷ σκάμματι πολλά τινα τραύματα λαβόντα καὶ αἵματι κατεῤῥαντισμένον, εἶτα τὴν κεφαλὴν ἀναδησάμενον οἱ πρὸ τοῦ σκάμματος ἑστῶτες ὑποδεξάμενοι μετὰ πολλῆς τῆς εὐφημίας οἴκαδε ἄγουσι κροτοῦντες, εὐφημοῦντες, θαυμάζοντες·
 [01287]  Φέρε οὖν, ἐπειδὴ καὶ τοῖς πατράσι τὰς εὐφημίας ἀποδεδώκαμεν, οὐ τὰς κατ' ἀξίαν τὴν ἐκείνων, ἀλλὰ τὰς κατὰ δύναμιν τὴν ἡμετέραν, ἀποδῶμεν καὶ ὑμῖν τοῦ διηγήματος τούτου τὸ λείψανον.
 [01659]  Καθάπερ γὰρ τοὺς ἐπ' ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι ταῖς εὐφημίαις, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς ἅπαντες προπέμπουσι τῆς εὐφημίας.
000-00-00 Serial Number=0601289332
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00113]  Ἀλλ' ὥσπερ οἱ τοῖς βασιλεῦσι τὰς εὐφημίας προσφέροντες, καὶ βασιλέας καλοῦντες καὶ αὐτοκράτορας, οὐχ ὃ μὴ ἔχουσι χαρίζονται, ἀλλ' ὅπερ ἔχουσιν εὐφημοῦσιν·
000-00-00 Serial Number=0911994457
De beato Philogonio Ante [Go Back]  
 [00010]  Ὁ μὲν γὰρ εἰς τὸν οὐρανὸν ἀναβὰς, οὐδὲν ἂν δέοιτο τῆς ἀνθρωπίνης [48.749] εὐφημίας πρὸς μείζονα καὶ μακαριωτέραν λῆξιν ἀπελθών·
000-00-00 Serial Number=0621419609
De eleemosyna [5] Ante [Go Back]  
 [00106]  Οἱ κύνες γὰρ ἐρχόμενοι καὶ βλέποντες αὐτὸν οὕτως κείμενον, καὶ τὸν ἰχῶρα περιῤῥεόμενον, καὶ τῶν μελῶν αὐτοῦ, εὐσπλαγχνίαν πολλὴν ἐπιδεικνύμενοι, ὥσπερ σπόγγον τινὰ προσερχόμενοι τῇ γλώσσῃ ἀπέμασσον τὸν ἰχῶρα ἐκ τῶν μελῶν αὐτοῦ, περιλείχοντες, ὡς ἄριστοί τινες ἰατροὶ θεραπεύοντες, τὰ ἕλκη, μετὰ πολλῆς εὐφημίας κεχηνότες, ἀσφαλιζόμενοι ἀκριβῶς, μή πως φθάσῃ ὁ ἰὸς τῶν ὀδόντων, καὶ καταλυμήνηται τοῦ δικαίου τι.
000-00-00 Serial Number=0506022573
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00036]  καὶ οὐδὲν ὅλως εἶδος εὐφημίας ἀπολιμπάνουσιν.
 [00041]  Μετὰ δὲ τὸ πολὺ δαπανῆσαι χρυσίον καὶ ἀργύριον, ἵππους, ἱμάτια, παῖδας καὶ πάντα ἐκεῖνα καὶ κενῶσαι πολλὰς οὐσίας, παραπέμπουσι πάλιν αὐτὸν μετὰ πολλῆς τῆς εὐφημίας, τοσοῦτοι μέντοι οὐκέτι·
 [00061]  οὐχὶ πᾶσαν τὴν ἡμέραν εἰς τὰς εὐφημίας ἀνήλωσας τὰς ἐκείνου;
000-00-00 Serial Number=0001078427
De incomprehensibili dei natura Ante [Go Back]  
 [00648]  Εἰ γὰρ «μνήμη δικαίου μετ' ἐγκωμίων», πολλῷ μᾶλλον μνήμη Θεοῦ μετ' εὐφημίας.
000-00-00 Serial Number=0506816626
De sacerdotio Ante [Go Back]  
 [01178]  Καὶ καθάπερ ὁ μήτε πάσχων τι πρὸς τὰς εὐφημίας, μήτε λέγειν εἰδὼς οὔτε εἴκειν ταῖς τοῦ πλήθους ἡδοναῖς, οὔτε ὠφελεῖν ἀξιόλογόν τινα δύναται ὠφέλειαν τῷ μηδὲν ἔχειν εἰπεῖν, οὕτω καὶ ὁ τῷ πόθῳ τῶν ἐγκωμίων ἑλκόμενος, ἔχων ἀμείνους ἐργάσασθαι τοὺς πολλούς, ἀντὶ τούτων παρέχει τὰ τέρψαι δυνάμενα μᾶλλον, τούτων τοὺς ἐν τοῖς κρότοις θορύβους ὠνούμενος.
000-00-00 Serial Number=0704384744
De sancta Droside martyre Ante [Go Back]  
 [00193]  Μετὰ γὰρ τὰς εὐφημίας τὰς ἐν τῷ μέσῳ τὰς ὠνητὰς ἐκείνας, ἢ ἐκ φόβου τινὸς γινομένας, πάντων ἀκούσει κατηγορούντων καὶ ἐν ἀμφόδοις καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ καὶ ἐν καπηλείοις, καὶ ἐν ἑτέροις ἐργαστηρίοις, καὶ ἐν ὁδῷ καὶ ἐν χώρᾳ, καὶ πανταχοῦ τῶν ὁδευόντων ἑκάστου πρὸς τὸν πλησίον μετὰ πολλοῦ τοῦ φόβου διηγουμένου καὶ λέγοντος, οἷα αὐτὸν διαδέξεται κακὰ, οἷαι ἀπαντήσονται τιμωρίαι, οἷαι νῦν ἀναμένουσι βάσανοι.
000-00-00 Serial Number=0904832244
De sanctis martyribus [2] Ante [Go Back]  
 [00101]  Εἰ γὰρ ἐν σώματι ὄντες κατὰ τὴν τῶν μυστηρίων κοινωνίαν εἰς ἐκεῖνον ἐτέλουν τὸν χορὸν, μετὰ τῶν Χερουβὶμ τὸν τρισάγιον ὕμνον ψάλλοντες, καθάπερ ὑμεῖς ἴστε οἱ μυηθέντες, πολλῷ μᾶλλον νῦν τοὺς συγχορευτὰς ἀπολαβόντες μετὰ πολλῆς τῆς παῤῥησίας κοινωνοῦσι τῆς εὐφημίας ἐκείνης.
000-00-00 Serial Number=0111534178
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00143]  οὐ γὰρ χρείαν ἔχει ἡ ἀσώματος οὐσία τῆς ἡμετέρας εὐφημίας, ἀλλ' ὥσπερ ὁ τὸν ἥλιον λέγων φαιδρὸν, οὐ προστίθησιν αὐτοῦ τῷ φωτὶ, οὐδὲ ὁ σκοτεινὸν λέγων μειοῖ αὐτοῦ τὴν οὐσίαν, ἀλλὰ τῆς οἰκείας πηρώσεως ἐκφέρει δεῖγμα τὴν ψῆφον·
000-00-00 Serial Number=0504795074
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00504]  Καὶ γὰρ ἄτοπον τοὺς μὲν οἰκέτας τοὺς ἡμετέρους, εἴ ποτέ τι τῶν παρακειμένων λάβοιεν παρ' ἡμῶν μέρος, εὐχαριστεῖν τε ἡμῖν καὶ μετ' εὐφημίας ἀναχωρεῖν, ἡμᾶς δὲ τοσούτων ἀπολαύοντας ἀγαθῶν, μηδὲ τοσαύτην ἀποδιδόναι τῷ Θεῷ τὴν τιμήν.
 [02253]  Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γενομένας εὐφημίας ἴδῃς, ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον, καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους, καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους σε καὶ μισοῦντας.
 [02464]  οὗτος μετὰ ὕβρεων καὶ λοιδοριῶν, ἐκεῖνος μετὰ ἐπαίνων καὶ εὐφημίας·
 [03456]  Καὶ γὰρ ἐν ταῖς ἱπποδρομίαις οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου κροτοῦντος, καὶ μυρίας εὐφημίας καταχέοντος, οὐκ ἐπιστρέφονται, οὔτε ἡδονήν τινα ἐκ τῆς ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι, τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλήθους, καὶ τότε μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσας δοξάσῃ.
 [03638]  πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους συμβαλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν;
 [03639]  Εἰ γὰρ ἀγανακτεῖν ἐχρῆν, τὸν ∆αυῒδ ἀγανακτεῖν ἔδει, ὅτι τὸ πᾶν αὐτὸς κατορθώσας μεριστὴν ἕτερον ἔσχε τῆς εὐφημίας.
 [07713]  Καθάπερ γὰρ τοὺς ἐπὶ ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι μετ' εὐφημίας, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς δεῖ προπέμπειν τῆς εὐφημίας.
000-00-00 Serial Number=0972412288
Epistula ad Cyriacum Ante [Go Back]  
 [00048]  Καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει γράμματα πολλῆς γέμοντα εὐφημίας διηγούμενος τὰ γεγενημένα καὶ ἀξιόπιστος γινόμενος κήρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων.
000-00-00 Serial Number=0564860940
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00159]  Καὶ ἐπειδὴ καὶ τὰ τῆς κακίας τῶν πολεμούντων ἀπήρτιστο τί γὰρ μετὰ θάνατον λοιπὸν ἐπιχειρῆσαι ἠδύναντο καὶ τὰ τῶν ἀθλητῶν ἐπεπλήρωτο καὶ ὁ στέφανος ἐπλάκη καὶ τὰ βραβεῖα αὐτοῖς συνελέγη καὶ οὐδὲν λοιπὸν ἔλιπεν εἰς εὐδοκίμησιν, τότε δὴ τὰ δεινὰ λύεται καὶ ὁ τὴν κάμινον ἀνάψας καὶ τοσαύτῃ παραδοὺς τιμωρίᾳ, οὗτος θαυμαστὸς ἐπαινέτης τῶν ἁγίων ἐκείνων ἀθλητῶν γίνεται καὶ κῆρυξ τῆς τοῦ Θεοῦ παραδοξοποιΐας, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει τὰ γράμματα πολλῆς γέμοντα εὐφημίας, διηγούμενος τὰ γεγενημένα καὶ ἀξιόπιστος γινόμενος κῆρυξ τῶν τοῦ παραδοξοποιοῦ Θεοῦ θαυμάτων.
 [01364]  Οὐδεὶς γὰρ τῷ νικήσαντι καὶ τρόπαιον στήσαντι λαμπρὸν παραγίνεται συμμαχίαν κομίζων, ἀλλ' εὐφημίας μόνον.
000-00-00 Serial Number=0989114106
Expositiones in Psalmos Ante [Go Back]  
 [01909]  Τοῦτο γάρ σε καὶ παρὰ τοῖς ἐχθροῖς ὑψηλὸν ποιήσει, καὶ παρὰ τοῦ λαοῦ σου πολλὰς οἴσει τὰς εὐφημίας.
 [02447]  Καθάπερ γὰρ ἐπὶ τῶν πολέμων, βασιλέως νικήσαντος, χοροὺς στήσαντες ᾄδουσιν, εἰς ἐκεῖνον τὰς εὐφημίας ἀναφέροντες·
 [02451]  Ὥσπερ γὰρ θυσίας ἔλαβεν, οὐχὶ δεόμενος θυσιῶν Ἐὰν γὰρ πεινάσω, φησὶν, οὐ μή σοι εἴπω, ἀλλ' ἐνάγων τοὺς ἀνθρώπους εἰς τὴν αὐτοῦ τιμὴν, οὕτω καὶ ὕμνους δέχεται, οὐ δεόμενος τῆς παρ' ἡμῶν εὐφημίας, ἀλλ' ἐπιθυμῶν τῆς ἡμῶν σωτηρίας.
000-00-00 Serial Number=0549057245
In Acta apostolorum Ante [Go Back]  
 [04800]  Ὥσπερ γὰρ τὰς εὐφημίας οὐ δεῖ προσίεσθαι, οὕτως οὐδὲ τὰς κατηγορίας.
000-00-00 Serial Number=0058619916
In Isaiam Ante [Go Back]  
 [01942]  Τοιαῦτα καὶ αἱ δυνάμεις αὗται, καθαροῖς στόμασιν ἀνυμνοῦσαι τὸν ∆εσπότην, ἔργον τοῦτο ἔχουσαι διηνεκῶς, εὐφημίας ἀναφέρουσαι, λειτουργίαν ἀδιάλειπτον.
 [02024]  Καὶ νῦν, ἐπειδὴ ὑμνῳδίας ἦν καιρὸς καὶ εὐφημίας καὶ τὰς ἄνω δυνάμεις ἑώρα τοῦτο ποιούσας, εἰκότως ἐπὶ τὰ χείλη τρέπει τὸν λόγον, τὰ μάλιστα πρὸς τὴν τοιαύτην διακονίαν καλούμενα.
000-00-00 Serial Number=0899255633
In Psalmum 118 Ante [Go Back]  
 [01693]  Καὶ ἡ φωνὴ εὐ κτικὴ, διδάσκουσα ἡμᾶς, ὅσης κατακρίσεως ὑπεύθυνοι γί νονται οἱ τὰ πορνικὰ ᾄσματα φθεγγόμενοι, οἱ κολακείας καὶ εὐφημίας ἀνθρώποις προσφέροντες, οἱ κωμικὰς φλυα ρίας ἀναφωνοῦντες, οἱ διὰ λοιδορίας ψιθυρίζοντες, οἱ ψευ δηγορίας, οἱ κραυγὰς ἐν ἱπποδρομίαις θρυλλοῦντες.
000-00-00 Serial Number=0456877291
In catenas sancti Petri Ante [Go Back]  
 [00006]  ἃ πάντα εἰς ἀφορμὴν ἐπαίνων κρινόμενά τε καὶ λαμβανόμενα ἀνυψώσει πάντως τὸν εὐφημούμενον, καὶ πρὸς αὐτὸ τὸ ἄκρον ἀναβιβάσει τῆς εὐφημίας, ὅσιον γὰρ ὁμοῦ καὶ δίκαιον, καὶ διὰ τὸ ἐκ τοῦ νομικοῦ γράμματος τὸν ἐπὶ σωτηρίᾳ ἡμῶν ἐληλυθότα, ἐνοπτρίζεσθαι ταῖς πρεπούσαις τιμαῖς μεγαλύνεσθαι τὸν ἀπόστολον·
 [00023]  [158] ρο], καὶ τῆς εἰς αὐτὸν εὐφημίας πλουτῆσαι συλλήπτορα.
 [00195]  Ὄντως οὗτός ἐστιν ἡ τῶν ἀποστόλων κρηπὶς, ὁ τῶν οὐρανίων μυσταγωγὸς, ὁ τῶν ἀποῤῥήτων ὑφυγητὴς, ὁ τῶν σαλευομένων στηριγμὸς, ὁ τῶν καταπιπτόντων ἀνορθωτὴς, ὁ τῶν ἐστηριγμένων συντηρητὴς, ὁ τῆς μετανοίας θερμότατος ὁδηγὸς, Πέτρος τὸ μέγα θαῦμα τοῦ κόσμου παντὸς, τὸ τῆς ἐκκλησίας καύχημα, τὸ τῶν μαθητῶν σεμνολόγημα, τὸ τῶν ὀρθοδόξων ὡράϊσμα, τὸ τῶν θεολόγων ἐγκαλλώπισμα, τὸ στόμα Χριστοῦ, ὁ νοῦς ὁ οὐράνιος, τὸ τῆς Τριάδος καθαρώτατον σκήνωμα, ὁ τῶν προσκεκρουκότων διαλλακτὴς, ὁ τῶν σεμνῶς βιούντων χειραγωγὸς, ὁ τῶν καλῶς τρεχόντων ὑπασπιστὴς, ὁ παντὸς οὐρανίου καὶ ἐπιγείου ἐπαίνου καὶ πάσης εὐφημίας ἐπάξιος.
 [00283]  Ἐγὼ δὲ καὶ αὐτὴν τὴν φρουρὰν παντοίως ἀξιῶ εὐφημίας καὶ πάσης σεβασμιότητος ἔμπλεων ὡς ἀξιωθῆσαν τηλικούτων ἁγιωσύνης τέμενος ἔνδον εἰσδέξασθαι.
000-00-00 Serial Number=0982925892
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00501]  τοῦτο καὶ ἡμεῖς ἐργαζώμεθα, καὶ εἰς πάντας τοῦ Θεοῦ τὴν εὐεργεσίαν ἐκφέρωμεν, ἵνα κοινωνοὺς λάβωμεν τῆς εὐφημίας.
 [00527]  Ἄλλως δὲ καὶ σὸν αὐτὸ ποιεῖς διὰ τῆς εὐφημίας, καὶ κοινωνεῖς τῶν στεφάνων, καὶ λήψῃ καὶ αὐτὸς τὸ χάρισμα.
 [03641]  ∆ιὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας.
 [03661]  ∆ιὰ δυσφημίας καὶ εὐφημίας.
 [03685]  Τοῦτό ἐστι, ∆ιὰ δυσφημίας καὶ εὐφημίας.
 [05152]  Ὅταν γὰρ τοὺς ἐκείνῳ διακονου [61.527] μένους τιμήσωμεν, εἰς αὐτὸν διαβαίνει τὰ τῆς εὐφημίας.
 [06666]  Κἂν γὰρ λέγων εὐδοκιμῇ, μείζονα ἔχει τὸν φόβον [φθόνον?] τῆς εὐφημίας·
000-00-00 Serial Number=0495539367
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01004]  τούτου μετ' εὐφημίας ἡ μνήμη πανταχοῦ·
000-00-00 Serial Number=0622921109
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03476]  Τῆς οὖν εὐφημίας τῶν οὕτω διακειμένων ἀνθρώπων ἐπιθυμεῖς, καὶ οὐ κατορύττεις σαυτόν;
 [03490]  καὶ μετὰ ὀρχηστῶν καὶ μαλακῶν καὶ μίμων καὶ πορνῶν γυναικῶν εὐφημίας ἀπολαύειν θέλεις, εἰπέ μοι;
 [08887]  ἵνα πάντα γενναίως καὶ εὐχαρίστως φέροντες, καὶ ἐν τῷ παρόντι βίῳ πᾶσαν ἀποκρουσώμεθα ἀθυμίαν, καὶ τοὺς περὶ τῆς εὐφημίας ταύτης ἀπολάβωμεν μισθοὺς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0432609379
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02050]  Ἄκουε αὐτοῦ περὶ ἑαυτοῦ λέγοντος, ∆ιὰ δυσφημίας καὶ εὐφημίας.
000-00-00 Serial Number=0865544081
In epistulam ad Ephesios Ante [Go Back]  
 [04435]  Τοῦτο μὲν γὰρ ἔπαινον ἔχει καὶ κρότους παρὰ πάντων καὶ εὐφημίας, τὸ κακῶς παθόντα μὴ ἀντεπεξελθεῖν.
000-00-00 Serial Number=0668241441
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00298]  πῶς οὐχὶ καὶ ἐπὶ τῆς εὐφημίας, καὶ ἐπὶ τῆς κατηγορίας ταὐτόν ἐστιν;
 [09663]  Γυμνὸς οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης καὶ εὐφημίας, εἰς τὸν βίον παρήχθης.
000-00-00 Serial Number=0893144965
In epistulam ad Philippenses Ante [Go Back]  
 [04023]  ∆ιὰ δόξης, φησὶ, καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας.
000-00-00 Serial Number=0506947577
In epistulam ad Romanos Ante [Go Back]  
 [02764]  Εἰ γὰρ εἰς βασιλέας εὐφημίας λέγοντες ἄνθρωποι, αὐτῷ τούτῳ καλλωπίζονται μόνῳ, κἂν μηδὲν ᾖ καρπώσασθαι ἕτερον·
 [06727]  ὅταν δὲ καὶ οὗτος διαῤῥέῃ, ποίαν ἕξομεν ἀπολογίαν, ὑπὲρ τοῦ μὴ μένοντος τὸν μένοντα προδιδόντες, ὑπὲρ τῆς τῶν ὀλίγων εὐφημίας τοσαῦτα ἀπολλύντες ἀγαθά;
 [06735]  Καὶ γὰρ καὶ αὐτοὶ οἱ λέγοντες, ὕστερον διαβάλλουσιν ὡς κενόδοξον καὶ φι [60.570] λότιμον καὶ ἐρῶντα τῆς παρ' αὐτῶν εὐφημίας.
 [06743]  ἀποστράφηθι τὰς εὐφημίας, καὶ τότε μυρίων ἀπολαύσεις τῶν ἐπαίνων καὶ παρὰ Θεῷ, καὶ παρ' ἀνθρώποις.
 [06757]  Πῶς γὰρ οὐκ ἀτιμότερος ὁ τῆς παρ' ἐκείνων δεόμενος εὐφημίας, καὶ μὴ νομίζων ἀρκεῖν σεαυτῷ, εἰ μὴ τὴν παρ' ἑτέρων δόξαν λάβοις;
 [06794]  ταύτας γὰρ οὗτοι τὰς εὐφημίας διώκουσιν.
000-00-00 Serial Number=0237500191
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00042]  ποῦ σοι δεῖ με τανοίας, εὐφημίας ἄξια πράττοντι;
000-00-00 Serial Number=0017461002
In sanctum Romanum Ante [Go Back]  
 [00013]  εἷς Ὀλυμπιονίκης γίνεται, καὶ ὁλόκληρος δῆμος εὐφραίνεται, καὶ μετὰ πολλῆς αὐτὸν δέχεται τῆς εὐφημίας.
000-00-00 Serial Number=0700222611
In sanctum Stephanum i Ante [Go Back]  
 [00003]  κοσμείτω δέ γε αὐτοὺς καὶ ὁ ἡμέτερος λόγος, καθ' ὅσον οἷόν τε, διὰ τῆς εἰς αὐτοὺς [63.930] εὐφημίας ἀνακηρύττων τὰ ἐκείνων κατορθώματα·
000-00-00 Serial Number=0771505654
Laus Diodori episcopi Ante [Go Back]  
 [00012]  ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ, γυμνῇ τῇ κεφαλῇ, τῶν προσωπείων τούτων ἀφαιρεθέντων, πρὸ βήματος [52.763] ἑστῶτες, οὐδὲν ἀπὸ τῆς ἐντεῦθεν δόξης εἰς τὴν ἐκεῖ ψῆφον ὠφεληθῆναι δυνησόμεθα, ἀλλὰ δι' αὐτὸ τοῦτο κολασθησόμεθα μειζόνως, ὅτι καὶ πολλῶν ἐπαίνων καὶ πολλῆς εὐφημίας παρὰ τῶν πολλῶν ἀπολαύσαντες, οὐδὲ αὐτῷ τούτῳ γεγενήμεθα βελ τίους.
000-00-00 Serial Number=0636452913
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00162]  καὶ γὰρ ἀναγκαῖον ἐντεῦθεν προοιμιάσασθαι, ἐπειδὴ ὑγιείας καὶ ζωῆς καὶ τῆς παρὰ τῶν πολλῶν εὐφημίας καὶ χρηστῆς ὑπολήψεως καὶ πατρίδος καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ ἁπάντων τῶν τὸ χαλεπὸν τοῦτο νόσημα νενοσηκότων τιμιώτερον τοῖς πολλοῖς ἔδοξεν εἶναι.
 [00224]  Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γινομένας εὐφημίας ἴδῃς αὗται γάρ εἰσιν τὰ χρώματα καὶ αἱ ἐπιγραφαί ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους καὶ μισοῦντας καὶ εἴ ποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέν τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος, θερμοτέραν ἀκτῖνα ἀφείς, οὕτως ὄψει καλῶς ὅτι παρὰ πάντα τὸν χρόνον ἐν ἐσχάτῃ μὲν εἶ ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι, τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστα μισούντων σε καὶ μυρίαις σε κατὰ διάνοιαν πλυνόντων λοιδορίαις καὶ ἐν ἐσχάταις σε συμφοραῖς ἐπιθυμούντων ἰδεῖν.
000-00-00 Serial Number=0492721975
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00222]  Εἰ γὰρ τοσαύτην αὐτῷ μαρτυρεῖς εὐλάβειαν, καὶ οὕτω τρέμει καὶ δέδοικε τοῦ Θεοῦ τὰ προστάγματα, ὡς ἀνδραπόδου παντὸς εὐτελέστερον ἑαυτὸν καθαιρεῖν, καὶ πάντα ὑφίστασθαι μηδὲν καρπούμενον παρὰ σοῦ, πρὸ πάντων τούτων τῆς δόξης αὐτὸν καὶ τῆς εὐφημίας ἔδει φροντίσαι τοῦ Θεοῦ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»