Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐχὴ [119]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐχὴ
Cooperatorum Veritatis Societas
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0711725354
[01014]
βιωτικῶν ἁπάντων καὶ τῶν πνευματικῶν ἔχεσθαι καὶ ὅσον ἀγαθὸν εὐχὴ καὶ ἐλεημοσύνη·
[01124]
Πρὸ πάντων εὐχὴ ἐκτενὴς καὶ εὐχαριστία ὑπὲρ τῶν ἤδη παρασχεθέντων καὶ παράκλησις ὑπὲρ τῆς τῶν δοθέντων ἀσφαλείας.
[01126]
Εὐχὴ τὸ τεῖχος τῶν πιστῶν, εὐχὴ τὸ ὅπλον ἡμῶν τὸ ἀκαταγώνιστον, εὐχὴ τὸ καθάρσιον τῆς ἡμετέρας ψυχῆς, εὐχὴ ἡ ἀπολύτρωσις τῶν ἡμετέρων ἁμαρτημάτων, εὐχὴ ἡ ὑπόθεσις τῶν μυρίων ἀγαθῶν.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0445493519
[02763]
[16,17a] ἄδικον γὰρ οὐδὲν ἦν ἐν χερσί μου, [17b] εὐχὴ δέ μου καθαρά.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0989001036
[00250]
Ἐπειδὴ ὠνείδισεν, ἔθλιψε, καὶ μείζονα τὴν ὀδύνην εἰργάσατο, ἀπὸ τῆς ὀδύνης ἡ εὐχὴ προσεκτικωτέρα γέγονεν, ἡ εὐχὴ τὸν Θεὸν ἐπεσπάσατο, καὶ ἐπινεῦσαι ἐποίησε, καὶ οὕτως ὁ Σαμουὴλ ἐτέχθη.
[00286]
Εἰ γὰρ καὶ ὁ ἀνὴρ ἔσπειρεν, ἀλλὰ τῷ σπέρματι τὴν δύναμιν ταύτης παρέσχεν ἡ εὐχὴ, καὶ σεμνοτέρας τοῦ Σαμουὴλ τὰς ἀρχὰς τῆς γεννήσεως ἐποίησεν.
[00364]
Τοῦτο γάρ ἐστι μάλιστα εὐχὴ, ὅταν ἔνδον αἱ βοαὶ ἀναφέρωνται·
[00499]
Ὅπου γὰρ εὐχὴ καὶ εὐχαριστία, ἁγίου Πνεύματος παραγίνεται χάρις, καὶ φυγαδεύονται δαίμονες, καὶ πᾶσα ἀντικειμένη δύναμις δραπετεύει καὶ ἀφίσταται.
[00574]
Ὁμοῦ γὰρ ἐφθέγξατο, καὶ πρὸς τὸν οὐρανὸν ἀνέδραμεν ἡ εὐχὴ, καὶ καρπὸν ἤνεγκεν ὥριμον αὐτῇ, τὸν ἅγιον Σαμουήλ.
De Christi precibus
Ante [Go Back]
000-00-00 Serial Number=0811542451
[00091]
Καὶ ἵνα μάθητε ὅτι συγκαταβάσεώς ἐστιν ἡ εὐχὴ, μάλιστα μὲν καὶ ἤδη διὰ τῶν περὶ τὸν Λάζαρον συμβάντων ἀπεδείξαμεν·
[00101]
Καὶ ὅτι οὐχ ἡ εὐχὴ, ἀλλ' ἡ φωνὴ τὸν νεκρὸν ἤγειρεν, ἱκανῶς ἀπεδείξαμεν τότε·
De baptismo Christi
Ante [Go Back]
000-00-00 Serial Number=0922226310
[00246]
Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ' ἐκεῖνον γίνεται τὸν τύπον;
De beato Abraham
Ante [Go Back]
000-00-00 Serial Number=0042750418
[00236]
Ἀλλά φησι, Θεός εἰμι, οὐ τὰ ἐκ χειλέων μόνον ἀκούων, ἀλλὰ καὶ τὰ ἐν τῇ καρδίᾳ γνωρίζων, ἵνα μάθῃς, ὅτι οὐκ ἐν τῷ κράζειν ἡ εὐχὴ, ἀλλ' ἐν τῇ γνώμῃ.
[00239]
εὐχὴ γὰρ ἀπὸ γνώμης ἀγαθῆς ζητεῖται, οὐκ ἀπὸ κραυγῆς ἰσχυρᾶς.
De consubstantiali
Ante [Go Back]
000-00-00 Serial Number=0760951042
[00197]
καὶ ἐκεῖνοι μὲν λέγουσιν, ὅτι τῆς θεότητός ἐστιν ἡ εὐχὴ, ἡμεῖς δὲ λέγομεν, ὅτι τῆς οἰκονομίας.
[00233]
Εἰ γὰρ τῆς Θεότητός ἐστιν ἡ εὐχὴ, εὑρεθήσεται καὶ αὐτὸς ἑαυτῷ περιπίπτων καὶ ἐναντιολογῶν καὶ μαχόμενος.
[00314]
εὐχὴ καὶ τὰ ἀγαθὰ ἡμῖν ἀκίνητα διατηρεῖ, καὶ τὰ κακὰ μεταβάλλει ταχέως·
[00316]
εὐχὴ λύπης ἁπάσης φυγαδευτήριον, εὐθυμίας ὑπόθεσις, διηνεκοῦς ἡδονῆς ἀφορμὴ, φιλοσοφίας μήτηρ.
De decem millium talentorum debitore
Ante [Go Back]
000-00-00 Serial Number=0054530323
[00292]
Καὶ τοσοῦτον δύναται, φησὶν, εὐχὴ, ὡς τὸν δι' ἔργων καὶ μυρίων πραγμάτων προσκρούσαντα τῷ ∆εσπότῃ ἀπαλλάξαι κολάσεως καὶ τιμωρίας;
[00378]
Οὕτω μηδὲν τοίνυν σπουδάζωμεν, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην·
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0766749024
[00666]
Καί, ἵνα μάθητε ὅτι αὐτὴ ἡμῖν ἡ εὐχὴ παρέξει τὴν ἀπόδειξιν, φέρε αὐτὴν εἰς μέσον ἀγάγωμεν.
[00802]
Ἄλλως δὲ τί γένοιτ' ἂν ὄφελος ὁμιλίας, ὅταν εὐχὴ μὴ ᾖ συνεζευγμένη;
[00803]
Πρότερον εὐχὴ καὶ τότε λόγος·
[00808]
Εἰ δὲ εὐχὴ μόνου τοσαύτην ἔχει δύναμιν, πολλῷ μᾶλλον ἡ μετὰ πλήθους·
[00815]
Εἰ δὲ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχὴ καὶ τὸν στῦλον ἐκεῖνον ἐξέβαλε τοῦ δεσμωτηρίου, πῶς σὺ καταφρονεῖς τῆς δυνάμεως αὐτῆς, εἰπέ μοι, καὶ ποίαν ἕξεις ἀπολογίαν;
[00819]
ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν;» Οὐχ ἁπλῶς τὸ πλῆθος προβάλλεται, ἀλλ' ἵνα μάθῃς ὅτι ἡ μετὰ συμφωνίας εὐχὴ μεγάλην ἔχει τὴν δύναμιν.
[01014]
Ἔσται δὲ ἡ χάρις, ἂν διδάξωμεν ὑμᾶς τίνος ἕνεκεν ἐκείνη γίνεται πρὸ τῶν ἄλλων ἡ εὐχὴ καὶ τί δήποτε τοὺς δαιμονῶντας καὶ μανίᾳ πονηρᾷ κατεχομένους εἰσάγεσθαι κελεύει τότε ὁ διάκονος καὶ κλίνειν τὰς κεφαλάς;
[01038]
Οὐδὲν δὲ οὕτως αὐτοῦ τὴν καθ' ἡμῶν ἔφοδον ἀποτειχίζειν ἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενής.
[01351]
Μέγα γὰρ ὅπλον εὐχή, θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἡ εὐχὴ καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα.
[01412]
Εὐχῆς δύναμις δύναμιν πυρὸς ἔσβεσε, λεόντων θυμὸν ἐχαλίνωσε, πολέμους ἔλυσε, μάχας ἔπαυσε, χειμῶνας ἀνεῖλε, δαίμονας ἤλασεν, οὐρανοῦ πύλας ἀνέῳξε, δεσμὰ θανάτου διέκοψεν, ἀρρωστίας ἐφυγάδευσεν, ἐπηρείας ἀπεκρούσατο, πόλεις σειομένας ἔστησε, καὶ τὰς ἄνωθεν φερομένας πληγὰς καὶ τὰς παρὰ ἀνθρώπων ἐπιβουλὰς καὶ πάντα ἁπλῶς ἀνεῖλεν εὐχὴ τὰ δεινά.
De jejunio [2]
Ante [Go Back]
000-00-00 Serial Number=0038723290
[00266]
ἡ νηστεία μὲν προτρέπεται, ἡ εὐχὴ δὲ καιρὸν ἔχει·
De jejunio sermones 1
Ante [Go Back]
000-00-00 Serial Number=0434409380
[00126]
νηστεία καὶ εὐχὴ τὸν Ἠλίαν εἰς οὐρανοὺς ἀνήγαγε, Νινευΐτας ἐκ θανάτου ἐῤῥύσατο, νηστεία τὸν ∆ανιὴλ ἐκ τῶν λεόντων ἀβλαβῆ διεφύλαξε, νηστεία τοὺς τρεῖς παῖδας ἀκεραίους ἐν μέσῳ τῆς καμίνου διετήρησε, νηστεία Μωϋσέα τῆς ἀθεάτου δόξης ἠξίωσε, νηστεία Ἑλισσαῖον ἄρχοντα τῶν προφητῶν ἀπετέλεσε.
[00189]
Ἱστός σοι γινέσθω σταυρὸς, ἄγκυρα πίστις, σχοῖνος ἐλπὶς, κώπη εὐχὴ, οἴακες ὀρθοὶ λογισμοὶ, ὀθόνη Χριστὸς, οὐριοδρόμον Πνεῦμα τὸ ἅγιον, κυβερνήτης ὁ τῶν ὅλων Πατήρ.
De negatione Petri
Ante [Go Back]
000-00-00 Serial Number=0300024450
[00248]
Πῦρ ἐστιν ἡ εὐχὴ, μάλιστα ὅταν ἀπὸ νηφούσης καὶ διεγηγερμένης ἀναπέμπηται ψυχῆς·
[00254]
Ἵν' οὖν κατὰ τοῦτο δυνατωτέρα ἡμῖν ἡ εὐχὴ γίνηται, γρηγορούσης ἡμῖν τῆς διανοίας ἐν ταῖς δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων μνήμης, μετὰ τῆς ἐλεημοσύνης ἐπὶ τὰς εὐχὰς ἐρχώμεθα, καὶ μνημονεύσωμεν μετὰ ἀκριβείας ἅπαντα τὰ εἰρημένα·
De oratione
Ante [Go Back]
000-00-00 Serial Number=0482659221
[00009]
εὐχὴ ψαλμῳδία, ἁγιασμὸς ψυχῆς καὶ σώματος·
[00010]
καὶ, ἁπλῶς εἰπεῖν, εὐχὴ πύλας οὐρανοῦ ἀνοίγουσα, Θεῷ προσάγει πάντα ἄνθρωπον μικρόν τε καὶ μέγαν, πλούσιον καὶ πένητα, τὸν ὁλόψυχον καθ' ἑκάστην ἡμέραν εὐχόμενον μείζονα ἀγγέλων ἐργάζεται.
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0783814967
[00822]
πολλὰ γὰρ δύναται ἡ εὐχὴ ἀνύσαι, ἀγαπητὲ, καὶ μὴ ὡς μικρῷ πράγματι προσέλθῃς τῇ εὐχῇ.
[00823]
Ὅτι δὲ εὐχὴ ἀφίησιν ἁμαρτίας, ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο παιδεύθητι.
De precatione [1]
Ante [Go Back]
000-00-00 Serial Number=0770667553
[00043]
Εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, κατὰ τὸν σοφὸν Σολομῶντα, πολλῷ μᾶλλον εὐχὴ καὶ ἡ λατρεία Θεοῦ σημεῖόν ἐστι δικαιοσύνης ἁπάσης, στολή τις [50.777] οὖσα πνευματικὴ καὶ θεία, πολλὴν εὐμορφίαν καὶ κάλλος καταχέουσα ταῖς ἡμετέραις διανοίαις, τὸν ἑκάστου ῥυθμίζουσα βίον, οὐκ ἐῶσα φαῦλον οὐδὲν οὐδὲ ἄτοπον τῆς διανοίας κρατεῖν, αἰδεῖσθαι πείθουσα τὸν Θεὸν, καὶ τὴν παρ' αὐτοῦ τιμὴν, πᾶσαν τοῦ Πονηροῦ γοητείαν ἀποπέμπεσθαι παιδεύουσα, τοὺς αἰσχροὺς καὶ ἀτόπους ἐξελαύνουσα λογισμοὺς, ἐν ὑπεροψίᾳ τῆς ἡδονῆς καθιστῶσα τὴν ἑκάστου ψυχήν.
[00057]
οὕτως ὁ τὴν πόλιν ἐκείνην εἰδὼς πτωχεύουσαν πρότερον, καὶ τῶν πνευματικῶν ἔρημον οὖσαν θησαυρῶν, ἠγνόησεν ἂν ἥτις εἴη ἡ πόλις, ἣν τοσοῦτον ἴσχυσεν εὐχὴ μεταβαλοῦσα καὶ τρόπον καὶ βίον πρὸς ἀρετὴν ἐπαναγαγεῖν.
De precatione [2]
Ante [Go Back]
000-00-00 Serial Number=0826650321
[00014]
Ἡ γὰρ ἀναθυμίασις τοῦ πλήθους τῶν εἰσπορευομένων τροφῶν περὶ τὰ κοῖλα τοῦ ἐγκεφάλου μέρη τὸ περὶ αὐτὸν τὸν λογισμὸν ἐπιθολοῖ χρήσιμον, αὐτὴν ἐπιταράττουσα τὴν καρδίαν, Οὕτως ἡ κατὰ ἀλήθειαν εὐχὴ πασῶν τῶν ἐντολῶν ἀφετηρία τις ὑπάρχει, συμπαρατρέχειν τῷ οἰκείῳ κόσμῳ πάσας καταναγκάζουσα.
[00015]
Κορυφαιότατον ἀγαθὸν εὐχὴ καὶ ὁμιλία Θεοῦ·
[00030]
Πρέσβις γὰρ αἰδέσιμος ὑπάρχει εὐχὴ, χαροποιεῖ τὴν καρδίαν, ἀναπαύει τὴν ψυχὴν, φόβον ἐγγενᾷ κολάσεως, βασιλείας οὐρανῶν ἐπιθυμίαν, ταπεινοφροσύνην διδάσκει, ἐπίγνωσιν ἁμαρτίας παρέχει, ἁπαξαπλῶς πᾶσι κατακοσμεῖ τοῖς ἀγαθοῖς τὸν ἄνθρωπον, ὥσπερ τινὰ πέπλον ποικίλον πᾶσαν φύσιν ἀρετῆς τῇ ψυχῇ περιτιθεῖσα.
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0546580434
[00567]
Εἰ δὲ Παῦλον κινδύνων ἀπήλλαξεν ἡ τοῦ πλήθους εὐχὴ, πῶς οὐ μεγάλα δεῖ προσδοκᾷν καὶ ἡμᾶς ἀπὸ ταύτης καρπώσεσθαι τῆς προστασίας;
[00575]
∆ύνασαι μὲν εὔξασθαι, οὐ τοσαύτην δὲ δύναμιν ἔχει ἡ εὐχὴ, ὡς ὅταν [56.182] μετὰ τῶν μελῶν τῶν οἰκείων γίνηται, ὡς ὅταν ὁλόκληρον τὸ σῶμα τῆς Ἐκκλησίας ὁμοθυμαδὸν ἀναπέμπῃ τὴν δέησιν μιᾷ φωνῇ, ἱερέων παρόντων, καὶ τὰς εὐχὰς τοῦ κοινοῦ πλήθους ἀναφερόντων.
De regressu
Ante [Go Back]
000-00-00 Serial Number=0910654843
[00136]
εὐχὴ οὐρανίου ἁψίδας ἀνεπέτασεν·
[00137]
εὐχὴ Κορνηλίου τοὺς οὐρανοὺς διεπέτασεν·
[00138]
εὐχὴ τὸν τελώνην δίκαιον εἰργάσατο.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0684337378
[00495]
καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος, κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.».
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0453072488
[00372]
Μέγα ἀγαθὸν ἡ εὐχὴ, ἐὰν μετὰ διανοίας εὐχαρίστου γίνηται, ἐὰν παιδεύσωμεν ἑαυτοὺς, μὴ μόνον λαμβάνοντες, ἀλλὰ καὶ μὴ λαμβάνοντες, εὐχαριστεῖν τῷ Θεῷ.
[00406]
Φάρμακον γάρ ἐστιν ἡ εὐχὴ, ἀλλὰ ἐὰν μὴ εἰδῶμεν τὸ φάρμακον πῶς ἐπιθεῖναι χρὴ, οὐδὲ τὴν δύναμιν αὐτοῦ καρπούμεθα πώποτε.
[00454]
Καὶ γὰρ μέγα ἀγαθὸν εὐχὴ καὶ τὸ διὰ ταύτης τῷ Θεῷ διαλέγεσθαι.
[00582]
Οὐκ ἠκούσατε ὅτι Πέτρος οὕτως ἐξηρπάγη τοῦ δεσμωτηρίου, ἐπειδὴ ἦν εὐχὴ ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη;
[00595]
Εἰ γὰρ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχὴ, καὶ τὸν στύλον ἐκεῖνον ἐξέβαλε τοῦ δεσμωτηρίου·
[01272]
Οὐδὲν γὰρ οὕτως αὐτοῦ τὴν καθ' ἡμᾶς ἔφοδον ἀποτειχίζειν εἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενής.
[04083]
Μηδὲν τοίνυν οὕτω σπουδάζωμεν, ἀγαπητοὶ, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες, ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην.
[05082]
ἐντεῦθεν καὶ εὐχὴ καὶ νηστεία καὶ πᾶσα ἄλλη ἀρετὴ τὰ νεῦρα ἔχει.
[08271]
ἡ γὰρ εὐχὴ αὐτοὺς ἐπεστόμιζεν.
[09999]
Ὁρᾷς ὅτι ἡ ἐσχάτη μετὰ τὴν θυσίαν εὐχὴ κατ' ἐκεῖνον γίνεται τὸν τύπον;
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0815019011
[00058]
Ὅτι οὐ μικρὸς σύνδεσμος τῆς πρὸς Θεὸν ἀγάπης ἡ εὐχὴ, συνήθειαν ἡμῖν ἐμποιοῦσα τῆς πρὸς αὐτὸν ὁμιλίας, καὶ εἰς φιλοσοφίαν ἄγουσα.
[00200]
Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χαρίεν ἔχουσα πρόσωπον, καὶ ἁπαλόν.
[00875]
Οὕτω καὶ ἡμεῖς, ὅταν εὐχώμεθα καὶ βουλώμεθα ἀκούεσθαι, πρῶτον αὐτὴν καθιστῶμεν, ἵνα ᾖ εὐχὴ, καὶ μὴ κατηγορία γένηται, καὶ κατὰ τοὺς νόμους τοὺς ἐκείνου, οὕτως αὐτὴν εἰσάγωμεν.
[01449]
Αὕτη ἡ εὐχὴ μεγίστην ἔχει ὠφέλειαν, τό τε αἰσχυνθῆναι λέγω, καὶ τὸ εἰς τοὐπίσω ἀπελθεῖν.
[01645]
Οὐ γὰρ ἀρκεῖ εὐχὴ τὸ προκείμενον ἀνύσαι, ἐὰν μὴ οὕτως αὐτὴν στείλωμεν ὡς τῷ Θεῷ δοκεῖ.
[06257]
Καὶ εὐχὴ μετὰ τὴν ψαλμῳδίαν προσκείσθω, ἵνα μετὰ τῆς ψυχῆς καὶ τὴν οἰκίαν αὐτὴν ἁγιάζωμεν.
[06264]
Ἔνθα γὰρ ψαλμὸς, καὶ εὐχὴ, καὶ προφητῶν χορεία, καὶ διάνοια τῶν ᾀδόντων θεοφιλὴς, οὐκ ἄν τις ἁμάρτοι τὴν σύνοδον ταύτην προσειπὼν ἐκκλησίαν.
[06539]
Πᾶσα τοίνυν ἡ εὐχὴ αὕτη προτροπὴ τοῖς στρατοπέδοις ἐστὶ, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥῖψαι κελεύουσα, καὶ ἐξαρτῆσαι τῆς ἐκεῖθεν ἐλπίδος τὴν νίκην.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0912223876
[00948]
[64.792] οὔτε γὰρ ὁ κλαυθμὸς καθ' ἑαυτὸν δύναιτο ἂν ἐργάσασθαί τι, οὔτε εὐχὴ μὴ πυρωθεῖσα τοῖς θρήνοις, τοῦτο τῶν συμφορῶν τὸ κέρδος.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0508975983
[01046]
Ἄλλως δὲ, εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσε, διὰ τὸ ἐξ ὀρθῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ·
[03601]
οὐδὲ γάρ ἐστιν εὐχὴ ἁπλῶς γινομένη.
[08299]
Οἷον, εὐχὴ γίνεται, κεῖνται πάντες νέοι ψυχροὶ καὶ γέροντες·
[08978]
Πίστευσόν μοι, οὐχ οὕτω τὸ πῦρ τὸν ἰὸν ἀποκαθαίρειν εἴωθεν, ὡς εὐχὴ νυκτερινὴ τὸν ἰὸν τῶν ἁμαρτημάτων τῶν ἡμετέρων.
[09999]
Οὐ γὰρ βρυχηθμὸς λέοντος οὕτω φυγαδεύει τὰ θηρία, ὡς εὐχὴ δικαίου φυγαδεύει δαίμονας·
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0741119564
[00203]
οὕτω καὶ Ἐκκλησίας εὐχὴ εἰς τὴν τοῦ λέγοντος ἐμπεσοῦσα γλῶτταν, ζεφύρου σφοδρότερον παραπέμπει τὸν λόγον.
In Kalendas
Ante [Go Back]
000-00-00 Serial Number=0914989114
[00057]
Οὐ ποιεῖ μέθη εὐφροσύνην, ἀλλ' εὐχὴ πνευματική·
In Psalmum 145
Ante [Go Back]
000-00-00 Serial Number=0969979584
[00266]
Καὶ γὰρ μέγα ἀγαθὸν εὐχὴ, ὅταν μετὰ διανοίας εὐ χαρίστου γίνηται καὶ νηφούσης·
[00313]
Μέγα ὅπλον προσευχὴ, μέγας κόσμος εὐχὴ, καὶ ἀσφάλεια καὶ λιμὴν, καὶ θησαυρὸς ἀγαθῶν, καὶ ἄσυλος πλοῦτος.
In Psalmum 705
Ante [Go Back]
000-00-00 Serial Number=0512710810
[00053]
Ἀλλ' εὐχὴ ἁγία καὶ οὐρανὸν αὐτοῖς μαννοδοτεῖν ἤνοιγε καὶ ἀέρα κρεοδοτεῖν, καὶ πέτραν ἀκροτοπηγόβρυτα νά ματα βλαστάνειν ἡτοίμαζεν.
[00126]
Πολλὰ ἰσχύει, ἀγαπητοὶ, εὐχὴ, τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ καθιστῶσα.
[00143]
Ὢ εὐχὴ, ζωῆς χορηγὴ, ὑγιείας ἐνθήκη, ἐλπιδοφόρον ἄνθος.
In catenas sancti Petri
Ante [Go Back]
000-00-00 Serial Number=0448909223
[00080]
[18] Τούτων οὕτως ἐπ' αὐτῷ τελουμένων, ἡ μὲν παρὰ τῆς ἐκκλησίας γενομένη εὐχὴ πρὸς οὐρανοὺς ἀνεφέρετο·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0884637713
[00452]
Σὺ δέ μοι κἀκεῖνο σκόπει, ὅτι κἂν ἀπὸ οἰκτιρμῶν ὁ Θεός τι ποιῇ, μεγάλα ἐνταῦθα καὶ ἡ εὐχὴ συμβάλλεται.
[05157]
Ἡ τῆς Ἐκκλησίας εὐχὴ τὸν Πέτρον ἀπὸ τῶν δεσμῶν ἔλυσε, τοῦ Παύλου τὸ στόμα ἠνέῳξεν·
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0031981051
[00804]
Πάλιν εὐχὴ μετὰ παραίνεσιν·
[00894]
ἀκούεις ὅτι Πέτρος οὕτως ἐξηρπάγη τοῦ δεσμωτηρίου, ἐπειδὴ ἦν εὐχὴ ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη;
[00895]
Σφόδρα πιστεύω ὅτι πολλὰ δυνήσεται ὑμῶν ἡ εὐχὴ, μετὰ τοσαύτης συμφωνίας γινομένη.
[00901]
Οὐ γάρ ἐστιν οὕτως ἱερεῖ πρέπουσα εὐχὴ ἑτέρα, ὡς τὸ ὑπὲρ τῶν τοῦ λαοῦ καλῶν πρὸ τῶν αὐτοῦ προσιέναι καὶ ἐντυγχάνειν τῷ Θεῷ.
[00967]
Μεγάλα μὲν γὰρ δύναται, μεγάλα ἡ εὐχὴ ἡ ὑπὲρ ἡμῶν, ἀλλ' ὅταν καὶ ἡμεῖς ἐργαζώμεθα.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0663864613
[01225]
Πᾶσα τοίνυν ἡμῖν εὐχὴ εὐχαριστίαν ἐχέτω.
[01237]
ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται·
[01238]
ἀρὰ καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει·
[01239]
κατηγορία καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχουσι.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0233973205
[06882]
ἐπεὶ καὶ Πέτρος ἅλυσιν περιέκειτο, ἀλλ' ὅμως εὐχὴ ἦν ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη.
[07054]
Ἡ ἅλυσις ἐπίκειται τὴν παῤῥησίαν ἐπιστομίζουσα, ἀλλ' ἡ εὐχὴ ἡ ὑμετέρα ἀνοίγει μου τὸ στόμα, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι, ὡς δεῖ με λαλῆσαι·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0063869596
[02370]
τὸ γὰρ αὐτὸ καὶ εὐχὴ, καὶ διδασκαλία ἦν τῶν εἰρημένων ὁλόκληρος, ἀντὶ τείχους αὐτοῖς διπλοῦ γινομένη.
[02372]
ἥ τε εὐχὴ καλοῦσα τὴν χάριν, καὶ παραμένειν αὐτοῖς πείθουσα, οὐκ ἠφίει τὸ πνεῦμα αὐτῶν ἀπαναστῆναι.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0141013920
[07602]
Καὶ ἡ εὐχὴ αὐτοῦ ὅρα πάλιν ὅσης ταπεινοφροσύνης γέμει.
[07873]
Μέγα ὅπλον εὐχὴ, ἐὰν μετὰ τῆς προσηκούσης γίνηται διανοίας.
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0646580458
[00566]
Ἡ δὲ εὐχὴ, μέγα μὲν ἀγαθὸν καὶ σωτήριον, καὶ τῶν ψυχῶν τῶν ἡμετέρων φυλακτήριον·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0606382310
[09999]
Πάλιν παραίνεσις, καὶ εὐχὴ μετὰ τὴν παραίνεσιν.
[09999]
Τοῦτο δὲ ὁμοῦ καὶ εὐχὴ καὶ προφητεία ἦν.
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0234972358
[00840]
Πῦρ ἐστιν ἡ εὐχὴ, μάλιστα ὅταν ἀπὸ νηφούσης καὶ διεγηγερμένης ἀναπέμπηται ψυχῆς·
[00845]
Ἵν' οὖν καὶ κατὰ τοῦτο δυνατωτέρα ἡμῖν ἡ εὐχὴ γένηται, γρηγορούσης ἡμῖν τῆς διανοίας ἐν ταῖς δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων μνήμης, μετὰ τῆς ἐλεημοσύνης ἐπὶ τὰς εὐχὰς ἐρχώμεθα, καὶ μνημονεύωμεν μετὰ ἀκριβείας ἅπαντα τὰ εἰρημένα·
In illud Propter fornicationes autem unusquisque suam uxore
Ante [Go Back]
000-00-00 Serial Number=0012715399
[00116]
Τοσοῦτον εὐχὴ χηρῶν καὶ πενήτων γέλωτος παντὸς καὶ χορείας ἐστὶ χρησιμωτέρα.
In ingressum sanctorum jejuniorum
Ante [Go Back]
000-00-00 Serial Number=0126446724
[00013]
θεραπαινίδες δὲ αὐτῆς δοξολογία, ψαλμῳδία διηνεκὴς, εὐχὴ καθαρά·
In sanctum Julianum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0131871402
[00170]
Οὐ γὰρ ὀπωρῶν, καὶ ἀκροδρύων, οὐδὲ ἄλλο τι τῶν φθειρομένων καὶ ἀπολλυμένων τούτων τῶν κλά δων ὁ καρπὸς, ἀλλὰ σωμάτων πεπυρωμένων ἴασις, [50.673] καὶ ἁμαρτημάτων συγχώρησις, κακίας ἀναίρεσις, νοσημάτων ψυχῆς θεραπεία, εὐχὴ ἐκτενὴς, παῤῥησία πρὸς Θεὸν, πάντα πνευματικὰ, καὶ οὐρανίων γέμοντα ἀγαθῶν.
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0013241410
[00277]
Οὐ γὰρ ἀρκεῖ βίος καθαρὸς, ἐὰν [μὴ] καὶ εὐχὴ προσῇ.
Non esse desperandum
Ante [Go Back]
000-00-00 Serial Number=0863699257
[00033]
Ὁρᾷς πῶς οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν ἡ εὐχὴ, ἐὰν μὴ προσῇ τὸ κατ' ἐκείνους εὔξασθαι τοὺς νόμους, οὓς τέθεικεν ὁ Χριστός;
Peccata fratrum non evulganda
Ante [Go Back]
000-00-00 Serial Number=0266122103
[00116]
Φῶς ἐστι διανοίας καὶ ψυχῆς ἡ μετὰ σπουδῆς εὐχὴ, φῶς ἄσβεστον καὶ διηνεκές.
[00130]
Μέγα ὅπλον εὐχὴ, καὶ μεγάλη ἀσφάλεια.
[00231]
∆ιὰ γὰρ τοῦτο καὶ ταῦτα πάντα ἐκινήσαμεν, ἵνα μάθητε, πῶς τὴν στείρωσιν τῆς γυναικὸς ἔλυσε τοῦ Ἰσαὰκ ἡ εὐχὴ, καὶ εὐχὴ τοσούτου χρόνου.
Prooemia in Psalmos
Ante [Go Back]
[00221]
Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χάριεν ἔχουσα τὸ πρόσωπον καὶ ἁπαλὸν μετὰ πραότητος καὶ μὴ κατ' ἐχθρῶν γινομένη.
[00222]
Αὕτη τῶν οὐρανῶν ἀξία ἡ εὐχὴ, αὕτη τῶν ἀγγέλων ἀξία ἡ γλῶττα.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»