Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐχῶν [85]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐχῶν


000-00-00 Serial Number=0192854404
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01876]  καὶ ἀπὸ τῶν εὐχῶν ἐπὶ τοὺς λογισμούς·
000-00-00 Serial Number=0676300704
Ad populum Antiochenum Ante [Go Back]  
 [04810]  Ὅτε παρὰ τὴν ἀρχὴν ἡ χαλεπὴ τῶν κακῶν τούτων ἀνήφθη πυρὰ, ἔλεγον, ὅτι οὐκ ἔστι καιρὸς διδασκαλίας, ἀλλὰ καιρὸς εὐχῶν·
 [04811]  τοῦτο δὴ καὶ νῦν, ἐπειδὴ ἐσβέσθη, λέγω, ὅτι νῦν μάλιστα καιρὸς εὐχῶν ἢ πρότερον, νῦν μάλιστα καιρὸς δακρύων καὶ κατανύξεως καὶ ψυχῆς πεπονημένης καὶ πολλῆς σπουδῆς καὶ πολλῆς ἀσφαλείας.
000-00-00 Serial Number=0648996472
Adversus Judaeos Ante [Go Back]  
 [00776]  Συνειδότες οὖν οἱ πατέρες τὴν βλάβην τὴν γινομένην ἐκ τῆς ἠμελημένης προσόδου, συνελθόντες ἐτύπωσαν ἡμέρας τεσσαράκοντα νηστείας, εὐχῶν, ἀκροάσεως, συνόδων, ἵν' ἐν ταῖς ἡμέραις ταύταις καθαρθέντες μετ' ἀκριβείας ἅπαντες καὶ δι' εὐχῶν, καὶ δι' ἐλεημοσύνης, καὶ διὰ νηστείας, καὶ διὰ παννυχίδων, καὶ διὰ δακρύων, καὶ δι' ἐξομολογήσεως, καὶ διὰ τῶν ἄλλων ἁπάντων, οὕτω κατὰ δύναμιν τὴν ἡμετέραν μετὰ καθαροῦ συνειδότος προσίωμεν.
 [00877]  Οὐ ταῦτα δὲ μόνον ἐστὶ τὰ ἁμαρτήματα, ἀλλ' ὅτι καὶ μεγάλη βλάβη γένοιτ' ἂν, ὅταν μήτε Γραφῶν, μήτε συνόδων, μήτε εὐλογίας, μήτε κοινῶν εὐχῶν ἀπολαύῃς ἐν ταῖς νηστείαις ἐκείναις, ἀλλὰ μετὰ πονηροῦ συνειδότος ἅπαντα τοῦτον διάγῃς τὸν χρόνον, δεδοικὼς καὶ τρέμων μὴ γένῃ κατάφωρος, καθάπερ τις ἀλλόφυλος καὶ ἀλλογενὴς, δέον μετὰ παῤῥησίας, μεθ' ἡδονῆς, μετὰ εὐφροσύνης, μετ' ἐλευθερίας ἁπάσης κοινῇ μετὰ τῆς Ἐκκλησίας πάντα ἐπιτελεῖν.
000-00-00 Serial Number=0649305165
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00628]  Παρίημι τὴν ἀπὸ τῶν εὐχῶν βοήθειαν, πολλῷ τούτων ἁπάντων οὖσαν μείζονα·
000-00-00 Serial Number=0330691099
De Anna i Ante [Go Back]  
 [00992]  Κἂν τοῦτο ποιῇς διὰ πάσης τῆς ἡμέρας, τὰ μεταξὺ διαλείμματα τῇ πυκνότητι τῶν εὐχῶν διαθερμαίνων, οὐ δώσεις τῷ διαβόλῳ ἀφορμὴν καὶ εἴσοδον κατὰ τῶν σῶν λογισμῶν.
 [00996]  Τοῦτο καὶ σὺ ποίησον, καὶ τὰς βιω [54.667] τικὰς πράξεις ἁπάσας, καθάπερ ἱμαντώσεσί τισι ξύλων, τῇ συνεχείᾳ τῶν εὐχῶν διαλαμβάνων, πάντοθέν σου περίφραξον τὴν ζωήν.
000-00-00 Serial Number=0927097261
De Christi precibus Ante [Go Back]  
 [00079]  Οὕτω καὶ πολλὰς τῶν εὐχῶν ἀπὸ τῆς αὐτῆς ἐπιτελεῖ γνώμης.
000-00-00 Serial Number=0153686881
De Lazaro Ante [Go Back]  
 [02584]  Πόσης γὰρ οὐκ ἂν εἴη καταγνώσεως ἄξιον, ὅταν ὁ πιστὸς καὶ τῶν ἐνταῦθα τελουμένων καὶ εὐχῶν καὶ φρικτῶν μυστηρίων καὶ πνευματικῆς διδασκαλίας ἀπολαύων, μετὰ τὴν ἐνταῦθα τελετὴν ἀπελθὼν καθέζηται εἰς τὴν σατανικὴν ἐκείνην θεωρίαν μετὰ τοῦ ἀπίστου, μετὰ τοῦ ἐν τῷ σκότει τῆς ἀσεβείας πλανωμένου, ὁ τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγασθείς;
000-00-00 Serial Number=0613993704
De Maccabeis Ante [Go Back]  
 [00231]  ∆υνησόμεθα δὲ ἂν μετὰ τῶν ἁγίων αὐτῶν εὐχῶν καὶ τὰ παρ' ἑαυτῶν πάντα εἰσφέρωμεν, πρὸ τῶν πολέμων καὶ τῶν δεινῶν ἐν τῷ καιρῷ τῆς εἰρήνης τῶν ἐν ἡμῖν κρατοῦντες παθῶν, τὰ ἄτακτα τῆς σαρκὸς περικόπτοντες σκιρτήματα, ὑπωπιάζοντες καὶ δουλαγωγοῦντες τὸ σῶμα.
000-00-00 Serial Number=0250346184
De mutatione nominum Ante [Go Back]  
 [01063]  κἂν φιλονεικῇ, κἂν ἀντιλέγῃ, κἂν μυρίας προβάληται προφάσεις, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, ἀλλ' εἰπὼν καὶ διδάξας ὅτι καὶ τὰ ἄλλα αὐτῷ τότε μᾶλλον ἐξευμαρισθήσεται, ὅταν τὴν σύναξιν ἐπιτελέσας, καὶ κοινωνήσας εὐχῶν, καὶ εὐλογιῶν Πατέρων ἀπολαύσας, οὕτω πρὸς ἐκεῖνα βαδίζει, καὶ τούτοις καὶ πλείοσι τούτων ἑτέροις λόγοις καταδήσας αὐτὸν, οὕτως ἄγε πρὸς τὴν ἱερὰν ταύτην τράπεζαν, ἵνα διπλοῦν ἔχῃς τὸν μισθὸν, καὶ ὑπὲρ τῆς ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνου παρουσίας.
000-00-00 Serial Number=0976969898
De patientia sermo 1 Ante [Go Back]  
 [00210]  Πολλῶν ἡμῖν δεῖ τότε τῶν εὐχῶν, πολλῶν τῶν πράξεων τῶν ἀγαθῶν, πολλῆς ἡμῖν τότε τῆς τῶν ἀγγέλων προστασίας, πολλῆς ἡμῖν τῆς ἐν τῇ τοῦ ἀέρος ἀναβάσει χειραγωγίας.
000-00-00 Serial Number=0827555299
De precatione [1] Ante [Go Back]  
 [00200]  Ἀλλ' ὅμως οἶκον ὁ Παῦλος οἰκοδομεῖ διὰ τῶν ἁγίων εὐχῶν.
 [00202]  Καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν τὴν δύναμιν τῶν ἁγίων εὐχῶν, ὅτι Παῦλος ὁ διὰ πάσης τῆς οἰκουμένης ὥσπερ ὑπόπτερος τρέχων, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ὑπομένων, καὶ φορῶν ἅλυσιν, καὶ ζῶν ἐν αἵματι καὶ κινδύνοις, καὶ δαίμονας ἐλαύνων, καὶ νεκροὺς ἐγείρων, καὶ παύων ἀῤῥωστήματα, οὐδενὶ τούτων ἐθάῤῥησεν εἰς σωτηρίαν τῶν ἀνθρώπων, ἀλλὰ ταῖς προσευχαῖς ἐτείχισε τὴν γῆν, καὶ μετὰ τὰ σημεῖα καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν, ἐπὶ τὰς προσευχὰς ἔτρεχεν, ὥσπερ τις ἀθλητὴς ἐπὶ παλαίστραν ἀπὸ στεφάνου.
000-00-00 Serial Number=0371929467
De profectu evangelii Ante [Go Back]  
 [00258]  Ἃ γὰρ οὐκ ἰσχύομεν πολλάκις ἐξ οἰκείας κατορθῶσαι σπουδῆς, ταῦτα δυνησόμεθα ἀνύσαι εὐμαρῶς δι' εὐχῶν, εὐχῶν δὲ λέγω τῶν διηνεκῶν.
000-00-00 Serial Number=0887915850
De sacerdotio Ante [Go Back]  
 [00491]  οὗτοι δὲ καὶ κάμνουσαν καὶ ἀπόλλυσθαι μέλλουσαν τὴν ψυχὴν πολλάκις ἔσωσαν, τοῖς μὲν πραοτέραν τὴν κόλασιν ἐργασάμενοι, τοὺς δὲ οὐδὲ παρὰ τὴν ἀρχὴν ἀφέντες ἐμπεσεῖν, οὐ τῷ διδάσκειν μόνον καὶ νουθετεῖν, ἀλλὰ καὶ τῷ δι' εὐχῶν βοηθεῖν.
 [01048]  Οἱ δὲ νῦν πάντες ὁμοῦ συνελθόντες μετὰ μυρίων εὐχῶν καὶ δακρύων οὐκ ἂν δυνηθεῖεν ὅσα ἴσχυσε τὰ σημικίνθια Παύλου ποτέ.
000-00-00 Serial Number=0580130041
De terrae motu Ante [Go Back]  
 [00097]  Ἀλλ' ὅμως χαίρω, οὐχ ὅτι ἔστη ἡ πόλις, ἀλλ' ὅτι διὰ τῶν εὐχῶν ὑμῶν ἔστη, ὅτι θεμέλια γεγόνασιν αἱ ψαλμῳδίαι ὑμῶν.
000-00-00 Serial Number=0720467448
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00510]  Ἂν γὰρ ἀπολαύσῃς εὐχῶν πνευματικῶν, ἂν μετάσχῃς εὐχῆς κοινῆς, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν αὐτοῦ τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοιπὸν, μήτι γε ἄνθρωποι πονηροὶ σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν·
 [03026]  Εἶτα, ἐπειδὴ εἶδε διὰ τῶν ἔργων τὴν ἐνέργειαν τῶν εὐχῶν τοῦ πατριάρχου;
 [09999]  καὶ δυνατὸν πάντοθεν συγγνώμην αὐτοῖς συναγαγεῖν ἀπὸ τῶν εὐχῶν, ἀπὸ τῶν ὑπὲρ αὐτῶν δώρων, ἀπὸ τῶν μετ' αὐτῶν καλουμένων.
 [09999]  Καὶ ὁ μὴ ἀπολιμπανόμενος τῶν ἐκκλησιαστικῶν συλλόγων, ἤγουν τῶν κοινῶν συνάξεων καὶ εὐχῶν, ἀλλὰ καὶ δημοσίως ἐναντίον παντὸς τοῦ λαοῦ διδοὺς τῷ Θεῷ τὰς εὐχὰς, καὶ μὴ ἐξουδενῶν παραινέσεις σοφὰς, ἢ θεοσεβῆ διδάγματα·
000-00-00 Serial Number=0836015284
Epistulae Ante [Go Back]  
 [00071]  ἵνα καὶ ἐν ἐρημίᾳ καθήμενοι, πολλὴν καρπωσώμεθα τὴν παράκλησιν, τῆς ἀπὸ τῶν εὐχῶν σου συμμαχίας ἐκ τοσούτου ἀπολαύοντες διαστήματος.
 [00559]  ἀλλ' ἐπειδὴ πολλὰ τὰ κωλύοντα, τοῦτο μὲν οὐ τολμῶ νῦν ἀπαιτεῖν, ἀξιῶ δὲ, καὶ πόῤῥωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαῤῥησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ' ὅπουπερ ἂν διάγῃ τις παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόῤῥωθεν ὄντας ἐντεῦθεν τὰ μέγιστα ὠφελεῖν, μετὰ δὲ τῶν εὐχῶν καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα.
 [00766]  Εὐχῶν γὰρ μόνων τὰ παρόντα δεῖται πράγματα, καὶ εὐχῶν μάλιστα τῶν ὑμετέρων, τῶν πολλὴν πρὸς τὸν Θεὸν παῤῥησίαν κεκτημένων.
 [00783]  Οἱ γὰρ τὸν εὔριπον τῶν βιωτικῶν διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον τὰς ἑαυτῶν ὁδηγήσαντες ψυχὰς, καὶ τὰς νύκτας ταῖς ἱεραῖς παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας.
 [00785]  Συμμαχήσατε τοίνυν ἡμῖν, καὶ χεῖρα ὀρέξατε διὰ τῶν εὐχῶν τῶν ὑμετέρων.
 [00787]  Καὶ μετὰ τῶν εὐχῶν τῶν ὑμετέρων, καὶ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν μὴ κατοκνεῖτε, ἵνα καὶ ἐντεῦθεν μεγίστην δεχώμεθα τὴν παραμυθίαν, ἐντρυφῶντες ὑμῶν τῇ ἀγάπῃ, καὶ ὡς παρόντας τοὺς ἀπόντας φανταζόμενοι·
 [01517]  ἀλλ' ἐπειδὴ πολλὰ τὰ κωλύοντα, τοῦτο μὲν οὐ τολμῶ νῦν ἀπαιτεῖν, ἀξιῶ δὲ, καὶ πόῤῥωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαῤῥησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ' ὅπουπερ ἂν διάγῃ τις παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόῤῥωθεν ὄντας ἐντεῦθεν τὰ μέγιστα ὠφελεῖν, μετὰ δὲ τῶν εὐχῶν καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα.
 [01724]  Εὐχῶν γὰρ μόνων τὰ παρόντα δεῖται πράγματα, καὶ εὐχῶν μάλιστα τῶν ὑμετέρων, τῶν πολλὴν πρὸς τὸν Θεὸν παῤῥησίαν κεκτημένων.
 [01741]  Οἱ γὰρ τὸν εὔριπον τῶν βιωτικῶν διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον τὰς ἑαυτῶν ὁδηγήσαντες ψυχὰς, καὶ τὰς νύκτας ταῖς ἱεραῖς παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας.
 [01743]  Συμμαχήσατε τοίνυν ἡμῖν, καὶ χεῖρα ὀρέξατε διὰ τῶν εὐχῶν τῶν ὑμετέρων.
 [01745]  Καὶ μετὰ τῶν εὐχῶν τῶν ὑμετέρων, καὶ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν μὴ κατοκνεῖτε, ἵνα καὶ ἐντεῦθεν μεγίστην δεχώμεθα τὴν παραμυθίαν, ἐντρυφῶντες ὑμῶν τῇ ἀγάπῃ, καὶ ὡς παρόντας τοὺς ἀπόντας φανταζόμενοι·
 [03377]  Ἀφόρητα γὰρ καὶ τὴν Ἀσίαν κατέλαβε κακὰ, καὶ ἑτέρας δὲ πόλεις καὶ Ἐκκλησίας, ἅπερ, ἵνα μὴ δοκῶ διενοχλεῖν, ἀφεὶς τὸ καθ' ἕκαστον λέγειν, ἐκεῖνο μόνον ἐρῶ, ὅτι εὐχῶν πολλῶν χρεία, καὶ δεήσεων ἐκτενῶν.
000-00-00 Serial Number=0317191601
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00466]  Ἀπαλλαγεῖσα τοῦ λογίζεσθαι τί ὁ δεῖνα ἥμαρτε καὶ τί ὁ δεῖνα ἐπλημμέλησεν, ἐννόει σου τοὺς ἄθλους διηνεκῶς τῆς καρτερίας, τῆς ὑπομονῆς, τῆς νηστείας, τῶν εὐχῶν, τῶν παννυχίδων τῶν ἱερῶν, τῆς ἐγκρατείας, τῆς ἐλεημοσύνης, τῆς φιλοξενίας, τῶν ποικίλων καὶ χαλεπῶν καὶ πυκνῶν πειρασμῶν.
000-00-00 Serial Number=0077703178
Expositiones in Psalmos Ante [Go Back]  
 [06287]  Τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ' ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ διά τε ψαλμῶν καὶ εὐχῶν.
000-00-00 Serial Number=0121546865
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02724]  Ἀκούεις πάντων εὐθέως, καὶ τῶν εὐχῶν αὐτῶν, μάστιγα δὲ οὐκ ἐπάγεις.
000-00-00 Serial Number=0201380551
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00119]  καὶ λαβόντες τοὺς ἁγίους μάρτυρας κοινωνοὺς τῶν εὐχῶν, εὐξώμεθα αὐτοῖς ζωῆς μῆκος, γῆρας λιπαρὸν, παῖδας καὶ παίδων παῖδας, καὶ πρό γε τούτων ἁπάντων, τὸν ζῆλον τοῦτον ἐπιταθῆναι, τὴν εὐλάβειαν ἐπιδοθῆναι, καὶ οὕτως τὸν παρόντα διανύσαι βίον, ὡς καὶ κατὰ τοὺς ἀκηράτους αἰῶνας συμβασιλεῦσαι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ·
000-00-00 Serial Number=0765285254
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Μεγάλη γὰρ ἡ παρὰ τῶν ἁγίων εὐλογία, ἧς ἐπιτυγχάνειν σπουδάζωμεν, ἵνα διὰ τῶν εὐχῶν τούτων βοηθούμενοι, τῆς παρὰ τοῦ αὐτοὺς ἐνδυναμοῦντος Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0350853860
In Genesim sermones Ante [Go Back]  
 [00212]  ἀλλὰ καὶ διδασκάλῳ καὶ θεατῇ καταβῆναι πρὸς ἡμᾶς ἔνι, καὶ ἐγγὺς στῆναι τῇ διαθέσει, καὶ διὰ τῶν εὐχῶν ἡμῖν συγκροτῆσαι τὴν δύναμιν.
000-00-00 Serial Number=0699799895
In Joannem Ante [Go Back]  
 [01416]  Ἔστι δὲ καὶ ἑτέρα μετὰ ταύτης, ἡ τῶν εὐχῶν συνέχεια, καὶ τὸ [59.65] προσεδρεύειν μετὰ καρτερίας ταῖς πρὸς τὸν Θεὸν ἐντεύξεσι.
000-00-00 Serial Number=0523506224
In Zacchaeum publicanum Ante [Go Back]  
 [00011]  Ἐν γὰρ τῇ ἡμέρᾳ τὸν ποθούμενον αὐτοῖς Χριστὸν ἔργοις ἀγαθοῖς ἐκζητοῦσι, καὶ ἐν νυκτὶ δι' εὐχῶν προσομιλοῦσιν αὐτῷ, καὶ ἐν τοῖς ὕπνοις μετ' αὐτοῦ βηματίζειν φαντάζονται·
000-00-00 Serial Number=0878253937
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00451]  Εἰ γὰρ αὐτὸς ὁ τοσοῦτον αὐτῶν ὑψηλότερος ὢν, ἐκ τῶν εὐχῶν ἐκείνων σεσῶσθαί φησι, καὶ χάρισμα αὐτῶν ταῖς δεήσεσι δεδόσθαι αὐτῷ παρὰ τοῦ Θεοῦ, ἐννόησον πῶς ἐκείνους ἔδει διακεῖσθαι καὶ μετριάζειν.
 [00538]  ∆ιὰ τοῦτο καὶ ἀπελαύνονται, τῶν φρικτῶν εὐχῶν ἐκείνων γινομένων.
 [04560]  ἐνταῦθα δὲ καὶ τὴν ἀπὸ τῶν εὐχῶν, καὶ τὴν ἀπὸ τῆς χάριτος προστίθησι συμμαχίαν.
000-00-00 Serial Number=0023910701
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00888]  Σφόδρα δέομαι τῶν ὑμετέρων εὐχῶν·
000-00-00 Serial Number=0894740701
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00041]  Εἶτα δεικνὺς ὅτι οὐ μόνον ἐπὶ τῶν προσευχῶν μέμνηται, ἀλλὰ καὶ χωρὶς τῶν εὐχῶν, ὅπερ πολλάκις ποιεῖ·
 [00286]  Ταῦτα τοίνυν εἰδότες, μήτε καταφρονῶμεν τῶν εὐχῶν τῶν ἁγίων, μήτε τὸ πᾶν αὐταῖς ἐπιῤῥίπτωμεν, τοῦτο μὲν, ἵνα μὴ ῥᾳθυμῶμεν καὶ εἰκῇ ζῶμεν, ἐκεῖνο δὲ, ἵνα μὴ πολλοῦ κέρδους ἐκπέσωμεν·
 [01212]  τοῦτο δεῖγμα καὶ τῶν ἐκεῖ γεγενημένων εὐχῶν·
 [03125]  ἐπειδὴ γὰρ ηὔξατο, μὴ νομίσητε, φησὶν, ὅτι ἀπὸ τῶν ἐμῶν εὐχῶν τοῦτο γίνεται, ἀλλ' ἐκ τῆς προθέσεως, ἧς ὑμᾶς ἐκάλεσεν.
 [03132]  οὐχ [62.464] ἁπλῶς τοῦτο λέγων, ἀλλὰ πάνυ ἐφιέμενος τῶν ὑμετέρων εὐχῶν.
000-00-00 Serial Number=0546349823
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00221]  Τί ἡμῖν δεῖ λοιπὸν εὐχῶν;
 [01426]  Εἰ τοίνυν αὐτὸς θέλει, φησὶ, δοῦναι ὁ Κύριος, τί δεῖ εὐχῶν τῶν παρ' ἐμοῦ;
000-00-00 Serial Number=0236725092
In epistulam ad Colossenses Ante [Go Back]  
 [00433]  Εἰ δὲ ὥστε τὸ θέλημα Θεοῦ μαθεῖν πνευματικῆς δεῖ σοφίας, ὥστε τὴν οὐσίαν τί ἐστιν, εὐχῶν διηνεκῶν.
000-00-00 Serial Number=0917491376
In epistulam ad Ephesios Ante [Go Back]  
 [00846]  Τοῦτο γίνεται διὰ τῶν εὐχῶν, διὰ τῆς βοῆς τοῦ κήρυκος·
000-00-00 Serial Number=0557016253
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03012]  Μετὰ δὲ τὴν ταπεινοφροσύνην, εὐχῶν δεῖ ἐκτενῶν, δακρύων πολλῶν, τῶν ἐν ἡμέρᾳ, τῶν ἐν νυκτί·
 [08542]  ἤτοι τῶν χαρισμάτων λέγει, ἤτοι τῶν εὐχῶν, ἤτοι τῶν ἀσωμάτων δυνάμεων.
 [09090]  εἰ δὲ ἐδεξάμεθα, μετὰ γοῦν τὴν κηλῖδα μὴ καθεύδωμεν, ἀλλὰ διαπαντὸς ἐπιμένωμεν ἀποπλύνοντες τὸν ῥύπον διὰ μετανοίας, διὰ δακρύων, διὰ εὐχῶν, διὰ ἐλεημοσύνης.
000-00-00 Serial Number=0780470431
In epistulam ad Philippenses Ante [Go Back]  
 [00768]  Ἂν διὰ τῶν ὑμετέρων εὐχῶν, φησὶ, καταξιωθῶ τῆς χάριτος.
 [04311]  Ἀλλ' ἐπεὶ πρὸς τὸ μὴ ταύτης διαμαρτεῖν χρεία συντόνου σπουδῆς καὶ ἀδιαλείπτων εὐχῶν, σπουδάζωμεν, παρακαλῶ·
000-00-00 Serial Number=0121521473
In epistulam ad Romanos Ante [Go Back]  
 [02791]  δεῖ συνεχῶν ἡμῖν εὐχῶν, ἵνα συντριβῇ ὑπὸ τοὺς πόδας ἡμῶν.
 [09688]  Καὶ γὰρ φιλόπαιδος καὶ φιλοθέου διδασκάλου τὸ μὴ μόνον λόγῳ παιδεύειν, ἀλλὰ καὶ δι' εὐχῶν τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν τοῖς διδασκομένοις εἰσάγειν·
 [09999]  Ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων, εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου, εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα;
000-00-00 Serial Number=0751627624
In epistulam ad Titum Ante [Go Back]  
 [00167]  ὁμοίως γὰρ καὶ αὐτὸς δεῖται τῶν τοιούτων εὐχῶν, καὶ πολλῷ μᾶλλον ἢ ἐκεῖνοι, ὅσῳ καὶ πλείονας ἔχθρας ἔχει, ὅσῳ καὶ πλείονας ἀνάγκας τοῦ προσκρούειν τῷ Θεῷ.
000-00-00 Serial Number=0839031339
In filium viduae Ante [Go Back]  
 [00029]  Χήρα δὲ πενιχρὰ λιμὴν δακρύων, καὶ φρέαρ πειρασμῶν, ἀτείχιστος πόλις, ἄνυδρος πηγὴ, μήτηρ στεναγμοῦ, εὐφροσύνης παράσιτος, οἰκοδέσποινα πενίας, ἀφορίας ψηφίστρια, λιμοῦ πάροικος, ὀδύνης ὑφάντρια, βακτηρία συντετριμμένη, χαλεπὸν ἀπάντημα, πικρὸν συνοικέσιον, ἀκαλλώπιστον ἄγαλμα, ἠρημωμένη στήλη, ἄῤῥιζον δένδρον, ἀφώτιστος ὁμίχλη, ἐκκλησίας πρόθυρον, ποικίλων εὐχῶν ἐπινοήτρια, κατ' ἐχθρῶν πεπαῤῥησιασμένη, κατήγορος κατ' αὐτῶν·
000-00-00 Serial Number=0831153691
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00012]  Οὐ γὰρ ὁ τυχὼν ἡμῖν ἀγὼν πρόκειται σήμερον, ἀλλὰ πολλῶν δεόμενος εὐχῶν, πολλῆς δὲ ἀγρυπνίας τῆς τῶν ἀκροωμένων, πολλῆς δὲ σπουδῆς τοῦ λέγοντος, ἵνα καὶ λεχθῇ μετὰ ἀκριβείας τὰ λεγόμενα, καὶ φυτευθῇ μετὰ ἀσφαλείας ἐν τῇ διανοίᾳ τῆς ὑμετέρας ἀγάπης.
000-00-00 Serial Number=0529286146
In illud In faciem ei restiti Ante [Go Back]  
 [00014]  ἀσφάλεια δὲ, ὅτι παρὼν καὶ ἀγωνιζόμενον βλέπων, πάντως καὶ τὴν παρὰ τῶν εὐχῶν συμμαχίαν ἡμῖν παρέξει.
 [00016]  οὕτω δὴ καὶ ἡ εὔνοια τούτου, καὶ ἡ ἀγάπη, καὶ ἡ τῶν εὐχῶν βοήθεια, καὶ ζεφύρου καὶ κυβερνήτου κρεῖτ τον καὶ τῶν οἰάκων κατευθύνει τὸν λόγον ἡμῶν.
000-00-00 Serial Number=0098890245
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00134]  Ἂν ἀπολαύσῃς εὐχῶν πατρικῶν, ἂν μετάσχῃς κοινῆς εὐχῆς, ἂν ἀκούσῃς θείων λογίων, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν τούτοις τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοιπὸν, μήτι γε ἄνθρωποι πονηροὶ, σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν.
 [00363]  Ὃ γὰρ διὰ νηστείας, καὶ ὀδυρμῶν, καὶ εὐχῶν, καὶ σάκκου, καὶ σποδοῦ, καὶ μυρίας ἐξομο-λογήσεως μόλις ἕτεροι κατορθοῦσι, τὸ τὰ ἁμαρτήματα ἐξαλείφειν λέγω τὰ ἑαυτῶν, τοῦτο ἔξεστιν ἡμῖν ῥᾳ-δίως ποιεῖν χωρὶς σάκκου καὶ σποδοῦ καὶ νηστείας, ἂν μόνον ἀπὸ τῆς διανοίας ἐξαλείψωμεν τὴν ὀργὴν, καὶ μετὰ εἰλικρινείας ἀφῶμεν τοῖς ἠδικηκόσιν ἡμᾶς.
000-00-00 Serial Number=0335573554
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00031]  ὁ τοῦ Ζαχαρίου υἱὸς, καὶ τῆς στείρας τὸ βλάστημα, καὶ τῶν εὐχῶν τοῦ λαοῦ τέλειον αὐτούργημα·
000-00-00 Serial Number=0976536810
In saltationem Herodiadis Ante [Go Back]  
 [00052]  Ἀνθ' ὧν ἔδει χήρας οἰκονομῆσαι, ὀρφανοὺς οἰκτεῖ ραι, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἑαυτοῦ ζωὴν ἄσειστον διατηρήσῃ, νῦν δὲ μετὰ ἀνδρῶν ἀσελγῶν καὶ γυναικῶν ἀσέμνων εὐωχούμενος, οἴνῳ πολλῷ καρωθεὶς, καὶ ὑπὸ γυναικῶν ἀκολάστων χλευασθεὶς, τὸν πρόδρομον τῆς ἡμέρας ὄρθρον Ἰωάννην τῷ φόνῳ διέλυσε·
000-00-00 Serial Number=0438107491
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00114]  καὶ ταῦτα ἀπὸ τῶν ἱερῶν ἐμάνθανεν εὐχῶν.
000-00-00 Serial Number=0587514102
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00180]  ἐξεπέμψατε μετ' εὐχῶν, καὶ ἐδέξασθε μετὰ στεφάνων·
000-00-00 Serial Number=0474438310
In venerandum crucem Ante [Go Back]  
 [00131]  Ἀλλὰ καὶ τούτων τῶν εὐχῶν εἰσακούσας, κἀκείνου τὰ ὑπὲρ ἄνθρωπον παρανομήματα συνεχώρησε, καὶ τῇ Ἐκκλησίᾳ τὸν οἰκεῖον κόσμον, καὶ τὴν εὐπρέπειαν τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων ἀπένειμε, καὶ ἡμῖν τοῖς εἰλικρινῶς προσκυνοῦσι καὶ κατασπαζομένοις αὐτὰς, καὶ τὰ θεῖα παραγγέλματα αὐτοῦ φυλάττουσιν εἰρήνην σταθηρὰν καὶ συγχώρησιν τῶν πεπλημμελημένων καθ' ἑκάστην δωρεῖται·
000-00-00 Serial Number=0995733559
Non esse desperandum Ante [Go Back]  
 [00008]  Ὅτε γὰρ ὑμῖν παρῄνουν μὴ κατεύχεσθαι τῶν ἐχθρῶν, καὶ ἔλεγον ὅτι τὸν Θεὸν παροξύνομεν τοῦτο ποιοῦντες, καὶ ἀντινομοθετοῦμεν αὐτῷ (αὐτὸς γὰρ εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν, ἡμεῖς δὲ κατευχόμενοι τῶν ἐχθρῶν, ἀξιοῦμεν αὐτὸν τὸν ἑαυτοῦ λῦσαι νόμον), ὅτε οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἔλεγον, πολλοὺς ἐν ὑμῖν εἶδον πρόσωπα τύπτοντας καὶ στήθη, στενάζοντας πικρῶς, εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνατείνοντας, συγγνώμην αἰτοῦντας περὶ τῶν τοιούτων εὐχῶν.
000-00-00 Serial Number=0323144197
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00076]  Εὗρον γάρ, εὗρον καὶ ἕτερον δοξολογίας τρόπον, αὐτῶν τῶν ὑμετέρων εὐχῶν μεταξὺ τῆς ἀπορίας ταύτης ὥσπερ ἐν σκότει φανεισῶν ἀστραπῶν·
 [00140]  ἐπειδὴ δὲ εἰς μέσον ἤχθημεντὸ δὲ πῶς παρίημι, εἴτε ἀνθρωπίνῃ σπουδῇ, εἴτε χάριτι θείᾳ, οὐδὲν γὰρ ὑμῖν φιλονεικῶ, ἵνα μή τις καὶ εἰρωνεύεσθαι φαίη, πλὴν ἀλλ' ἐπειδὴ ἤχθημεν καὶ τὸν ζυγὸν τοῦτον ὑπέδυμεν τὸν ἰσχυρὸν καὶ βαρύν, πολλῶν ἡμῖν δεῖ χειρῶν, μυρίων εὐχῶν, ὥστε δυνηθῆναι τὴν παρακαταθήκην ἀποδοῦναι σώαν τῷ παρακαταθεμένῳ ∆εσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται καὶ εἰσάγωνται καὶ τὰς εὐθύνας ὑπέχωσι.
000-00-00 Serial Number=0354523122
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00674]  ∆ιατάσσει καὶ περὶ εὐχῶν, τουτέστιν, ὧν ἄν τις τάξηται.
 [00744]  Περὶ τοῦ μὴ χρονίζειν ἐν ταῖς τῶν εὐχῶν ἀποδόσεσι, ἀλλ' ὅπερ ἄν τις εὔξηται, εὐθέως ἀποτελεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»