Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὔκολον [178]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὔκολον
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0728155315
[00214]
Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἐστὶ ῥᾴδιον, ὃ μὴ σφόδρα βαρὺ καὶ ἐπαχθὲς ὁ πολὺς δείκνυσιν ὄκνος ἡμῖν, ὥσπερ ἐπίπονον καὶ δυσχερὲς, ὃ μὴ λίαν εὔκολον ἡ σπουδὴ καὶ ἡ προθυμία ποιεῖ.
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0147241235
[00922]
Μὴ γὰρ ἐπειδὴ εὐκόλως ὑπήκουσεν ὁ δίκαιος ἐκεῖνος, καὶ τὸ πρᾶγμα εὔκολον εἶναι δοκείτω νῦν, μηδ' ὅτι συντόμως καὶ ἐν βραχεῖ τὸ γεγονὸς διηγήσατο ὁ Μωσῆς, καὶ τὸ ἔργον τὴν τῶν ῥημάτων βραχύτητα μιμεῖσθαι νόμιζε·
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0693145096
[00366]
[7.16] Εἶτα καὶ τὸ εὔκολον τῆς διακονίας αὐτοῦ δηλῶν ἐπήγαγεν·
Ad illuminandos catecheses
Ante [Go Back]
000-00-00 Serial Number=0083448648
[00356]
∆ιὰ τοῦτο καὶ πρώην εἶπον καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, εἴ τις τὰ ἐλαττώματα τῶν τρόπων μὴ διώρθωσε μηδὲ παρεσκεύασεν ἑαυτῷ τὴν ἀρετὴν εὔκολον, μὴ βαπτιζέσθω.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0515992582
[00556]
οὕτω δὴ καὶ ἀθυμίας νέφος, ἐπειδὰν στῇ πρὸ τῆς ψυχῆς τῆς ἡμετέρας, οὐκ ἀφίησιν εὔκολον γενέσθαι τὴν τοῦ λόγου διάβασιν, ἀλλ' ἀποπνίγει καὶ συνέχει μετὰ πολλῆς τῆς ἀνάγκης ἔνδον αὐτόν.
[02320]
ἀλλ' ὅμως οὕτως ἐστὶν ἡ συνήθεια δυνατὸν πρᾶγμα καὶ εὔκολον, ὥστε παραγενομένης τῆς νηστείας, κἂν μυρία τις παρακαλῇ, κἂν μυρία τις ἄγχῃ καὶ βιάζηται, ὥστε μετασχεῖν οἰνοποσίας ἢ ἑτέρου τινὸς τῶν μὴ νενομισμένων ἐν νηστείαις ἀπογεύεσθαι, πάντα ἂν ἕλοιτο παθεῖν τις, ἢ τῆς κεκωλυμένης ἅψασθαι τροφῆς·
[03681]
Ὅταν γὰρ καὶ τὸ κατόρθωμα εὔκολον ᾖ, καὶ ὁ συνεχῶς ὑπομιμνήσκων μὴ διαλιμπάνῃ, ποίαν ἕξομεν ἀπολογίαν εἰπεῖν;
[03769]
Καὶ γὰρ οὐδὲ τοῦτο αὐτὸ αὐταῖς εὔκολον ἦν, ἑκάστου δεδοικότος καὶ τρέμοντος τῶν προσηκόντων τινὰ τῶν ὑπευθύνων ὑποδέξασθαι καὶ θεραπεῦσαι.
[03774]
Καὶ τότε ἐμάνθανον πῶς εὔκολον ἡμῖν ἡ ἀρετὴ, ῥᾴδιόν τε καὶ εὐκατόρθωτον, καὶ ὅτι παρὰ τὴν ἡμετέραν ὀλιγωρίαν μόνον ἐπίπονος εἶναι δοκεῖ.
[03993]
τράπεζα ἐσχεδιασμένη, ἵνα καὶ τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προκαλέσηται τῶν ὅρκων.
[04169]
Πῶς οὖν οὐκ ἄτοπον, βασιλέως μὲν ἐπιτάττοντος καὶ τὰ χαλεπώτατα φέρειν, Θεοῦ δὲ νομοθετοῦντος οὐδὲν χαλεπὸν οὐδὲ δύσκολον, ἀλλὰ ῥᾴδιον σφόδρα καὶ εὔκολον, καταφρονεῖν καὶ καταγελᾷν, καὶ συνήθειαν προβάλλεσθαι;
[06076]
Τὸ μὲν γὰρ κολάσαι τοὺς ὑπευθύνους καὶ δίκην ἀπαιτῆσαι τῶν πεπραγμένων, ῥᾴδιον πάντως καὶ εὔκολον·
[06078]
καὶ τὸ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον, τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν τὴν σὴν, καὶ μὴ μόνον κοινὰς, ἀλλὰ καὶ ἰδίας ὑπὲρ τῆς σῆς ἀρχῆς ποιεῖσθαι εὐχὰς, δυσκατόρθωτον·
[06079]
κἂν μυρία τις ἀναλώσῃ χρήματα, κἂν μυρία κινήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἐργάσηται, οὐκ εὐκόλως τοσούτων ἀνθρώπων διάθεσιν πρὸς ἑαυτὸν ἐπισπάσασθαι δυνήσεται, ὃ νῦν ῥᾴδιον ἔσται καὶ εὔκολον.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0345497012
[00899]
Ἡσυχάζοντι μὲν γὰρ καὶ κατεσταλμένῳ ῥᾴδιον ἐπιθέσθαι, αὐξομένῳ δὲ καὶ μετὰ πολλῆς φερομένῳ τῆς τῶν ὑδάτων ῥύμης, οὐκέθ' ὁμοίως εὔκολον ἀπαντᾷν.
[00905]
Καὶ πάντας ἀνθρώπους ἴδοι τις ἂν πρὸ τοῦ καιροῦ τὰς τῶν πραγμάτων ποιουμένους παρασκευὰς, ὥστε τοῦ καιροῦ τῶν πραγμάτων ἐπιστάντος εὔκολον αὐτοῖς γενέσθαι τὴν τῶν ἔργων ἐκπλήρωσιν.
Adversus oppugnatores vitae monasticae
Ante [Go Back]
000-00-00 Serial Number=0663075030
[00967]
καὶ γὰρ τὸ ἁπαλὸν ὄντα ἔτι λαβεῖν, καὶ τὸ πρῶτον, καὶ μόνον τὴν ἐξουσίαν ἐγχειρισθῆναι τὴν ἐκείνου, καὶ τὸ διαπαντὸς ἔχειν ἔνδον, ῥᾳδίαν αὐτῷ καὶ σφόδρα εὔκολον ποιεῖ τὴν προστασίαν.
[01625]
Ἐν ἀποδημίᾳ μὲν γὰρ οὖσι μακρᾷ οὐκ εὔκολον συγγίνεσθαι, καὶ μάλισθ' ὅταν γεγηρακότες τύχωσιν οἱ γονεῖς·
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0729567051
[00046]
Ἐπὶ δὲ τῆς ψυχῆς τοῦτο εὔκολον καὶ σφόδρα ῥᾴδιον.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0159912765
[03850]
οὕτω γὰρ εὔκολον αὐτῷ πάντας ἀπολέσαι, ὥστε ἀρκεῖ θελῆσαι, καὶ τὸ κωλύον οὐδέν.
[04126]
διὰ μὲν τούτου τὸ ἀσφαλές, διὰ δὲ τοῦ ἑξῆς τὸ εὔκολον δείκνυσιν.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0916910291
[00419]
Ἀλλ' οὔτε τὸ τῆς ἐξουσίας εὔκολον, οὔτε τὸ παρ' ἑτέρων παροξύνεσθαι, οὔτε τὸ πολλὰ πεπονθέναι δεινὰ, οὔτε τὸ προσδοκᾷν πείσεσθαι χαλεπώτερα, συνεχώρησεν ἑλκύσαι τὸ ξίφος·
[00609]
τίνος ἀπολαύσῃ συγγνώμης, ὅταν καὶ εὔκολον καὶ πανταχόθεν ῥᾳδίαν τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὑρεῖν δυναμένη, ῥᾳθυμῇς, καὶ τὴν σαυτῆς σωτηρίαν προδιδῷς;
[00999]
∆υνατὸν, καὶ σφόδρα εὔκολον·
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0689313710
[01125]
Τί τοίνυν τὸ ὠφελοῦν καὶ εὔκολον καὶ ἡδὺ ἀφεὶς, τὸ βλάπτον καὶ λυποῦν καὶ κατατῆκον ἀντ' ἐκείνου διώκεις;
De Melchisedech
Ante [Go Back]
000-00-00 Serial Number=0679415464
[00023]
Ὅτι γάρ ἐστιν, εὔκολον φύσει [56.258] λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα.
De caritate [2]
Ante [Go Back]
000-00-00 Serial Number=0474674165
[00006]
Οὐκ εἶπεν, ὅτι Προσάγαγέ μοι χρήματα, ἢ μόσχους, ἢ χιμάρους, ἢ νηστείαν, ἢ ἀγρυπνίαν, ἵνα μὴ εἴπῃς, ὅτι [62.771] Οὐκ ἔχω, οὐ δύναμαι, ἀλλ' ὅ ἐστιν ἐλαφρὸν καὶ εὔκολον καὶ σύντομον, τοῦτο προσέταξε λέγων·
De fugienda simulata specie
Ante [Go Back]
000-00-00 Serial Number=0729706168
[00032]
εὔκολον δὲ καὶ αὐτό σοι τὸ τὰ ὄντα λαλεῖν, καὶ μὴ τὰ μὴ ὄντα τεχνάζεσθαι.
De futurae vitae deliciis
Ante [Go Back]
000-00-00 Serial Number=0229685843
[00065]
Ἐπειδὴ ταῦτα ἐπέταξεν, ὅρα τί ποιεῖ, πῶς εὔκολον τὸν ἀγῶνα ἐργάζεται.
[00082]
πῶς εὔκολον τὸν ἀγῶνα ἐργάζεται·
De inani gloria et de educandis liberis
Ante [Go Back]
000-00-00 Serial Number=0372019768
[00207]
Τοὺς δὲ τοιούτους μάλιστα εὔκολον ῥυθμίζειν.
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0705699146
[00145]
Ποῦ τοίνυν οἱ λέγοντες ὅτι δύσκολον ἡ ἀρετή, καὶ εὔκολον ἡ κακία;
De paenitentia [1]
Ante [Go Back]
000-00-00 Serial Number=0360117555
[01632]
Οὐ πολύς μοι πόνος δεῖξαι εὔκολον ὄντα, ἵνα κατορθωθῇ·
[01647]
οὐ τούτου δὲ μόνον, ἀλλ' ἵνα δείξῃ καὶ εὔκολον ὄντα, καὶ εὐκαίρως εἰσαγόμενον.
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0617992699
[00020]
Ὅτι γὰρ ἔστιν, εὔκολον φύσει λόγον ὄντα, δύσκολον γενέσθαι παρὰ τὴν ἀπειρίαν τῶν ἀκουόντων, Παῦλον ὑμῖν παραστήσομαι μάρτυρα.
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0618476152
[00245]
καὶ γὰρ δῆσαι εὔκολον ὅταν καῦσαι δέῃ καὶ τεμεῖν καὶ φυλάξαι ἔνδον ἐπὶ χρόνον πολὺν ἡνίκα ἂν τοῦτο συμφέρῃ καὶ ἑτέραν δὲ ἀνθ' ἑτέρας προσαγαγεῖν τροφὴν καὶ ἀποκωλῦσαι ναμάτων, καὶ τὰ ἄλλα δὲ πάντα ὅσαπερ ἂν δοκιμάσωσι πρὸς τὴν ἐκείνων ὑγίειαν συμβάλλεσθαι μετὰ πολλῆς προσάγουσι τῆς εὐκολίας.
[00768]
Καὶ ὁ μὲν κατὰ σάρκα πατὴρ πολλὰ ἔχει τὰ ποιοῦντα αὐτῷ τὴν φυλακὴν εὔκολον τῆς θυγατρός·
De virginitate
Ante [Go Back]
000-00-00 Serial Number=0982199132
[01452]
[59] Ὅτι εὔκολον ἡ παρθενία.
[01859]
Νῦν δὲ οὐ σφόδρα εὔκολον τοῦτο εὑρεῖν.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0733010173
[00313]
ἀλλὰ μετατίθησιν αὕτη τῶν πραγμάτων τὴν φύσιν, καὶ πάντα ἐν χερσὶν ἔχουσα παραγίνεται τὰ ἀγαθὰ, πάσης μητρὸς ἠπιωτέρα, πάσης βασιλίδος εὐπορωτέρα, καὶ τὰ ἐπίπονα κοῦφα καὶ ῥᾷστα ποιεῖ, τὴν μὲν ἀρετὴν εὔκολον, τὴν δὲ κακίαν πικροτάτην ἡμῖν ἀποφαίνουσα·
[00513]
δυνατὸν γὰρ, καὶ σφόδρα εὔκολον.
[00520]
Μὴ δὴ οὖν προφασιζώμεθα λέγοντες, ὡς οὐκ ἔστιν εὔκολον εὔξασθαί τινα, τοῖς βιωτικοῖς ἐνασχολούμενον πράγμασι, καὶ μηδὲ [63.585] πλησίον εὐκτήριον οἶκον εὑρίσκοντα.
[03866]
οὕτω δὴ καὶ ἀθυμίας νέφος, ἐπειδὰν στῇ πρὸ τῆς ψυχῆς τῆς ἡμετέρας, οὐκ ἀφίησιν αὐτῇ εὔκολον γενέσθαι τὴν τοῦ λόγου διάβασιν, ἀλλ' ἀποπνίγει καὶ συνέχει μετὰ πολλῆς ἀνάγκης ἔνδον αὐτόν.
[04160]
καὶ τῷ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον·
[05439]
διὰ τὸ τῆς αἰτήσεως εὔκολον δός.
[05440]
Εἰ δὲ οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι·
[06864]
τράπεζα ἐσχεδιασμένη, ἵνα καὶ τὸ εὔκολον τῆς ἐπιχειρήσεως, καὶ τὸ ἡδὺ τῆς τροφῆς, καὶ ἡ τοῦ λήσεσθαι ἐλπὶς εἰς τὴν παράβασιν αὐτοὺς προσκαλέσηται τῶν ὅρκων.
[06936]
καὶ οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὐχ ὁ φόβος τῶν μελλόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφαγῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον, ἀλλ' ὥσπερ εὐεργέτου τινὸς καὶ τὰ μεγάλα αὐτὸν πεποιηκότος ἀγαθὰ, οὕτω τοῦ ἐχθροῦ καὶ [63.778] λελυπηκότος ἐφείσατο, καὶ τὸ κράσπεδον ἀποκόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ἀφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασωθέντι ταῦτα ὑπέδειξεν·
[09584]
Ὡς εὔκολον ἡμῖν τὴν τρυτάνην κινῆσαι, οὕτως αὐτῷ πάντα ἀπολέσαι, καὶ ποιῆσαι πάλιν.
[09936]
πῶς εὔκολον ἡ ἀρετή;
[09999]
Εἰ δὲ καὶ προστασίαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο θρηνεῖς τὸν ἄνδρα, ἐπὶ τὸν κοινὸν πάντων προστάτην καὶ σωτῆρα καὶ εὐεργέτην κατέφυγε τὸν Θεὸν, ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν εὔκολον βοήθειαν, ἐπὶ τὴν διαρκῆ σκέπην, τὴν πανταχοῦ παροῦσαν καὶ πανταχόθεν ἡμᾶς τειχίζουσαν.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0142137110
[00307]
Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐγενέστατε, δίδου ταύτην ἡμῖν τὴν χάριν, κούφην τε οὖσαν καὶ εὔκολον, καὶ πολλὴν ἡμῖν καὶ ἐν ἐρημίᾳ καθημένοις παρέχουσαν τὴν εὐφροσύνην.
[00594]
∆ίδου δὴ ταύτην ἡμῖν [52.649] τὴν χάριν, ῥᾳδίαν τε οὖσαν, καὶ εὔκολον, καὶ [52.649] πολλὴν παρέχουσαν ἡμῖν τὴν εὐφροσύνην.
[01552]
∆ίδου δὴ ταύτην ἡμῖν [52.649] τὴν χάριν, ῥᾳδίαν τε οὖσαν, καὶ εὔκολον, καὶ [52.649] πολλὴν παρέχουσαν ἡμῖν τὴν εὐφροσύνην.
[02477]
Εἰ δὲ μηδὲ τοῦτο εὔκολον, ἀλλ' ἐργῶδες, οὐ παυσόμεθα διὰ γραμμάτων παραινοῦντες καὶ συμβουλεύοντες, ὥστε διακόψαι τὰ σχοινία, διατεμεῖν τὰς πλεκτάνας, διακλάσαι τὰς πέδας τῆς ψυχῆς, καὶ μετὰ εὐκολίας καὶ ἐλευθερίας βαδίζειν πολλῆς.
[02924]
ἐπειδὴ δὲ τοῦτο οὐκ εὔκολον, διά τε τὴν τοῦ χειμῶνος ὥραν καὶ [52.714] τὸν τῶν λῃστῶν φόβον, καὶ τὴν τοῦ χωρίου ἐρημίαν ἐν ᾧ καθήμεθα, ἡνίκα ἂν ἐξῇ, καὶ προσαγορεύομέν σου τὴν εὐλάβειαν, καὶ αἰτοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελίζεσθαι·
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0367576122
[00344]
Εἰ δὲ ὑπὲρ ἐλεημοσύνης μόνον τοσαῦται αἱ ἀντιδόσεις, τοσοῦτοι οἱ στέφανοι, τοσαύτη ἡ λαμπρότης, τοσαύτη ἡ περιφάνεια καὶ ἡ δόξα, εἰ καὶ τὰ ἄλλα τῆς ἀρετῆς ἐπέλθοιμί σοι μέρη, ποίαν ἂν σχοίης συγγνώμην, ὀφείλουσα ἐντεῦθεν ἤδη ἑορτὴν ἄγειν καὶ σκιρτᾶν καὶ χορεύειν καὶ στεφανοῦσθαι, ἐπειδὴ δὲ ὁ δεῖνα ἐμάνη καὶ ὁ δεῖνα κατὰ κρημνῶν ἦλθε, κατακόπτουσα ἑαυτὴν καὶ εὔκολον κατὰ τῆς ἁγίας σου ψυχῆς τῷ διαβόλῳ ποιοῦσα τὴν ἔφοδον ὃν μέχρι σήμερον καταξαίνουσα οὐκ ἐπαύσω;
[00451]
∆ιὸ μυρίοις στόμασιν ἀνακηρύττειν σε χρὴ ταύτης ἕνεκεν τῆς ὑποθέσεως ὅ τι παρθένοις γέγονε δυσκαταγώνιστον, τοῦτο τῇ ἐν χηρείᾳ ζώσῃ οὕτω ῥᾴδιον καὶ εὔκολον, ὡς αὐτὴ τῶν πραγμάτων ἔδειξεν ἡ ἀλήθεια.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0020299613
[00702]
διὰ τὸ εὔκολον καὶ εὐπερίστατον τῆς ἀπωλείας Σὺ δὲ, εἰ μὲν πόλιν μέλλεις οἰκεῖν, πολλὰ περὶ ἀέρων πολυπραγμονεῖς, εἰ μὴ νοσώδεις, εἰ μὴ δύσκρατοι, εἰ μὴ αὐχμηροί·
[00784]
τὸ δὲ φιλεῖν εὔκολον καὶ ῥᾴδιον.
[01013]
τουτέστι, ῥᾳδίαν ποίησον, εὔκολον.
[02350]
Ὁρᾷς πῶς εὔκολον ἡ ἀρετὴ, δύσκολον δὲ ἡ κακία;
[03992]
Εἶδες συμμαχίαν ἄμαχόν τε καὶ εὔκολον, καὶ ῥᾳδίαν;
[04017]
Πῦρ γὰρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, καὶ ἄνθρακας αὐτοῖς ἄνωθεν λέγει ὕεσθαι, τῇ μεταφορᾷ τῶν λέξεων τὸ ἄφυκτον τῆς τιμωρίας, τὸ δαψιλὲς τῆς κολάσεως, τὸ εὔκολον τῆς πληγῆς, τὸ δαπανητικὸν παραστῆσαι βουλόμενος.
[05755]
Εἶδες συμμαχίαν ἄμαχόν τε καὶ εὔκολον, καὶ ῥᾳδίαν;
[05780]
Πῦρ γὰρ, καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος, καὶ ἄνθρακας αὐτοῖς ἄνωθεν λέγει ὕεσθαι, τῇ μεταφορᾷ τῶν λέξεων τὸ ἄφυκτον τῆς τιμωρίας, τὸ δαψιλὲς τῆς κολάσεως, τὸ εὔκολον τῆς πληγῆς, τὸ δαπανητικὸν παραστῆσαι βουλόμενος.
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0012507558
[03749]
Οὕτως εὔκολον ἐμοὶ πάντα ποιεῖν.
[04623]
Εἰ ἀληθῶς εἰσιν οὗτοι προφῆται, καὶ ἀπέστειλεν αὐτοὺς ὁ Θεὸς, ἀπαντησάτωσαν δὴ τῷ Κυρίῳ, τουτέστιν, εὐξάσθωσαν πρὸς τὸν Θεὸν, ὥστε τὰ ὄντα μὴ ἀπαχθῆναι, ὅπερ εὔκολον μᾶλλόν ἐστιν, ἢ τοὺς ἀποικισθέντας ἐπανελθεῖν, ἵνα ἀπὸ τούτων γνῶμεν, ὡς κἀκεῖνο ἔσται.
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0372248471
[01969]
διὰ δὲ τοῦ ἑξῆς, τὸ εὔκολον δείκνυσιν·
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0721431494
[01727]
[86] β.] Ἐπεὶ πολλὰ περὶ βασιλέων διελέχθη, δείκνυται τὸν ἐκείνων ἰσχυρότερον, ὡς εὔκολον αὐτῷ περιτρέπειν οὗ ἂν βούληται, ὥσπερ ὁρμὴν ὕδατος περιάγει πανταχοῦ·
Homilia de capto Eutropio
Ante [Go Back]
000-00-00 Serial Number=0076165140
[00878]
ἡ ἀφθονία γὰρ τῶν ἀρετῶν εὔκολον ἐποίησε τὴν οἰκονομίαν τοῦ βασιλέως.
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0742616057
[00946]
Καὶ καλῶς εἰς τὸ ὑπερῷον ἀνέβησαν, ὥστε μὴ εἶναι εὔκολον ἐκ τοῦ ἑτοίμου συλληφθῆναι αὐτούς.
[01475]
Οὐκ ἤλθετε ἣν ἐλθεῖν ὑμᾶς ἔδει, ἀλλὰ τὴν βασιλικὴν ἀφέντες ὁδὸν τὴν εὔκολον καὶ λείαν, τὴν τραχεῖαν καὶ ἀνάντη καὶ χαλεπὴν ἐβαδίσατε.
[02250]
Τέως γὰρ τὸ εὔκολον λέγει καὶ πολλὴν ἔχον δωρεὰν, καὶ τότε ἐπὶ τὸν βίον ἄγει, εἰδὼς, ὅτι ὑπόθεσις αὐτοῖς ἔσται σπουδῆς, τὸ ἤδη γεύσασθαι τῶν τοσούτων ἀγαθῶν.
[03844]
Εἴσεσθε, πῶς ἔστιν εὔκολον τοῦτο, ὅταν τῇ τοῦ Θεοῦ χάριτι κατορθώσαντες, καὶ ἕτερον δέξησθε νόμον.
[06496]
οὐδὲ πρότερον οὕτως ἦν εὔκολον, ὡς ὅτε ὁ προφήτης αὐτὸν κατήχησεν.
[06959]
εὔκολον τὸ φῶς εἶναι σκότος, ἢ τοῦτο γενέσθαι.
[08274]
Τούτου ὄντος, εὔκολον κἀκεῖνο ἔσται·
[09999]
Οὐκ εὔκολον τὸ [60.228] πρᾶγμα δοκεῖ, καὶ τοῦτο οὐ φύσει, ἀλλὰ τῷ συνηθείᾳ πολλῇ μήπω κατορθοῦν αὐτὸ μεμαθηκέναι.
[09999]
Ὥστε μὴ γενέσθαι αὐτοῖς εὔκολον τὴν κατάληψιν.
[09999]
Ἀλλ' εὔκολον τοῦτο τὸ φιλοσοφεῖν ἐν ῥήμασι·
[09999]
∆είκνυσιν, ὅτι καὶ ἀπὸ ἀνθρωπίνων λογισμῶν τοῦτο δυνατὸν συνιδεῖν, μήτι γε ἀπὸ Πνεύματος μόνον, ὅτι ἥμαρτον ἁμαρτίαν οὐκ εὔκολον διορθωθῆναι·
[09999]
Ὥσπερ γὰρ εἰ κανών τις ἦν, πρὸς ὃν [60.245] πάντα ἀπευθύνεσθαι ἐχρῆν, οὐ πολλῆς ἔδει σκέψεως, ἀλλὰ τὸν παραμετροῦντα εὔκολον ἦν λαβεῖν·
[09999]
τὸ μὲν γὰρ ἐγκαλέσαι εὔκολον, ἀλλὰ τοῦτο ἥμισύ ἐστιν.
[09999]
Πρῶτον τοῦτο κατορθώσωμεν, ὥστε φιλεῖσθαι, καὶ ἐκεῖνο εὔκολον ἔσται.
In Ecclesiasten
Ante [Go Back]
000-00-00 Serial Number=0738807738
[00459]
Τουτέστιν εὔκολον·
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0201099396
[00136]
Τὸ ἀνεπαχθὲς τῆς νομοθεσίας δείκνυσι καὶ ὅσον ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων μέτρον, ὃ καὶ ἀλόγοις εὔκολον κατορθῶσαι, καὶ ἀλόγων τοῖς ἀνοητοτέροις.
[00340]
Τὸ τῆς ἀρετῆς εὔκολον ἔδειξε καὶ τὴν τῆς ἐξουσίας ἐλευθερίαν, ὅτι ἐν αὐτοῖς ἦν τὸ μεταβαλέσθαι.
[00385]
[1.7] Εἶτα δεικνὺς ὅτι εὔκολον ἡ ἀρετή, ἐν τῷ θέλειν αὐτὸ τίθησι μόνον.
[01793]
Τὸ ταχὺ τῆς τιμωρίας, τὸ εὔκολον τῆς κολάσεως παρίστησι, διὰ τῆς εἰκόνος τὴν πανωλεθρίαν αὐτῶν δηλῶν.
[01812]
∆ύο τοίνυν ἐνταῦθα ὁ προφήτης αἰνίττεται, ὅτι καὶ εὔκολον αὐτοὺς ἐλθεῖν, τοῦ Θεοῦ καλοῦντος, καὶ πάλαι ἂν ἦλθον, εἰ μὴ ἡ πολλὴ κατεῖχεν αὐτοὺς μακροθυμία.
[02643]
καὶ ὅτι ῥᾴδιον αὐτῷ καὶ εὔκολον νεῦσαι μόνον καὶ πάντα εἰς πέρας ἀγαγεῖν.
[02647]
οὕτως αὐτῷ ῥᾴδιον καὶ εὔκολον ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ ἐν ἀκαριαίῳ ἀπὸ τῶν ἐσχάτων τῆς γῆς, κἂν πλείους ὦσιν, ἀγαγεῖν εὐθέως καὶ ἐπιστῆσαι.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0149124324
[04546]
Ὥσπερ γὰρ εὔκολον ἡμῖν βαπτίσασθαι καὶ ἀνανεῦσαι, οὕτως εὔκολον τῷ Θεῷ θάψαι τὸν ἄνθρωπον τὸν παλαιὸν, καὶ ἀναδεῖξαι τὸν νέον.
In dictum Pauli Nolo vos ignorare
Ante [Go Back]
000-00-00 Serial Number=0237849832
[00006]
Κἂν γὰρ βραχὺ διεγερθεῖσαν τὴν θάλασσαν ἴδωσι, δι' ὀλίγου τὴν καταφυγὴν ἔχοντες, ταχίστην καὶ εὔκολον τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὕρασθαι δύναιντ' ἄν.
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0360772431
[03556]
καὶ γὰρ εὔκολον.
[06403]
Ὅτι σφόδρα εὔκολον ταύτης ἀπέχεσθαι τῆς ἁμαρτίας.
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0262207270
[00441]
Τί εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν;
[01217]
Εἰπεῖν μὲν γὰρ παντὶ εὔκολον, πρᾶξαι δὲ ὅταν εἰς χρείαν καταστῶμεν, σφόδρα δύσκολον.
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0434794843
[02035]
Εἰ γὰρ μὴ τοῦτο ἦν, τοὐναντίον δὲ ἦν, ἐκεῖνοι μὲν οὗτοι, οὗτοι δὲ ἦσαν ἐκεῖνοι, ἆρ' ἂν εὔκολον ἦν ἔχειν καὶ ἑλκῦσαι τοὺς ἐναντιουμένους;
[03754]
Βαβαί! πόση τοῦ διδασκάλου ἡ παῤῥησία! πῶς ἀπηκριβωμένη ἡ εἰκὼν, ὅταν καὶ ἑτέρους ἐπὶ τοῦτο παρακαλῇ! Οὐκ ἐπαίρων δὲ ἑαυτὸν τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς εὔκολον οὖσαν τὴν ἀρετήν.
[04145]
Τί οὖν οὐχ αἱροῦνται πολλοὶ τὸ εὔκολον;
[04148]
Οὐκοῦν τοῦτο εὔκολον;
[04149]
Οὐκ εὔκολον, ἀλλ' ἀσθενοῦς ψυχῆς τοῦτο.
[04153]
Εἶδες πῶς οὐκ εὔκολον ἡ κακία;
[04586]
Εἶδες πῶς ἐστιν ἀνεπαχθὴς, καὶ πανταχοῦ οὐ τὸ δυνατὸν μόνον, ἀλλὰ καὶ [61.130] τὸ εὔκολον τῆς νομοθεσίας σκοπεῖ;
[05081]
μᾶλλον δὲ, ὥσπερ εὔκολον ἐννοῆσαί σε πόλιν καὶ κόσμους ἀπείρους, οὕτω ποιῆσαι Θεῷ εὔκολον, μᾶλλον δὲ καὶ τούτου πολλῷ πάλιν εὐκολώτερον.
[05603]
Ὥσπερ γὰρ περὶ τοῦ χωρίζεσθαι πόρνων διαλεγόμενος, τῇ ἐπιδιορθώσει τὸ πρᾶγμα πεποίηκεν εὔκολον εἰπὼν, Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου·
[05635]
ἐκεῖνον δὲ οὐ σφόδρα εὔκολον.
[06299]
ἵνα μή τις λέγῃ, ὅτι Κομπάζεις εἰκῆ, καὶ φιλοσοφεῖς ἐν λόγοις, καὶ ὑπισχνῇ διὰ ῥημάτων, ὃ καὶ ἐμοὶ καὶ τῷ δεῖνι εὔκολον·
[06904]
καὶ γὰρ εὔκολον, ἂν βουλώμεθα.
[07297]
Ἀλλὰ τοῦτο οὐκ εὔκολον τὸν ἐρῶντα πεῖσαι περὶ τῶν παιδικῶν.
[08932]
καὶ οὐκ ἦν εὔκολον αὐτὴν διαγνῶναι, καὶ τίς μὲν ὁ προ [61.241] φητεύων, τίς δὲ ὁ ψευδόμενος (καὶ γὰρ μιαρὸς ὢν ὁ διάβολος ἐπεισῄει τοῖς προφητεύουσι, ψευδοπροφήτας εἰσάγων ὡς δῆθεν τὰ μέλλοντα προλέγοντας καὶ αὐτούς)·
[09999]
ἀλλὰ μετατίθησιν αὕτη τῶν πραγμάτων τὴν φύ-σιν, καὶ πάντα ἐν χερσὶν ἔχουσα παραγίνεται τὰ ἀγαθὰ, πάσης μητρὸς ἠπιωτέρα, πάσης βασιλίδος εὐπορωτέρα, καὶ τὰ ἐπίπονα κοῦφα ποιεῖ καὶ ῥᾷστα, τὴν μὲν ἀρετὴν εὔκολον, τὴν δὲ κακίαν πικροτάτην ἡμῖν ἀποφαίνουσα.
[09999]
Καταστή-σας δὲ ἡμᾶς ἐν χρείᾳ ἀλλήλων, εὔκολον πάλιν τὴν ἐπιμιξίαν ἐποίησεν·
[09999]
οὐδὲ γὰρ εἶναι εὔκολον ἑνὶ πάντα ὁμοῦ κατορθοῦν, ὧν μέρος ἕκαστος τῶν ἁγίων ἤνυσεν·
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0223855853
[01589]
ἐπεὶ οὐδὲ πορνείαν διαφυγεῖν εὔκολον, ἂν μὴ θέλωμεν.
[01595]
Καὶ ὅλως οὐδὲν δύσκολον βουλομένων, ὥσπερ οὐδὲν εὔκολον μὴ βουλομένων ἡμῶν·
[01926]
Καὶ ἐπειδὴ τὸ πρᾶγμα δοκεῖ δύσκολον εἶναι, δείκνυσιν αὐτὸς ὅτι ὥσπερ ἐστὶν εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας.
[01933]
Ἀλλ' ὥσπερ εὔκολον αὐτῷ ἐκείνους τοὺς ἀπηρτισμένους ἀγαγεῖν, οὕτω καὶ τοὺς διαλελυμένους.
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0123701632
[01260]
εἰ εὔχεσθαι οὐκ ἴσμεν, ὅπερ ἐστὶν εὔκολον καὶ σφόδρα ῥᾴδιον, τί τῶν ἄλλων εἰσόμεθα;
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0060577869
[00578]
Εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ Θεοῦ δυνάμεως·
[02480]
Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς, ὥστε καὶ διηνεκῶς αὐτὴν ἔχειν, καὶ ὥστε ὡς μεγίστῳ κόσμῳ κεχρῆσθαι.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0028208435
[00466]
Τοῦτο εὔκολον·
[00467]
καὶ ὅτι τοῦτο εὔκολον, οἱ πλείους τοῦτο πράττουσιν, ἢ ἐκεῖνο.
[00480]
Τὸ γὰρ εὔκολον εἶναι πρὸς τὸ ὀμόσαι οὐκ ἀφίησι δόξαν εὐλαβείας ἔχειν.
[03677]
Ὥσπερ δὲ τὸ ἀποδύσασθαι, εὔκολον, οὕτω καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν.
[05749]
Πολλὴν οὖν πρόνοιαν ποιώμεθα καὶ γυναικῶν καὶ παίδων καὶ δούλων, εἰδότες ὅτι τὴν ἀρχὴν ἡμῖν αὐτοῖς εὔκολον καταστήσομεν, καὶ ὅτι τὰς εὐθύνας ἡμέρους καὶ ἐπιεικεῖς ἕξομεν, καὶ ἐροῦμεν·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0728038907
[02000]
Ἰδοὺ καὶ ἑτέραν δείκνυσιν ὁδὸν εὔκολον ποιοῦσαν [61.671] τὴν ἀρετὴν, καὶ κατορθοῦσαν τὰ εἰρημένα, ὁδὸν τίκτουσαν ἀγάπην, καὶ σφιγγομένην ὑπὸ τῆς ἀγάπης.
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0007880986
[00526]
Εἶτα καὶ τὸ εὔκολον δηλῶν εἶπε·
[00703]
ὡς εἴ γε ἦν εὔκολον πλούσιον δίκην διδόναι, ἐκ τούτων ἂν εὗρες ἐμπεπλησμένα τὰ δεσμωτήρια·
[00831]
Καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν·
[00919]
καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δεικνὺς, καὶ τὸ χαλεπὸν τῆς ἀπωλείας·
[01188]
τοῦτο γὰρ ὑμῖν οὐ σφόδρα εὔκολον·
[02685]
τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον·
[08963]
ἕως ἂν ᾖ χωλεία τὸ πρᾶγμα, εὔκολον γενέσθαι ὀρθόν·
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0467854261
[00189]
Οἴμοι! πόσης μὲν ἀπολαύομεν φιλανθρωπίας! πόσην δὲ ἐπιδεικνύμεθα κακίαν, πόσον ὕπνον, πόσην νωθείαν! πῶς εὔκολον ἡ ἀρετὴ καὶ πολλὴν ἔχον ὠφέλειαν! πῶς ἐργῶδες ἡ κακία! ἡμεῖς δὲ τὸ οὕτως ἐλαφρὸν ἀποφυγόντες διώκομεν τὸ μολύβδου βαρύτερον.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0876935899
[00539]
ὥστε οὖν μοι τὴν ἀπολογίαν γενέσθαι εὔκολον, συναντιλαμβάνονταί μοι.
[01363]
Ὡς εὔκολον ἡμῖν τὴν τρυτάνην κινῆσαι, οὕτως αὐτῷ πάντα ἀπολέσαι, καὶ ποιῆσαι πάλιν.
[02905]
Ἀλλὰ πρὸς μὲν τὸν αἱρετικὸν εὔκολον εἰπεῖν, πρὸς δὲ τὸν Χριστιανὸν τί ἐροῦμεν;
[04799]
τουτέστιν, ὅ τι εὔκολον αὐτῷ καὶ δυνατὸν, καὶ ταχέως ποιεῖν.
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0220186591
[00601]
∆ιὸ δὴ μάλιστα αὐτὸ θαυμάζειν ἄξιον, οὐχ ὅτι χρήσιμον καὶ σωτήριον μόνον, ἀλλ' ὅτι καὶ εὔκολον καὶ ῥᾷστον, καὶ τοῖς πᾶσιν εὔληπτον·
[00673]
Ἐπειδὴ γὰρ ἔστι καὶ μετὰ αἰσχύνης σωθῆναι (ὥσπερ οὖν πολλοὶ τῶν ἀπὸ φιλανθρωπίας βασιλικῆς ἀπαλλαττομένων κολάσεως σώζονται), ἵνα μὴ ὑποπτεύσῃ τοῦτό τις σωτηρίαν ἀκούσας, προσέθηκε, Καὶ δικαιοσύνην, καὶ δικαιοσύνην οὐ σὴν, ἀλλὰ Θεοῦ, καὶ τὸ δαψιλὲς αὐτῆς καὶ τὸ εὔκολον αἰνιττόμενος.
[01267]
∆είξας τοίνυν τὴν ὑπερβολὴν τῆς νόσου, καὶ τὴν αἰτίαν προσθεὶς, ὅτι ἀπὸ ῥᾳθυμίας τῶν ἀῤῥωστούντων, καὶ τὸ τέλος, ὅτι ἀπώλεια αὐτοὺς διαδέξεται, [60.426] καὶ τὸ εὔκολον τῆς διορθώσεως, βαρεῖ πάλιν καὶ ἐν τῇ κολάσει τὸν Ἰουδαῖον.
[02686]
Ὥσπερ γὰρ ἡμῖν εὔκολον τὰ ὄντα καλέσαι, οὕτως αὐτῷ ῥᾴδιον, καὶ πολλῷ ῥᾷον, τὰ μὴ ὄντα ὑποστήσασθαι.
[02992]
ἀλλ' ὅμως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη.
[02994]
Ἐνταῦθα δὲ οὐ τὸ εὔκολον αἰνίττεσθαί μοι δοκεῖ μόνον, ἀλλὰ καὶ τὸ εὔλογον.
[03405]
ἀλλ' ἐκεῖ μὲν εὔκολον βουλόμενος δεῖξαι τὴν ἀρετὴν, τοῦτο τίθησιν·
[04179]
Ἀλλὰ τοῦτο μὲν ῥᾴδιον καὶ εὔκολον·
[04290]
ἐὰν δὲ σπουδάζωμεν, καὶ κοῦφον ἡμῖν ἔσται καὶ εὔκολον.
[04659]
Τὸ μὲν γὰρ διδάξαι, εὔκολον·
[04753]
καὶ γὰρ εὔκολον ἡ ἀπορία αὕτη τὴν λύσιν ἔχει.
[06603]
Εἶτα, ἵνα μὴ δόξῃ πάλιν αὐτὴν εὐκαταφρόνητον ποιεῖν τῷ εὔκολον καὶ εὐτελῆ δεικνύναι, ὅρα πῶς πλατύνει τὸν λόγον τὸν περὶ αὐτῆς.
[06637]
Εἶτα καὶ ἑτέρωθεν εὔκολον ποιῶν τὸν τῆς πίστεως λόγον, φησὶν, ὅτι Ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν.
[08195]
Ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ πνεῦμα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ, καὶ θλῖψις δόκιμον ἐργάζηται καὶ ἐπιτήδειον πρὸς τὸ φέρειν πάντα γενναίως, καὶ ἔχῃς μετὰ τούτων καὶ ἕτερον ὅπλον μέγιστον, τὴν προσευχὴν καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τί λοιπὸν ἔσται ἐπίπονον τῶν ἐπιταττομένων;
[08718]
καὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, Πλήρωμα γὰρ νόμου, φησὶν, ἐστὶν, οὐ τὴν διδασκαλίαν ἡμῖν τῶν πρακτέων συντόμως εἰσάγουσα μόνον, ἀλλὰ καὶ τὴν κατόρθωσιν αὐτῶν εὔκολον ποιοῦσα.
[09354]
οὐχὶ εὔκολον ἐποίησέ σοι τὴν ὁδὸν καὶ μετὰ ταῦτα τῆς τῶν ἁμαρτημάτων ἀφέσεως;
[09499]
Ἀλλ' ὅμως κοινὰ πάλιν ἀμφότερα ταῦτα πεποίηκεν εἰπὼν, Τῆς εἰς ἀλλήλους, καὶ δείξας ὅτι χωρὶς εἰρήνης οὐκ εὔκολον οἰκοδομεῖν.
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0666447699
[00408]
Χρημάτων μὲν γὰρ εὔκολον καταφρονῆσαι τῷ βουλομένῳ·
In illud Filius ex se nihil facit
Ante [Go Back]
000-00-00 Serial Number=0337124825
[00010]
ἀλλὰ συνάρασθέ μοι, καὶ χεῖρα ὀρέξατε, ταῖς εὐχαῖς διεγείροντες ἡμῶν τὴν γλῶσσαν, καὶ τῇ συνέσει τῆς ἀκροάσεως εὔκολον ἐργαζόμενοι τὴν διδασκαλίαν.
In illud Habentes eundem spiritum
Ante [Go Back]
000-00-00 Serial Number=0984212101
[00210]
σοὶ δὲ ἔξεστι χωρὶς τῆς σκληραγωγίας ἁπάσης ἐκείνης τὴν εὔκολον ταύτην καὶ ῥᾳδίαν εὐλάβειαν ἐπιδείξασθαι.
In illud Si esurierit inimicus
Ante [Go Back]
000-00-00 Serial Number=0003094316
[00236]
Ταῦτ' οὖν ἅπαντα συνιδὼν ὁ Παῦλος, καὶ βουλόμενος τὸ δυσκατόρθωτον τοῦτο καὶ χαλεπὸν εὔκολον ποιῆσαι καὶ ῥᾴδιον, καὶ πεῖσαι τὸν μηδὲ ἰδεῖν ἀνεχόμενον τὸν ἐχθρὸν εἰς εὐεργεσίαν τὴν ἐκείνου γενέσθαι, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, ἵν' ἐλπίδι τῆς τιμωρίας προτραπεὶς, ἐπιδράμῃ τῇ τοῦ λελυπηκότος εὐεργεσίᾳ.
[00314]
αὐτὸ μὲν οὖν αὐτὸν τὸ τῆς σφαγῆς εὔκολον ἀπέστρεψεν·
[00330]
καὶ οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὐχ ὁ φόβος τῶν μελλόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφαγῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον·
In illud Si qua in Christo nova creatura
Ante [Go Back]
000-00-00 Serial Number=0253515542
[00263]
Εἰ καὶ ἀσαφὴς ὁ λόγος, ἀλλὰ πειράσομαι αὐτὸν εὔκολον ποιῆσαι καὶ ἰδιώτῃ καὶ πένητι καὶ οἰκέτῃ καὶ μαγείρῳ καὶ ναύτῃ καὶ γυναικὶ καὶ ἐλευθέρῳ καὶ δούλω.
[00512]
Ἦλθεν ὁ ἰατρὸς ὁ εὔπορος ἐν ἀπόροις, ὁδὸν εὑρὼν ῥᾳδίαν καὶ εὔκολον καὶ σωτήριον.
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0018548250
[00477]
τὸ εὔκολον τῆς δόσεως, ὅτι τραφῆναι ζητεῖ καὶ ἄρτον αἰτεῖ μόνον, οὐχὶ τρυφήν·
[00484]
∆ιὰ τὸ τῆς αἰτήσεως εὔκολον δός.
[00485]
Οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι;
In mediam hebdomadam jejuniorum
Ante [Go Back]
000-00-00 Serial Number=0862060964
[00015]
Νηστεία γὰρ τοὺς ἀνθρώπους ἀπὸ γῆς εἰς οὐρανοὺς μεθίστησιν, εἰς τὴν τῶν ἀγγέλων ἀνάγει τάξιν, εὔκολον τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς πορείαν καθίστησι, καὶ παρ' αὐτὸν τὸν ἐπουράνιον βασιλέα παρίστησι, τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν χορηγοῦσα.
In paralyticum demissum per tectum
Ante [Go Back]
000-00-00 Serial Number=0853190303
[00268]
Μὴ γὰρ οὐκ ἠδύνατο τὴν εἴσοδον ποιῆσαι εὔκολον;
In pharisaeum et meretricem
Ante [Go Back]
000-00-00 Serial Number=0502299845
[00237]
Σὺ τὸ εὔκολον, τὸ ῥᾴδιον, τὸ εὐπόριστον τοῖς ἐμοῖς ποσὶν οὐκ ἐπέχεας·
In sanctum Romanum
Ante [Go Back]
000-00-00 Serial Number=0124978542
[00025]
Ἀλλὰ τὸ μὲν κλαίειν μετὰ κλαιόντων εὔκολον, τὸ δὲ χαίρειν μετὰ χαιρόντων οὐ σφόδρα ῥᾴδιον·
In sanctum pascha [1]
Ante [Go Back]
000-00-00 Serial Number=0234420478
[00037]
Ὥσπερ γὰρ ἡμῖν εὔκολον τὸν καθεύδοντα διυπνίσαι καὶ διεγεῖραι, οὕτω καὶ τῷ κοινῷ πάντων ἡμῶν ∆ε σπότῃ τὸ ἀναστῆσαι.
Quales ducendae sint uxores
Ante [Go Back]
000-00-00 Serial Number=0911160588
[00179]
δύναται θεραπαινίδων κακουργίας συνιδεῖν, καὶ σωφροσύνης ἐπιμεληθῆναι τῶν διακονουμένων, τὴν ἄλλην ἅπασαν τῷ συνοικοῦντι παρέχειν ἄδειαν, καὶ πάσης αὐτὸν τοιαύτης ἀπαλλάξαι φροντίδος ἐν οἴκοις, ταμιείων, ἐριουργίας, ἀρίστου παρασκευῆς, ἱματίων εὐσχημοσύνης, τῶν ἄλλων ἁπάντων ἐπιμελουμένη, ἅπερ ἀνδρὶ οὔτε εὐπρεπὲς, οὔτε εὔκολον μεταχειρίσασθαί ποτε, κἂν μυρία φιλονεικῇ.
Quod nemo laeditur nisi a se ipso
Ante [Go Back]
[00185]
τὸ δὲ ἡμερώτατον τοῦτο γένος καὶ λογισμῷ καὶ λόγῳ τετιμημένον, τὴν ἀνθρωπείαν λέγω φύσιν, εἰ βουληθείη ῥᾳδιόν τε καὶ σφόδρα εὔκολον καὶ τοῦ βορβόρου καὶ τῆς δυσωδίας καὶ τῆς κόπρου καὶ τῆς βδελυγμίας ἀπαλλάξαι ἐκείνης.
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»