Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καρπῶν [96]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καρπῶν


000-00-00 Serial Number=0222094357
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01887]  Ἂν οὖν τούτοις καὶ αὐτὸς θέλῃς χρῆσθαι τοῖς ὅπλοις, καὶ περιφράξῃς σεαυτὸν πανταχόθεν καλῶς, τοῖς μὲν λογισμοῖς ἀποτειχίζων τῆς ἀθυμίας τὴν ἔφοδον, ταῖς δὲ εὐχαῖς καὶ ταῖς σαυτοῦ καὶ ταῖς ἑτέρων τοῦτο ἰσχυρὸν τὸ τεῖχος ποιῶν, ταχέως αἰσθήσῃ τῶν καρπῶν τῆς παιδείας.
000-00-00 Serial Number=0789081335
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00657]  Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ' ἐλπίδος τοῦτο ποιῇ χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ, ἀλλ' ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασιν κωλύσει λοιπόν, οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι βουλήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν.
000-00-00 Serial Number=0021653116
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00465]  καὶ ὥσπερ νῦν μὲν χειμών, νῦν δὲ ἔαρ, ἑκατέρα δὲ τοῦ ἔτους ἡ ῥοπὴ πρὸς ἓν βλέπει, τῶν καρπῶν τὴν ἀκμήν, οὕτω δὴ καὶ ἐπὶ τῶν ἡμετέρων πραγμάτων.
000-00-00 Serial Number=0460839629
Ad populum Antiochenum Ante [Go Back]  
 [00508]  Καθάπερ γὰρ παράδεισος τῆς ἀρδείας ἐπιλιπούσης, ἔρημα τῶν φύλλων καὶ γυμνὰ τῶν καρπῶν τὰ δένδρα δείκνυσιν, οὕτω δὴ καὶ ἡ πόλις ἡμῶν γέγονε νῦν·
 [01013]  Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
 [01028]  Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἐνήστευσεν, ἀλλὰ μετὰ τὴν νηστείαν ἐκείνην κατῆλθεν ἔρημος καὶ κενὸς τῶν ἀπὸ τῆς νηστείας καρπῶν·
 [03125]  Καὶ τί λέγω, πρὸς τὴν τῶν καρπῶν ἀκμὴν ὅτι ἑτέρων δεῖται στοιχείων πρὸς τὴν αὐτῶν σύστασιν, ὅπου γε καὶ αὐτὸς πολλῶν χρῄζει πρὸς σύστασιν, καὶ οὐκ ἂν αὐτὸς ἀρκέσειεν ἑαυτῷ;
 [05313]  Καθάπερ γὰρ ἐκεῖνοι μίξιν ἐπεισήγαγον ἄγονον, οὐκ εἰς παιδοποιΐαν τελευτῶσαν, οὕτω δὴ καὶ ὁ Θεὸς τιμωρίαν ἐπήγαγεν, ἣ τὴν γαστέρα τῆς γῆς ἐποίησεν ἄγονον καθάπαξ, καὶ καρπῶν ἔρημον ἁπάντων.
 [06086]  ὁ γὰρ τὴν ῥίζαν παρασχὼν, οὗτος ἂν εἴη καὶ τῶν καρπῶν αἴτιος.
000-00-00 Serial Number=0920074522
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00063]  ἀπολαύσει τῶν παρὰ σοὶ καρπῶν ὁ πένης, καὶ τοῦ θερισμοῦ τὰ λείψανα καὶ τοῦ τρυγητοῦ πρὸς τροφὴν ἕξει ὁ πένης·
000-00-00 Serial Number=0649486542
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00084]  περίκοπτε τὰ φύλλα, καὶ τὴν σπουδὴν ἅπασαν εἰς τὴν τῶν καρπῶν φορὰν ἀνάλισκε.
000-00-00 Serial Number=0827400386
De Anna i Ante [Go Back]  
 [00058]  Καὶ γὰρ ὄντως ἔστι θαυμάσαι, πῶς ἐτῶν παρελθόντων τοσούτων, οὐδὲν ἔπαθον, οἷον τὰ ἡμέτερα σώματα, οὐδὲ τῷ γήρᾳ ἀσθενέστερα γέγονεν, οὐδὲ νόσῳ καὶ ἀῤῥωστίᾳ τινὶ κατεμαλακίσθη, ἀλλὰ τὴν οἰκείαν ἀκμὴν καὶ τὸ κάλλος, ὅπερ, ὡς ἔφθην εἰπὼν, ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, μένει διατηροῦντα, καὶ οὔτε τὸ ἡλιακὸν ἐξετρίβη φῶς, οὔτε τὸ τῶν ἄστρων ἄνθος ἀμαυρότερον γέγονεν, οὐχ ἡ τοῦ οὐρανοῦ φαιδρότης ἐξεῤῥύη, οὐχ οἱ τῆς θαλάττης ἐκινήθησαν ὅροι, οὐχ ἡ τῆς γῆς ἐσβέσθη δύναμις ἡ περὶ τοὺς τόκους τῶν ἐτησίων καρπῶν.
 [00191]  Καὶ καθάπερ, ὄμβρων καταφερομένων, καὶ ἡ σκληροτέρα γῆ καταβρεχθεῖσα καὶ καταμαλαχθεῖσα, ῥᾳδίως ἑαυτὴν πρὸς τὰς τῶν καρπῶν διεγείρει γονὰς, οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ταύτης ἐγένετο.
 [00230]  Καὶ καθάπερ πολλοὶ τῶν γηπόνων ἐν πενίᾳ ζῶντες ἐσχάτῃ, καὶ ἀργύριον οὐκ ἔχοντες ὥστε μόσχον ἢ πρόβατον πρίασθαι, ἐφ' ἡμισείᾳ παρὰ τῶν δεσποτῶν αὐτὰ λαμβάνουσιν, ἀπὸ τῶν μελλόντων καρπῶν τὴν τιμὴν ὑπισχνούμενοι καταβαλεῖν·
000-00-00 Serial Number=0132709146
De Lazaro Ante [Go Back]  
 [02567]  ἡ γὰρ ἐλπὶς ἀεὶ τῆς τῶν καρπῶν φορᾶς ὑποτέμνεται τὸ βαρὺ τῶν πόνων.
000-00-00 Serial Number=0887131989
De confessione pretiosae crucis Ante [Go Back]  
 [00113]  Καθάπερ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα τὸ ταχὺ πάλιν ἐμφαίνων, οὕτως εἶπεν, ὥσπερ ἄνω ἔλεγεν, Ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι.
000-00-00 Serial Number=0050316095
De fugienda simulata specie Ante [Go Back]  
 [00004]  ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
 [00008]  Ματαιόπονος οὖν παρὰ τοῖς σοφοῖς ὁ δολερὸς, τοῖς δυναμένοις αὐτὸν θηρᾶσαι διὰ τῶν καρπῶν, καὶ καταμαθεῖν ὅστις ὢν ὁποῖος φαίνεται.
000-00-00 Serial Number=0968905866
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00025]  καὶ γὰρ ἐκεῖνος τὴν μὲν ἐπιφάνειαν ἔχει λαμπρὰν καὶ καρπῶν ὑγιαινόντων τοῖς ὁρῶσιν ἐντίθησιν ἀπὸ τῆς ὄψεως τὴν ὑπόνοιαν.
000-00-00 Serial Number=0926210284
De jejunio dominica quinta jejuniorum Ante [Go Back]  
 [00004]  Καὶ γὰρ πρὸς τὴν τῶν καρπῶν συλλογὴν ἐπιτήδειον τὸ θέρος καὶ τὸ μετόπωρον, πρὸς δὲ τὸν σπόρον χειμὼν καὶ τὸ ἔαρ·
000-00-00 Serial Number=0102575839
De mutatione nominum Ante [Go Back]  
 [01147]  ὁ τὴν ἀρχὴν παρασχὼν καὶ τὴν ῥίζαν καταβαλλόμενος, οὗτος καὶ τῶν βλαστησάντων μοι μετὰ ταῦτα καρπῶν παρέσχε μοι τὰς ἀφορμάς.
000-00-00 Serial Number=0866142750
De paenitentia [1] Ante [Go Back]  
 [00601]  Οὐ γὰρ ἐκ τῶν φύλλων τὴν εὐγένειαν τοῦ δένδρου, ἀλλ' ἐκ τῶν καρπῶν ἐπιγινώσκομεν.
 [01071]  ∆ιὰ τοῦτο οὖν ἀλγηδόνες σώματος, διὰ τοῦτο ἀφορίαι καρπῶν, διὰ τοῦτο λιμοὶ, ἵνα ἀπὸ τῶν θλίψεων τούτων πάντοτε πρὸς αὐτὸν ἐκκρεμώμεθα, καὶ οὕτω διὰ τῶν προσκαίρων θλίψεων τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν.
 [01100]  Καὶ ἐὰν οὕτω πρὸς τὸν Θεὸν διατεθῶμεν, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἀφορία καρπῶν, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν διαδέξεται ἡμᾶς, ἀλλὰ καθαρὰν ἡδονὴν καὶ ἁγνὴν καρπούμενοι διαπαντὸς, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0384951293
De perfecta caritate Ante [Go Back]  
 [00019]  Πολλῶν πλήσας τὴν οἰκουμένην ἀγαθῶν, ἔδωκεν ἑκάστῃ χώρᾳ πάλιν ἰδιάζουσαν ἐπιτηδειότητα καρπῶν, ἵνα διὰ τὸ τῆς χρείας ἀναγκαῖον πρὸς ἀλλήλους βαδίζοντες, καὶ τῶν περιττευόντων μεταδιδόντες, καὶ τῶν λειπόντων ἡμῖν ἀντιλαμβάνοντες, ἀγαπῶμεν τὸ ὁμόφυλον.
000-00-00 Serial Number=0337497830
De pseudoprophetis Ante [Go Back]  
 [00143]  ἀλλ' ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτοὺς, φησί·
 [00147]  Οὕτω καὶ ὑμεῖς τοὺς τοιούτους ἐκ τῶν καρπῶν τῶν ἰδίων ἐπιγνώσεσθε·
000-00-00 Serial Number=0140441716
De sacerdotio Ante [Go Back]  
 [00389]  Ὅμοιον γὰρ ἂν εἴη τοῦτο ὥσπερ ἂν εἴ τις πολλοὺς περὶ τὴν γῆν ἀνασχόμενος πόνους ἵνα βρίθηται μὲν αὐτῷ τὸ λήϊον πολλῷ τῷ καρπῷ, οἴνῳ δὲ ὑπερβλύζωσιν αἱ ληνοί, μετὰ τοὺς μυρίους ἱδρῶτας καὶ τὴν πολλὴν τῶν χρημάτων δαπάνην, ἡνίκα ἂν καλαμᾶσθαι καὶ τρυγᾶν δέῃ, τηνικαῦτα ἑτέροις τῆς τῶν καρπῶν ἐκσταίη φορᾶς.
000-00-00 Serial Number=0187359571
De sacerdotio lib 7 Ante [Go Back]  
 [00027]  Ὅταν οὖν συναχθῶσιν αἱ τρεῖς τοῦ αὐλισθῆναι ἐπάνω τῶν θησαυρῶν, προσφέρει τῷ βασιλεῖ ἑκάστη τὴν δύναμιν τῶν ἰδίων καρπῶν εἰς εὐωδίαν·
000-00-00 Serial Number=0366857469
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00010]  Καὶ γὰρ καθάπερ ῥίζα τις θαυμαστὴ, τοῖς κόλποις κρυπτομένη τῆς γῆς, αὐτὴ μὲν οὐ φαίνεται, διὰ δὲ τῶν καρπῶν τῆς οἰκείας ἀρετῆς τὴν ἰσχὺν ἐπιδείκνυται, οὕτω δὴ καὶ ὁ μακάριος Μελέτιος, ἐν τῇ λάρνακι ταύτῃ κρυπτόμενος, αὐτὸς μὲν ἡμῖν τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἔστι καταφανὴς, διὰ δὲ ὑμῶν τῶν καρπῶν τῆς οἰκείας χάριτος τὴν ἰσχὺν ἐπιδείκνυται·
000-00-00 Serial Number=0805109382
De spe Ante [Go Back]  
 [00006]  Καὶ ὁ μὲν γεωργὸς ἐν τῇ συνολκῇ τῶν νεύρων καὶ μελῶν κυρτώσας τὰ νῶτα, ἄμφω δὲ τὰς χεῖρας ὁπλίσας δόρατι καὶ ἀρότρῳ, τοὺς ἐκ τοῦ χειμῶνος κρυμοὺς, καὶ τοὺς ἐκ τῆς βώλου καὶ τῶν ἐγκειμένων ἀκανθῶν αἰκισμοὺς προθύμως ὑποφέρει, τῇ μελλούσῃ τῶν καρπῶν προσδοκίᾳ τοὺς πόνους παραμυθούμενος.
000-00-00 Serial Number=0747616827
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03124]  Κἂν ζηλώσῃ τις καὶ μιμήσηται τοῦτο τὸ ἔργον, πρὸς τοὺς ἐξετάζοντας ἔχουσι λέγειν οἱ ἔγγονοι, καὶ οἱ ἐξ ἐγγόνων, ὅτι Ὁ δεῖνα τὸν καλὸν τοῦτον νόμον πρῶτος εἰσήγαγε, καὶ τὸ ὑφ' ἑτέρων κατορθούμενον, σοὶ τῷ πρώτῳ φυτευσαμένῳ τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν.
 [03446]  καὶ ὅταν ἡμᾶς ἐκεῖθεν ἐκβαλεῖν μὴ δυνηθῇ, ἐν αὐτῇ τῇ ἀρετῇ πολλὴν τὴν ζημίαν ἐργάζεται, τοὺς μὲν πόνους ὑποστῆναι ἀναγκάζουσα, τῶν δὲ καρπῶν ἀποστεροῦσα.
 [05492]  δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν δένδρων καὶ καρπῶν, ἀλλὰ πάντα τέφραν·
 [09437]  Καθάπερ γὰρ ἐπὶ τῶν καρπῶν λέγομεν πρώϊμον τὸ πρὸ τοῦ καιροῦ φανὲν, οὕτω καὶ ἐνταῦθα τὸ ταχὺ πάλιν ἐμφαίνων, οὕτως εἶπεν·
000-00-00 Serial Number=0585804939
Epistulae Ante [Go Back]  
 [02570]  Αἱ γὰρ γενναῖαι ψυχαὶ οὐ μιμοῦνται τὴν βραδυτῆτα τουτωνὶ τῶν φυτῶν, τῶν τοῖς κόλποις τῆς γῆς παρακατατιθεμένων, ἀλλ' ὁμοῦ τε φυτεύονται ἐν τῇ καλλίστῃ τῆς ἀρετῆς ταύτης ἐπιθυμίᾳ, καὶ πρὸς αὐτὸν ἀνατείνονται τὸν οὐρανὸν, καὶ τοσαύτην ἐπιδείκνυνται τῶν καρπῶν τὴν φορὰν, ὡς ἅπαντα ἀποκρύπτειν πλοῦτον καὶ τῇ δαψιλείᾳ καὶ τῇ φύσει.
000-00-00 Serial Number=0761609256
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01119]  Ἐπεὶ καὶ τὰ δένδρα τὰ μὲν σκιατροφούμενα μαλακώτερα γίνεται καὶ πρὸς καρπῶν γένεσιν ἀχρηστότερα, τὰ δὲ ἀέρων ἀνωμαλίᾳ ὁμιλοῦντα καὶ πνευμάτων δεχόμενα ἐμβολὰς καὶ θέρμην ἀκτῖνος, αὐτά τε ἰσχυρότερα καθίσταται καὶ τοῖς φύλλοις κομᾷ καὶ τῷ κάρπῳ βρίθεται, οὕτω καὶ ἐπὶ τῆς θαλάσσης συμβαίνειν εἴωθεν·
000-00-00 Serial Number=0100590348
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01451]  θερισμοῦ ἐναποτιθεμένων τῶν καρπῶν ἄλλ.
 [02161]  [64.849] Τουτέστιν, Οὐδὲν προσδοκῶμεν τῶν τῆς γῆς καρπῶν.
 [03308]  καὶ ἐκ τῶν καρπῶν δὲ αὐτῶν ἐγινώσκοντο, εἴγε μὴ θέλειν ἐποίει ἴσ.
000-00-00 Serial Number=0671964943
Fragmenta in Job Ante [Go Back]  
 [00736]  Ἡ τὸ πλέον ἐνεγκοῦσα, ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι.
000-00-00 Serial Number=0630387545
Fragmenta in Proverbia Ante [Go Back]  
 [00114]  α.] Ἐξ ἑαυτῶν ἕξουσι τὰς τιμὰς, καὶ τοὺς τῶν καρπῶν αὐτῶν πόνους φάγονται·
 [01575]  Ἀπὸ καρπῶν στόματος ἀνὴρ ἐμπίμπλησι κοιλίαν.
000-00-00 Serial Number=0424980581
In Acta apostolorum Ante [Go Back]  
 [06125]  μικρὸν, ἐξ ὅλων τῶν καρπῶν τῶν σῶν τὸν Θεὸν πρότερον ἀπόμοιραν καὶ ἀπαρχὰς λαμβάνειν;
000-00-00 Serial Number=0969118953
In Genesim sermo 3 Ante [Go Back]  
 [00370]  Ἆρον ὥσπερ ὀφθαλμοὺς τῶν καρπῶν σου τὰ εἴδη, καὶ ὥσπερ στόμα εὔλαλον τὴν τῶν φυτῶν εὐωδίαν, ἵνα μείνῃς ἀνεῳγμένος τῷ σὲ ἀγαπήσαντι.
000-00-00 Serial Number=0740451396
In Isaiam Ante [Go Back]  
 [00280]  ἐπεὶ καὶ δένδρον εἰκότως τις ἐκτέμνοι, φύλλα μὲν ἔχον καὶ κλάδους, καρπῶν δὲ ἔρημον ὄν.
 [00281]  Καὶ γὰρ τῷ γηπόνῳ πᾶσα περὶ τὸ φυτὸν ἡ ἐπιμέλεια, οὐ διὰ τὸν φλοιὸν καὶ τὸ στέλεχος, ἀλλ' ἵνα τῶν καρπῶν ἀπολαύῃ.
 [01151]  ἀπολαύσονται τῶν καρπῶν αὐτῶν, ἐν πλείονι καθιστῶντες ἑαυτοὺς ἐρημίᾳ καὶ πολλοὺς κατασκευάζοντες τοὺς κρημνούς.
 [01497]  τὸ ποθεινὸν αὐτῶν καὶ ἐπέραστον διὰ τῶν καρπῶν τούτων ἐνδεικνύμενος·
 [01535]  Τινὲς <πύργον> τὸν ναόν φασι καὶ προλήνιον τὸ θυσιαστήριον, ἅτε τῶν καρπῶν ἐκεῖ συναγομένων τῆς ἀρετῆς τῆς ἑκάστου καὶ τῶν προσφορῶν καὶ τῶν θυσιῶν ἁπασῶν·
000-00-00 Serial Number=0652711391
In Joannem Ante [Go Back]  
 [05125]  καὶ ὅταν ἡμᾶς ἐκεῖθεν ἐκβαλεῖν μὴ δυνηθῇ, ἐν αὐτῇ τῇ ἀρετῇ πολλὴν τὴν ζημίαν ἐργάζεται, τοὺς μὲν πόνους ὑποστῆναι ἀναγκάζουσα, τῶν δὲ καρπῶν ἀποστεροῦσα.
000-00-00 Serial Number=0924659431
In Psalmos 101-107 Ante [Go Back]  
 [00870]  Ἀρχὴ γὰρ τοῦ προκόπτειν, τὸ τὰς ἰδίας ἐξαγορεύειν ἁμαρτίας μετανοοῦντας διὰ καρπῶν ἀγαθῶν, κατὰ τὸ, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας.
 [01034]  Ἀλλ' οὐ τοσοῦτον τῆς τῶν καρπῶν ἐφρόντισε φυλακῆς, ὅσον τῆς ψυχικῆς ὠφελείας τῶν ὑπ' αὐτοῦ σωθῆναι μελ λόντων ἀρχόντων τε καὶ πρεσβυτέρων αὐτοῦ, καὶ ὑπ' αὐτοῦ σοφισθῆναι·
 [01663]  Οἱ μὲν γὰρ διὰ κακίας ἀποβληθέντες, ἀγγελικῆς ἐπιφανείας καὶ προφητικῶν χαρισμάτων ἐστερημένοι, ἥ τε τούτων χώρα καὶ πόλις οἰστικὴ πρό τερον οὖσα καρπῶν ἀγαθῶν, ἐκ τῆς εἰς Χριστὸν παροι νίας ἄκαρπος ἔτι διατελεῖ, οὐ μητρόπολις οὖσα, οὐχ ἱερὸν, οὐχ ἅγια ἁγίων ἔχουσα, οὐχ ἱερωσύνην, οὐ βασιλείαν·
000-00-00 Serial Number=0020131230
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00057]  τὰ τῆς ἀμπέλου κατακομᾷ κλήματα τῶν καρπῶν, τὰ δένδρα τῆς ἐλαίας κυπρίζουσιν, αἱ συκαῖ τοὺς ὀλύνθους προσήνεγκαν, καὶ κινεῖται τῷ ζεφύρῳ πεπυκνωμένα τὰ λήϊα, τὴν τέρψιν τῶν κυμάτων μιμούμενα τῆς θαλάσσης·
 [00077]  Ἀβλαβεῖς τοιγαροῦν καὶ ἀμώμους, ὑγιεῖς καὶ ὁλοκλήρους διαφυλάξει ἡμᾶς ψυχῇ καὶ σώματι καὶ πνεύματι, πεπληρωμένους καρπῶν δικαιοσύνης καὶ εὐποιίας, ὁ
000-00-00 Serial Number=0187268078
In decollationem sancti Joannis Ante [Go Back]  
 [00128]  ἐπέχει τὴν δόσιν, ἵνα τὰς εὐπροαιρέτους καρδίας ἐν τῷ τῆς φι [59.489] λοξενίας καιρῷ ἀπὸ τῶν καρπῶν διακρίνῃ.
000-00-00 Serial Number=0762700796
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00760]  Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
 [00821]  Τὸν κοπιῶντα γεωργὸν, φησὶ, δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
 [00829]  Ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιμελεῖται μόνον, ἀλλὰ καὶ τῶν καρπῶν τῆς γῆς·
 [00841]  Καὶ εἰπὼν, Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, ἐπήγαγε·
000-00-00 Serial Number=0493372858
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04106]  Καὶ γὰρ ἄωρος θάνατος καὶ πενία καὶ συκοφαντία καὶ μεταβολὴ πραγμάτων, καὶ πολλὰ ἕτερα τοιαῦτα, μετὰ τοὺς πολλοὺς πόνους τῶν καρπῶν ἀποστερηθῆναι ἐποίησε.
 [08325]  οὕτω γὰρ πρότερος ἀπολαύσῃ καὶ τῶν καρπῶν καὶ τῆς γαλήνης·
 [08843]  Ἡ τὸ πλέον ἐνεγκοῦσα ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι.
000-00-00 Serial Number=0867946029
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02210]  δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν ἔχοντα δένδρων οὐδὲ καρπῶν·
000-00-00 Serial Number=0231958449
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02617]  Ἢ οὐκ ἴστε καὶ ὑμεῖς, ἅτε ἐν τοῖς βιωτικοῖς στρεφόμενοι πράγμασι, πόσοι μετὰ μυρίους πόνους οὐκ ἀπώναντο τῶν καρπῶν, ἢ θανάτου πολλάκις προαπενεγκόντος αὐτοὺς, ἢ πραγμάτων μεταβολῆς γενομένης, ἢ νόσου προσπεσούσης, ἢ συκοφαντῶν ἐπιτεθέντων, ἢ καὶ ἄλλης τινὸς αἰτίας (πολλὰ δὲ τὰ ἀνθρώπινα) κεναῖς αὐτοὺς ἀπαγαγούσης χερσί;
000-00-00 Serial Number=0114225388
In epistulam ad Ephesios Ante [Go Back]  
 [06046]  ∆ιά τοι τοῦτο πρῶτοι τῶν καρπῶν ἡμεῖς ἀπολαύομεν, θρασεῖς, ἀκολάστους, ἀπειθεῖς, βαναύσους ἐκτρέφοντες τοὺς παῖδας.
 [06742]  Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν οὕτως ἄφορος ἐκείνη καρπῶν, ὡς ἡ ἀνθρωπίνη φύσις.
000-00-00 Serial Number=0232011974
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01922]  οἱ δὲ ἀπελθόντες ἐπανῆλθον, τὴν μὲν χώραν θαυμάζοντες, καὶ γενναίων καρπῶν εὔφορον εἶναι λέγοντες, ἀνθρώπων μέντοι ἀκαταμαχήτων εἶναι χώραν καὶ ἰσχυρῶν·
 [03141]  εἰ δὲ πολλάκις ἔπιες καὶ ἐδέξω, τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες;
 [03160]  Ἐνταῦθά φησι τὸν Θεὸν αἴτιον τῶν ἁπάντων γίνεσθαι, πλήττων τοὺς Ἕλληνας ἠρέμα, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γέννησιν ἐπιγράφοντας.
 [03161]  Οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ τοῦ Θεοῦ πρόσταγμα·
 [08673]  καὶ γὰρ καὶ ἐκεῖνα σκώληκας ἀντὶ καρπῶν ἐκβάλλει διασαπέντα.
000-00-00 Serial Number=0522390008
In epistulam ad Philippenses Ante [Go Back]  
 [00463]  Πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον Θεοῦ·
 [00465]  Οὐ γὰρ ἁπλῶς ὀρθὸν εἶναι χρὴ, ἀλλὰ πεπληρῶσθαι καρπῶν δικαιοσύνης.
000-00-00 Serial Number=0907542527
In epistulam ad Romanos Ante [Go Back]  
 [01077]  οὐ γὰρ μόνον οὐ διήγειρε τὴν γαστέρα τῆς γῆς πρὸς τὴν τῶν καρπῶν γένεσιν, ἀλλὰ καὶ πρὸς τὴν ὑποδοχὴν αὐτὴν τῶν σπερμάτων ἄχρηστον ἐποίει.
000-00-00 Serial Number=0420725107
In epistulam ad Titum Ante [Go Back]  
 [00415]  τοὺς μὲν γὰρ πόνους ὑποστήσῃ καὶ τοὺς κινδύνους, τῶν δὲ καρπῶν ἀποστερηθήσῃ καὶ τῶν ἐπάθλων·
000-00-00 Serial Number=0562756956
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00024]  Καὶ οὕτω πᾶσα φύσις φυτῶν τε καὶ σπερμάτων τῇ μεταβολῇ τῶν καρπῶν τὴν εὐφροσύνην τοῖς πᾶσι παρέχουσιν.
000-00-00 Serial Number=0029422641
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00007]  Καὶ ὥσπερ ὁ τοὺς καρποὺς τῶν δένδρων τρυγήσας, ἐν τῇ τῶν καρπῶν μεταλήψει ἐπαίνους τοῖς δένδροις ἀποδίδωσιν·
 [00022]  Τί δὲ ποιήσω, ἀγαπητοὶ, ἐγὼ, ὁ ὀλιγοστὴν φυλλάδα λογίων καὶ καρπῶν κεκτημένος, μήτε τοὺς καυσαμένους ἀναψύξαι ἰσχύων, μήτε τοὺς πεινωμένους τοῖς καρποῖς τῶν λόγων ἐκθρέψαι δυνάμενος;
000-00-00 Serial Number=0138641894
In illud Exiit qui seminat Ante [Go Back]  
 [00118]  Τούτων τῶν τριῶν καρπῶν τῆς ψυχῆς μέμνηται καὶ ὁ μακάριος Παῦλος λέγων·
000-00-00 Serial Number=0720835209
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00751]  Εἰ γὰρ οὐδὲ οἱ πρότεροι, φησὶν, ἀπελάμβανον παρὰ πόδας τὰ ἀγαθὰ καὶ τὰς ἀμοιβὰς, πῶς ἡμῖν μακρὸν ἀπέτεινας λόγον, ἀπαριθμούμενος ὡρῶν εὐκρασίαν, σώματος ὑγίειαν, εὐπαιδίαν, πολυπαιδίαν, εὐετηρίαν, καρπῶν ἀφθονίαν, βουκόλια, ποίμνια, ἅπασαν τὴν βιωτικὴν εὐπραγίαν;
000-00-00 Serial Number=0932202041
In illud Messis quidem multa Ante [Go Back]  
 [00110]  πρὸς ἑτοίμην ὑμᾶς τῶν καρπῶν πέμπω συλλογήν·
 [00112]  Ὥσπερ οὖν ὁ γηπόνος πρὸς ἄμητον ἐξιὼν χαίρει καὶ φαι δρός ἐστι καὶ γέγηθεν, οὐκ ἀναλογιζόμενος πόνους, οὔτε δυσκολίαν τινὰ, ἀλλ' ὡς ἐπὶ πρόσοδον ἑτοίμην ἐπειγόμενος, καὶ ἐπὶ τῶν ἐνιαυσίων καρπῶν τρέχων, καὶ οὐδὲν οὐδα μοῦ κώλυμα, οὐδὲν ἐμπόδιον, οὐδεμία τοῦ μέλλοντος ἀδηλία, ἐπομβρίαι, χάλαζαι καὶ αὐχμοὶ, καὶ τὸ πονηρὸν τῶν ἀκρίδων στρατόπεδον·
000-00-00 Serial Number=0361761212
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00106]  Καὶ γὰρ ὑφ' ἑτέρων τοῦτο κατορθούμενον, σοὶ, τῷ πρώτῳ φυ τευσαμένῳ, τῶν καρπῶν ἐκείνων οἴσει τὴν ἀμοιβήν·
000-00-00 Serial Number=0069604695
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00123]  ∆ιὰ τοῦτο καὶ ὁ Ἀβραὰμ τριακοσίους ὀκτὼ καὶ δέκα οἰκογενεῖς ἔχων, αὐτὸς ἐπὶ τὴν ἀγέλην ἔτρεχε, καὶ τὸν μόσχον ἐβάσταζε, καὶ τὰ ἄλλα ἅπαντα διηκόνει, καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει τῶν τῆς φιλοξενίας καρπῶν.
000-00-00 Serial Number=0394011259
In illud Vidi dominum Ante [Go Back]  
 [00007]  Ἐκείνη μὲν γὰρ τῶν καρπῶν τῶν αἰσθητῶν περιποιουμένη τὴν ἀφθονίαν, σώμασιν ἐναποτίθεται τροφήν·
000-00-00 Serial Number=0764480531
In principium Actorum Ante [Go Back]  
 [00808]  ἠρέμα δὲ καὶ καταμικρὸν ἐλαίου δίκην ἐνιζάνων τῷ προσώπῳ τῆς γῆς, ὥσπερ διά τινων φλεβῶν τῶν πόρων αὐτῆς πρὸς τὸ βάθος διολισθαίνων, τὰς λαγόνας αὐτῆς ἐμπλήσας νοτίδος, εὐπορωτάτην ποιεῖ πρὸς τὴν τῶν καρπῶν φοράν.
000-00-00 Serial Number=0559505820
In principium jejuniorum Ante [Go Back]  
 [00008]  ∆εῦρο, ὦ μῆτερ τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῆς ἐπουρανίου πλήρωσον ἡμᾶς εὐωδίας, ἄνοιξον ἡμῖν τῆς εὐαγγελικῆς διαγωγῆς τὸν παράδεισον, ἀπολαύσωμεν τῶν πνευματικῶν καρπῶν τῆς ἐγκρατείας, ἅγνισον ἡμᾶς τῷ διαδήματι τῆς σωφροσύνης, βίον ἀθόλωτον ἡμῖν ἐπιχορήγησον, τὰ ἐκ τῆς τρυφῆς τῶν ψυχῶν θεράπευσον τραύματα, τὰ ἐκ τῆς οἰνοφλυγίας κατάσβεσον ὑπεκκαύματα, τοὺς ἐκ τῆς ἀθυμίας πυρέττοντας νοσηροὺς λογισμούς·
000-00-00 Serial Number=0642630637
In sancta et magna parasceve Ante [Go Back]  
 [00035]  Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμολογῶ, τοῖς παλαιοῖς ἐντυγχάνων πάθεσιν, ἀκούων τὸν Ἀδὰμ τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον παρα δείσου πολίτην ἄνευ γεωπονίας τρεφόμενον, ἄνευ ὄμβρου τρυφῶντα, μηδὲν ἱδρώτων ἢ δικέλλης ἢ πό [50.813] νου ἢ μόχθου πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δέν δρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαί νοντα, ἀπὸ καρπῶν εἰς καρποὺς μετιόντα, ταῖς ἐπι θυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα δὲ διὰ κάλλους τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ὑποβάλλει·
000-00-00 Serial Number=0426154137
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00169]  Ἄνοιξον ἡμῖν τοὺς τῆς πίστεως ὀφθαλ μοὺς, καὶ εὐθέως ἐπιδείξω σοι φύσιν καρπῶν θαυμα στῶν.
 [00173]  ταῦτα δὲ οὐ χειμῶνα οἶδεν, οὐ θέρος, οὐκ ἀνάγκῃ καιρῶν ὑπόκειται, οὐδὲ ἔστι γυμνὰ τῶν καρπῶν αὐτὰ τῶν οἰκείων ἰδεῖν, ἀλλὰ διὰ παντὸς ἐπὶ τῆς αὐτῆς ἕστηκεν εὐπρεπείας·
000-00-00 Serial Number=0664389789
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00125]  Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρα σίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρα σύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, <καὶ> τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν.
000-00-00 Serial Number=0120764375
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02181]  Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.
 [02625]  ∆ιαφθορὰν λέγει τῶν τῆς γῆς καρπῶν, καὶ παραινεῖ ἐξιλεώσασθαι τὸν Θεόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»