Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κινδύνου [59]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κινδύνου


000-00-00 Serial Number=0593859315
Ad populum Antiochenum Ante [Go Back]  
 [01074]  Ὁρᾷς ὅτι οὐχ ἡ νηστεία ἐξήρπασε τοῦ κινδύνου, ἀλλ' ἡ μεταβολὴ τοῦ βίου τὸν Θεὸν κατέστησεν ἵλεω τοῖς βαρβάροις καὶ εὐμενῆ;
 [01195]  ∆ιὰ τοῦτο συνεχώρησεν ὑβρισθῆναι τὸν ὁμόδουλον, ἵνα ἀπὸ τοῦ κινδύνου τοῦ διὰ τὴν ὕβριν γενομένου ταύτην τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν μάθῃς.
 [01947]  Ἔχομεν βοηθὸν μεγίστην καὶ σύμμαχον τὴν νηστείαν, καὶ μετὰ τῆς νηστείας τὴν ἐπικειμένην ἀγωνίαν καὶ τὸν τοῦ κινδύνου φόβον.
 [05008]  ἀπηλλάγην τοῦ κινδύνου, ἀπολλύσθω ὁ δεῖνα, διαφθειρέσθω ἕτερος.
 [05068]  Ἰδοὺ γοῦν οἱ μὲν πένητες διέφυγον ἅπαντες, καὶ ὁ δῆμος ἀπήλλακται τοῦ κινδύνου, καὶ ἀδείας ἀπολαύουσι καθαρᾶς·
 [05292]  Οἱ μὲν γὰρ παρ' αὐτοῖς φιλόσοφοι κατὰ τὸν καιρὸν, ὃν ἔζων, ὀλίγους μόλις καὶ σφόδρα εὐαριθμήτους ἴσχυσαν τὰ αὐτῶν διδάξαι δόγματα, καὶ κινδύνου μικροῦ καταλαβόντος καὶ τούτους ἀπώλεσαν·
 [05914]  Ἡ πόλις μὲν γὰρ ηὐδοκίμησεν, ὅτι κινδύνου τοιούτου καταλαβόντος, παραδραμοῦσα πάντας τοὺς ἐν δυναστείαις, τοὺς πλοῦτον πολὺν περιβεβλημένους, τοὺς μεγάλην παρὰ βασιλεῖ δύναμιν ἔχοντας, ἐπὶ τὴν Ἐκκλησίαν καὶ τὸν ἱερέα τοῦ Θεοῦ κατέφυγε, καὶ μετὰ πολλῆς τῆς πίστεως τῆς ἄνωθεν ἑαυτὴν ἐξεκρέμασεν ἐλπίδος.
 [06053]  Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ πολεμίων αὐτὴν ἑλόντων, καὶ βαρβάρων καταδραμόντων, ἀπήλλαξας τοῦ κινδύνου, ὡς ἔστι θαυμαστὸν τὸ φείσασθαι νῦν·
000-00-00 Serial Number=0393329918
Contra Anomoeos Ante [Go Back]  
 [00150]  Οὐ γὰρ δὴ τοῦτο καρπούμεθα μόνον, ὅτι τὴν ψυχὴν τοῖς θείοις λόγοις ἄρδομεν, ἀλλ' ὅτι πολλὴν μὲν τῶν ἐχθρῶν κατασκεδάννυμεν τὴν αἰσχύνην, πολλὴν δὲ τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις παρέχομεν τὴν παράκλησιν, Τοῦτο γὰρ τῆς παρατάξεως τὸ κέρδος ἐστὶ, τὸ σπεύδειν ἐπὶ τὸ πονοῦν τοῦ πολέμου μέρος, τὸ κινδύνου γέμον.
000-00-00 Serial Number=0862776995
De corruptoribus virginum Ante [Go Back]  
 [00116]  Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, ὅτι τὴν κειμένην ἤγειρας, τὴν τεθανατωμένην ἐζωοποίησας, τὴν ἐῤῥυπωμένην ἐλάμπρυνας, τὴν βεβυθισμένην τῇ ἁμαρτίᾳ τῷ ἀγκίστρῳ τῆς εὐσεβείας [60.744] ἀνέσπασας, τὴν πλανηθεῖσαν ᾠκειώσω, τὴν αἰχμάλωτον ἠγόρασας, τὴν ὑβρίσασαν οὐκ ἠμύνου, τὴν δραπετεύσασαν ἀνεκαλέσω, τὴν αἱμαχθεῖσαν ἀπέπλυνας, τὴν ὑπὸ τῆς ἡδονῆς θηρευθεῖσαν ἀπέσπασας, τὴν ταρτάρων ἀξίαν οὐρανοπολίτιδα ἀπειργάσω, τῆς γεέννης ἠλευθέρωσας, τῆς ῥομφαίας ἐλυτρώσω, τῶν δεσμῶν ἔλυσας, τῆς ἀϊδίου ζωῆς ἠξίωσας, τοῦ κινδύνου ἀφήρπασας, τὸν διάβολον ᾔσχυνας, τὸ χειρόγραφον διέῤῥηξας.
000-00-00 Serial Number=0538359106
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00668]  Ἂν ἐγκωμιάζῃς τὴν κόρην καὶ ἐπὶ κάλλει καὶ ἐπὶ κοσμιότητι καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασιν, εἶτα προσθείης ὅτι «οὐκ ἀνέχεται μαθοῦσα ῥαθύμως σε διάγοντα συγγενέσθαι σοι», λοιπὸν ὡς ὑπὲρ ἐσχάτων ὄντος αὐτῷ τοῦ κινδύνου πολλὴν ποιήσεται τὴν φροντίδα.
000-00-00 Serial Number=0197342753
De mutatione nominum Ante [Go Back]  
 [00612]  καίτοι τὰ μὲν τῶν ἱματίων, μέχρι γέλωτος, τὰ δὲ τῆς ψυχῆς, μέχρι κινδύνου καὶ τιμωρίας ἐστίν.
000-00-00 Serial Number=0350701869
De sacerdotio Ante [Go Back]  
 [00884]  Ὅπου γὰρ οἱ τοῦ Θεοῦ χειροτονοῦντος παραιτησάμενοι πολλάκις τοσαύτην ἔδωκαν δίκην καὶ οὐδὲν ἴσχυσεν ἐξελέσθαι τοῦ κινδύνου τούτου οὔτε τὸν Ἀαρών, οὔτε τὸν Ἠλί, οὔτε τὸν μακάριον ἐκεῖνον ἄνδρα, τὸν ἅγιον, τὸν προφήτην, τὸν θαυμαστόν, τὸν πρᾶον μάλιστα πάντων τῶν ἐπὶ τῆς γῆς, τὸν ὡς φίλον λαλοῦντα τῷ Θεῷ, σχολῇ γε ἡμῖν τοῖς τοσοῦτον ἀποδέουσι τῆς ἀρετῆς τῆς ἐκείνου δυνήσεται πρὸς ἀπολογίαν ἀρκέσαι τὸ συνειδέναι ἑαυτοῖς μηδὲν ὑπὲρ ταύτης ἐσπουδακόσι τῆς ἀρχῆς, καὶ μάλιστα ὅτε πολλαὶ τούτων τῶν χειροτονιῶν οὐκ ἀπὸ τῆς θείας γίνονται χάριτος, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν ἀνθρώπων σπουδῆς.
000-00-00 Serial Number=0937194347
De virginitate Ante [Go Back]  
 [01376]  Πολλαὶ πολλάκις ἐγένοντο γονέων λαμπρῶν, ἀνετράφησαν μετὰ πολλῆς τῆς τρυφῆς, ἐξεδόθησάν τινι τῶν μεγάλα δυναμένων ἀνδρῶν, εἶτα ἐξαίφνης πρὶν ἐπὶ τούτοις μακαρισθῆναι, κινδύνου τινὸς καθάπερ καταιγίδος ἢ πνεύματος προσπεσόντος, κατέδυσαν καὶ αὗται καὶ τῶν τοῦ ναυαγίου συμμετέσχον δεινῶν καὶ μυρίων πρὸ τοῦ γάμου καλῶν ἀπολαύουσαι πρὸς τὴν ἐσχάτην ἀπὸ τοῦ γάμου κατέπεσον συμφοράν.
000-00-00 Serial Number=0725507438
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02833]  Ἂν τοίνυν ἴδῃς ὅτι σοι δίδωσιν ἐξουσίαν ἓν τούτων τῶν ἐλαττωμάτων εὑρόντα ἐκβάλλειν μὲν ἐκείνην, εἰσάγειν δὲ ἑτέραν, ὡς παντὸς ἀπηλλαγμένος κινδύνου θάῤῥει·
 [02950]  Καὶ τῆς Σάῤῥας δὲ θαυμάσαι ἔστι τὴν πολλὴν φιλοστοργίαν, ἣν, ἵνα τοῦ κινδύνου τὸν δίκαιον ἐξαρπάσῃ, ἐπεδείξατο.
 [04771]  φησὶν, ἐνδοτέρω βαλὼν τοὺς μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου.
 [06504]  Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης, καὶ τὰ ὄντα ἀπόλλυνται χρήματα μετὰ κινδύνου καὶ τῆς ἐσχάτης αἰσχύνης·
 [07366]  Κατὰ σαυτοῦ τοῦτο πεποίηκας, φησὶν, ἐνδοτέρω βαλὼν τοὺς μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου.
 [07658]  Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβουλευσάμενος, τεθνήξεται δὲ τοιαῦτα κατατολμῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον.
 [07928]  Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν μικρὸν ζωΰφιον, ἢ τὸν ὀφθαλμὸν ἐξεῖλεν, ἢ ἑτέρου τινὸς κινδύνου παραίτιον γέγονε.
 [09459]  Εἰδότες οὖν τοῦ κινδύνου τὸ μέγεθος, πολλὴν ἀπονέμετε αὐτῷ εὔνοιαν·
 [09999]  Ἐννόησον ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
 [09999]  Ἐννόησον γὰρ ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
000-00-00 Serial Number=0654696584
Epistulae Ante [Go Back]  
 [00337]  ἀλλὰ καὶ ὅτι ἀνήνεγκας ἐκ τῆς ἀῤῥωστίας, καὶ τοῦ κινδύνου λοιπὸν ἀπαλλαγεῖσα πρὸς ὑγείαν ὁδεύεις.
 [02623]  τούτων τοίνυν καὶ ἑτέρων πλειόνων ὄντων τῶν διαφθειρόντων τὴν ῥῶσιν ἡμῖν, τέως τοῦ μὲν κινδύνου τοῦ χαλεποῦ, καὶ τῆς τοιαύτης ἀπηλλάγμεθα ἀῤῥωστίας, ὑγιαίνομεν δέ τινα ὑγείαν σύμμετρον.
000-00-00 Serial Number=0172243893
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00905]  κἂν ἀγαθόν τις ἐργάσηται μέγα καὶ γενναῖον, μὴ μετὰ πόνου δὲ καὶ κινδύνου καὶ παθημάτων, οὐ πολύν τινα λήψεται μισθόν·
000-00-00 Serial Number=0141757727
In Acta apostolorum Ante [Go Back]  
 [03406]  Οὐ γὰρ τοῖς ῥήμασι μόνον ἐδείκνυντο ἀφροντιστοῦντες περὶ τοιούτων κρινόμενοι, καὶ ὑπὲρ τῶν ἐσχάτων ἐπηρτημένου τοῦ κινδύνου, ἀλλὰ καὶ τῷ σχήματι, καὶ τῇ φωνῇ, καὶ τῷ βλέμματι, καὶ πᾶσιν ἁπλῶς τὴν παῤῥησίαν ἐνέφαινον ἐπὶ τοῦ λαοῦ, ἐξ ὧν ἐφθέγγοντο.
 [06899]  Οὐκ ἐξαρπάζει δὲ αὐτὸν ὁ Χριστὸς τοῦ κινδύνου, ἀλλ' ἀφίησιν·
 [09999]  παρὰ δὲ τούτου, καὶ κινδύνου ὄντος, οὐκ ἔτι)·
 [09999]  Οἱ δὲ οὐδενὸς μετέλαβον, ὅτι οὐκ ἦν αὐτοῖς φροντὶς τροφῆς, ἅτε οὐ περὶ τῶν τυχόντων ὄντος τοῦ κινδύνου.
 [09999]  Ἄλλως δὲ καὶ τοῦτον ἔξω κινδύνου βούλονται γενέσθαι, ἵνα μὴ μετὰ ταῦτα ἐγκαλῆται.
 [09999]  Καὶ αὐτὸς μακρὰν τοῦ κινδύνου αὐτὸν κατέστησεν·
000-00-00 Serial Number=0354248941
In Bassum martyrem Ante [Go Back]  
 [00130]  φοβεῖ σε τῷ προειπεῖν, ἵνα τοῦ κινδύνου προαναστείλῃ τὴν πεῖραν.
000-00-00 Serial Number=0291177154
In Eutropium Ante [Go Back]  
 [00143]  Ἵνα οὖν ἀπολαύσωμεν τῶν τοσούτων ἀγαθῶν, προσπέσωμεν, παρακαλέσωμεν, δεηθῶμεν, ἐξαρπάσωμεν τοῦ κινδύνου τὸν αἰχμάλωτον, τὸν φυγάδα, τὸν ἱκέτην, ἵνα καὶ αὐτοὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0944686949
In Genesim sermo 3 Ante [Go Back]  
 [00050]  δι' αὐτῆς ἀπηλλάγη τοῦ θανατικοῦ κινδύνου, καὶ ὑπὲρ προφήτην δυνατωτέρα ἐδείχθη;
000-00-00 Serial Number=0028774261
In Psalmum 705 Ante [Go Back]  
 [00022]  ὅθεν παραχρῆμα τοῦ περιέχοντος αὐτὸν κινδύνου ἠλευθεροῦτο·
 [00058]  Εἴ τις ὑμῶν ἔν τινι πράγματι παρὰ ἀνθρώποις ἀπελπισμένῳ ἐνέχεται, ἢ ὑπὸ ἀνάγκης τινὸς ἢ κινδύνου πεπίεσται, μνημονευσάτω ταύτης τῆς γραφῆς·
000-00-00 Serial Number=0330162227
In catechumenos Ante [Go Back]  
 [00101]  Ἐν τῷ καιρῷ, φησὶ, τῆς θλίψεως μετ' αὐτοῦ εἰμι, τὴν ἀνάγκην συμμερίζομαι, ἐξαρπάζω τοῦ κινδύνου.
000-00-00 Serial Number=0702548623
In epistulam II ad Corinthios Ante [Go Back]  
 [07602]  ∆έδοικα μὴ συσκιασθῇ, φησὶν, ὁ φόνος, μὴ ἐξέλωσιν αὐτόν τινες τοῦ κινδύνου.
000-00-00 Serial Number=0943238556
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00128]  Πολλοῖς γὰρ πολλάκις ἀπὸ τοῦ ὀρόφου κατενεχθὲν μικρὸν ζωΰφιον ἢ τὸν ὀφθαλμὸν ἐξεῖλεν, ἢ ἑτέρου τινὸς κινδύνου αἴτιον γέγονε.
000-00-00 Serial Number=0585121393
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00288]  Καὶ οὐκ εἶπε, Μὴ φοβηθῇς μηδὲ δείσῃς, ἀλλὰ μᾶλλον αὐτὸν θαῤῥύνων φησὶ, Μὴ ἐπαισχυνθῇς, ὡς οὐκ ὄντος λοιπὸν κινδύνου, εἰ τῆς αἰσχύνης τις περιγένοιτο.
000-00-00 Serial Number=0255114973
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01280]  Εἰ δὲ οὐκ ὄντος φόβου πολλὰ ἐπελανθάνοντο, καί τινα οὐδὲ ἐνόουν, καθὼς καὶ ὁ εὐαγγελιστής φησι, τοσούτου κινδύνου καταλαβόντος, πῶς οὐκ ἂν ἅπαντα αὐτῶν ἀπέπτη;
 [06303]  Καὶ οὐ τοῦτό πω θαυμαστὸν, καίπερ ὃν θαυμαστὸν, ὅτι τῶν συγκεχωρημένων ἀπείχετο, οὐ μόνον ὑπὲρ τοῦ μὴ σκανδαλίσαι, ἀλλ' ὅτι καὶ μετὰ πολλοῦ τοῦ πόνου καὶ τοῦ κινδύνου τοῦτο ἐποίει.
 [09999]  ἀλλ' ὅμως ἔχαιρε καὶ ἠπείγετο, καὶ ταῦτα τοσούτου κινδύνου προκειμένου, καὶ τῇ μελλήσει τῶν πραγμάτων ἐδυσ-χέραινε.
000-00-00 Serial Number=0395707965
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02440]  Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβουλευσάμενος, τεθνήξεται δὲ τοιαῦτα τολμῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον.
000-00-00 Serial Number=0709707797
In epistulam ad Colossenses Ante [Go Back]  
 [02229]  Εἰπὲ γάρ μοι, εἴ τίς σε κινδυνεύοντα ἐν τῷ τύφῳ τούτῳ εὐτελὴς καὶ κατάπτυστος ἐξελέσθαι ἠθέλησε τοῦ κινδύνου, τί ἂν τούτου χεῖρον ἦν;
000-00-00 Serial Number=0997871876
In epistulam ad Ephesios Ante [Go Back]  
 [02185]  Κατὰ σαυτοῦ τοῦτο πεποίηκας, φησὶν, ἐνδοτέρω βαλὼν τοὺς μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου.
 [03036]  σὺ δὲ τοῦ κινδύνου ἀπήλλαξαι.
 [04510]  Οὐχ ἁπλῶς ἀκινδύνως ἐχαρίσατο, φησὶν, ἀλλὰ μετὰ τοῦ κινδύνου τοῦ Υἱοῦ.
000-00-00 Serial Number=0130388916
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02140]  Ἐννόησον γὰρ ὅσον ἐστὶ, ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλὰ ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
000-00-00 Serial Number=0679309964
In epistulam ad Philippenses Ante [Go Back]  
 [02953]  τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὥστε προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πρᾶξαι, ἅπερ ἐχρῆν.
000-00-00 Serial Number=0380630314
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00161]  ἀλλὰ τῇ πίστει πάντα τὰ βλεπόμενα ὑπερβὰς, καὶ πρὸς τὸν Βασιλέα τῶν οὐρανῶν ἰδὼν, καὶ πολλῆς ἑαυτὸν ἐμπλήσας προθυμίας, προσῆλθε τοῖς στρατιώταις καὶ τοῖς ἀδελφοῖς, ἐπαγγελλόμενος ἀπαλλάσσειν αὐτοὺς τοῦ κατέχοντος κινδύνου.
000-00-00 Serial Number=0669918776
In principium jejuniorum Ante [Go Back]  
 [00056]  ὅταν μέλλῃς ἀθυμεῖν ἐκ τοῦ συνέχοντός σε κινδύνου, ὅταν ἀμυδρὸν, ὅταν ἄσημα φθέγγῃ ὅταν ἀδρανὲς καὶ πυκνὸν πνῇς, ὅταν ἔνδοθεν ἐπικέηται φλὸξ καταγωνιζομένη τῆς ψυχῆς, ὅτε σύμμαχος οὐδεὶς παρίσταται τοῦ δεινοῦ κατεπείγοντος, ὅτε ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;
000-00-00 Serial Number=0309804857
Quales ducendae sint uxores Ante [Go Back]  
 [00047]  Πῶς οὖν οὐκ ἄτοπον, χρημάτων μὲν ἡμῖν ἀπόλλυσθαι μελλόντων, τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, ὑπὲρ δὲ ψυχῆς ὄντος ἡμῖν τοῦ κινδύνου καὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, μηδένα ποιεῖσθαι λόγον, δέον πρὸ τῶν ἄλλων πάντων ταῦτα ζητεῖν καὶ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν;
 [00049]  Ἂν μὲν γὰρ ἴδῃς ὅτι σοι δίδωσιν ἐξουσίαν ἓν τούτων εὑρόντα τῶν ἐλαττωμάτων ἐκβάλλειν μὲν ἐκείνην, εἰσάγειν δὲ ἑτέραν, ὡς παντὸς ἀπηλλαγμένος κινδύνου θάῤῥει·
000-00-00 Serial Number=0804392219
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00263]  Ὡς δὲ ἦλθον οἱ ἀποσταλέντες, καὶ εἶπον ἔρχεσθαι τὸν Ἡσαῦ μετὰ τετρακοσίων ἀνδρῶν, περίφοβος γενόμενος δεῖται τοῦ Θεοῦ, ὥστε αὐτὸν ἀπαλλάξαι τοῦ ἐπικειμένου κινδύνου, καὶ πέμπει δῶρα τῷ Ἡσαῦ.
 [00682]  Παραγγέλλει δὲ καὶ περὶ τῆς γῆς, ἧς ἔδει τοὺς Λευΐτας λαβεῖν, καὶ περὶ τῶν ἓξ πόλεων τῶν φυγαδευτηρίων, ὥστε τὸν ἀκουσίως ἀνελόντα ἐκεῖ [56.334] καταφεύγειν, καὶ ἀπαλλάσσεσθαι κινδύνου, μένοντι ἐκεῖ, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας.
 [01302]  Ὁ δὲ ἀναβοήσας, ἀπηλλάγη τοῦ κινδύνου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»