Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κτίσιν [151]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κτίσιν


000-00-00 Serial Number=0991423190
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00108]  ἔργων ἀγαθῶν τὴν κτίσιν κτησώμεθα μάρτυρα·
000-00-00 Serial Number=0754288197
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00147]  «Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ» οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὴν ἄνω κτίσιν ἅπασαν τῆς ἀκριβοῦς ταύτης ἐξέβαλε γνώσεως.
 [00335]  [7.2] Τὴν γὰρ θαυμασίαν ταύτην καὶ παναρμόνιον κτίσιν δι' οὐδένα ἕτερον ἐποίησεν ἢ διὰ σέ·
 [00390]  καὶ μετὰ τούτων πάλιν, εἰ ἐπὶ τὰ μεταλλικὰ ἔτι χωρήσαιμεν ὄρη, πολλὰ ὄντα κἀκεῖνα καὶ ὅσα ἕτερα πολλῷ πλείονα κατὰ τὴν κτίσιν διερευνήσαιμεν, ποῖος λόγος ἢ ποῖος ἡμῖν διαρκέσει χρόνος πρὸς τὴν τούτων ἀκριβῆ κατανόησιν;
000-00-00 Serial Number=0056452453
Ad populum Antiochenum Ante [Go Back]  
 [00145]  Τοῦτο καὶ πρὸς τοὺς αἱρετικοὺς ἡμῖν χρήσιμον τὸ χωρίον, τοὺς διαβάλλοντας τοῦ Θεοῦ τὴν κτίσιν·
 [00544]  Καλέσωμεν τὴν κτίσιν ἅπασαν εἰς συμπάθειαν τῶν ἡμετέρων κακῶν.
 [02785]  Τὴν κτίσιν εἰς μέσον προέθηκε πρὸ τῶν ὀφθαλμῶν πάντων, ἵνα ἀπὸ τῶν ἔργων τὸν δημιουργὸν στοχάζωνται·
 [02953]  καὶ κατὰ τῶν θεοποιούντων τὴν κτίσιν·
 [03232]  ὃ γὰρ περὶ τῆς κτίσεως εἰρήκαμεν, ὅτι οὐχὶ καλὴν μόνον καὶ θαυμαστὴν καὶ μεγάλην αὐτὴν ἐποίησεν ὁ Θεὸς, ἀλλὰ καὶ ἀσθενῆ καὶ φθαρτὴν, καὶ τούτων αὐτῶν πάλιν πολλὰ ἐγκατέθηκε δείγματα, ἀμφότερα πρὸς τὸ χρήσιμον ἡμῖν οἰκονομῶν, καὶ διὰ μὲν τοῦ κάλλους εἰς τὸ θαῦμα τοῦ πεποιηκότος ἐνάγων, διὰ δὲ τῆς ἀσθενείας τοῦ σέβεσθαι τὴν κτίσιν ἡμᾶς ἀπάγων·
 [05273]  Ὅταν γὰρ οἱ μὲν αὐτῶν μηδὲ προνοίας λέγωσιν ἀπολαύειν τὰ ὄντα, μηδὲ ὑπὸ Θεοῦ γεγενῆσθαι τὴν κτίσιν, μήτε τὴν ἀρετὴν αὐτὴν ἑαυτῇ αὐτάρκη εἶναι, ἀλλὰ δεῖσθαι χρημάτων καὶ εὐγενείας καὶ τῆς ἔξωθεν περιφανείας, καὶ ἕτερα πολλῷ τούτων καταγελαστότερα·
000-00-00 Serial Number=0315181851
Catecheses ad illuminandos Ante [Go Back]  
 [00625]  «εἴ τις ἐν Χριστῷ» διδάσκων ἡμᾶς ὅτι εἴ τις πρὸς τὴν εἰς τὸν Χριστὸν πίστιν μετετάξατο, καινὴν κτίσιν ἡμῖν ἐπιδείκνυσι.
 [00627]  Τοῦτο γὰρ καινὴν κτίσιν καὶ ὁ μακάριος οὗτος ὠνόμασε, διὸ καὶ ἐπήγαγεν εὐθέως·
 [00636]  [4.15] Εἶδες πῶς καθ' ἑκάστην ἡμέραν καινὴν ἐργάζεται κτίσιν ὁ δεσπότης;
 [01016]  [7.1] Πολλὴν καὶ διάφορον περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπιδεικνύμενος τὴν ἑαυτοῦ πρόνοιαν ὁ φιλάνθρωπος Θεὸς οὐ μόνον τὴν κτίσιν ἅπασαν ἐδημιούργησε καὶ τὸν οὐρανὸν ἐξέτεινε καὶ τὴν θάλασσαν ἥπλωσε καὶ ἥλιον ἀνῆψε καὶ σελήνην φαίνειν παρεσκεύασε καὶ τὴν γῆν πρὸς οἴκησιν ἐχαρίσατο καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα πρὸς διατροφὴν καὶ σύστασιν τῶν ἡμετέρων παρέσχε σωμάτων, ἀλλὰ καὶ τῶν ἁγίων μαρτύρων ἡμῖν τὰ λείψανα κεχάρισται, καὶ τὰς ψυχὰς αὐτὸς λαβών, «δικαίων γάρ, φησί, ψυχαὶ ἐν χειρὶ Θεοῦ», τὰ σώματα ἡμῖν τέως κατέλιπεν ἱκανὴν παράκλησιν καὶ παραμυθίαν ἵνα παρὰ τοὺς τάφους τῶν ἁγίων τούτων γινόμενοι, εἰς ζῆλον καὶ μίμησιν διεγειρώμεθα καὶ διὰ τῆς ὄψεως ὑπόμνησιν λαμβάνωμεν τῶν αὐτοῖς κατορθωμένων καὶ τῶν ἐπὶ τοῖς κατορθώμασιν ἀμοιβῶν τῶν ἀποκειμένων.
 [01284]  Εἰ γὰρ καὶ ταῦτα δι' ὑμᾶς παρήγαγον καὶ τὴν κτίσιν ἅπασαν, ἐγὼ δὲ καὶ τούτων τοσαύτην ποιοῦμαι τὴν πρόνοιαν, πόσης οὐκ ἂν ὑμᾶς ἀξιώσω τῆς κηδεμονίας δι' οὓς καὶ ταῦτα ἅπαντα παρήχθη.
000-00-00 Serial Number=0230827153
Commentarius in Job Ante [Go Back]  
 [04001]  ἐπειδὴ γὰρ τοῦτο μάλιστα πάντων ἐξέβαλε τῆς τοῦ θεοῦ παρρησίας, πάντα πρὸς τὸ ἐναντίον κατεσκεύασεν ὁ θεός, καὶ τὴν κτίσιν καὶ τὴν κατασκευὴν τοῦ σώματος καὶ τὴν τοῦ βίου διαγωγήν, ὥστε ταῦτα πάντα διὰ [180] ταπεινοφροσύνην, ἵνα μάθωμεν μετριάζειν καὶ ἵνα τὴν ἀσθένειαν ἐπιγνῶμεν τὴν ἑαυτῶν, ἵνα λέγωμεν κατὰ τὸν Ἀβραάμ·
 [04200]  ὁρᾷς, πῶς καὶ τὴν κτίσιν ἀναμίγνυσιν;
000-00-00 Serial Number=0845890760
Contra haereticos Ante [Go Back]  
 [00033]  Οὐ γὰρ οὕτως ὑβριστὴς εἰς τὸ Θεῖον ὁ τὴν κτίσιν προσαγορεύων Θεὸν, ὡς ὁ κτίσμα τὸν Θεὸν ὀνομάζων.
 [00034]  Ὁ μὲν γὰρ τὴν κτίσιν θεοποιῶν, δοῦλον ἐνδύειν δοκεῖ βασιλικὴν πορφυρίδα·
000-00-00 Serial Number=0602201402
De Anna i Ante [Go Back]  
 [00049]  καὶ ἐδείκνυμεν ὅτι διὰ τῆς κατὰ τὴν κτίσιν θεωρίας πρὸς τὴν αὐτοῦ θεογνωσίαν ἐχειραγώγησεν·
 [00054]  Οὐ διὰ τὸ πλῆθος δὲ μόνον ἐθαυμάζομεν τοῦ Θεοῦ τὴν σοφίαν, ἀλλὰ καὶ δι' ἀμφότερα ταῦτα, ὅτι καὶ καλὴν καὶ μεγάλην καὶ θαυμαστὴν τὴν κτίσιν ἐποίησε, καὶ ὅτι πολλὰ πάλιν τῆς ἀσθενείας αὐτῆς δείγματα ἐναπέθετο τοῖς ὁρωμένοις·
000-00-00 Serial Number=0466265082
De Christi divinitate Ante [Go Back]  
 [00259]  Οὐ γὰρ παρήγαγε μόνον τὴν κτίσιν, ἀλλὰ καὶ παραχθεῖσαν αὐτὴν συγκροτεῖ·
000-00-00 Serial Number=0662587225
De Lazaro Ante [Go Back]  
 [01670]  Ὁρῶ τὴν κτίσιν ἅπασαν, καὶ δι' αὐτῆς χειραγωγοῦμαι πρὸς τὸν δημιουργόν.
000-00-00 Serial Number=0145581245
De baptismo Christi Ante [Go Back]  
 [00249]  [49.372] σὺ δὲ οὐδὲ λόγοις αὐτὸν ἀμείβῃ, οὐδὲ εὐχαριστεῖς ὑπὲρ ὧν ἔλαβες, ἀλλὰ σωματικῆς μὲν τροφῆς ἀπολαύων μετὰ τὴν τράπεζαν ἐπὶ εὐχὴν τρέπῃ, πνευματικῆς δὲ καὶ ὑπερβαλλούσης τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ τὴν ἀόρατον μετέχων, ἄνθρωπος ὢν καὶ τῆς εὐτελοῦς φύσεως, οὐ μένεις εὐχαριστῶν καὶ ῥήμασι καὶ πράγμασι;
000-00-00 Serial Number=0168217838
De cruce et latrone i Ante [Go Back]  
 [00076]  Τήν τε γὰρ κτίσιν ἐκλόνησεν ἅπασαν, καὶ τὰς πέτρας διέῤῥηξε, τῆς πέτρας τε ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν ἐπεσπάσατο καὶ ἐτίμησε·
000-00-00 Serial Number=0622952104
De cruce et latrone ii Ante [Go Back]  
 [00103]  Τὴν κτίσιν ἐκλόνησε, τὰς πέτρας διέῤῥηξε, τὴν πέτρας ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν κηροῦ μαλακωτέραν εἰργάσατο.
000-00-00 Serial Number=0878317177
De diabolo tentatore Ante [Go Back]  
 [00465]  Ἀφείσθω τοίνυν ὁ διάβολος, καὶ παραγάγωμεν εἰς μέσον τὴν κτίσιν, ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος ἡμῖν αἴτιος τῶν κακῶν, ἐὰν θέλωμεν προσέχειν·
 [00494]  ἀναιρήσομεν καὶ τὴν κτίσιν, εἰπέ μοι;
 [00499]  Ὀφθαλμὸς ἐδόθη, ἵνα βλέπων τὴν κτίσιν δοξάζῃς τὸν ∆εσπότην·
 [00512]  Ἀλλὰ τί λέγω κτίσιν;
000-00-00 Serial Number=0691018343
De fato et providentia Ante [Go Back]  
 [00395]  Καὶ πολλάκις μὲν αὐτοὺς δικάζοντας τοὺς ἠδικηκότας καλεῖ, πολλάκις δὲ τὴν κτίσιν καθημένην ἐπὶ τῆς ψήφου, δεικνὺς τὴν περιφάνειαν τῶν δικαιωμάτων·
000-00-00 Serial Number=0204025686
De gloria in tribulationibus Ante [Go Back]  
 [00062]  Καὶ πάλιν ἀνάγων αὐτοὺς εἰς τὴν ἔννοιαν τοῦ μεγέθους τῶν τότε ἀγαθῶν, αὐτὴν εἰσάγει τὴν κτίσιν ὀδυνωμένην καὶ συστενάζουσαν ἐπὶ τοῖς παροῦσι μοχθηροῖς, καὶ σφόδρα ἐπιθυμοῦσαν τὰ μέλλοντα, ὡς πάνυ ὄντα χρηστὰ, λέγων οὕτω·
 [00070]  οὐκ ἐπειδὴ αἰσθάνεσθαι τὴν κτίσιν φαμὲν, ἀλλ' ἵνα τῶν θαυμάτων τὸ μέγεθος παραστῆσαι δυνηθῇ ἐκ τῶν συμβαινόντων τοῖς ἀνθρώποις.
 [00089]  διὸ δὴ καὶ ὁ μακάριος Παῦλος καὶ αὐτὸς τὴν κτίσιν εἰσάγει στενάζουσαν καὶ ὀδυνωμένην, ἵνα τὸ μέγεθος τῶν δωρεῶν τοῦ Θεοῦ τῶν μετὰ ταῦτα διαδεξομένων ἡμᾶς παραστῆσαι δυνηθῇ.
000-00-00 Serial Number=0749171138
De incomprehensibili dei natura Ante [Go Back]  
 [00358]  ὁ λόγος αὐτοῦ τὴν κτίσιν παρήγαγεν·
 [00460]  Ὁρᾷς ὅτι οὔχι πρὸς τὴν δημιουργίαν τῶν ἐν τῇ γῇ μόνον, ἀλλὰ καὶ πρὸς τὴν κτίσιν τῶν ἄνω δυνάμεων ἤρκεσεν ἡ θέλησις αὐτοῦ μόνη;
 [00586]  Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθές, μηδὲν περὶ τῶν ἄνω διαλεχθῶμεν, ἀλλ' εἰ βούλει κάτω πρὸς τὴν ὁρωμένην κτίσιν τὸν λόγον ἀγάγωμεν.
 [01110]  «εἰ μὴ ὁ Υἱὸς», τῇ προσθήκῃ τοῦ μονογενοῦς ἅπασαν τὴν κτίσιν ἀπέκλεισε.
 [01221]  Ὅταν τοίνυν ἀκούσῃς τὸ «εἷς» καὶ «οὐδείς», καὶ ὅσα τοιαῦτα, μὴ τῆς Τριάδος ἐλαττώσῃς τὴν δόξαν, ἀλλὰ τὸ μέσον αὐτῆς πρὸς τὴν κτίσιν διὰ τούτων μάνθανε τῶν ῥημάτων, ἐπεὶ καὶ ἀλλαχοῦ φησι·
 [01271]  Ἐνδέχεται γάρ, φησί, μήτε τὴν κτίσιν αὐτὸν εἰδέναι σαφῶς, μήτε τὸν
000-00-00 Serial Number=0048732340
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00114]  ∆ιὰ τοῦτο οὐδὲ τὴν κτίσιν αὐτὴν τὴν ὁρωμένην, ἀλλ' οὐδὲ τὴν νοητὴν ἐνόμισεν ἀρκεῖν εἰς παράστασιν τῆς ἀγάπης καὶ τοῦ ζήλου, ἀλλὰ καὶ ἑτέραν οὐκ οὖσαν ἐζήτει, ὥστε ἐνδείξασθαι ὅπερ ἤθελε καὶ ἐπεθύμει.
 [00998]  Ὁ γὰρ ἐν σώματι θνητῷ καὶ ἐπικήρῳ πάντα ὑπὲρ τοῦ Χριστοῦ προδούς, ὧν κύριος ἦν, μᾶλλον δὲ ὧν οὐκ ἦν, καὶ γὰρ καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέλλοντα προέδωκε, καὶ ὕψωμα καὶ βάθος καὶ κτίσιν ἑτέραν , οὗτος εἰ ἐν ἀσωμάτῳ φύσει ἦν, τί οὐκ ἂν εἶπε;
000-00-00 Serial Number=0782556057
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00077]  οὔπω γεννᾶται τὸ βρέφος καὶ ἐν τῇ κοιλίᾳ αὐτῆς τῷ σκιρτήματι φθέγγεται, οὔπω βοᾶν συγχωρεῖται καὶ δι' ἔργων ἀκούεται, οὔπω μανθάνει τὸν βίον καὶ τὸν θεὸν προκηρύττει, οὔπω γινώσκει τὴν κτίσιν καὶ τὸν δημιουργὸν προμηνύει, οὔπω βλέπει τὸ φῶς καὶ γνωρίζει τὸν ἥλιον, οὔπω τίκτεται καὶ προτρέχειν ἐπείγεται.
000-00-00 Serial Number=0371062934
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00007]  ὃς πᾶσαν τὴν κτίσιν ἐξ ἀρχῆς ἄνωθεν ἡμῖν γνωρίζων, καὶ τὸν κτίστην ἀνακηρύττων ἔλεγεν·
000-00-00 Serial Number=0173108220
De patientia sermo 2 Ante [Go Back]  
 [00091]  Καὶ οὐ μόνον αὐτοὶ μόνοι, ἀλλὰ καὶ αὐτοὶ τὴν κτίσιν πᾶσαν μεθ' ἑαυτῶν ἐκάλουν, τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ ἄστρα τοῦ οὐρανοῦ, θάλασσαν καὶ ποταμοὺς, πηγὰς καὶ λίμνας καὶ τὴν γῆν, τὰ ὄρη, τοὺς βουνοὺς, τὰς νάπας, τὰς πεδιάδας, τὰς νύκτας, τὰς ἡμέρας.
 [00096]  Εἶτα τῇ ἑξῆς ἐπάγει τὴν κτίσιν.
 [00101]  Ὥσπερ γὰρ ἐν τῇ κοσμοποιίᾳ ὁ νομοθέτης ἱστοριογραφῶν ἔλεγε μετὰ τὸ τὴν κτίσιν τελεσιουργηθῆναι, Ποιήσωμεν ἄνθρωπον κατ' ἰδίαν εἰκόνα καὶ καθ' ὁμοιότητα ἡμετέραν·
000-00-00 Serial Number=0251774609
De salute animae Ante [Go Back]  
 [00016]  Φοβερὸν ὄντως ἀκοῦσαι, ἀγαπητοὶ, φοβερώτερον δὲ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἱσταμένην, καὶ ἀπολογουμένην ὑπὲρ λόγου, ὑπὲρ ἔργου, ὑπὲρ ἐννοιῶν, τῶν ἐν νυκτὶ, τῶν ἐν ἡμέρᾳ, ὧν ἡμάρτομεν.
000-00-00 Serial Number=0998868704
De sancta trinitate Ante [Go Back]  
 [00054]  Ὅρα δὲ καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πάντα τὰ κτίσματα καὶ τὰ ποιήματα εἰς δοξολογίαν Θεοῦ καλοῦντας, ἥλιον, σελήνην, ἄστρα, οὐρανοὺς, ἀγγέλους, δυνάμει, ἀνθρώπους, πνεύματα, πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον καὶ νοητήν·
000-00-00 Serial Number=0495806634
De virginitate Ante [Go Back]  
 [00132]  ∆ιὰ τοῦτο ὑπεροψίᾳ ἀμέτρῳ κατὰ τοῦ πράγματος χρησαμένη εἰς τὴν τοῦ Θεοῦ σοφίαν ἐξύβρισας καὶ τὴν κτίσιν διέβαλες ἅπασαν.
 [00232]  Ὁ γὰρ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, ὁ μηδὲ ζῆν σπουδάζων ὥστε τὸν Χριστὸν ἐν ἑαυτῷ ζῆν, ὁ καὶ βασιλείαν καὶ ζωὴν καὶ ἀγγέλους καὶ δυνάμεις καὶ κτίσιν ἑτέραν καὶ πάντα ἁπλῶς δεύτερα τῆς ἀγάπης αὐτοῦ τιθέμενος, πῶς ἂν ἢ φθέγξασθαι ἢ καὶ ἐννοῆσαί τι τῶν οὐ δοκούντων ἠνέσχετο τῷ Χριστῷ καὶ ταῦτα νομοθετῶν;
000-00-00 Serial Number=0727832198
De virtute animi Ante [Go Back]  
 [00003]  Ἀριθμῶν τὰ τοῦ βίου πολλάκις κατ' ἐμαυτὸν ἀγαθὰ, καὶ μεστὴν εὑρίσκων πολλῶν πανταχόθεν τὴν κτίσιν, καὶ μυρίων τῷ γένει παρεκτικὴν ἀγαθῶν, οὐδὲν ὁρῶ τοῦ ψυχῆς ὡραιότητα φιλοκαλεῖν ἀγαθώτερον, οὐδὲ μᾶλλον ἀνθρώπου πρεπωδέστερον φύσει.
 [00036]  Πᾶσαν γὰρ τὴν κτίσιν θεοποιίας ἐξέβαλεν, εἰκόνι τῆς ἰδίας αὐτὴν παραδοὺς μοναρχίας·
000-00-00 Serial Number=0050737441
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01050]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὡς ἑξακοσίας χιλιάδας γενομένας ὑπευθύνους κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ ἐς αἷμα μετέστησε, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς πολλὰ κατορθώματα·
 [01596]  Ἔδωκεν αὐτῷ ὀφθαλμὸν, τὴν μικρὰν ἐκείνην κέγχρον, καὶ δι' αὐτῆς καθορᾷ πᾶσαν τὴν κτίσιν.
 [01597]  Καὶ ἵνα μὴ περιλαμβάνων πᾶσαν τῇ ὄψει τὴν κτίσιν ἐπαίρηται, πολλάκις καὶ ὀφθαλμίαι καὶ λῆμαι καὶ δάκρυα καὶ ὅσα θολοῖ τὴν ὄψιν ἐπιγεννᾶται·
 [02131]  Ὀφθαλμὸς ἐδόθη, ἵνα βλέπων τὴν κτίσιν δοξάσῃς τὸν Κτίστην καὶ ∆εσπότην·
 [04260]  τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ τὸν μισθὸν καταβαλεῖν;
 [09141]  Οὐ μὴν ἠρκέσθη ταῖς θυσίαις ταύταις, ἀλλ' ἐπειδὴ καλῶς ἑαυτὸν καθιέρωσε, καὶ τὴν οἰκουμένην πᾶσαν προσήνεγκε, καὶ γῆν καὶ θάλατταν, καὶ Ἑλλάδα καὶ βάρβαρον, καὶ πᾶσαν ἁπαξαπλῶς τὴν κτίσιν ταύτην, καθάπερ τις ὑπόπτερος ἀετὸς γενόμενος ἐπῆλθεν, οὐχ ἁπλῶς ὁδοιπορῶν, ἀλλὰ τὰς ἀκάνθας τῶν ἁμαρ [63.843] τημάτων ἀνασπῶν, καὶ τὸν λόγον τῆς εὐσεβείας κατασπείρων, τὴν πλάνην ἀπελαύνων, τὴν ἀλήθειαν ἐπανάγων, ἐξ ἀνθρώπων ἀγγέλους ποιῶν, μᾶλλον δὲ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους.
 [09229]  ∆ιὰ τοῦτο οὐδὲ τὴν κτίσιν αὐτῷ τὴν ὁρωμένην, ἀλλ' οὐδὲ τὴν νοητὴν ἐνόμισεν ἀρκεῖν εἰς παράστασιν τῆς ἀγάπης καὶ τοῦ ζήλου, ἀλλὰ καὶ ἑτέραν οὐκ οὖσαν ἔπλασε τῷ λόγῳ, ὥστε ἐνδείξασθαι ὅπερ ἠθέλησε καὶ ἐπεθύμει.
000-00-00 Serial Number=0462575912
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00064]  ὅτε καταβαίνει πρὸς τὴν κτίσιν μετὰ τῆς δουλικῆς λέξεως καταβαίνει·
000-00-00 Serial Number=0772897899
Epistula ad Cyriacum Ante [Go Back]  
 [00044]  Καὶ χορὸς ἵστατο παναρμόνιος αὐτόθι τῶν ἁγίων ἐκείνων ἑκατέραν τὴν κτίσιν εἰς τὴν θαυμασίαν ταύτην καλούντων μελῳδίαν, ᾄδοντες, εὐχαριστηρίους ἀναπέμποντες αἴνους, ὑπὲρ ὧν ἐδέθησαν, τό γε τῶν ἐχθρῶν μέρος, ὑπὲρ ὧν πατρίδος ἐξέπεσον, ὑπὲρ ὧν αἰχμάλωτοι γεγόνασιν, ὑπὲρ ὧν τὴν ἐλευθερίαν ἀφῃρέθησαν, ὑπὲρ ὧν ἀπόλιδες, ἄοικοι καὶ μετανάσται ἐγένοντο, ὑπὲρ ὧν ἐν ἀλλοτρίᾳ καὶ βαρβάρων διέτριβον γῇ·
 [00175]  Καὶ λοιπὸν Ἐκκλησία ἦν αὐτοῖς ἡ κάμινος καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον·
 [00311]  Καὶ λοιπὸν ἐκκλησία αὐτοῖς ἦν ἡ κάμινος καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον·
000-00-00 Serial Number=0141919732
Epistulae Ante [Go Back]  
 [01287]  Καὶ λοιπὸν ἐκκλησία αὐτοῖς ἦν ἡ κάμινος, καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις, καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον·
 [02245]  Καὶ λοιπὸν ἐκκλησία αὐτοῖς ἦν ἡ κάμινος, καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις, καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον·
000-00-00 Serial Number=0322390854
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00156]  Καὶ χορὸς ἵστατο παναρμόνιος αὐτόθι τῶν ἁγίων ἐκείνων ἑκατέραν τὴν κτίσιν εἰς τὴν θαυμασίαν ταύτην καλούντων μελῳδίαν·
 [00395]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε , πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς.
000-00-00 Serial Number=0355867624
Expositiones in Psalmos Ante [Go Back]  
 [00897]  νυνὶ δὲ ἡλίου προσκυνοῦντος καθεύδεις αὐτὸς, καὶ ἀναχωρεῖς τῇ κτίσει τῆς προεδρίας, καὶ οὐ φθάνεις ἅπασαν τὴν κτίσιν τὴν διὰ σὲ γενομένην, οὐδὲ ἀποδίδως αὐτῷ τὰ εὐχαριστήρια, ἀλλ' ἀνιστάμενος καὶ ὄψιν περικλύζεις καὶ χεῖρας, τὴν δὲ ψυχὴν περιορᾷς ἀκάθαρτον;
 [03936]  Ὅπου γὰρ ἂν ἀφίκηται, πάντας ἔχει πολεμίους, καὶ αὐτὴν τὴν κτίσιν.
 [04248]  Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι ἕτερα στοιχεῖα·
 [05699]  Ὅπου γὰρ ἂν ἀφίκηται, πάντας ἔχει πολεμίους, καὶ αὐτὴν τὴν κτίσιν.
 [06011]  Καὶ νῦν μὲν τὴν κτίσιν ὁ Μωϋσῆς μεταβάλλει, νῦν δὲ ἕτεροι ἕτερα στοιχεῖα·
000-00-00 Serial Number=0218266904
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05134]  Λέγει τοίνυν αὐτῷ ὁ Θεὸς, ὅτι Σκόπησον τὴν δύναμιν τὴν ἐμὴν, καὶ ὥσπερ παρήγαγον τὴν κτίσιν, καὶ τάξιν ἐπέθηκα αὐτῇ προσνοῶν τῶν ἀνθρώπων, καὶ νῦν σοι καλέσαντι ὑπήκουσα, καὶ προλέγω τὰ μέλλοντα, καὶ τὴν ἐσομένην εὐθηνίαν, οἷς ἥκιστα ἀπιστεῖν σε προσήκει·
000-00-00 Serial Number=0680080295
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Καὶ νῦν δὲ πάλιν ἐπὶ τῶν αἱρετικῶν ἐβούλετο ἡμᾶς εἰς τὴν κτίσιν καταγαγεῖν.
000-00-00 Serial Number=0335106432
In Bassum martyrem Ante [Go Back]  
 [00009]  Ἐθεασάμεθα γὰρ ὄντως θυμὸν φιλανθρωπίαν ἀστράπτοντα, ὅτε τὸν τῶν σεισμῶν περιεζώσθημεν φόβον, ὅτε κραδαινομένην τὴν κτίσιν ἐγνώκαμεν, ὅτε τὸ μὲν ἔδαφος σφοδρῶς ἐτινάσσετο, ὁ δὲ Σωτὴρ τῶν ἰδίων οἰκτιρμῶν οὐκ ἀφίστατο, ὅτε τὸ πικρὸν προσεδοκήσαμεν τέλος, ὅτε τάφους τὰς οἰκίας ἄφνω ἐνομίσαμεν, ὅτε τὸ τιναγμῷ συνεχόμενοι τόπον ἢ τρόπον καταφυγῆς οὐχ εὑρίσκομεν, ὅτε τὸ μέσον τῆς ἡμέρας φθάσαντες τὴν ἑσπέραν ἰδεῖν οὐκ ἠλπίσαμεν, ὅτε ἄνωθεν τῷ ξίφος ἐπήρτητο, καὶ κάτωθεν ἠνδρίζετο μετὰ προσευχῆς εὐποιία, ὅτε συμφώνως οἱ λαοὶ τὸ, Ἐλέησον, ἔκραζον.
 [00011]  τῷ γὰρ βλέμματι κινῶν, τῇ χειρὶ τὴν ὑποτρέμουσαν κτίσιν ὑπέσφιγγε,
 [00019]  Τὴν κτίσιν γὰρ κλονῶν οὐ κατέστρεψε, συσσείων τὸ πᾶν οὐκ ἠδάφισε, τοῦ κάλλους τῶν κτισμάτων τὴν γῆν οὐκ ἐγύμνωσεν·
 [00047]  Τὰ προλαβόντα οὐκ ἔπεισε, τὰ μετὰ ταῦτα καὶ τὰ πρὸ βραχέος οὐκ ἐδυσώπησεν, ὅπως καὶ τότε καὶ νῦν τὴν κτίσιν κινήσας πάλιν ἐστήριξεν ἐλεήσας·
000-00-00 Serial Number=0686129093
In Christi natalem diem Ante [Go Back]  
 [00023]  τὴν κτίσιν ἐπιγνοῦσαν, καὶ τὴν φύσιν δειλιῶσαν.
000-00-00 Serial Number=0372257888
In Ecclesiasten Ante [Go Back]  
 [00018]  Οὐ γὰρ πρὸς Ἰουδαίους διαλέγεται, καθάπερ οἱ λοιποί, ἀλλὰ πρὸς πᾶσαν <τὴν> κτίσιν καὶ τὴν οἰκουμένην.
 [00494]  οὐχὶ τὴν κτίσιν φησίν, ἀλλὰ τὰς οἰκονομίας.
000-00-00 Serial Number=0033781171
In Genesim sermo 3 Ante [Go Back]  
 [00118]  Τὰ γὰρ ἐν ἓξ ἡμέραις δημιουργηθέντα οὐκ ὤκνησαν οἱ τὴν κτίσιν μυθολογοῦντες εἰπεῖν αὐτομάτως γενέσθαι, καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν, ἥλιον καὶ σελήνην καὶ πάντα τὰ ὁρώμενα.
000-00-00 Serial Number=0076982319
In Genesim sermones Ante [Go Back]  
 [00023]  ἀλλ' ὅτι τὸν τῶν οὐρανῶν βασιλέα ἀπὸ τῶν θρόνων καταβιβάσαντες τῶν βασιλικῶν, μετὰ τῆς κτίσεως ἔστησαν, τὴν δὲ κτίσιν τοῖς τῆς θεότητος προεδρίοις ἐτίμησαν.
000-00-00 Serial Number=0301565886
In Joannem Ante [Go Back]  
 [00289]  ε τῆς πρὸς τὴν κτίσιν κοινωνίας, τῆς κατ' οὐσίαν λέγω, οὐ μὴν τῆς κατὰ τὴν σχέσιν.
 [00534]  ὁ δὲ Υἱὸς ἀόρατός ἐστι, καὶ τὴν κτίσιν σφόδρα καὶ ἀπείρως ὑπεραναβέβηκεν.
 [00882]  Μὴ δὴ συγχέωμεν τὴν κτίσιν μετὰ τοῦ κτίσαντος, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.
 [01075]  τὴν κτίσιν ἡ κτίσις οὐκ ἔγνω;
 [01149]  οὐδὲ γὰρ τῶν γενητῶν τοῦτο, ἀλλὰ τῶν ὑπὲρ τὴν κτίσιν ἅπασαν.
 [03184]  Οὐδὲν γὰρ αὐτῷ κοινὸν πρὸς τὴν κτίσιν.
 [03891]  Ἔδει γενέσθαι τὴν κτίσιν, ἀλλ' οὐχ ὁμοῦ πᾶσαν·
 [04617]  Ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο εἶδεν, οὐ μόνον κολάσεως ἀπήλλαξεν, ἀλλὰ καὶ ζωὴν ἐχαρίσατο πολλῷ τῆς προτέρας λαμπροτέραν, εἰς ἄλλον ἡμᾶς εἰσήγαγε κόσμον, ἑτέραν ἐδημιούργησε κτίσιν·
000-00-00 Serial Number=0252754152
In Petrum et Paulum Ante [Go Back]  
 [00008]  οἵτινες τῷ ἔργῳ καὶ τῷ λόγῳ πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησαν·
000-00-00 Serial Number=0461872458
In Psalmos 101-107 Ante [Go Back]  
 [00205]  Τὴν μὲν οὖν κτίσιν με ταῤῥυθμίζεις ὡς θέλεις, ὦ ∆έσποτα·
 [00402]  Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τὴν κτίσιν, ἅτε δὴ πάντων ὢν δημιουργὸς καὶ βασιλεὺς καὶ ∆εσπότης.
000-00-00 Serial Number=0833968222
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00330]  Ἰουδαῖοι εἶδον νεκροὺς ἐγειρομένους, λεπροὺς καθαιρομένους, δαίμονας ἐλαυ νομένους, θάλατταν χαλινουμένην, γῆν πηγάζουσαν, ἰχ θὺν στατῆρα φέροντα, ἀστέρα ἄγοντα Μάγους, τὴν ἄνω, τὴν κάτω κτίσιν δορυφοροῦσαν, καὶ μετὰ ταῦτα πάντα
000-00-00 Serial Number=0156828880
In Psalmum 118 Ante [Go Back]  
 [01489]  οὐ γὰρ ἀφέστηκας ἀφ' ἡμῶν, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν.
000-00-00 Serial Number=0558303058
In adorationem venerandae crucis Ante [Go Back]  
 [00023]  ∆ιότι θάμβος κατεῖχε πᾶσαν ἔμψυχον κτίσιν, Χριστὸν βλέπουσαν ἰκρίῳ πεπαρμένον, τὸν ποιητήν τε καὶ μέδοντα τῶν ὅλων, λόγχῃ νυγέντα πλευρὰν ἡγιασμένην, ὕδωρ τε καὶ αἷμα ῥέουσαν ἐκ πηγῆς ἀεννάου, ἀκάνθινον φοροῦντα τὸ πλακὲν στέφος, ὄξος πιόντα καὶ χολὴν μεμιγμένην, κλῆρον λαχόντας χερσὶ ταῖς μιαιφόνοις, ὑπηρέτας σκότους τε καὶ γνόφου φίλους ὅπως ἕκαστος τὴν προσήκουσαν λάβοι μοῖραν.
 [00110]  βλέπει τὴν σύμπασαν κτίσιν ἑορτάζουσαν, καὶ ἑαυτὸν ὡς διπλοΐδα αἰσχύνην ἐνδεδυμένον·
000-00-00 Serial Number=0181212068
In annuntiationem deiparae Ante [Go Back]  
 [00112]  Ὑπὲρ τὴν κτίσιν ἐκαλλωπίσθης, ὑπὲρ τοὺς οὐρανοὺς ἐφαιδρύνθης, ὑπὲρ τὸν ἥλιον ἔλαμψας, ὑπὲρ τοὺς ἀγγέλους ὑψώθης·
000-00-00 Serial Number=0017990410
In ascensionem Sermo 3 Ante [Go Back]  
 [00041]  ἐκτρεφομένου τοῦ τὴν σύμπασαν τρέφοντος κτίσιν, φονοκτονεῖν τὰ βρέφη τὸν Ἡρώδην ἐδίδαξεν, οἰόμενος ἐν αὐτοῖς συλλαβεῖν τὸν ἀκράτητον·
 [00067]  οὐκ ἄλλος ὁ ὑπὸ Ἰωσὴφ τῇ σινδόνι ἐντυλισσόμενος, καὶ ἄλλος τῇ παλάμῃ τὴν κτίσιν περιδρασσόμενος·
000-00-00 Serial Number=0828639269
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00389]  οὐχὶ κτίσιν εἰργάσατο διδάσκουσαν αὐτοῦ τὴν φιλανθρωπίαν καὶ τὴν δύναμιν;
 [01141]  οὕτω καὶ ὁ Θεὸς ἐκέλευσε παρὰ τὴν ἀρχὴν ἕπεσθαι διὰ τῆς κατὰ τὴν κτίσιν καταλήψεως·
 [01880]  Οὐδέποτε ἀφ' ἑαυτῆς, ἀλλ' εἶχε τὴν κτίσιν ἀντὶ βιβλίου προκειμένην ἐν μέσῳ·
 [03698]  Ὥσπερ οὖν ὅταν περὶ τῆς τοῦ Χριστοῦ διαλέγηται κηδεμονίας, τὴν γῆν, τὸν οὐρανὸν, τὴν πᾶσαν κτίσιν ἀφεὶς, τὸν σταυρὸν ἐν μέσῳ τίθησιν·
000-00-00 Serial Number=0121241033
In epistulam ad Colossenses Ante [Go Back]  
 [01985]  Οὐ γὰρ διδαχθησόμενος ἔρχεται μόνον, ἀλλὰ καὶ ἀθλήσων καὶ γυμνασθησόμενος εἰς ἑτέραν ἀνάγεται κτίσιν.
 [01986]  Ὅταν γὰρ ὁμολογῇ εἰς ζωὴν αἰώνιον, ὡμολόγησεν ἑτέραν κτίσιν.
000-00-00 Serial Number=0007290721
In epistulam ad Ephesios Ante [Go Back]  
 [03685]  Ὅρα ἐνταῦθα πῶς κτίσιν καλεῖ τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθεῖσαν.
000-00-00 Serial Number=0245076716
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02329]  Καινὴν γὰρ κτίσιν ταύτην καλεῖ τὴν καθ' ὑμᾶς πολιτείαν, διά τε τὰ γεγενημένα, διά τε τὰ ἐσόμενα·
000-00-00 Serial Number=0281413555
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02199]  κἂν γὰρ ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ, κἂν τὰ Σεραφὶμ, κἂν οἵαν δήποτε κτίσιν·
 [07805]  Κόσμον δὲ ἐνταῦθα ἄρα τὸ πλῆθός φησιν, ἢ τὴν κτίσιν αὐτήν·
000-00-00 Serial Number=0610818565
In epistulam ad Romanos Ante [Go Back]  
 [00793]  ἀλλ' ὃ φωνῆς αὐτοὺς ἐφέλκεσθαι μᾶλλον ἠδύνατο, τοῦτο ἐποίησε, τὴν κτίσιν εἰς μέσον προθεὶς, ὥστε καὶ σοφὸν καὶ ἰδιώτην, καὶ Σκύθην καὶ βάρβαρον διὰ τῆς ὄψεως καταμαθόντα τῶν ὁρωμένων τὸ κάλλος, ἐπὶ τὸν Θεὸν ἀναβαίνειν.
 [01188]  Ἐπειδὴ γὰρ πολλὴν ἔδειξε τῆς οἰκουμένης τὴν ἁμαρτίαν, ἀπὸ τῶν δογμάτων, ἀπὸ τῶν πραγμάτων, καὶ ὅτι σοφοὶ ὄντες, καὶ ὅτι τὴν κτίσιν ἔχοντες χειραγωγοῦσαν, καὶ ὅτι οὐ τῷ τὸν Θεὸν ἀφεῖναι μόνον, ἀλλὰ καὶ τῷ ἑλέσθαι τὰ ὁμοιώματα τῶν ἑρπετῶν, καὶ τῷ τὴν ἀρετὴν ἀτιμάσαι, καὶ τῷ τῆς φύσεως ἀνθελκούσης ἐπὶ τὴν κακίαν αὐτομολῆσαι, καὶ τῷ παρὰ φύσιν εἶναι, πρόεισι λοιπὸν εἰς τὸ δεῖξαι, ὅτι καὶ κολάζονται οἱ τὰ τοιαῦτα πράσσοντες.
 [03852]  Ἀλλ' οὔτε τοῦτο ποιεῖ, οὔτε τὴν θάλασσαν ἡμῖν ἐπαφίησιν, οὐ τὴν γῆν ῥήγνυσι μέσην, οὐ τὸν ἥλιον σβέννυσιν, οὐ τὸν οὐρανὸν ῥίπτει μετὰ τῶν ἀστέρων, οὐ πάντα ἁπλῶς ἐκ μέσου ποιεῖ, ἀλλ' ἀφίησιν ἐν τάξει εἶναι καὶ διακονεῖσθαι ἡμῖν τὴν κτίσιν ἅπασαν.
 [03873]  ἀλλ' ἂν μὲν οἰκίσκον μικρὸν ἐκμισθώσῃς, μετὰ πολλῆς τῆς ἀκριβείας τὸν μισθὸν ἀπαιτεῖς, τὴν δὲ κτίσιν αὐτοῦ πᾶσαν καρπούμενος, καὶ κόσμον τοσοῦτον οἰκῶν, οὐδὲ ὀλίγον ἀνέχῃ μισθὸν καταβαλεῖν, ἀλλὰ τῇ κενοδοξίᾳ καὶ σαυτὸν καὶ τὰ σαυτοῦ πάντα ἐξέδωκας·
 [05270]  Τούτους δὲ καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καί φησι στενάζειν αὐτὴν καὶ ὠδίνειν·
 [05326]  ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίαν περιβάλλει εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων.
 [05355]  Ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς, καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους ὑπανοίγει τὰ μέλλοντα, τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν·
 [05637]  Καὶ γὰρ τὸ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι, καὶ τὸ, τὴν κτίσιν ἅπασαν στενάζειν, καὶ τὸ λέγειν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, καὶ τὸ, ∆ι' ὑπομονῆς ἀπεκδεχόμεθα, καὶ τὸ, Τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν·
 [05839]  Κἂν γὰρ τὰ μέλλοντα εἴπῃ τις πράγματα, κἂν δυνάμεις, πράγματα μὲν ὡς θάνατον καὶ ζωὴν, δυνάμεις δὲ ὡς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πᾶσαν τὴν ἄνω κτίσιν, καὶ ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην τοῦ Χριστοῦ.
 [06012]  καὶ οὐκ ἀρκεσθεὶς τοῖς λεχθεῖσιν, ἀλλ' ὑπερβὰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πάντα τὰ ἄνω περιδραμὼν, καὶ συλλαβὼν ὁμοῦ τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ νοούμενα, τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις, καὶ οὐδὲν ὅλως ἀφεὶς, καὶ οὐδὲ οὕτω κορεσθεὶς, ἀλλὰ καὶ ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάμενος·
 [07161]  Πόσης οὖν ἀθλιότητος ἂν εἴη, τὴν μὲν κτίσιν τὴν διὰ σὲ γενομένην εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ σχηματίζεσθαι, ἡμᾶς δὲ τοὺς τέκνα τοῦ Θεοῦ γενομένους, διὰ τὴν πολλὴν ῥᾳθυμίαν εἰς ἀπώλειαν πέμπεσθαι καὶ γέενναν, δι' οὓς ἡ κτίσις τῆς μεγάλης ἀπολαύσεται εὐημερίας ἐκείνης;
000-00-00 Serial Number=0244856954
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00121]  μᾶλλον δὲ οὐδὲ ἀπὸ τῆς ῥήσεως, ἀλλ' ἀπὸ τῆς διεστραμμένης τῶν αἱρετικῶν ἑρμηνείας, ἀνάγκη διπλῆν τινα ἐπεισάγεσθαι κτίσιν.
000-00-00 Serial Number=0663481534
In illud Memor fui dei Ante [Go Back]  
 [00249]  Εἶτα ἐπ' ἀμφοτέροις τούτοις τοῖς ἅπασιν εὐφραινομένη ἡ γῆ πρὸς τὴν σύνδουλον ἅπασαν κτίσιν ἐβόα·
000-00-00 Serial Number=0882888556
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00297]  ∆εῖξον οὖν μοι, φησὶ, καινὴν κτίσιν·
 [00594]  βλέπε καὶ ἐν τῇ πολιτείᾳ τὴν κτίσιν.
 [00602]  Ὁρᾶς καινὴν τὴν κτίσιν;
 [00605]  Ὅρα πανταχοῦ τῆς οἰκουμένης καινὴν τὴν κτίσιν.
 [00611]  Μέχρι βασιλέων βλέπε τὴν κτίσιν τῶν τὰ διαδήματα ἐχόντων.
000-00-00 Serial Number=0486325204
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00105]  οὐ βλέπετε τὴν κτίσιν δουλεύουσαν τῷ ποιητῇ;
000-00-00 Serial Number=0828542113
In illud Vidi dominum Ante [Go Back]  
 [00319]  Τὴν γὰρ κτίσιν προσκυνοῦσιν ὁμοίως·
000-00-00 Serial Number=0531810820
In latronem Ante [Go Back]  
 [00087]  βλέπω τὴν κτίσιν πᾶσαν δονουμένην καὶ τρέμουσαν, καὶ τὸν ἐπὶ τοῦ ξύλου κρεμάμενον ∆εσπότην γνωρίζω τῆς κτίσεως.
000-00-00 Serial Number=0669746399
In magnam feriam Ante [Go Back]  
 [00025]  ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε·
 [00031]  τὰς ὕβρεις, εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε, τὰ τῶν Ἰουδαίων ὀνείδη παρεκρούσατο, ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν.
000-00-00 Serial Number=0200214565
In omnes sanctos Ante [Go Back]  
 [00079]  ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε·
 [00083]  οὐκ ὤκλασε τῇ πίστει, οὐκ ἀπεῖδεν εἰς τὰς ὕβρεις, εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε, τὰ τῶν Ἰουδαίων ὀνείδη παρεκρούσατο, ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν.
000-00-00 Serial Number=0713485360
In parabolam de filio prodigo Ante [Go Back]  
 [00028]  ἔδωκεν αὐτοῖς, ὡς κτίστης, ὅλην τὴν κτίσιν·
000-00-00 Serial Number=0047147095
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00358]  Καὶ γὰρ εἰ κοινὸν ἦν αὐτῷ καὶ πρὸς τὴν κτίσιν τοῦτο, οὐκ ἂν ἔγνωμεν τὸν δηλούμενον, τῆς κοινωνίας σύγχυσιν ἐμποιησάσης τῇ διανοίᾳ τῶν ἀκροατῶν.
000-00-00 Serial Number=0863239527
In passionem salvatoris nostri Jesu Christi Ante [Go Back]  
 [00011]  Τῷ ξύλῳ προσηλοῦτο καὶ μετέφερε τὴν κτίσιν, ἐκρέματο καὶ τὸ βαστάζον ἐσάλευεν.
000-00-00 Serial Number=0651229322
In proditionem Judae [1] Ante [Go Back]  
 [00011]  πῶς ὁ πᾶσαν κτίσιν πληρῶν ἦλθε πρός με, γενόμενος δι' ἐμὲ, κατ' ἐμέ;
000-00-00 Serial Number=0515958667
In sanctum Paulum apostolum Ante [Go Back]  
 [00006]  ὑπερέβη πᾶσαν φύσιν, ἀφῆκεν ὄπισθεν αὐτοῦ τὴν [428] κτίσιν, μόνῳ Θεῷ προσομιλεῖν νομίζων·
 [00100]  οὐ μόνον ὑπὲρ πάντα ἄνθρωπον εἶναι, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν νοητὴν κτίσιν·
000-00-00 Serial Number=0423174441
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00177]  Εἰς Μωϋσῆν ἐβλασφήμησε, τὸν σεβάσμιον παρ' ὅλῳ τῷ ἔθνει, τὸν εἰς συμμαχίαν ὅλην λαβόντα τὴν κτίσιν, τὸν δουλείας χαλεπῆς ἐλευθερώσαντα τὸ ἔθνος, τὸν ῥάβδῳ τὰ τῆς θαλάττης τειχίσαντα ὕδατα, τὸν βυθίσαντα προσευχῇ τὰ τῶν Αἰγυπτίων στρατεύματα, τὸν ἐν νυκτὶ προσευχῇ οὐράνιον ἀνάψαντα στῦλον, τὸν μεθοδεύσαντα οὐράνιον ἀγεώργητον ἄρτον, τὸν ἐξαντλήσαντα τῇ ῥάβδῳ τῆς ἀγόνου τὰ ῥεῖθρα.
000-00-00 Serial Number=0634815693
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00026]  Ἐν παντὶ καιρῷ καταυγάζει τὴν κτίσιν, πάντα ζόφον ἀπελαύνει τῆς οἰκουμένης.
000-00-00 Serial Number=0887526214
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00105]  Προσάγει μὲν τῷ πάθει ἑαυτόν, ὅλον δὲ χρόνον παραλαμβάνει πρὸς ἀνανέωσιν, ὅνπερ καὶ πρὸς τὴν κτίσιν παρείληφεν, ἵνα καὶ τὸ τέλος τῇ ἀρχῇ σύμφωνον φάνηται καὶ ὁ τρόπος τοῦ δημιουργοῦ ὁ αὐτός.
 [00111]  Ἐπειδὴ οὖν πρώτη δημιουργία τοῦ ἀνθρώπου μετ' ἰσημερίαν ἐγένετο ἕκτῃ τῆς ἰσημερίας ἡμέρᾳ τῇ γὰρ παρασκευῇ ἐκτίσθη ὁ ἄνθρωπος , τὸ δὲ τῆς σελήνης πλησιφαὲς καὶ αὐτὸ μετ' ἰ σημερίαν ἐδημιουργήθη τετάρτῃ ἡμέρᾳ, διάπτωσις δὲ ἐξ ἁμαρτίας τοῦ ἀνθρώπου ἐγένετο, διὰ τοῦτο τὴν διόρθωσιν αὐτοῦ καὶ τὴν ἀνανέωσιν ἐπὶ τῆς κατὰ τὴν κτίσιν αὐτοῦ προθεσμίας ἀναλαμβάνει, καὶ ἰσημερίαν καὶ τεσσαρεσκαιδε κάτην τὴν μετ' ἰσημερίαν καὶ ἡμέραν ἕκτην συναγαγών, ἵνα διὰ πασῶν προθεσμιῶν τὴν τοῦ παθόντος ἀνάστασιν δείξειε καὶ τῆς φύσεως ἀνανέωσίν τε καὶ ἀνακεφαλαίωσιν.
000-00-00 Serial Number=0403991818
In synaxim incorporalium Ante [Go Back]  
 [00117]  προστάξει γὰρ θεοῦ τοῦ κτίσαντος τὴν πᾶσαν κτίσιν διαλαχεῖν καὶ τῶν ἐθνῶν τοῖς κρατίστοις ἐπικρατεῖν, τὸν μέν τινα τοὺς Πέρσας ἐφορᾶν, τὸν δὲ Μιχαὴλ ἀρχάγγελον τὸν ἐκ περιτομῆς λαὸν φρουρεῖν·
000-00-00 Serial Number=0218303502
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00051]  Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, καὶ τὴν κτίσιν καλέσας ἑκατέραν, τὴν ἄνω, τὴν κάτω, τὴν αἰσθητήν, τὴν νοητήν, τὴν ὁρωμένην, τὴν οὐχ ὁρωμένην, τὴν ὑπὲρ τὸν οὐρανόν, τὴν ὑπὸ τὸν οὐρανόν, καὶ χορὸν ἕνα στήσας ἐξ ἑκατέρας καὶ οὕτω τὸν βασιλέα τῶν ὅλων παρακελευσάμενος ἀνυμνεῖν, οὐδαμοῦ τὸν ἁμαρτωλὸν ἐκάλεσεν, ἀλλὰ καὶ ἐνταῦθα αὐτῷ τὰς θύρας ἀπέκλεισε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»