Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λαμβάνων [89]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λαμβάνων


000-00-00 Serial Number=0269015133
Ad populum Antiochenum Ante [Go Back]  
 [00837]  Ὁ δὲ πένης ἐκ τῶν μεθημερινῶν ἀναστὰς πόνων κεκμηκότα ἔχων τὰ μέλη, πρὶν ἢ καταπεσεῖν, ἀθρόον καὶ ἡδὺν καὶ γνήσιον τὸν ὕπνον ἐδέξατο, οὐ μικρὸν καὶ τοῦτο τῶν δικαίων πόνων λαμβάνων μισθόν.
 [00929]  Σαυτὸν ὠφελεῖς μειζόνως ἢ ἐκείνους, ἐν τῇ τῶν ὀλίγων ἁμαρτημάτων συγχωρήσει τῶν μειζόνων τὴν ἀμνηστίαν λαμβάνων.
 [04447]  Σὺ δὲ εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀνάπτυξον, καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διαλέγεται, φρίξον, καὶ ἀπόστηθι.
000-00-00 Serial Number=0445194006
Adversus Judaeos Ante [Go Back]  
 [00779]  ἂν δὲ ἐπιστῇ μόνον ὁ τῆς τεσσαρακοστῆς καιρὸς, καὶ μηδενὸς παραινοῦντος μηδὲ συμβουλεύοντος, καὶ ὁ σφόδρα νωθρότατος διανίσταται, τὴν παρὰ τοῦ καιροῦ λαμβάνων συμβουλὴν καὶ παραίνεσιν.
 [02454]  Καὶ, ὡς ἔπος εἰπεῖν, τουτέστι σχεδὸν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται.
000-00-00 Serial Number=0662690103
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00188]  Ἀνεπλήσθη δ' εὐθέως ὅλη τοῦ μύσους ἡ πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος λαμβάνων, ὥσπερ αὐτῷ τολμηθὲν ἔφριττεν·
 [00497]  καὶ οὐδὲ ταύτην οἴκοθεν παρετίθετο τὴν τράπεζαν, ἀλλὰ παρ' ἑτέρων λαμβάνων, οὕτως ἐσχάτῃ συνέζη πενίᾳ·
 [00912]  Ἀλλ' ἵνα μήτε τοῦτο συμβῇ, μήτε ῥᾳθυμότεροι πολλοὶ γίγνωνται τῇ μελλήσει τῆς κρίσεως, λαμβάνων τινὰς ὑπευθύνους ἁμαρτήμασιν ὁ Θεὸς, καὶ κολάζων ἐνταῦθα, διδάσκει τοὺς λοιποὺς δι' ἐκείνων, τὰ μέτρα τῶν κειμένων αὐτοῖς τιμωριῶν, ἵνα ἐπιστῶνται ὅτι κἂν ἐνταῦθα μὴ δῶσι δίκην, ἀπελθόντες ἐκεῖ δώσουσι πάντως χαλεπωτέραν.
000-00-00 Serial Number=0709603667
Commentarius in Job Ante [Go Back]  
 [00826]  τί οὖν ὁ διάβολος ὁ ἀκόρεστος καὶ μηδέποτε λαμβάνων τέλος τῶν καθ' ἡμῶν κακῶν;
000-00-00 Serial Number=0658157408
De Anna i Ante [Go Back]  
 [01162]  Καὶ ποίας τεύξῃ συγγνώμης, ποίας δὲ ἀπολογίας, εἰπέ μοι, τοσαύτας μὲν τῆς προνοίας αὐτοῦ καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ἀποδείξεις λαμβάνων, ἀπὸ δὲ τῆς κατὰ τὸν πλοῦτον καὶ τὴν πενίαν δοκούσης ἀνωμαλίας εἶναι καταψηφιζόμενος τῆς ἐν ἅπασιν εὐταξίας, καὶ ταῦτα ἀδίκως;
000-00-00 Serial Number=0982112885
De Davide et Saule Ante [Go Back]  
 [00854]  Καὶ γὰρ ἕκαστος τῶν συνδειπνούντων αὐτῷ, μεγάλην φιλοσοφίας διδασκαλίαν λαμβάνων ἀπῄει.
000-00-00 Serial Number=0188896358
De Lazaro Ante [Go Back]  
 [01464]  Καὶ γὰρ ὁ πόρνος, καὶ ὁ μοιχὸς, καὶ ὁ κλέπτης οὐ μόνον ὅταν αὐτὸς κατηγορῆται, ἀλλ' ὅταν καὶ ἑτέρων τοιαῦτα τολμησάντων ἀκούῃ κατηγορουμένων, αὐτὸς ἡγεῖται μαστίζεσθαι, ἐν ταῖς ἑτέρων ἐπιτιμήσεσι τῆς οἰκείας ἁμαρτίας λαμβάνων ἀνάμνησιν, καὶ ἐγκαλεῖται μὲν ἄλλος, πλήττεται δὲ οὗτος ὁ μηδὲν ἐγκαλούμενος, ὅταν ᾖ τὰ αὐτὰ ἐκείνῳ τετολμηκώς·
 [01467]  τί δὲ τοῦ ζῶντος ἐν ἀρετῇ μακαριώτερον, ὅταν, ἑτέρων ἐπαινουμένων, αὐτὸς χαίρῃ καὶ διαχέηται, ἐν τοῖς ἑτέρων ἐγκωμίοις ὑπόμνησιν λαμβάνων τῶν οἰκείων κατορθωμάτων;
 [02644]  Οὐδαμοῦ σκόπελοι, οὐδαμοῦ κρημνοὶ, οὐδαμοῦ ὕφαλοι σπιλάδες, οὐδαμοῦ ναυάγιον, οὐδαμοῦ ἀνώμαλος μεταβολὴ, ἀλλὰ διηνεκῶς στερεὰν καὶ ἰσόπεδον ὁδεύων, οὕτω τὸν παρόντα βίον διέδραμε, καθ' ἑκάστην τὴν ἡμέραν ὑπὸ τῶν κυμάτων τῆς κακίας καταποντιζόμενος, καὶ οὐ λαμβάνων αἴσθησιν·
 [02646]  διηνεκῶς πολιορκούμενος ὑπὸ ἀσελγείας, ὑπὸ γαστριμαργίας, ὑπὸ τῆς τῶν χρημάτων μανίας, καὶ οὐδεμίαν τῶν δεινῶν λαμβάνων τὴν αἴσθησιν, οὐδὲ προϊδεῖν δυνάμενος τῆς ὁδοῦ τὸ τέλος, ἀλλὰ τὸ παρὸν ἡδὺ μόνον καρπούμενος, οὐδεμίαν ἔννοιαν ἐλάμβανε τῆς διηνεκοῦς ὀδύνης, ἀλλὰ ἀπατώμενος, ὡς εἰπεῖν, ἐβάδιζε τὴν εὐρύχωρον ὁδὸν, εἰς αὐτὸν τὸν κρημνὸν ἐπειγόμενος, ὑπὸ τῆς πολλῆς μέθης συνιδεῖν οὐκ ἔχων.
000-00-00 Serial Number=0970096231
De eleemosyna [2] Ante [Go Back]  
 [00152]  Εἰσέρχεται ὁ πένης εἰς τὴν αὐλήν σου ζητῶν ἐλεημοσύνην, καὶ ἀναλίσκει δύο ὥρας μηδὲν λαμβάνων, καὶ ἐνίοτε ἐπιτάττεις τῷ δούλῳ σου βάλλειν αὐτὸν ἔξω.
000-00-00 Serial Number=0609345734
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00640]  Καὶ λαμβάνων αὐτὸν ὁ πατὴρ κατὰ τὴν ἑσπέραν, ὅταν τὸ θέατρον διαλύηται, ἐπιδεικνύτω τοὺς ἐκεῖθεν κατιόντας καὶ καταγελάτω τῶν γερόντων, ὅτι δὴ νέων γεγόνασιν ἀσυνετώτεροι, καὶ τῶν νεωτέρων, ὅτι ἐξεκαύθησαν.
000-00-00 Serial Number=0180549860
De jejunio [1] Ante [Go Back]  
 [00073]  Νηστεύων παιδαγωγεῖ καὶ τὴν ψυχὴν πρὸς εὐσέβειαν, εἰκόνα λαμβάνων τῆς σωματικῆς ἐγκρατείας τὴν κατὰ ψυχὴν ἐπιμέλειαν, ἵνα ὥσπερ ἀπέχει τῶν ἔξωθεν ἐπεισερχομένων βρωμάτων, οὕτω καὶ τῶν ἐν τῇ διανοίᾳ ἐπαναβαινόντων πονηρῶν ἐννοημάτων.
000-00-00 Serial Number=0687579572
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00061]  Οὐδὲ γὰρ δὶς ἑπτὰ ἔτη ἐδούλευσεν, ἀλλὰ τὸν πάντα βίον ὑπὲρ τῆς τοῦ Χριστοῦ νύμφης, οὐ συγκαιόμενος μόνον τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, ἀλλὰ μυρίας νιφάδας πειρασμῶν ὑπομένων, νῦν μὲν μάστιγας λαμβάνων, νῦν δὲ λίθοις τὸ σῶμα βαλλόμενος, καὶ νῦν μὲν θηρίοις μαχόμενος, νῦν δὲ πελάγει πυκτεύων, καὶ λιμῷ διηνεκεῖ ἡμέρας καὶ νυκτός, καὶ κρυμῷ, καὶ πανταχοῦ ὑπὲρ τὰ σκάμματα πηδῶν, καὶ τὰ πρόβατα ἀπὸ τῆς τοῦ διαβόλου φάρυγγος ἀφαρπάζων.
000-00-00 Serial Number=0442064166
De mansuetudine sermo Ante [Go Back]  
 [00082]  Καὶ γὰρ αὐτὸς ὁ ∆εσπότης καὶ Σωτὴρ ἡμῶν ὑβριζόμενος, πληγὰς λαμβάνων, προσηλούμενος, σταυρούμενος, πράως ἤνεγκε τὴν Ἰουδαίων μανίαν, καὶ τοσαύτην ἔχων δύναμιν τοῦ λαβεῖν δίκην παρὰ τῶν ἀσεβούντων, οὐκ ἔλαβεν, ἀλλὰ τὴν μὲν δύναμιν ἔδειξεν ἐν τῷ σεῖσαι τὴν γῆν καὶ νεκροὺς ἀναστῆσαι καὶ κρύψαι τὸν ἥλιον καὶ νύκτα τὴν ἡμέραν ποιῆσαι, τὴν δὲ πραότητα καὶ φιλανθρωπίαν ἐν τῷ μηδένα τῶν ἠσεβηκότων κολάσαι·
000-00-00 Serial Number=0539389193
De paenitentia sermo 2 Ante [Go Back]  
 [00147]  [60.702] ἔρχεται ὁ μὴ λαμβάνων πρόσωπον ἀνθρώπου, καὶ μὴ ἐλεῶν πτωχὸν ἐν κρίσει·
000-00-00 Serial Number=0602577686
De pseudoprophetis Ante [Go Back]  
 [00599]  Ὁ ἀθετῶν με, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἐγὼ οὐ κρίνω αὐτόν·
000-00-00 Serial Number=0035021484
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00089]  Ὁ ἀδελφὴν λαμβάνων οὐκ ἔστι μοιχός·
000-00-00 Serial Number=0809162259
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04059]  ἐκεῖνος γάρ ἐστιν ὁ πληττόμενος, σὲ μὲν τῇ χειρὶ, ἑαυτὸν δὲ τῷ θυμῷ παίων, καὶ πονηρὰν παρὰ πάντων λαμβάνων δόξαν.
 [04414]  τοὐναντίον γὰρ ἔδει θαυμάζειν, εἰ πολλὰς λαμβάνων ὁ διάβολος πληγὰς ἔμελλεν ἡσυχάζειν, καὶ πράως φέρειν τὰ τραύματα.
 [04928]  Ἕτερός ἐστιν ὁ λαμβάνων, καὶ ἕτερος ὁ τῷ δανείῳ ὑπεύθυνον ἑαυτὸν καθιστῶν.
 [05366]  Ὁ δὲ τὰ ἑτέρων λαμβάνων καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ' ἐτιμωρήσατο μᾶλλον, καὶ ἀδικίαν οὐ τὴν τυχοῦσαν ἠδίκησεν.
 [05447]  καὶ ποίαν ἕξεις συγγνώμην τοιαῦτα λαμβάνων, καὶ τῶν εὐτελῶν φειδόμενος;
 [06230]  οὐχ ὁ μὲν ἀπηγχονίζετο τῷ φθόνῳ, ὁ δὲ σιγῇ πάντα φέρων, ἅπαντας εἷλε καὶ ἑαυτῷ προσέδησεν, ἐπειδὴ ὁ μὲν ἀνελεῖν ἐπεχείρει πολλάκις, ὁ δὲ διωκόμενος τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε, καὶ λαμβάνων ἐφείδετο;
 [06820]  Σὺ δὲ, εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι, ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀναπτύξας καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διακελεύεται, φρίξον καὶ ἀπόστηθι.
 [08719]  νυνὶ δὲ οὐ παιδίον ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν Μονογενῆ λαμβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς, καὶ πρὸς χρυσὸν ἐπτόησαι;
000-00-00 Serial Number=0459823430
Epistula ad monachos Ante [Go Back]  
 [00073]  Εἰ γὰρ ᾔδει ὁ ἀγαθὸς δεσπότης, ὅτι ταχέως λαμβάνων τὴν χάριν οὐκ ἀπόλλυς αὐτήν, ἕτοιμος ἦν καὶ πρὸ τῆς αἰτήσεως παρασχεῖν σοι, νυνὶ δὲ κηδόμενός σου τοῦτο ποιεῖ.
000-00-00 Serial Number=0026089430
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00312]  Εἰ γὰρ μὴ βουληθείημεν τοῦτο ποιῆσαι, πλεονεκτεῖ λοιπὸν ἡμᾶς ὁ διάβολος οὐ τὸν αὐτοῦ λαμβάνων, ἀλλὰ τὸν ἡμέτερον γενόμενον ἀπὸ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας καὶ διὰ τῆς ἀμε τρίας τῆς κατὰ τὴν ἀθυμίαν καταποντίζων καὶ αὐτοῦ λοιπὸν ποιῶν εἶναι.
000-00-00 Serial Number=0460042894
Expositiones in Psalmos Ante [Go Back]  
 [01815]  αὐτὸς γάρ ἐστιν ὁ πληττόμενος, σὲ μὲν τῇ χειρὶ, ἑαυτὸν δὲ τῷ θυμῷ παίων, καὶ πονηρὰν παρὰ πάντων λαμβάνων δόξαν.
000-00-00 Serial Number=0697428107
Fragmenta in Proverbia Ante [Go Back]  
 [01188]  οὐδὲ γὰρ ὁ μὴ λαμβάνων ἤδη καὶ μισεῖ.
000-00-00 Serial Number=0555035651
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00008]  Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι παραγέγονε βασιλεὺς, ἀλλ' ὅτι μετὰ πολλῆς προθυμίας, οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ, οὐ χάριν διδοὺς, ἀλλὰ χάριν λαμβάνων·
000-00-00 Serial Number=0710423470
In Acta apostolorum Ante [Go Back]  
 [03984]  Ὁ μὲν γὰρ τὰ τῶν ἄλλων λαμβάνων, ἴσως ἀλλοτρίων ἐπιθυμήσας λαμβάνει·
 [09999]  Ἔστω τις ξηρὸν λαμβάνων ἄρτον, καὶ ἐμπιπλάσθω μετ' εὐφροσύνης·
000-00-00 Serial Number=0747128665
In Isaiam Ante [Go Back]  
 [01011]  ὁ δὲ τὰς ἀφορμὰς ἀπὸ τῶν ἤδη γεγενημένων λαμβάνων καὶ τὴν οἰκείαν σύνεσιν διεγείρων, πολλὰ τῶν μελλόντων προορᾷ, ὡς εἰκὸς ἄνθρωπον ὄντα συνετὸν προϊδεῖν.
 [01695]  Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ ἤνοιξε τὸ στόμα μόνον, ἀλλὰ καὶ μένει κεχηνὼς καὶ κόρον οὐ λαμβάνων τῶν ἐν αὐτῷ κατορυττομένων.
000-00-00 Serial Number=0065907121
In Joannem Ante [Go Back]  
 [01515]  Εἶτα, ἥλιον μὲν οὐδεὶς λυμαντικὸν ὀφθαλμῶν εἶναι φήσει διὰ τοὺς νοσοῦντας τὰς ὄψεις, ἀλλὰ φωτιστικὸν, ἀπὸ τῶν ὑγιαινόντων λαμβάνων τὰς κρίσεις·
 [01807]  Κατὰ μίαν Σαββάτων, ἢ καὶ κατὰ Σάββατον, τὴν μέλλουσαν ἐν ὑμῖν ἀναγνωσθήσεσθαι τῶν Εὐαγγελίων περικοπὴν, ταύτην πρὸ τούτων τῶν ἡμερῶν μετὰ χεῖρας λαμβάνων ἕκαστος οἴκοι καθήμενος ἀναγινωσκέτω συνεχῶς, καὶ πολλάκις περισκοπείτω μετὰ ἀκριβείας τὰ ἐγκείμενα, καὶ βασανιζέτω ταῦτα καλῶς·
 [02205]  Ὁ δὲ τὰ ἑτέρων λαμβάνων, καὶ ἑτέρῳ διδοὺς, οὐκ ἠλέησεν, ἀλλ' ἐτιμωρήσατο, καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην.
000-00-00 Serial Number=0010389626
In Psalmum 092 Ante [Go Back]  
 [00105]  Ἐξ ὧν καὶ ἐν τῷ παραδείσῳ τῆς ἀρχαίας δημιουργίας φέρων τὴν ἀγαθό τητα, καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψηλοῦ τόπου, παρῆγεν ἓν ἕκαστον τῶν ζώων ὁ δημιουργὸς, ἵνα εἴ τι βούλεται ὁ Ἀδὰμ, τοῦτο αὐτὸ καλέσῃ, κοινωνὸν αὐτὸν λαμβάνων τῶν ἑαυτοῦ κτισμάτων·
000-00-00 Serial Number=0911988497
In Psalmum 118 Ante [Go Back]  
 [00350]  Τοῦτο καὶ ὁ προφήτης διδάσκει, ὅτι τῶν ἐντολῶν σου τὴν ὁδὸν ἔτρεχον ἀκωλύτως, παρ' αὐτοῦ λαμβάνων τοῦ δρόμου τὴν εὐκολίαν.
 [00548]  Ταῦτα τοίνυν εἰς νοῦν καὶ ἐγὼ λαμβάνων ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐκαρπωσάμην.
000-00-00 Serial Number=0689552724
In Romanum martyrem Ante [Go Back]  
 [00019]  ὡς πλευρὰς τοῦ δικαίου τὰς παρειὰς διεσπάραττον, ὁ δὲ ὡς πλείο να στόματα λαμβάνων ἐῤῥητόρευεν, καὶ καινῷ κατ ῄσχυνε τὸν ἀντίπαλον πτώματι.
000-00-00 Serial Number=0847277522
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00058]  ἔμελλε δὲ οὗτος λαμβάνων τηρεῖν ἐν ἀφθαρσίᾳ τὴν παρθένον.
000-00-00 Serial Number=0090350688
In centurionem Ante [Go Back]  
 [00091]  Ἄξιος ᾧ διδῷς τὴν χάριν, εὐγνώμων ὁ λαμβάνων τὴν δωρεὰν, ἄξιος τῆς σῆς παρουσίας.
000-00-00 Serial Number=0649888515
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04933]  καὶ γὰρ ὁ λαμβάνων ἐλεημοσύνην, μεγίστην χρείαν πληροῖ, καὶ πάντων μείζονα.
 [07443]  ἔχει δέ τις ἴσως εἰπεῖν, ὅτι Αὐτὸς μὲν οὐκ ἔλαβον, πανοῦργος δὲ ὢν παρεσκεύασα τοὺς ὑπ' ἐμοῦ ἀποσταλέντας εἰς οἰκεῖον πρόσωπον αἰτῆσαί τι παρ' ὑμῶν, καὶ δι' ἐκείνων αὐτὸς ἐδεξάμην, τοῦ δοκεῖν εἰληφέναι ἐμαυτὸν ἔξω τιθεὶς, δι' ἑτέρων λαμβάνων.
000-00-00 Serial Number=0792503059
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00088]  Ὑπόμνησιν, φησὶ, λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.
 [01412]  φυτευθεῖσαν σκάπτοι μὲν ἐνιαυτῷ τῷ πρώτῳ, ἐν δὲ τῷ δευτέρῳ ζητῶν λήψεσθαι καρπὸν, καὶ πάλιν ἐν τῷ τρίτῳ, καὶ μὴ λαμβάνων, εἶτα τῶν τριῶν ἐτῶν παρελθόντων ἀπογνοὺς, τότε λοιπὸν αὐτὴν καταλείποι ἐν τῷ τετάρτῳ, ὅτε τῶν πόνων ἐκείνων ἔμελλε κομίζεσθαι τὴν ἀντίδοσιν.
000-00-00 Serial Number=0838475347
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02183]  ἐπεὶ ἔμελλεν ὁ λαμβάνων ἐλαττοῦσθαι.
 [04938]  Εἰ γὰρ ὁ μὴ δοὺς τοῖς δεομένοις, εἰς γέενναν ἄπεισιν, ὁ λαμβάνων τὰ τῶν δεομένων, τί πείσεται;
 [06792]  τὸ Ἑκών καὶ Ἄκων ἐπὶ τοῦ ἐγκεχειρίσθαι καὶ μὴ ἐγκεχειρίσθαι λαμβάνων.
 [06887]  εἶδες ἀκριβείας ὑπεροχὴν, πῶς ὑπὲρ τὰ ἐπιτεταγμένα ἐποίησε, μὴ λαμβάνων, λαμβάνειν ἐξόν;
 [07636]  νυνὶ δὲ οὐ παιδίον [61.206] ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν μονογενῆ [61.206] λαμβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς καὶ πρὸς χρυσὸν ἐπτόησαι;
 [09482]  Οὐ γὰρ οὕτως ἰατρὸς, χεῖρα ἐκτείνων καὶ σιδήριον ἐπάγων, ἐκτέμνει τὰ σεσηπότα τῶν τραυμάτων, ὡς πένης, δεξιὰν ἐκτείνων καὶ ἐλεημοσύνην λαμβάνων, περιαιρεῖ τῶν τραυμάτων τοὺς μώλωπας.
000-00-00 Serial Number=0466610730
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03142]  Οὐχ οὕτως ἰατρὸς χεῖρας ἐκτείνων, καὶ φάρμακον ἐπιτιθεὶς τὴν ἰατρείαν παρέχει, ὡς πένης χεῖρα ἐκτείνων καὶ τὰ παρὰ σοῦ λαμβάνων, ἐκμαγεῖον τῶν σῶν ἐστι κακῶν.
 [04110]  Πάλιν τὸν Θεὸν μαρτύρεται, πρὸ μικροῦ τοῦτο ποιήσας, ὁμοῦ καὶ τὸν φόβον αὔξων καὶ ἀσφαλέστερον [62.596.50] καθιστὰς τὸν μαθητὴν, καὶ δεικνὺς, ὡς οὐκ ἀνθρώπινα τὰ παραγγέλματα, ἵνα ὡς παρ' αὐτοῦ τοῦ ∆εσπότου λαμβάνων τὴν παραγγελίαν, ἵνα ἀεὶ τὸν μάρτυρα ἐν διανοίᾳ ἔχων ἀφ' οὗ ἤκουσε, κατασείηται τὴν διάνοιαν τῇ μνήμῃ.
000-00-00 Serial Number=0721547842
In epistulam ad Colossenses Ante [Go Back]  
 [00313]  Ὁ κύων καὶ μὴ λαμβάνων σαίνει τὸν δεσπότην, σὺ δὲ καὶ λαβὼν ὑλακτεῖς κατ' αὐτοῦ.
000-00-00 Serial Number=0226206720
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01212]  Ἀλλὰ τοῦτο μὲν προϊών φησιν, ὅτε καὶ μείζονι κέχρηται παῤῥησίᾳ, ἀπὸ τῶν ἤδη κατεσκευασμένων τὴν ἀφορμὴν λαμβάνων·
 [02211]  Ἂν μὲν οὖν τὴν αὐτάρκειαν ὁ διδάσκαλος ζητεῖ, μένει καὶ λαμβάνων ἐπὶ τῆς οἰκείας ἀξίας.
000-00-00 Serial Number=0841319442
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01111]  χάρισμα, καὶ ἐξόν σοι λαβεῖν, οὐ λαμβάνων, δικαίως καὶ τούτων ἀπεστέρησαι, τί ἐρεῖς;
 [03790]  Ὅταν οὖν εὑρεθῇ τις παρ' αὐτῶν τούτων δεκάτας λαμβάνων, ἆρα οὐχ οὗτοι μὲν ἐν τάξει λαϊκῶν, ἐκεῖνος δὲ ἐν τοῖς ἱερεῦσι;
 [03817]  ∆ιὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται.
 [07730]  Ὅταν γάρ τις ἰσχυρῶς ἀγωνίζηται, ἂν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει τὸν ἀκροατὴν, πεπεισμένον λοιπὸν ἐνοχλῶν καὶ φιλοτιμίας λαμβάνων δόξαν·
000-00-00 Serial Number=0796213210
In epistulam ad Philippenses Ante [Go Back]  
 [00235]  Αὐτὸς ἕστηκε μαχόμενος, αὐτὸς καὶ τραύματα λαμβάνων·
 [00339]  οὕτως οὐ τὸν ὑπὲρ ἐκεί [62.188] νων ποιοῦμαι λόγον Εἰ μή τις οὕτω πρότερον ἑαυτὸν διέθηκεν, ὡς λαμβάνων μᾶλλον ἢ διδοὺς, ὡς κερδαίνων μυρία, ὡς εὐεργετούμενος ἢ εὐεργετῶν, μὴ διδότω·
 [00357]  τί λέγω Παύλῳ, ὅπου γε Χριστός ἐστιν ὁ λαμβάνων;
 [00371]  οὐδὲ γὰρ ἐπέταξεν ὁ Χριστὸς, μᾶλλον δὲ οὐδὲ ἅγιος ἐκεῖνος ὁ ἐν ἀφθονίᾳ ὢν, καὶ λαμβάνων.
 [02360]  εἶτα ὁ μὲν αὐτῶν ζητείτω τὰς παρὰ πάντων τιμὰς, καὶ μὴ λαμβάνων ὀργιζέσθω, καὶ πλέον ἢ δεῖ ἀπαιτείτω, καὶ ὑψούτω ἑαυτόν·
 [02363]  ὁ μὴ λαμβάνων καὶ ζητῶν, ἢ ὁ καὶ διδόντων καταφρονῶν;
 [03185]  Οὐ γὰρ [62.255] ὁμοίως αἰδέσιμός ἐστι διδάσκαλος λαμβάνων, ἀλλ' ἐκεῖνος μάλιστα τιμᾶται ὁ μὴ λαμβάνων·
 [04645]  καὶ γὰρ λαμβάνων εἰς ἄλλους ἀνήλισκε, καὶ εἰς ἄλλους ἐκένου.
 [04743]  ἐγὼ γὰρ οὐδὲν κερδαίνω λαμβάνων·
000-00-00 Serial Number=0968336105
In epistulam ad Romanos Ante [Go Back]  
 [07206]  Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων, ὡς χάριν λαμβάνων, οὐχ ὡς ὀφειλὴν ἀπαιτῶν, οὕτω σε στεφανοῖ, καὶ ταῦτα, τὰ αὑτοῦ μέλλων λαμβάνειν.
 [07248]  Ἀλλ' ὅμως καὶ τούτων οὕτως ἐχόντων, ὡς χάριν λαμβάνων, οὐχ ὡς ὀφειλὴν ἀπαιτῶν, οὕτω σε στεφανοῖ, καὶ ταῦτα, τὰ αὑτοῦ μέλλων λαμβάνειν.
 [08086]  Τίς γὰρ βασιλείαν λαμβάνων, σκυθρωπός ἐστι;
000-00-00 Serial Number=0029054821
In epistulam ad Titum Ante [Go Back]  
 [00454]  Ὁ τοίνυν μισθὸν μὴ λαμβάνων, πῶς ὄψεται τὴν βασιλείαν τῶν οὐρανῶν;
000-00-00 Serial Number=0053136468
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00019]  ταράσσεται, καὶ τῶν ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται.
000-00-00 Serial Number=0549678147
In illud Vidua eligatur Ante [Go Back]  
 [00494]  Καὶ ποίαν ἕξεις συγγνώμην τοιαῦτα λαμβάνων, καὶ οὕτω τίμια, καὶ τῶν εὐτελῶν φειδόμενος;
000-00-00 Serial Number=0791193247
In natalem Christi diem Ante [Go Back]  
 [00089]  καὶ λαβὼν τὴν ἐμὴν σάρκα, δίδωσί μοι τὸ ἑαυτοῦ Πνεῦμα, ἵνα διδοὺς καὶ λαμβάνων θησαυρόν μοι ζωῆς ἐμπορεύσηται.
000-00-00 Serial Number=0560727537
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00192]  Εἰ γὰρ ἄγγελος ἦν μὴ ἁμαρτάνων ὁ ἱερεὺς, τοὺς ἁμαρτά νοντας παραχρῆμα ἂν ἐκόλαζεν, ἀλλὰ διὰ τοῦτο ἄν θρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ, ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμο φύλοις.
000-00-00 Serial Number=0707385898
In venerandum crucem Ante [Go Back]  
 [00109]  Μωϋσῆς δευτέραν λαμβάνων νομοθεσίαν, δευτέρας νηστείας ἐδεήθη·
000-00-00 Serial Number=0089127123
Oratio de hypapante Ante [Go Back]  
 [00079]  Ἀληθῶς γὰρ ἐσταυρώθη ὁ τοῦ θεοῦ λόγος, ἐν τῇ οἰκείᾳ σαρκὶ τὰς διατρήσεις λαμβάνων τῶν ἥλων καὶ θυόμενος, κατὰ δὲ τὴν θεότητα τὴν ἄφεσιν τῶν πταισμάτων τοῖς πᾶσι χαριζόμενος.
000-00-00 Serial Number=0916254520
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00159]  ∆ιό φησιν ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους, ὅτι Καὶ ὁ Λευὶς ὁ δεκάτας λαμβάνων δεδεκάτωται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»