Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λιμὸν [145]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λιμὸν


000-00-00 Serial Number=0175937533
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00269]  ∆ιὰ τοῦτο καὶ λιμὸν καὶ δίψαν καὶ γυμνότητα καὶ δεσμὰ καὶ θανάτους καὶ διαποντίους ἀποδημίας καὶ ναυάγια καὶ τὰ ἄλλα πάντα, ἃ κατέλεξε, ἔφερε, καὶ οὐ μόνον οὐκ ἐβαρύνετο τούτοις, ἀλλὰ καὶ ἔχαιρε·
000-00-00 Serial Number=0230347216
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00592]  Ἢ οὐχ ὁρᾷς καὶ τῶν ἐπαιτῶν πολλοὺς καὶ ἐν αὐτῇ τῇ θλίψει μυρία ἐργαζομένους δεινὰ, οὐ διὰ τὴν θλῖψιν, οὐδὲ διὰ τὸν λιμὸν, ἀλλὰ διὰ τὴν οἰκείαν πονηρίαν μόνον;
 [00979]  Λαβόντων δὲ καὶ τούτων πέρας τῶν κακῶν, ἕτερα πάλιν ἐτίκτετο δεινὰ, καὶ τὸν λιμὸν ἐκεῖνον διεδέχετο πόλεμος.
 [00986]  ∆ιαδέχεται δὴ τὸν λιμὸν ἐκεῖνον ὁ πόλεμος τῶν Περσῶν, καὶ ἀναγκάζεται ἐπιστρατεύειν αὐτοῖς, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ προτροπωθέντων ἁπάντων, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου, τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρυπτομένων, τῶν δὲ δουλευόντων παρ' αὐτοῖς.
 [01617]  Μετὰ γὰρ τὸν λιμὸν ἐπέστη λοιμὸς, καὶ πίπτουσιν ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐν τῷ τῆς ἡμέρας ἡμίσει καιρῷ, ὅτε καὶ τὰ ἐλεεινὰ ἐκεῖνα ῥήματα φθέγγεται ὁ [47.485] βασιλεύς.
 [01698]  Τὸν μὲν οὖν λιμὸν, καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τὰς ἐν ταῖς ἐρήμοις διατριβὰς, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰς ἀγρυπνίας, καὶ τοὺς μυρίους θανάτους, καὶ τἄλλα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖν λέγειν.
 [01746]  Ὅτι οὐκ ἔστιν ἴσον λιμὸν δεδοικέναι διαπαντὸς καὶ δι' ἡμερῶν τινων διενοχλεῖσθαι παρὰ τοῦ νοσήματος τούτου.
000-00-00 Serial Number=0851969242
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00916]  Τί δὲ ὁ Ἰακώβ, ὁ τοσαῦτα παθὼν παρὰ τοῦ ἀδελφοῦ καὶ ἄπολις καὶ φυγὰς καὶ μετανάστης καὶ δοῦλος γενόμενος καὶ εἰς ἔσχατον λιμὸν κατενεχθείς;
000-00-00 Serial Number=0320049942
Ad populum Antiochenum Ante [Go Back]  
 [02432]  Ἵν' οὖν μὴ παραλογιζώμεθα, ἀλλ' ἴδωμεν ἀκριβῶς, ὅτι κἂν λιμὸν, κἂν πόλεμον, κἂν ἄλλο ὁτιοῦν ἐπαγάγῃ δεινὸν, ἀπὸ φιλανθρωπίας τοῦτο ποιεῖ καὶ πολλῆς τῆς κηδεμονίας, ἠναγκάσθην ἐνδιατρίψαι τούτῳ τῷ λόγῳ.
 [02584]  Ἡ μὲν γὰρ πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χαλεπὸν, ἡ μηλωτὴ δὲ αὕτη τὰ δεινὰ ἔλυσεν·
000-00-00 Serial Number=0854467511
Adversus Judaeos Ante [Go Back]  
 [02204]  Ὁ πένητι δοὺς λιμὸν ἔλυσεν, ὁ τὸν Ἰουδαΐζοντα διορθώσας ἀσέβειαν ἀνεῖλεν·
000-00-00 Serial Number=0622735798
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00062]  Ἐντεῦθεν γὰρ αἱ πηγαὶ τῶν σκωλήκων, οἱ τῶν ἰχώρων ῥύακες, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, τὸ ὄστρακον τὸ τὰς πλευρὰς καταξαῖνον, ἡ δυσωδία τῶν ἑλκῶν ἡ τὸν καινὸν ἐκεῖνον ἐπεισάγουσα λιμὸν, καὶ ὁρωμένων οὐκ ἀφιεῖσα τῶν σιτίων ἅπτεσθαι, καὶ τοῦ λιμοῦ χαλεπωτέραν ἐντιθεῖσα τὴν ἀηδίαν·
 [00239]  Οὐ γὰρ ἔστιν, ὅπερ ἀρχόμενος εἶπον, συμφορὰ ἐν ἀνθρώποις, ἣν οὐχ ὑπέμεινεν ὁ παντὸς ἀδάμαντος οὗτος στεῤῥότερος, λιμὸν καὶ πενίαν καὶ νόσον καὶ ἀποβολὴν παίδων καὶ ζημίαν τοσούτων χρημάτων ἀθρόον ὑπενεγκών·
000-00-00 Serial Number=0640867949
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00143]  Ὥστε διπλῇ παρηλάσατε τὸν ὠμὸν πλούσιον ἐκεῖνον, τῷ τε ἑτέρους κωλῦσαι σβέσαι τὸν λιμὸν, καὶ τῆς ψυχῆς ἀγχομένης τὴν ἀπανθρωπίαν ἐπιδείκνυσθαι ταύτην.
000-00-00 Serial Number=0305160463
Contra Anomoeos Ante [Go Back]  
 [00138]  ∆ιὰ τοῦτο καὶ λιμὸν οἶδεν ἐργάζεσθαι τὸ μὴ μετέχειν τοιαύτης τραπέζης.
 [00140]  ∆ώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.
 [00141]  Πῶς οὖν οὐκ ἄτοπον ὑπὲρ μὲν τοῦ τὸν σωματικὸν λιμὸν ἀποκρούσασθαι πάντα ποιεῖν καὶ πραγματεύεσθαι, τὸν δὲ τῆς ψυχῆς ἑκόντας ἐπισπᾶσθαι, καίτοι πολλῷ χαλεπώτερον ὄντα, ὅσῳ καὶ περὶ μειζόνων ἡ ζημία;
000-00-00 Serial Number=0093716025
De Anna i Ante [Go Back]  
 [00741]  Ἐκεῖνοι γὰρ ἐπειδὴ τὸν ναὸν τοῦτον τὸν αἰσθητὸν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανελθόντες ἠμελημένον ἑώρων, καὶ τὰς ἑαυτῶν ἐκαλλώπιζον οἰκίας, οὕτω παρώξυναν τὸν Θεὸν, ὡς πέμψαι τὸν προφήτην, καὶ λιμὸν ἀπειλῆσαι, καὶ πολλὴν τῶν ἀναγκαίων τὴν σπάνιν, καὶ τὴν αἰτίαν τῆς ἀπειλῆς ταύτης εἰπεῖν·
 [01050]  Καὶ γὰρ τοῦ τὴν οὐσίαν κατεδηδοκότος υἱοῦ, καὶ πρὸς τὴν πατρικὴν οἰκίαν ἐπανελθόντος ἀνεμνήσαμεν, καὶ τὴν ταλαιπωρίαν ἅπασαν, καὶ τὸν λιμὸν, καὶ τὴν αἰσχύνην, καὶ τὰ ὀνείδη καὶ τὰ ἄλλα, ὅσα ἐπὶ τῆς ἀλλοτρίας ὑπέμεινε, προσεθήκαμεν, τῷ παραδείγματι τούτῳ σωφρονεστέρους ποιῆσαι βουλόμενοι καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστοργίαν περὶ αὐτοὺς ἐπεδειξάμεθα, οὐκ ἀπαιτήσαντες αὐτοὺς τῆς ῥᾳθυμίας εὐθύνας, ἀλλ' ὑπτίαις τούτους δεξάμενοι ταῖς χερσὶ, καὶ συγγνώμην δόντες ὑπὲρ τῶν πεπλημμελημένων, καὶ τὴν οἰκίαν ἀνοίξαντες, καὶ τὴν τράπεζαν παραθέντες, καὶ στολὴν αὐτοὺς περιβαλόντες τὴν ἀπὸ τῆς διδασκαλίας, καὶ τὴν ἄλλην ἅπασαν παρασχόντες αὐτοῖς θεραπείαν.
000-00-00 Serial Number=0571250021
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00672]  [121] Μεταξὺ δὲ τῶν σημείων τούτων ὧν εἶπον γενομένων τῶν κατὰ τὸν λιμὸν καὶ τὸν αὐχμὸν ἔμενεν ἐπὶ τῆς αὐτῆς ἀναιδείας ἔτι καὶ σκληρότητος.
000-00-00 Serial Number=0046545982
De Lazaro Ante [Go Back]  
 [00227]  Ἡ μὲν γὰρ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρεκάλει, οὗτος δὲ ἠξίου λῦσαι λιμὸν, καὶ μὴ περιιδεῖν ἀπολλύμενον·
 [01195]  οὐκ ἐν ἀλλοτρίᾳ γῇ λιμὸν ὑπέμεινεν;
 [02203]  μετὰ τοὺς κύνας ἄγγελοι, μετὰ τὸν πυλῶνα [48.1036] τοῦ πλουσίου ὁ κόλπος τοῦ Ἀβραὰμ, μετὰ τὸν λιμὸν εὐθηνία πέρας οὐκ ἔχουσα, μετὰ τὴν θλῖψιν ἄνεσις ἀκατάλυτος·
 [02675]  Καὶ ἐκεῖνος μὲν ἐν τοῖς κόλποις τοῦ πατριάρχου ἐπανεπαύετο, τῶν πόνων καὶ τῆς πολλῆς ταλαιπωρίας τὰς ἀμοιβὰς ἀπολαμβάνων, καὶ μετὰ τὸν λιμὸν καὶ τὰ ἕλκη καὶ τὴν ἐν τῷ πυλῶνι κατάκλισιν, τῆς ἀποῤῥήτου ἐκείνης ἀνέσεως καὶ οὐδὲ λόγῳ ἑρμηνευθῆναι δυναμένης μετεῖχεν·
 [02731]  Ἐκεῖνος γὰρ ταύτην παρ' ἑαυτῷ κυρώσας τὴν ψῆφον, τὸν μὲν πλοῦτον καὶ τὴν τρυφὴν καὶ τὴν ἀκολασίαν καὶ τὴν ἄλλην βλακείαν ἀγαθὰ ἐνόμιζε, τὴν δὲ πενίαν καὶ τὸν λιμὸν καὶ τὴν χαλεπὴν ἀῤῥωστίαν κακὰ ὑπώπτευεν.
 [02747]  Εἶδες οἵα λῆξις διεδέξατο τὸν μεθ' ὑπομονῆς καὶ εὐχαριστίας τὴν χαλεπὴν ἐκείνην ἀῤῥωστίαν καὶ τὸν λιμὸν ἐνέγκαντα;
000-00-00 Serial Number=0584464252
De diabolo tentatore Ante [Go Back]  
 [00223]  Πῶς οὖν οὐκ ἄτοπον ἐκεῖνον μὲν τοσαῦτα ἐργαζόμενον κακὰ ἰατρὸν καλεῖν, τὸν δὲ Θεὸν, εἴ ποτε ἓν τούτων ποιή [49.252] σειεν, οἷον ἢ λιμὸν ἢ θάνατον ἐπαγάγοι, βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας;
000-00-00 Serial Number=0016790986
De gloria in tribulationibus Ante [Go Back]  
 [00007]  Οὕτω καὶ στρατιώτης τραύματα φέρει, καὶ νέφη βελῶν ἀποδέχεται, καὶ λιμὸν ὑποφέρει, καὶ κρυμὸν, καὶ τὰς μακρὰς ἀποδημίας, καὶ τοὺς ἐπὶ τῆς παρατάξεως κινδύνους, ἐντεῦθεν τὰ τρόπαια καὶ τὰς νίκας καὶ τοὺς στεφάνους ἀναλογιζόμενος.
000-00-00 Serial Number=0769066155
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00083]  ἀλλ' ἐὰν τὰς ἐν τοσούτοις ἔτεσι τοῦ Παύλου μάστιγας, καὶ τὸν λιμὸν τὸν διηνεκῆ, καὶ τὴν γυμνότητα, καὶ τὰς ἁλύσεις, καὶ τὸ δεσμωτήριον, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλάς, τὰς παρὰ τῶν οἰκείων, τὰς παρὰ τῶν ἀλλοτρίων, τὰς παρὰ τῶν τυράννων, τὰς παρὰ τῆς οἰκουμένης ἁπάσης ἀντιθῇς, καὶ μετὰ τούτων τὰ τούτων πικρότερα, λέγω δὴ τὰς ὑπὲρ τῶν πιπτόντων ὀδύνας, τὴν φροντίδα τῶν Ἐκκλησιῶν πασῶν, τὴν πύρωσιν ἣν ὑπὲρ ἑκάστου τῶν σκανδαλιζομένων ὑπέμενεν, ὄψει πῶς πέτρας στερροτέρα ἦν ἡ ταῦτα φέρουσα ψυχή, καὶ σίδηρον καὶ ἀδάμαντα ἐνίκα.
 [00107]  Ἆρα ὅτι τὸν οὐρανὸν ἔκλεισε, καὶ λιμὸν ἐπήγαγε, καὶ πῦρ κατήγαγεν;
 [00445]  Τί ἄν τις εἴποι τὸν λιμὸν τὸν πανταχοῦ τῆς οἰκουμένης μετὰ τοῦ βασιλέως ταῖς πόλεσι συνεμπεσόντα, αὐτοῦ τοῦ βασιλέως τὸν θάνατον, τὸν ἐν τῇ Περσῶν χώρᾳ, τὴν πρὸ τοῦ θανάτου ἀπάτην, τὸ στρατόπεδον τὸ ἐν μέσοις ἀποληφθὲν τοῖς βαρβάροις, καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις, τὴν ἄνοδον ἐκεῖθεν τὴν θαυμαστὴν καὶ παράδοξον;
000-00-00 Serial Number=0801974535
De paenitentia sermo 2 Ante [Go Back]  
 [00233]  ἐῤῥύσασθέ με ἀπὸ δεσμωτηρίου, ἐπεσκέψασθέ με ἀσθενοῦντα, ἐλύσατέ μου τὸν λιμὸν καὶ τὴν δίψαν, ἐνίψατέ μου τοὺς πόδας, ἐθερμάνατέ με ῥιγοῦντα·
000-00-00 Serial Number=0521547735
De pseudoprophetis Ante [Go Back]  
 [00062]  Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν·
 [00063]  οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ.
 [00069]  Τοῦτον τὸν λιμὸν προθεωρήσας ὁ προφήτης ∆αυῒδ ἐρχόμενον παρεκάλει τὸν Θεὸν, λέγων·
000-00-00 Serial Number=0845433116
De resurrectione mortuorum Ante [Go Back]  
 [00125]  Εἰ γὰρ δὴ σῶμα μακαρίζομεν τὸ δυνάμενον καὶ ψῦχος καὶ καῦμα ἀλύπως φέρειν, καὶ λιμὸν, καὶ ἔνδειαν, καὶ ὁδοιπορίαν, καὶ ταλαιπωρίας ἑτέρας·
000-00-00 Serial Number=0613462031
De sancta Droside martyre Ante [Go Back]  
 [00155]  Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἰργάσατο ἀγαθὰ, καὶ τροφεὺς αὐτῶν καὶ προστάτης ἐγένετο, καὶ τοῦ λιμοῦ παραμυθίαν εὗρε μεγίστην, καὶ ἃ μηδενὶ γέγονε δῆλα, ταῦτα πρῶτος καὶ μόνος ἀνέπτυξε, καὶ εἰς μέσον ἤγαγε, καὶ τὰ ὀνείρατα διαλύσας οὐ μόνον προεδήλωσε τὸν λιμὸν, ἀλλὰ καὶ φάρμακον ἱκανὸν αὐτῷ προαπέθετο, οὕτω καὶ τὰ ταμεῖα τῆς Αἰγύπτου πληρώσας, ὡς μηδένα αὐτοῦ τῆς παρουσίας αἰσθέσθαι·
000-00-00 Serial Number=0527820110
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00062]  Καὶ τί λέγω λιμὸν, ὅπου γε καὶ αὐταὶ τῶν ὑδάτων ἐπιλειπόμεναι αἱ πηγαὶ, πηγαὶ ποταμοὺς τῇ δαψιλείᾳ τοῦ ῥεύματος ἀποκρύπτουσαι;
000-00-00 Serial Number=0816911399
De virginitate Ante [Go Back]  
 [01518]  Τοσαύτη γὰρ τῆς ἀλγηδόνος ταύτης ἡ τυραννὶς ὡς καὶ τὴν θείαν γραφὴν ἡνίκα ἂν αἰχμαλωσίαν καὶ λιμὸν καὶ λοιμὸν καὶ τὰ ἀφόρητα τῶν κακῶν αἰνίττεσθαι βούληται, ὠδῖνας πάντα τὰ τοιαῦτα καλεῖν.
000-00-00 Serial Number=0790640950
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03269]  Τί γὰρ αὐτοῦ ἐλεεινότερον γένοιτ' ἂν τοῦ πλουσίου, τοῦ δι' αὐτὸ τοῦτο ἀλγοῦντος, ὅτι ἄπειρα κέκτηται, καὶ δυσχεραίνοντος ὡς ἀπολωλεκέναι νομίζοντος, καὶ καθ' ἑκάστην ἡμέραν εὐχομένου γενέσθαι λιμὸν, ἵνα αὐτῷ χρυσίον προσγένηται;
 [03591]  οὐχὶ οὗτοι μὲν καὶ λιμὸν ὑπέμειναν, καὶ περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, ἐκεῖνος δὲ βασιλεὺς τῆς Αἰγύπτου γέγονε πάσης;
 [03894]  οὗ τὸν μὲν λιμὸν καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τοὺς φόβους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰ ἄλλα πάντα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὁ μακάριος Παῦλος ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖν λέγειν.
 [04350]  Τίς δ' ἂν εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινότερον καὶ ἑρμηνευθῆναι μὴ δυνάμενον, τὸν ἑκούσιον, τὸν ἀκούσιον;
 [04368]  Εἰ γὰρ δὴ σῶμα μακαρίζομεν τὸ δυνάμενον ψῦχος καὶ καῦμα ἀλύπως φέρειν, καὶ λιμὸν καὶ ἔνδειαν καὶ ὁδοιπορίαν καὶ ταλαιπωρίας ἑτέρας·
 [05050]  αὐτὸ τὸ ἔδαφος ἁγιάζουσι, θησαυροὺς μυρίων εἰσάγουσι ἀγαθῶν, φύσιν πεπηρωμένην διορθοῦνται, λιμὸν λύουσι καὶ πολλὴν εἰσάγουσι τὴν εὐπορίαν.
 [05676]  Ἡ μὲν γὰρ πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χαλεπόν·
 [07293]  Τὸν μὲν οὖν λιμὸν, καὶ τὸ δίψος, καὶ τὴν γύμνωσιν, καὶ τὰ ναυάγια, καὶ τοὺς φόβους, καὶ τὰς ἐπιβουλὰς, καὶ τὰ δεσμωτήρια, καὶ τὰς πληγὰς, καὶ τὰ ἄλλα πάντα ὅσα τοῦ κηρύγματος ἕνεκεν ὁ μακάριος Παῦλος ὑπέμεινεν, οὐδὲν οἶμαι δεῖν λέγειν, ὧν ἕκαστον ἱκανὸν συνταράξαι σφοδρῶς, καὶ κατακλάσαι τὴν ἁγίαν ἐκείνην ψυχήν·
 [09197]  Ἀλλ' ἐὰν τὰς ἐντοσούτοις ἔτεσι τοῦ Παύλου μάστιγας, καὶ τὸν λιμὸν τὸν διηνεκῆ, καὶ τὴν γυμνότητα, καὶ τὰς ἁλύσεις, καὶ τὸ δεσμωτήριον, καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς τὰς παρὰ τῶν οἰκείων, τὰς παρὰ τῶν ἀλλοτρίων, τὰς παρὰ τῶν τυράννων, τὰς παρὰ τῆς οἰκουμένης ἁπάσης ἀντιτιθῇς, καὶ μετὰ τούτων τὰ πάντων πικρότερα, λέγω δὴ τὰς ὑπὲρ τῶν πιπτόντων ὀδύνας, τὴν φροντίδα τῶν Ἐκκλησιῶν πασῶν, τὴν πύρωσιν, ἣν ὑπὲρ ἑκάστου τῶν σκανδαλιζομένων ὑπέμενεν, ὄψει πῶς πέτρας στεῤῥοτέρα ἦν ἡ ταῦτα φέρουσα ψυχὴ, καὶ σίδηρον καὶ ἀδάμαντα ἐνίκα·
 [09222]  ὅτι τὸν οὐρανὸν ἔκλεισε, καὶ λιμὸν ἐπήγαγε, καὶ πῦρ κατήγαγεν;
000-00-00 Serial Number=0533942044
Epistula ad Cyriacum Ante [Go Back]  
 [00621]  Τότε αὐτὸν ὁρῶ λαμπρὸν μειζόνως ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος τὸν σῖτον διένειμε τοῖς δεομένοις καὶ τὸν λιμὸν ἔλυσε καὶ κοινὸς λιμὴν ἅπασιν ἐγένετο.
000-00-00 Serial Number=0748069525
Epistulae Ante [Go Back]  
 [00547]  Μετὰ γὰρ τοῦ καθ' ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἐπὶ θύραις ἡμῖν εἶναι τὸν θάνατον, τῶν Ἰσαύρων πάντα ἐπιόντων, καὶ πυρὶ καὶ σιδήρῳ καὶ σώματα καὶ οἰκοδομήματα ἀφανιζόντων, καὶ λιμὸν δεδοίκαμεν, ὃν ἡ στενοχωρία καὶ τὸ πλῆθος τῶν ἐνταῦθα συνδραμόντων ποιεῖν ἀπειλεῖ.
 [01505]  Μετὰ γὰρ τοῦ καθ' ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἐπὶ θύραις ἡμῖν εἶναι τὸν θάνατον, τῶν Ἰσαύρων πάντα ἐπιόντων, καὶ πυρὶ καὶ σιδήρῳ καὶ σώματα καὶ οἰκοδομήματα ἀφανιζόντων, καὶ λιμὸν δεδοίκαμεν, ὃν ἡ στενοχωρία καὶ τὸ πλῆθος τῶν ἐνταῦθα συνδραμόντων ποιεῖν ἀπειλεῖ.
 [02589]  Τοῦτο ἡμᾶς οὔτε τὴν ἐρημίαν τοῦ χωρίου τούτου καὶ γὰρ πάσης τῆς οἰκουμένης ἐστὶν ἐρημότατον, οὔτε τὴν πολιορκίαν τῶν λῃστῶν καὶ γὰρ καθ' ἑκάστην πολιορκεῖται τὴν ἡμέραν, οὐ τὸν ἐντεῦθεν τικτόμενον λιμὸν ἀφίησιν ὁρᾷν·
000-00-00 Serial Number=0461094797
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00416]  Τί ἄν τις εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινότερον καὶ ἑρμηνευθῆναι μὴ δυνάμενον, τὸν ἑκούσιον, τὸν ἀκούσιον;
 [00486]  καὶ ὅπερ ἠπείλησεν ὁ Θεὸς τοῖς Ἑβραίοις τότε, τοῦτο νῦν ὑπομένομεν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν θείας διδασκαλίας.».
 [00975]  Τότε αὐτὸν ὁρῶ λάμποντα μειζόνως ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος τὸν σῖτον διένεμε τοῖς δεομένοις καὶ τὸν λιμὸν ἔλυε καὶ κοινὸς λιμὴν ἅπασιν ἐγίνετο.
000-00-00 Serial Number=0193295836
Expositiones in Psalmos Ante [Go Back]  
 [01086]  Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ καὶ ἐν κοπρίᾳ καθήμενος καὶ τῷ ἰχῶρι τῶν τραυμάτων ἡλκωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, καὶ παρὰ οἰκετῶν ἐμπτυόμενος, καὶ παρὰ φίλων, καὶ παρὰ ἐχθρῶν, καὶ παρὰ γυναικὸς ἐπιβουλευόμενος, καὶ εἰς πενίαν, καὶ εἰς λιμὸν, καὶ εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριστότερος ἦν.
000-00-00 Serial Number=0570362151
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05569]  Ἀπειλεῖ πάλιν λιμὸν καὶ δεσμοὺς ἀνασωζομένους, ἵνα μάθωσιν, ὅτι ἀληθῆ ταῦτά ἐστιν.
000-00-00 Serial Number=0155654907
Fragmenta in Job Ante [Go Back]  
 [00035]  Οὐ γὰρ ἔστιν ἐν ἀνθρώποις συμφορὰ, ἣν οὐχ ὑπέμεινεν οὗτος, ὁ παντὸς ἀδάμαντος στεῤῥότερος, λιμὸν, καὶ πενίαν, καὶ νόσον, καὶ ἀποβολὴν παίδων, καὶ ζημίαν τοσούτων χρημάτων ἀθρόον ὑπενεγκών·
 [00254]  Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ ἐν κοπρίᾳ καθήμενος, καὶ τῷ ἰχῶρι τῶν τραυμάτων κεκυκλωμένος, καὶ μυρίας βρύων πηγὰς σκωλήκων, καὶ τὰ ἀνήκεστα πάσχων ἐκεῖνα, παρὰ οἰκετῶν ἐμπτυόμενος, παρὰ φίλων, παρὰ ἐχθρῶν, παρὰ γυναικὸς ἐπιβουλευόμενος, εἰς πενίαν, εἰς λιμὸν, εἰς ἀῤῥωστίαν τὴν ἀνήκεστον ἐκείνην κατενεχθεὶς, πάντων μακαριώτερος ἦν.
 [00593]  Ἐντεῦθεν αἱ πηγαὶ τῶν σκωλήκων, οἱ τῶν ἰχώρων ῥύακες, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, τὸ ὄστρακον, τὸ τὰς πλευρὰς καταξαῖνον, ἡ δυσωδία τῶν ἑλκῶν, ἡ τὸν καινὸν ἐκεῖνον ἐπεισάγουσα λιμὸν, καὶ ὁρωμένων οὐκ ἀφεῖσα τῶν σιτίων ἅπτεσθαι, καὶ τοῦ λιμοῦ χαλεπωτέραν ἐντιθεῖσα τὴν ἀηδίαν, καὶ ταῦτα οὐκ ἐπὶ δύο, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν ἡμέραις, ἀλλ' ἐπὶ μησὶ πλείοσιν.
 [01171]  Τί οὖν ἄν τις εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινὸν, καὶ μηδὲ ἑρμηνευθῆναι δυνάμενον;
000-00-00 Serial Number=0937801540
Fragmenta in Proverbia Ante [Go Back]  
 [00269]  παρούσης γὰρ αὐτῷ θέρους δαψιλοῦς τραπέζης, ὅτε οὐκ ἔστι λιμὸν ὑποπτεῦσαι·
 [00689]  εἰ δὲ εἰκότως λιμὸν πραγματεύῃ καὶ ἐμπορεύῃ, καὶ τὸν μὲν Θεὸν παρακαλεῖς ποιῆσαι εὐετηρίαν, αὐτὸς δὲ λιμὸν κατασκευάζεις, οὐδὲν τούτου πονηρότερον.
 [00770]  καὶ πόσῳ βέλτιον, ἀτιμίαν ἢ λιμὸν ὑπομένειν;
000-00-00 Serial Number=0914786935
In Acta apostolorum Ante [Go Back]  
 [05265]  Ὅρα διὰ λιμὸν οἷα κατασκευάζει.
 [08414]  Ἀναστὰς δέ τις [60.193] ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε, λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ' ὅλην τὴν οἰκουμένην.
 [08416]  Ἀναγκαίως ἐνταῦθα λιμὸν μέγαν μέλλοντα ἔσεσθαι σημαίνει, ὃς δὴ καὶ ἐγένετο, καθὰ περὶ αὐτοῦ προεῤῥήθη.
 [08417]  Ἵνα γὰρ μὴ νομίσωσί τινες διὰ τοῦτο τὸν λιμὸν γεγονέναι, ὅτι Χριστιανισμὸς εἰσῆλθεν, ὅτι δαίμονες ἀπέστησαν, προλέγει τὸ Πνεῦμα τὸ ἅγιον ὃ μέλλει συμβαίνειν, ὥσπερ καὶ ὁ Χριστὸς προεῖπε πολλὰ, καὶ ἐξέβη.
 [08432]  Ἀλλ' ὅρα αὐτοῖς γινόμενον καὶ τὸν λιμὸν σωτηρίας αἴτιον, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν·
 [08497]  Οἳ καὶ οὐδὲ περιέμειναν γενέσθαι τὸν λιμὸν, ἀλλὰ πρὸ τούτου ἔπεμψαν, Καθὼς ηὐπορεῖτό τις.
 [08587]  οὐ γὰρ λιμὸν λύεις, ἀλλὰ θάνατον χαλεπόν.
 [09999]  ἔλυσάς μοι τὸν λιμὸν, λύσω σοι τὰ ἁμαρτήματα·
 [09999]  Τοῦτο γὰρ σχεδὸν διὰ τούτου δηλοῖ, ὅτι ἀπὸ τῆς τέχνης ταύτης κινδυνεύομεν εἰς λιμὸν ἐμπεσεῖν.
 [09999]  Ὁ πάλαι τὸν λιμὸν μηνύσας, οὗτος, Τὸν ἄνδρα, φησὶ, τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν.
000-00-00 Serial Number=0201054871
In Genesim sermones Ante [Go Back]  
 [00772]  οὕτω καὶ οἱ πένητες, καθάπερ ναυάγιον δεδοικότες τὸν λιμὸν, σπεύδουσι πρὸ τῆς ἑσπέρας τὸ πρὸς τροφὴν αὐτοῖς ἀργύριον ἀρκοῦν συναγαγεῖν, ἵνα μὴ, πάντων ἀποδημησάντων οἴκαδε, ἔξω τοῦ λιμένος μείνωσι.
000-00-00 Serial Number=0128078699
In Heliam et viduam Ante [Go Back]  
 [00037]  καὶ τοῦτον ἤγαγε τὸν λιμὸν ὁ μέγας Ἠλίας, καθάπερ τινὰ φοβερὸν οἰκέτην καλέσας, ὥστε τοὺς συνδούλους τὸν ∆εσπότην ὑβρίζοντας σωφρονίσαι·
 [00113]  Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τὴν ὠμότητα ἐπέτεινε τὸν λιμὸν, ἀφῆκεν αὐτὸν κοινωνῆσαι τοῦ λιμοῦ, ἵνα μάθῃς τοῦ προφήτου τὴν φιλοσοφίαν.
 [00161]  ἀλλ' ὅμως οὕτω ταπεινωθεὶς, ἀκούσας γυναικὸς ὀδυρομένης τινὸς ἐπὶ [51.344] συμβᾶσι διὰ τὸν λιμὸν, εἰς τοσαύτην ἐξηνέχθη τότε ὀργὴν, ὡς ἀναβοῆσαι εὐθέως καὶ εἰπεῖν, Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλισσαίου υἱοῦ Σαφὰτ ἐπ' αὐτὸν σήμερον.
 [00164]  αὕτη γὰρ οὐχὶ τὸν προειπόντα λιμὸν, ἀλλὰ τὸν ἐπαγαγόντα εὑροῦσα, καὶ τῆς πόλεως οὖσα ἐγγὺς, οὐκ ἠγανάκτησεν, οὐκ ἠγρίανεν, οὐχ ἑτέρους πρὸς τιμωρίαν ἐκάλεσεν, ἀλλὰ καὶ μετὰ πολλῆς ὑπήκουσε τῆς ἐπιεικείας.
 [00172]  αὕτη δὲ ἰδοῦσα τὸν προφήτην ἐλθόντα, οὐχὶ ὥστε λῦσαι τὸν λιμὸν, ἀλλ' ὥστε καὶ αὐτῇ γενέσθαι βαρὺν, οὐδὲν τοιοῦτον ἔπαθε.
 [00206]  Οὐ μόνον δὲ ξένος καὶ ἀλλότριος, ἀλλὰ καὶ αὐτὸς ἦν ὁ τὸν λιμὸν ἐπαγαγών.
 [00251]  Ἐκείνη μὲν γὰρ καὶ Σιδωνία ἦν, καὶ ἀλλόφυλος, καὶ γυνὴ χήρα, καὶ παίδων ἐπεμελεῖτο πολλῶν, καὶ λιμὸν ἐπικίνδυνον ἑώρα καὶ θάνατον προσδοκώμενον, καὶ ἄνθρωπον ἀγνῶτα ὑποδέχεσθαι ἔμελλε καὶ τὸν ἐπαγαγόντα τὸν λιμὸν, καὶ οὐδὲ οὕτως ἐφείσατο τῆς δρακός·
 [00252]  ἡμεῖς [51.347] δὲ καὶ προφητείας μετεσχηκότες, καὶ θεϊκῶν ἀπολαύοντες διδαγμάτων, καὶ πολλὰ περὶ τῶν μελλόντων φιλοσοφεῖν ἔχοντες, καὶ οὐδὲ λιμὸν ὁρῶντες ἐπικείμενον, καὶ πολὺ πλείονα κεκτημένοι τῆς γυναικὸς, ποίαν δυνησόμεθα ἀπολογίαν προβαλέσθαι φειδόμενοι τῶν ὄντων, καὶ τῆς ἑαυτῶν σωτηρίας ἀφειδοῦντες;
000-00-00 Serial Number=0677024305
In Isaiam Ante [Go Back]  
 [00951]  Νῦν γοῦν ἀσθένειαν αὐτοὺς ἀπειλεῖ καὶ λιμὸν καὶ αὐχμόν, οὐχὶ τῶν ἀναγκαίων, ἀλλὰ καὶ ἐκείνων τῶν οὐδὲν ἔλαττον τῶν ἐπιτηδείων τὴν ἡμετέραν συνεχόντων ζωήν.
 [01685]  Καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος.
 [01687]  Οὐ γὰρ εὐθέως τὴν αἰχμαλωσίαν ἐπήγαγεν, ἀλλὰ λιμὸν πρότερον καὶ αὐχμόν, ἵνα οἴκοι μένοντες γένωνται βελτίους, μηδὲ ἀνίατα νοσοῦντες ἐφελκύσωνται τὸ τῶν βαρβάρων στρατόπεδον.
000-00-00 Serial Number=0977636218
In Psalmos 101-107 Ante [Go Back]  
 [00562]  φησὶ γὰρ, Καὶ δώσω αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.
 [00993]  Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν.
 [00998]  Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον τῶν τηνικαῦτα ἀνθρώπων·
 [01000]  Ὁ δὲ Θεὸς οἰκονομικῶς ἐποίησε τὸν λιμὸν, ἵνα δι' αὐτὸν κατελθόντες καὶ αὐξηθέντες τὴν γῆν ἀπολάβωσι τῆς ἐπαγγελίας.
 [01088]  οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος χεὶρ ἀθρόαν αὐτοῖς ὀργὴν ἐπιπέμψαι, λέοντας, ἄρκτους, λιμὸν, ἢ λοιμὸν, ἢ θάνατον·
 [01480]  ἐπλανήθησάν τε ἔθνη ὄντες ἄλογα πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ἀπαγόμενοι, ἀλλότριοί τε τῆς πολιτείας τοῦ Ἰσραὴλ, λιμῷ τε καὶ δίψει τὴν ψυχὴν ἐκλείποντες, τῷ λογικῆς ἐστερῆσθαι τροφῆς, ποτοῦ τε πνευματικοῦ, κατὰ τὸ, Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.
 [01491]  Τοῦτον μέντοι τὸν λιμὸν Ἰουδαίοις ἠπείλησεν ὁ Θεός·
 [01492]  Ἐπάξω γὰρ, ἔφη, λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου.
000-00-00 Serial Number=0420954287
In assumptionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00044]  Αἴτησαι σεαυτῷ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν, ἢ τρεῖς μῆνας τοὺς ἐχθρούς σου καταδιώκειν σε, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου.
000-00-00 Serial Number=0493038654
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00192]  Ἐντεῦθεν πάλιν λιμὸς αὐτὸν διεδέξατο καὶ μετανάστην ἐποίησε, καὶ τὸν λιμὸν διαδέχεται πάλιν ἁρπαγὴ γυναικὸς, καὶ θανάτου φόβος καὶ ἀπαιδία καὶ πόλεμος καὶ κίνδυνοι καὶ ἐπιβουλαὶ, καὶ τὸ τελευταῖον ὁ κολοφὼν τῶν ἄθλων, ἡ τοῦ μονογενοῦς καὶ γνησίου παιδὸς σφαγὴ, ἡ ὀδυνηρὰ ἐκείνη καὶ ἀνήκεστος.
000-00-00 Serial Number=0758169830
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01321]  Ἄκουσον γοῦν τί φησιν Ἠλίας μετὰ τὸν φοβερὸν λιμὸν ἐκεῖνον καὶ τὸν θαυμαστὸν ὑετὸν καὶ τὴν λαμπάδα, ἣν ἐκ τῶν οὐρανῶν κατήνεγκε, καὶ τὸ παράδοξον ὁλοκαύτωμα, ὡς ποῤῥωτάτω τῆς χώρας αὐτῶν ἐλαυνόμενος·
 [02933]  Καὶ ὁ γεωργὸς τὰ σπέρματα ἂν οἴκοι κατορύξας φυλάττοι, λιμὸν ἐργάσεται χαλεπόν·
 [06529]  Εἰπὼν γὰρ, ὅτι Πάντα στέγομεν, καὶ λιμὸν αἰνίττεται καὶ στενοχωρίαν πολλὴν καὶ τὰ ἄλλα πάντα.
 [06588]  Ἐπειδὴ γὰρ βλέποντες καὶ γυμνοὶ περιιόντες, οὔτε ἀπὸ τῆς ἡλικίας οὔτε ἀπὸ τῆς συμφορᾶς ἐπεσπάσαντο τοὺς ἀνηλεεῖς, προσέθηκαν τοῖς τοσούτοις κακοῖς ἑτέραν χαλεπωτέραν τραγῳδίαν, ἵνα λύσωσι τὸν λιμὸν, κουφότερον εἶναι νομίζοντες ἀπεστερῆσθαι τοῦ κοινοῦ τούτου φωτὸς καὶ τῆς πᾶσι δεδομένης ἀκτῖνος, ἢ λιμῷ παλαίειν διηνεκεῖ καὶ τὸν οἴκτιστον ὑπομένειν θάνατον.
 [06591]  Εἰσὶν ἕτεροι πένητες κοῦφοι καὶ μετέωροι τὰς ψυχὰς, καὶ οὐκ εἰδότες φέρειν λιμὸν, ἀλλὰ πάντα μᾶλλον, ἢ τοῦτο ὑπομένοντες.
000-00-00 Serial Number=0456123471
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02296]  Τί γὰρ, εἰ καὶ μὴ ξίφει, ἀλλ' ἑτέρῳ τρόπῳ, ὅταν δυνάμενος λῦσαι λιμὸν, περιίδῃς;
000-00-00 Serial Number=0069721043
In epistulam ad Colossenses Ante [Go Back]  
 [00234]  καὶ ἔστω τοῖς μὲν τὰ ἐδέσματα πολυτελῆ, τοῖς δὲ τοσαῦτα ὅσα σβέσαι τὸν λιμὸν, καὶ εὐφροσύνης ἐμπλῆ [62.305] σαι.
 [00283]  ὅτι λιμὸν μὲν ἄν τις καὶ εἴκοσιν ἡμέρας ἐνέγκοι, πλησμονὴν δὲ οὐδὲ δύο μόνας·
000-00-00 Serial Number=0544052839
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02653]  ∆ώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου.
 [03134]  ὅπερ ἀλλαχοῦ λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ.
 [08659]  Ἡμεῖς δὲ τὸν μὲν λιμὸν ἀπευκτὸν πρᾶγμα νομίζομεν, ἐπὶ δὲ τὴν τούτου χαλεπωτέραν πλησμονὴν τρέχομεν.
000-00-00 Serial Number=0863183916
In epistulam ad Philippenses Ante [Go Back]  
 [00707]  Οὐδένα ἂν ἔχοι τις ἡμῖν δεῖξαί τινα ταχέως διὰ λιμὸν καὶ ψῦχος ἀπολωλότα.
 [03811]  ἡ κακία χοίρους εἶναι ποιεῖ, ἡ κακία λιμὸν φέρει τῇ ψυχῇ.
 [04634]  Τουτέστι, Καὶ ὀλίγοις κεχρῆσθαι οἶδα, καὶ λιμὸν φέρειν καὶ ἔνδειαν.
000-00-00 Serial Number=0616911292
In epistulam ad Romanos Ante [Go Back]  
 [05232]  Οὐδὲ γάρ ἐστιν ἴσον τῶν ἐν ἡμῖν παθῶν περιγενέσθαι, καὶ τοὺς πειρασμοὺς ἐκείνους ὑπενεγκεῖν, τὰς μάστιγας, τὸν λιμὸν, τὰς λεηλασίας, τὰ δεσμὰ, τὰς ἁλύσεις, τὰς ἀπαγωγάς·
 [05731]  ἄν τε εἰς λιμὸν ἐμβάλῃς, πλείων ἡ δόξα καὶ ἡ ἀντίδοσις·
 [09042]  Τοσοῦτον τοίνυν ἔσθιε ὅσον λῦσαι λιμὸν, τοιαῦτα ἐνδύου οἷον σκέπεσθαι μόνον, μηδὲ καλλώπιζε ἱματίοις τὴν σάρκα, ἵνα μὴ αὐτὴν ἀπολέσῃς·
 [09999]  ∆ιὰ τοῦτο καὶ ἐν τῇ αἱρέσει τῶν τιμωριῶν ἐκείνων οὐ λιμὸν εἵλετο, οὐ δίωξιν ἐχθρῶν, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ πεμπόμενον θάνατον, δι' οὗ προσεδόκα τοὺς μὲν ἄλλους ἐν ἀσφαλείᾳ καταστήσειν, αὐτὸν δὲ πρὸ τῶν ἄλλων ἁπάντων κατενεχθήσεσθαι.
000-00-00 Serial Number=0409867346
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00222]  λύεις σὺ τῷ πένητι λιμὸν, ἐκεῖνος δέ σοι λύει τοῦ Θεοῦ τὴν ὀργήν.
000-00-00 Serial Number=0306084633
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00246]  Ὅτι γὰρ ταῦτα οὐ κακὰ, ἀλλὰ καὶ κακῶν ἀναιρετικὰ, τὸν λιμὸν πρότερον εἰς μέσον ἀγάγωμεν, τὸν πᾶσι φρικτὸν καὶ φοβερὸν εἶναι δοκοῦντα.
 [00254]  Εἰπὼν [56.150] τοίνυν τοῦτο, ἐπήγαγε λιμὸν, καθάπερ παιδαγωγὸν ἄριστον, καὶ διορθωτὴν τῶν γινομένων κακῶν·
000-00-00 Serial Number=0479676425
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00023]  Εἶτα ἐπειδὴ ἀδελφὸν ἡμέτερον ἀπὸ Γαλατίας ἀφικόμενον, καὶ δι' αὐτὸν τῆς ἐκκλησίας τὸν νόμον τὸν τοὺς ξένους οὕτως ὑποδέχεσθαι κελεύοντα, καὶ διὰ τὴν λαμπρὰν πολιὰν τιμῶντες, παρεχωρήσαμεν αὐτῷ τοῦ λόγου, καταβοῶντες ἀνεχωρεῖτε, δεινοπαθοῦντες, ὡς μακρὸν χρόνον λιμὸν ὑπομείναντες, καὶ τὴν [63.512] ἡμετέραν ποθοῦντες γλῶτταν τὴν τεμοῦσαν, τὴν ἐπιτιμήσασαν, τὴν καθικομένην, τὴν ὀδυνήσασαν·
000-00-00 Serial Number=0309670091
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00414]  σήμερον εἰς δεσμωτήριον, εἰς θάλασσαν αὔριον, μετ' αὐτὰ εἰς πέλαγος, εἶτα εἰς λιμὸν, εἰς δῖψαν, εἰς γυμνότητα, εἰς τήγανα, εἰς καμί [59.515] νους, εἰς ὁδούς.
000-00-00 Serial Number=0954881966
In illud Vidua eligatur Ante [Go Back]  
 [00059]  ∆ιὰ τοῦτο, ὅταν μὲν λιμὸν παραμυθήσασθαι δέοι, οὐδὲν περὶ χρόνων καὶ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀκριβολογεῖται·
 [00373]  αὐτὸ τὸ ἔδαφος ἁγιάζουσι, θησαυρὸν μυρίων εἰσάγουσιν ἀγαθῶν, φύσιν πεπηρωμένην διορθοῦνται, λιμὸν λύουσι, πολλὴν εἰσάγουσι τὴν εὐπορίαν.
000-00-00 Serial Number=0051167727
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00117]  [64.432] Φεῖσαι θρεμμάτων διὰ λιμὸν μυκωμένων·
000-00-00 Serial Number=0354046285
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00111]  Λιμώττω κἀγὼ δικαιοσύνης λιμὸν, μικρὸν τῆς σῆς φιλανθρωπίας ψυχίον ἐπιζητῶ·
000-00-00 Serial Number=0607703090
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00235]  Σὺ εἶ ὁ τὸν λιμὸν τοῦτον ποιήσας, καὶ ἐν τοῖς λειψάνοις τοῦ λιμοῦ διατραφῆναι θέλεις παρ' ἐμοῦ;
000-00-00 Serial Number=0547355235
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00065]  σὺ δὲ λιμὸν ἀκούσας μὴ παρέλθῃς ἁπλῶς τὸ λεγό μενον·
000-00-00 Serial Number=0064031124
In venerandum crucem Ante [Go Back]  
 [00050]  Ἰδοὺ γὰρ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω ἐπὶ τὴν γῆν ταύτην λιμὸν, οὐ λιμὸν ἄρτου, οὐ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου·
000-00-00 Serial Number=0194606483
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [02157]  Τοῦτο φίλον ἦν τῷ προφήτῃ, ἵνα μὴ τὰ αὐτὰ ποιήσῃ πάλιν, καθάπερ ἐπὶ τοῦ εὐνούχου, ἵνα μὴ νομίσας ἠλισγῆσθαι τὴν τράπεζαν, τὸν λιμὸν ἐπιτείνῃ.
000-00-00 Serial Number=0698571324
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00110]  ἴστε γὰρ τὴν ἱστορίαν ἅπασαν, τὴν ὠμότητα τοῦ πλουσίου, πῶς οὐ μετεδίδου τῆς τραπέζης τῷ πτωχῷ, τὴν πενίαν τὴν ἐκείνου καὶ τὸν λιμὸν, ᾧ προσεπάλαιε διηνεκῶς.
000-00-00 Serial Number=0687104046
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00312]  Ἐπέλυσεν, ἔδωκε καὶ γνώμην τὴν τὸν λιμὸν παραμυθησομένην.
 [01196]  Τότε ἔρχεται Γὰδ ὁ προφήτης, αἵρεσιν αὐτῷ διδοὺς τριῶν τιμωριῶν, ἣν βούλοιτο ὑποστῆναι, ἢ τρία ἔτη λιμὸν, ἢ τρεῖς ἡμέρας φυγεῖν ἐπικειμένων ἐχθρῶν, ἢ τρεῖς ἡμέρας θάνατον.
 [01356]  Προλέγει τῇ γυναικὶ ὁ Ἑλισσαῖος, ἧς ἐζωοποίησε τὸν υἱὸν, ἑπταετῆ λιμὸν, καὶ παραινεῖ μετοικίζεσθαι ἐκ τῆς χώρας ἐκείνην.
 [02455]  ὁ δέ φησιν, οὐκ εἰσακούσεσθαι, οὐδὲ ἐὰν Μωϋσῆς καὶ Σαμουὴλ πρεσβεύωσιν ὑπὲρ αὐτῶν, ἀλλὰ δώσειν αὐτοὺς εἰς μάχαιραν καὶ θάνατον, καὶ λιμὸν καὶ αἰχμαλωσίαν, καὶ εἰς διασπασμὸν κακῶν.
 [02635]  Προλέγει λιμὸν καὶ διάλυσιν διὰ τὸ ἀνεπίστροφον, καὶ ὅτι πολλὰ πληγέντες, οὐκ ἐγένοντο βελτίους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»