000-00-00 Serial Number=0873543680
[01034]
|
ὁ τὸν υἱὸν αὑτοῦ τὸν γνήσιον τὸν μονογενῆ, τὸν παρ' ἐλπίδας τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ γήρᾳ καὶ γὰρ καὶ ταῦτα μείζονα αἴρει τὴν φλόγα, τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος, οὐδὲν ἀνθρώπινον ἔπαθε;
|
000-00-00 Serial Number=0116105437
[00392]
|
ψυχὴ γὰρ εἰς τὴν οἰκείαν εὐγένειαν ἐπανελθοῦσα καὶ μετὰ παρρησίας λοιπὸν δυνηθεῖσα τὸν ἑαυτῆς ∆εσπότην ὁρᾶν, οὐκ ἔστιν εἰπεῖν ὅσην καρποῦται τὴν ἡδονήν, ὅσον τὸ κέρδος, οὐ τοῖς ἐν χερσὶ μόνον χαίρουσα ἀγαθοῖς ἀλλὰ καὶ τῷ πεπεῖσθαι λοιπὸν ὅτι οὐδαμῶς ταῦτα τελευτήσει τὰ καλά.
|
000-00-00 Serial Number=0321464598
[01162]
|
εἶτα ἐπειδὴ τὸ κλυδώνιον ὑπερέσχε καὶ ὑπέραντλον τὸ πλοῖον γέγονε, ναυαγούσης ἐκείνης, φεύγοντα τὰ κύματα καὶ ἐπὶ τὴν στερεὰν τῆς σωφροσύνης πέτραν τρέχοντα καὶ τὰ ἱμάτια ἐν ταῖς ἐκείνης καταλιμπάνοντα χερσὶ καὶ τῶν τὰς πορφυρίδας περιβεβλημένων λαμπρότερον ἐν τῇ γυμνότητι φαινόμενον καὶ καθάπερ ἀριστέα τινὰ καὶ τροπαιοῦχον φαιδρόν, τὸ τρόπαιον ἱστῶντα τῆς σωφροσύνης.
|
000-00-00 Serial Number=0343753815
[00144]
|
Ἐπειδὰν δὲ βούληται χρηστὰς αὐτοῖς ὑποτείνειν ἐλπίδας, εἰς κεραμεῖον κατάγει τὸν προφήτην, καὶ οὐ δείκνυσιν αὐτῷ σκεῦος ὀστράκινον, ἀλλὰ δείκνυσιν αὐτῷ σκεῦος πήλινον ἐν ταῖς χερσὶ τοῦ κεραμέως γινόμενον, διαπίπτον, καὶ ἐπάγει λέγων·
|
000-00-00 Serial Number=0049286067
[00036]
|
Ἡ μὲν γὰρ ἔξωθεν παίδευσις πολὺν ἀνελίττουσα λῆρον καὶ πολλὴν καταχέουσα τῶν ἀκροατῶν φλυαρίαν, κεναῖς τοὺς ἀκροατὰς ἀποπέμπει χερσὶ, καὶ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν καρπωσαμένους καλόν·
|
[00124]
|
∆ιὰ τοῦτο πανταχόθεν αὐτὴν ἔφραττεν ὥστε συνεστάλθαι, καὶ τὴν φλόγα ταύτην παντὶ τρόπῳ μαραίνειν ἐσπούδαζε, καὶ τὸν ἵππον δυσχάλινον ὄντα καὶ δυσήνιον μετὰ πολλῆς ἦγχε τῆς σφοδρότητος, ἕως ὅτε αὐτοῦ τὰ σκιρτήματα περιέκοψεν, ἕως εὐήνιον ἐποίησε, καὶ μετὰ πολλῆς τῆς ἐξουσίας ταῖς χερσὶ τοῦ ἡνιοχοῦντος αὐτὸν παρέδωκε λογισμοῦ.
|
[00934]
|
Καίτοι εἰ καὶ πάντες ἡμαρτηκότες ἦσαν, ἱκανὴν ἔδωκαν δίκην ἐπὶ τοσαύταις ἡμέραις φόβῳ δαπανώμενοι, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι προσδοκῶντες τὴν ἡμέραν, ἐλαυνόμενοι, φυγαδευόμενοι, τῶν καταδίκων ἐλεεινότερον ζῶντες, τὸ αἷμα ἐν ταῖς χερσὶ βαστάζοντες, καὶ οὐ θαῤῥοῦντες αὐτῶν τῇ ζωῇ.
|
[02033]
|
Ἐπεὶ οὖν καὶ ὑμᾶς ἐφόβησαν ἄρχοντες, καὶ ἐναγωνίους ἐποίησαν, ἡ Ἐκκλησία, ἡ κοινὴ πάντων ἡμῶν μήτηρ, τοὺς κόλπους ἁπλώσασα, καὶ ὑπτίαις ὑποδεξαμένη χερσὶ, καθ' ἑκάστην παρακαλεῖ τὴν ἡμέραν, λέγουσα, ὅτι χρήσιμος καὶ ὁ τῶν ἀρχόντων φόβος ἐστὶ, καὶ ὅτι χρησίμη καὶ ἡ ἐντεῦθεν παράκλησις.
|
[03392]
|
Εἰ γὰρ πορφυρίδα τις βασιλικὴν οὐκ ἂν ἀνάσχοιτο χερσὶ δέξασθαι μεμιασμέναις, πῶς σῶμα ∆εσποτικὸν δεξόμεθα ἀκαθάρτῳ γενομένῃ γλώττῃ;
|
[03934]
|
Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς, ἀλλὰ χρηστὰς ἔχε [49.144] τὰς ἐλπίδας, ἐκεῖνο πρὸς ἑαυτὸν λογιζόμενος, ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος Μὴ τοίνυν ἀπαγορεύσωμεν μηδὲ τὴν ἐπὶ τὸ βέλτιον ἀπογνῶμεν μεταβολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλῄνην, καὶ τὸ τέλος ἁπάντων τῶν κατεχόντων ἡμᾶς θορύβων ῥίψαντες ἐπὶ τὸν Θεὸν, αὐτοὶ τῶν συνήθων ἁπτώμεθα πάλιν, καὶ τὴν εἰωθυῖαν διδασκαλίαν εἰς μέσον ἀγάγωμεν.
|
[04886]
|
οὗτοι δὲ ἐνταῦθα μείναντες, καὶ τὰ αὐτὰ τοῖς μοναχοῖς ἐπιδειξάμενοι, ταῖς οἰκείαις χερσὶ τοὺς δικάζοντας κατέχοντες οὐκ ἐπέτρεπον εἰσελθεῖν, πρὶν ἢ περὶ τοῦ τέλους ὑποσχέσθαι τῆς δίκης·
|
[05808]
|
Μὴ τολμᾷς ἀνίπτοις χερσὶ τῆς ἱερᾶς ἅψασθαι θυσίας, κἂν πολλὴ ἀνάγκη ἐπικέηται;
|
000-00-00 Serial Number=0552989602
[00184]
|
Ἡ τοίνυν οὕτω γενναίως ἐνεγκοῦσα τὰ ἐν χερσὶ καὶ ταῦτα ἄπειρος οὖσα, πολλῷ μᾶλλον τὰ ἐπερχόμενα, εἴποτε, ὃ μὴ γένοιτο, συμβῇ τι τῶν ἀβουλήτων ἡμῖν, οἴσεις εὐκόλως.
|
000-00-00 Serial Number=0368478119
[00358]
|
Μάλιστα μὲν ἔδειξε διὰ τῶν ἔργων, τότε μὲν βαρβαρικαῖς χερσὶ παραδοὺς, ὕστερον δὲ εἰς τέλος καθελών·
|
000-00-00 Serial Number=0379715204
[00254]
|
δέδοικα μὴ τῇ πατρίδι σπουδάζων αὐτοὺς ἀποδοῦναι, ἀντὶ ταύτης ταῖς τῶν πονηρῶν δαιμόνων χερσὶ παραδῶ, καὶ βουλόμενος ἀπαλλάξαι ἐρημίας καὶ φυγῆς, φιλοσοφίας καὶ ἡσυχίας παρασκευάσω πάσης ἐκπεσεῖν.
|
[00407]
|
ἀπὸ γὰρ τῶν ἐν χερσὶ τέως ποιησόμεθα τὴν ἀπόδειξιν.
|
[00939]
|
τοῦτο γοῦν ἡμᾶς δυσωπῆσαι ἱκανὸν, τὸ πάντα τὰ ἐκείνου ἐν ταῖς ἡμετέραις κεῖσθαι χερσὶ, καὶ οὐκ ἂν ἀνασχοίμεθα προδοῦναι ταχέως τὸν οὕτως ἐμπιστευθέντα ἡμῖν·
|
[01581]
|
εἰ δὲ ἐκεῖνον ἀφεὶς ἀγωνίζεσθαι καὶ τύπτειν, ἐμοὶ νομοθετεῖς ἡσυχάζειν, μᾶλλον δὲ καὶ ὑποκατακλίνεσθαι ἑκόντα, τί ταύτης τῆς ἐπηρείας χεῖρον γένοιτ' ἂν, τοῦ πολεμίου μαινομένου, τὸν πολεμούμενον ἀφοπλίζειν, καὶ οὕτω ταῖς ἐκείνου χερσὶ παραδιδόναι;
|
000-00-00 Serial Number=0660396039
[01187]
|
Πόθεν γάρ, εἰπέ μοι, ἄλλοθεν τούτοις ἡ τοσαύτη τῆς ἀρετῆς φιλοσοφία καὶ τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ τὰ ἄδηλα καὶ ἀφανῆ καὶ τὰ ἐν ἐλπίσι τῶν φαινομένων καὶ ἐν χερσὶ ὄντων προτιθέναι;
|
000-00-00 Serial Number=0812677264
[02257]
|
[9,30a] ἐὰν γὰρ ἀπολούσωμαι χιόνι [30b] καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, [9,31a] ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας, [31b] ἐβδελύξατο δέ με ἡ στολή μου.
|
000-00-00 Serial Number=0560362399
[00309]
|
Τὸ ξίφος ἐν χερσὶ, καὶ οὐκ ἐνάρκησεν ἡ δεξιά.
|
000-00-00 Serial Number=0141220570
[00212]
|
Ἀμείβεται τὸν Θεὸν ἤδη, μηδὲν ἐν χερσὶ κατέχουσα.
|
[01050]
|
Καὶ γὰρ τοῦ τὴν οὐσίαν κατεδηδοκότος υἱοῦ, καὶ πρὸς τὴν πατρικὴν οἰκίαν ἐπανελθόντος ἀνεμνήσαμεν, καὶ τὴν ταλαιπωρίαν ἅπασαν, καὶ τὸν λιμὸν, καὶ τὴν αἰσχύνην, καὶ τὰ ὀνείδη καὶ τὰ ἄλλα, ὅσα ἐπὶ τῆς ἀλλοτρίας ὑπέμεινε, προσεθήκαμεν, τῷ παραδείγματι τούτῳ σωφρονεστέρους ποιῆσαι βουλόμενοι καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστοργίαν περὶ αὐτοὺς ἐπεδειξάμεθα, οὐκ ἀπαιτήσαντες αὐτοὺς τῆς ῥᾳθυμίας εὐθύνας, ἀλλ' ὑπτίαις τούτους δεξάμενοι ταῖς χερσὶ, καὶ συγγνώμην δόντες ὑπὲρ τῶν πεπλημμελημένων, καὶ τὴν οἰκίαν ἀνοίξαντες, καὶ τὴν τράπεζαν παραθέντες, καὶ στολὴν αὐτοὺς περιβαλόντες τὴν ἀπὸ τῆς διδασκαλίας, καὶ τὴν ἄλλην ἅπασαν παρασχόντες αὐτοῖς θεραπείαν.
|
000-00-00 Serial Number=0614405334
[00452]
|
Τῶν δὲ σὺν αὐτῷ τότε ὄντων ὁ μὲν θεῖος ὁ πρὸς πατρὸς νεανικώτερον τῇ καθ' ἡμῶν μανίᾳ χρησάμενος καὶ τῶν ἱερῶν σκευῶν ταῖς μιαραῖς τολμήσας ἄψασθαι χερσὶ καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς ἀλλὰ περαιτέρω τῇ ὕβρει προελθών περιστρέψας γὰρ αὐτὰ καὶ θεὶς ἐπὶ τοῦ ἐδάφους ἁπλῶς οὕτως ἐκάθισεν ἐπ' αὐτῶν παραχρῆμα ταύτης τῆς παρανόμου καθέδρας τὴν δίκην ἔδωκε.
|
000-00-00 Serial Number=0485073209
[00032]
|
Ὁμοῦ τε γὰρ ἐξεπήδα τῆς γλώττης τῆς ἡμετέρας, καὶ πάντες ὑπτίαις αὐτὸν ὑπεδέχοντο χερσὶ, καίτοι γε δυσκολίαν πολλὴν ἔχοντα·
|
000-00-00 Serial Number=0189903080
[01200]
|
Ὅτε δὲ καὶ τὸν υἱὸν ἔλαβεν, οὐ τὰ πάντων ἀνήκεστα ὑπέμεινε, τὸν αὐτῷ ποθεινὸν καὶ ἐπέραστον ταῖς αὑτοῦ σφάξαι χερσὶ κελευόμενος;
|
[01910]
|
κοινὸς τάφος ἁπάντων ἡ πόλις ἐγίνετο, τάφος ἐσχεδιασμένος, οὐκ ἐν χερσὶ τεχνιτῶν, ἀλλὰ τῇ συμφορᾷ κατεσκευασμένος.
|
[02597]
|
τινὲς δὲ τῶν ἐνταῦθα συντρεχόντων τὴν μετὰ πολλοῦ πόνου αὐξηθεῖσαν οἰκοδομὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μονονουχὶ ταῖς οἰκείαις χερσὶ διὰ τῆς ἀφάτου ταύτης ῥᾳθυμίας εἰς ἔδαφος κατάγουσιν, ἡμῖν μὲν πολλὴν τὴν ἀθυμίαν ἐντεῦθεν τίκτοντες, ἑαυτοῖς δὲ μέγιστον τὸν ὄλεθρον καὶ τὴν ζημίαν ἀφόρητον.
|
000-00-00 Serial Number=0562412977
[00004]
|
Φέρε τοίνυν, ἀγαπητοὶ, ἐπειδήπερ ἐν τῷ σκάμματι τῆς διδασκαλίας ἑστήκαμεν, τοῖς τοῦ προλαβόντος διδάγμασιν ἐξακολουθήσαντες, τὰ ἀρτίως εἰρημένα ἐν χερσὶ λαβόντες, πᾶσιν ὑμῖν τὰς παρ' ἡμῶν ὀφειλομένας ψεκάδας
|
000-00-00 Serial Number=0671384752
[00098]
|
Καὶ ὅτι τοῦτο ἐδεδοίκει, τὸν ἔσχατον μονονουχὶ ταῖς χερσὶ λαβοῦσα, οὕτως εἰς τὸν λέβητα ἐνῆκεν, ἀντὶ χειρῶν τῇ τῶν λόγων πρὸς αὐτὸν χρησαμένη παρακλήσει καὶ συμβουλῇ.
|
[00206]
|
Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ καθάπερ χερσὶ τῇ παρακλήσει τῶν λόγων ἐπάρασα ἐνέβαλεν εἰς τὸν λέβητα τὸν υἱὸν, δοξάζουσα τὸν Θεὸν, ὅτι ὅλον αὐτῆς τὸν καρπὸν τῆς γαστρὸς ἐδέξατο, καὶ οὐδένα ἀπεδοκίμασεν, ἀλλ' ὁλόκληρον τὸ δένδρον ἐτρύγησεν·
|
000-00-00 Serial Number=0602465034
[00068]
|
Καθάπερ γὰρ ἄνθρωπός τις φιλότιμος καὶ μεγαλόδωρος ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσὶ, λαμπρὰν περιβάλοι στολὴν, καὶ πρὸς τιμὴν ἀγάγοι τὴν ἀνωτάτω·
|
[00100]
|
Καὶ καθάπερ τὰ ὀλισθηρὰ τῶν σωμάτων μυρίαις κατεχόμενα χερσὶ, διαφεύγει τὰς λαβὰς ἡμῶν καὶ διολισθαίνει ῥᾳδίως·
|
000-00-00 Serial Number=0222737372
[00170]
|
εὐθέως τότε ἡ φιλαργυρία μαραίνεται, καὶ ὁ πάντα κάματον ὑπομείνας, ἵνα συνάξῃ τὰ χρήματα, ἐκβολὰς ποιεῖται ταῖς ἰδίαις χερσὶ πάντων ὧν ἔχει, καὶ χαρίζεται τὸν πλοῦτον τῇ θαλάσσῃ.
|
000-00-00 Serial Number=0558880806
[00169]
|
εὐθέως τότε ἡ φιλαργυρία μαραίνεται, καὶ ὁ πάντα κάματον ὑπομείνας, ἵνα συνάξῃ τὰ χρήματα, ἐκβολὰς ποιεῖται ταῖς ἰδίαις χερσὶ πάντων ὧν ἔχει, καὶ χαρίζεται τὸν πλοῦτον τῇ θαλάσσῃ.
|
000-00-00 Serial Number=0647069156
[00334]
|
πλὴν τέως τὸ ἐν χερσὶ διελέγξωμεν.
|
000-00-00 Serial Number=0030148149
[00055]
|
τὸν μὲν ἐν χερσὶ, τὸν δὲ ἐν ἐλπίσι·
|
000-00-00 Serial Number=0125479043
[00014]
|
Μετὰ τοὺς πολλοὺς ἐκείνους πολλάκις πόνους τε καὶ ἱδρῶτας ὁ γηπόνος ἐνίοτε ἐν αὐτῷ τῷ τὴν δρεπάνην ἀκονᾷν, καὶ πρὸς τὸν ἄμητον παρασκευάζεσθαι, ἐρυσίβης κατενεχθείσης, ἢ πλήθους ἀκρίδων, ἢ πέρα τοῦ μέτρου τῆς ἐπομβρίας γενομένης, ἢ ἑτέρας τινὸς πληγῆς ἐπενεχθείσης ἐκ τῆς τῶν ἀέρων ἀνωμαλίας, ἀπῆλθε κεναῖς οἴκαδε χερσὶ, τὸν μὲν πόνον ἅπαντα ὑπομείνας, τοῦ δὲ καρποῦ τῆς ἐλπίδος ἐκπεσών.
|
000-00-00 Serial Number=0543282747
[00497]
|
Ὥσπερ οὖν ὁ πηλὸς ἕπεται ταῖς χερσὶ τοῦ κεραμέως, ᾗπερ ἂν ἐκεῖνος ἕλκῃ καὶ περιάγῃ, οὕτω καὶ σὺ κατὰ τὸν πηλὸν ἄφωνος ἔσο, ὅταν ὁ Θεὸς οἰκονομεῖν τι βούληται.
|
[00945]
|
«Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην».
|
[00949]
|
«Ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην» καὶ ἀπὸ τῆς πρὸς τὸν Μωϋσέα γενομένης ἀποφάσεως.
|
000-00-00 Serial Number=0865982473
[00555]
|
Οὐδὲ γάρ, ἂν ἴδῃς τινὰ πόλεις κατασκευάζοντα, καὶ τάφρους περιελαύνοντα, καὶ μηχανήματα προσάγοντα τείχεσι, καὶ ὅπλα χαλκεύοντα, καὶ στρατιώτας καταλέγοντα, καὶ χρήματα ἔχοντα ἄπειρα, καὶ μὴ δυνάμενον πόλιν μίαν ἑλεῖν, ἄλλον δὲ γυμνῷ σώματι προσβαλόντα, καὶ χερσὶ μόναις χρώμενον, οὐχὶ μίαν καὶ δευτέραν καὶ εἴκοσι πόλεις, ἀλλὰ μυρίας κατὰ τὴν οἰκουμένην ἐπιτρέχοντα, καὶ αὐτάνδρους λαμβάνοντα, ἀνθρωπίνης ἂν εἴποις εἶναι τοῦτο δυνάμεως.
|
[00680]
|
Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.
|
000-00-00 Serial Number=0107050776
[00045]
|
Περιτυγχάνοντα γὰρ ἀνδραποδιστῶν ἢ λωποδυτῶν χερσὶ, θάνατον πολλάκις τὴν τιμωρίαν τῆς ῥᾳθυμίας ἔδωκαν.
|
000-00-00 Serial Number=0943843424
[00007]
|
Αἱ μὲν γὰρ ὑπὸ τοῦ πολλοῦ χρόνου λήθῃ παραδοῦσαι τὰ πρότερα καὶ τὰ ἐν χερσὶ μνημονεύουσαι μόνον, ἔρχονται μὲν ἐπὶ τὸν γάμον ὡς ἐπὶ λύσιν τῶν τῆς χηρείας κακῶν, εὑρίσκουσι δὲ ἕτερα πολλῷ χαλεπώτερα ἐν αὐτῷ, ὡς πάλιν τὰς αὐτὰς ἀφιέναι φωνὰς ἅσπερ καὶ πρότερον.
|
000-00-00 Serial Number=0190972805
[00447]
|
Ὁ μετὰ τοῦ Πατρὸς ἄνω καθήμενος κατὰ τὴν ὥραν ἐκείνην ταῖς ἁπάντων κατέχεται χερσὶ καὶ δίδωσιν αὐτὸν τοῖς βουλομένοις περιπτύξασθαι καὶ περιλαβεῖν, ποιοῦσι δὲ τοῦτο πάντες διὰ τῶν ὀφθαλμῶν τότε.
|
000-00-00 Serial Number=0864562690
[00488]
|
Ἐπειδὴ γὰρ ᾔδει τῶν ἀνθρώπων τὸ γένος οὐχ ὁμοίως τὰ ἐν χερσὶ θαυμάζοντας ἀγαθὰ, οὐδὲ κατ' ἀξίαν τιμῶντας ἐκεῖνα, ἅπερ ἂν ἡδέα καὶ μεγάλα καταφανῇ, ἂν μὴ καὶ τῶν ἐναντίων ἡ εἴσοδος παρεισέλθῃ·
|
000-00-00 Serial Number=0536358953
[00109]
|
ῥῖψον σὺ χρήματα νῦν ἐν ταῖς χερσὶ τῶν πενήτων·
|
[00113]
|
Μὴ τὰ παρόντα ὅρα τὰ ἐπαχθῆ, ἀλλὰ τὰ μέλλοντα χρηστὰ, μὴ τὰ ἐν χερσὶ δεινὰ, ἀλλὰ τὰ ἐν ἐλπίσιν ἀγαθὰ, μὴ τὰ παθήματα, ἀλλὰ τὰ βραβεῖα, μὴ τοὺς πόνους, ἀλλὰ τοὺς στεφάνους, μὴ τοὺς ἱδρῶτας, ἀλλὰ τὰς ἀμοιβὰς, μὴ τὰς ἀλγηδόνας, ἀλλὰ τὰς ἀντιδόσεις, μὴ τὸ καιόμενον [50.711] πῦρ, ἀλλὰ τὴν προκειμένην βασιλείαν, μὴ τοὺς περιεστῶτας δημίους, ἀλλὰ τὸν στεφανοῦντα Χριστόν.
|
000-00-00 Serial Number=0630772412
[01067]
|
Οὐ τὸ πᾶν Ἑβραίων γένος τελεσθῆναι τῷ Βεελφεγὼρ καὶ ταῖς συγγενικαῖς κατακοπῆναι χερσὶ παρεσκεύασε;
|
000-00-00 Serial Number=0455625296
[00031]
|
Ὁ τὸν ἄνθρωπον ἰδίαις χερσὶ πλάσας καὶ κατάρχειν τούτων ἁπάντων προστάξας, ἐλ.
|
000-00-00 Serial Number=0344286859
[00139]
|
καὶ τῶν μὲν ἐν χερσὶ πάντων ἀφίστησι, μόνῳ δὲ τῷ ποθουμένῳ προσδεσμεῖ τὴν τοῦ φιλοῦντος ψυχήν.
|
[00571]
|
Τὸ γὰρ μὲν ἀνίπτοις χερσὶ προσεύχεσθαι οὐ τοσοῦτον ἄτοπον·
|
[05561]
|
Κατέπεσον τὰ τείχη, καὶ ἐν χερσὶ τῶν πολιορκούντων τὰ τῆς πόλεως ἐγένετο.
|
[05787]
|
Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν οἱ ἱεροὶ νόμοι ταῖς [63.742] τούτου χερσὶ φέροντες ὑπέταξαν·
|
[07834]
|
ὁ τὸν υἱὸν τὸν αὑτοῦ, τὸν γνήσιον, τὸν μονογενῆ, τὸν παρ' ἐλπίδα τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ τῷ γήρᾳ, τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος·
|
[09089]
|
Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.
|
000-00-00 Serial Number=0526141524
[00021]
|
Οὐ γάρ ἐστιν ἴσον ἐν βραχείᾳ καιροῦ ῥοπῇ κεφαλὴν ἀποθέσθαι, καὶ τοσαύταις ἐπὶ τοσούτῳ χρόνῳ παλαίειν ὀδύναις, φόβοις, ἀπειλαῖς, δεσμωτηρίοις, ἀπαγωγαῖς, δικαστηρίοις, δημίων χερσὶ, συκοφαντῶν ἀναισχύντοις γλώτταις, ὀνείδεσι, λοιδορίαις, σκώμμασι.
|
[00037]
|
Εἰ γὰρ καὶ πολλῷ διωκίσμεθα ὑμῶν τῷ μήκει τῆς ὁδοῦ, καὶ ἐπὶ πολὺν ἐχωρίσθημεν ὑμῶν χρόνον, ἀλλ' ὡς παρόντες καὶ συνόντες ὑμῖν, οὕτως ὑμᾶς περιπτυσσόμεθα, οὕτως ὑμῶν ἑκάστου τὴν φίλην καταφιλοῦμεν κεφαλὴν, ὑπτίαις χερσὶ τοὺς στεφανίτας δεχόμενοι, καὶ μέγιστον καὶ ἐντεῦθεν προσδοκῶντες ἡμῖν ἔσεσθαι κέρδος ἀπὸ τῆς πολλῆς περὶ ἡμᾶς ἀγάπης.
|
000-00-00 Serial Number=0624559462
[01370]
|
Ἀνδρόνικος γοῦν, καθώς φησι, καὶ ταῖς ἐκείνων περιέπεσε χερσὶ καὶ ἀποδυθεὶς οὕτω διεσώθη.
|
000-00-00 Serial Number=0834859848
[02010]
|
Βέλτιον οὕτως ἀναιρεῖσθαι τοὺς υἱοὺς, ἢ χερσὶ πατρικαῖς.
|
000-00-00 Serial Number=0374796093
[01324]
|
«Ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή μου.
|
000-00-00 Serial Number=0179975152
[01359]
|
Οὐ χερσὶ γὰρ μόνον, ἀλλὰ καὶ σοφίᾳ τὸ πλέον ἀνύεται.
|
000-00-00 Serial Number=0676974595
[05913]
|
Τέως δὲ οὐ μόνον ἐκεῖνος οὐ πιστεύει, ἀλλὰ καὶ μυρίαις αὐτὸν χερσὶ βάλλει τῶν φονέων·
|
[09999]
|
Ὥς τινος δυσθηράτου καὶ δυσχειρώτου ταῖς ἐκείνων ἐμπεσόντος χερσὶ, Βοηθεῖτε, λέγουσι.
|
000-00-00 Serial Number=0885866404
[00022]
|
χερσὶ περιφερόμενον, καὶ φέροντα τὴν φέρουσαν·
|
000-00-00 Serial Number=0847020566
[00437]
|
νεύμασι σατανικοῖς τοξεύουσαι τῶν ἀκολάστων τὰς ὄψεις, χρυσίον ἐπὶ τὸ στῆθος φέρουσαι, καὶ δακτυλίους ἐν ταῖς ἑαυτῶν χερσὶ περιβεβλημέναι, καὶ ἐν ταῖς ἀκοαῖς αὐτῶν ἐκ μαργάρων καὶ ὑακίνθων τὴν τῆς εἰκόνος μορφὴν ἀλλοιοῦσαι, καὶ τοῦ προσώπου τὸ φυσικὸν κάλλος ψευδόμεναι, διὰ ψιμμιθίου καὶ ἑτέρου ἐρυθροῦ τὰς παρειὰς ἐπιχρώσασαι, καὶ τῷ τραχήλῳ στίλβουσαι, καθάπερ ἄψυχος στήλη, ὥραν καθ' ὥραν καὶ ἡμέρας ἐξ ἡμέρας τὰς τρίχας περιπλέκουσαι, καὶ μέχρι τοῦ μετώπου διαστίλβουσαι, καὶ τὰς ὀφρύας ἐν μέλανι χρίουσαι, ἴδια κακοήθους πράξεως.
|
000-00-00 Serial Number=0137569308
[01518]
|
ταύτην ὁρῶμεν ἐν ταῖς ἡμετέραις χερσὶ κειμένην, ἐκείνην ὁρῶμεν καὶ ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ φυλαττομένην.
|
[01586]
|
Ταῦτα ἐκερδάναμεν ἀπὸ τοῦ Ἀβραὰμ ὀνόματος, μαθόντες διὰ τί περάτης ἐλέχθη, καὶ ὅτι τὴν οἰκείαν ἀφεὶς γῆν, πρὸς τὴν ἀλλοτρίαν μετέστη, καὶ τὰ δῆλα παραδραμὼν, πρὸς τὰ ἄδηλα ἔβλεπε, τὰ ἐν χερσὶ ῥίψας, ἐκεχήνει πρὸς τὰ ἐν ἐλπίσι, καὶ αἰσθητὰ λαβὼν, πρὸς τὰ νοητὰ ἀνετείνατο, καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὸ τοῦ νόμου, πρὸ τῆς ἀπὸ τῶν προφητῶν διδασκαλίας.
|
000-00-00 Serial Number=0931389391
[01893]
|
Ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.
|
000-00-00 Serial Number=0991030216
[02482]
|
Ἐγὼ ὁράσεις, φησὶν, ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην·
|
[03003]
|
Εἰ γοῦν θαυματουργοῦντα ὁρῶντες, καὶ ἁπτόμενον ταῖς οἰκείαις χερσὶ τῶν νενοσηκότων καὶ τῶν τεθνηκότων, καὶ οὕτως αὐτοὺς πρὸς ζωὴν ἐπανάγοντα καὶ ὑγείαν, τοσοῦτον ἐμέθυον ὑπὸ τῆς βασκανίας, ὥστε ἐναντία τοῖς ὁρωμένοις ἀποφαίνεσθαι·
|
000-00-00 Serial Number=0176304519
[00013]
|
καίτοι τὸ μὲν σῶμα ἐν τῇ βασιλίδι κεῖται Ῥώμῃ, ἡ δὲ ψυχὴ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ·
|
000-00-00 Serial Number=0465391278
[00105]
|
Ὁ μετὰ παῤῥησίας ταῖς χερσὶ τοῦ ∆εσπότου τὴν ψυχὴν παραδοὺς, ὁ δουλεύσας τῷ Κυρίῳ ἀπερισπάστως, καὶ τῇ νυμφευθείσῃ αὐτῷ Ἐκκλησίᾳ μετὰ πάσης προθυμίας, ὁ φιλοδέσποτος καὶ εὐδούλευτος τῷ Κυρίῳ, ὁ ζέων τῷ Πνεύματι, ὁ πιστικὸς τοῦ ∆εσπότου τῶν ὅλων ἀπόστολος.
|
000-00-00 Serial Number=0250901997
[00777]
|
Λόγῳ γὰρ ἅπαντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀν θρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος (ἀσώματος γὰρ καὶ ἀσχημάτιστος·
|
[01124]
|
Εἰ δὲ με ρίζει τις ἑαυτὸν πρὸς ἡδονὰς καὶ πάθη σωματικὰ, οὐ δαμῶς τὴν ψυχὴν αὐτοῦ τίθησιν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ.
|
[01127]
|
καὶ κατὰ τὰς ἑσπερινὰς αἰνέσεις τῇ κραιπάλῃ καὶ τῇ μέθῃ προσκείμεθα καὶ οἱονεὶ προσπηγνύμεθα, οὐ παρα τεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ.
|
[01128]
|
Ἐὰν ἐν τῷ καιρῷ τῆς θείας ἀναγνώσεως, καὶ μάλιστα ἐν ταῖς τῆς ἁγίας κυριακῆς ἡμέραις, ἀφιῶμεν τὴν ἐκκλησίαν, καὶ ἐμπεριάγωμεν συμβολοκοποῦντες καὶ ἐμπορευόμενοι, καὶ ἐν ταῖς ὁδοῖς καὶ πλατείαις διατρίβωμεν, οὐκ ἀνατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς [55.697] χερσὶ τοῦ Θεοῦ.
|
[01129]
|
Ἐὰν παριστάμενοι ἐν τῇ θείᾳ λειτουρ γίᾳ ἀφιῶμεν καὶ τὴν προσευχὴν καὶ τὴν αἴνεσιν, καὶ πρὸς ἀλλήλους ὁμιλῶμεν περὶ κοσμικῶν πραγμάτων καὶ φροντίδων, οὐ παρατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ.
|
000-00-00 Serial Number=0373556852
[00208]
|
Εἰσ επήδησε γὰρ, ξίφος ἔχων ἐν ταῖς χερσὶ καὶ λαμπάδα·
|
000-00-00 Serial Number=0255531251
[00051]
|
Ὁρᾷ τὸν ποιμένα γεννηθέντα ὁ λύκος, καὶ τοῦτον κρυπτόμενον ἐν φάτνῃ, καὶ τὴν ἰσχυρὰν βακτηρίαν τοῦ Πνεύματος ἐν ταῖς χερσὶ κατέχοντα, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν·
|
000-00-00 Serial Number=0797291160
[00023]
|
∆ιότι θάμβος κατεῖχε πᾶσαν ἔμψυχον κτίσιν, Χριστὸν βλέπουσαν ἰκρίῳ πεπαρμένον, τὸν ποιητήν τε καὶ μέδοντα τῶν ὅλων, λόγχῃ νυγέντα πλευρὰν ἡγιασμένην, ὕδωρ τε καὶ αἷμα ῥέουσαν ἐκ πηγῆς ἀεννάου, ἀκάνθινον φοροῦντα τὸ πλακὲν στέφος, ὄξος πιόντα καὶ χολὴν μεμιγμένην, κλῆρον λαχόντας χερσὶ ταῖς μιαιφόνοις, ὑπηρέτας σκότους τε καὶ γνόφου φίλους ὅπως ἕκαστος τὴν προσήκουσαν λάβοι μοῖραν.
|
[00036]
|
Ὃν γὰρ ἐνόμιζον κρατεῖν ἐν χερσὶ, νῦν κρατοῦμαι ὑπ' αὐτοῦ·
|
[00203]
|
ἡ δὲ φάλαγξ τῶν δαιμόνων κάρας γόνασι θέμενοι, τὰς ἐν χερσὶ τῶν προφητῶν κιννύρας καὶ φόρμιγγας, καὶ τυμπάνων ᾠδὰς ἐνηχοῦντο, ᾄδουσας τὸν νικηφόρον.
|
000-00-00 Serial Number=0796462119
[00132]
|
καὶ οὕτως ἐθαύμασε τὸ δῶρον ὁ Πατὴρ, καὶ διὰ τὴν ἀξίαν τοῦ προσενέγκαντος, καὶ διὰ τὸ ἄμωμον τοῦ προσενεχθέντος, ὡς οἰκείαις αὐτὸ δέξασθαι χερσὶ, καὶ θεῖναι πλησίον τὸ δῶρον, καὶ εἰπεῖν·
|
000-00-00 Serial Number=0363097191
[00067]
|
Κατὰ μὲν τὸν νοῦν τοῦ συγγραφέως, διὰ τὰς τῶν ἀζύμων ἡμέρας, ἐν αἷς καθαίροντες ἑαυτοὺς Ἰουδαῖοι καὶ παντὸς ἀτόπου χωριζόμενοι πράγματος, τὴν τοῦ Πάσχα διήνυον ἑορτὴν, ἀθώοις χερσὶ, τῆς νομικῆς ἐφαπτόμενοι θυ σίας.
|
000-00-00 Serial Number=0658248127
[00251]
|
ἀλλ' ὥσπερ ῥίζα ἐν λιπαρῷ φυτευθεῖσα χωρίῳ, καθ' ἕκαστον ἐνιαυτὸν ὡρίμους φέρει τοὺς καρποὺς, οὕτω καὶ ἀργύριον ἐν ταῖς τῶν πενήτων χερσὶ φυτευθὲν, οὐ καθ' ἕκαστον ἐνιαυτὸν μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πνευματικοὺς ἡμῖν φέρει τοὺς καρποὺς, παῤῥησίαν πρὸς τὸν Θεὸν, ἁμαρτημάτων συγχώρησιν, ἀγγέλων ἐγγύτητα, συνειδὸς ἀγαθὸν, εὐφροσύνην πνευματικῆς ἀγαλλιάσεως, ἐλπίδα ἀκαταίσχυντον, τὰ θαυμαζόμενα ἀγαθὰ, ἅπερ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐν θερμῇ καὶ ζεούσῃ ψυχῇ ἐκζητοῦσι τὸ ἔλεος τῆς ἐπιφανείας αὐτοῦ·
|
000-00-00 Serial Number=0725126863
[01236]
|
οἰκουρεῖ, καὶ τῶν κατὰ τὴν οἰκίαν πάντων φροντίζει, ταῖς θεραπαινίσιν ἐφέστηκεν, ἀμφιέννυσι ταῖς αὐτῆς χερσὶ, πατέρα σε ποιεῖ παίδων καλεῖσθαι, χαμαιτυπείων ἀπαλλάττει, πρὸς σωφροσύνην βοηθεῖ, τὸν οἶστρον τῆς φύσεως παύει.
|
000-00-00 Serial Number=0854996026
[01565]
|
Ἐν συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς τοῦ νίπτεσθαι καὶ εὔχεσθαι, καὶ οὐκ ἔνι μὴ νιψάμενον τοῦτο ποιῆσαι, ἀλλ' ἡδέως οὐκ εὐχόμεθα, εἰ ἀνίπτοις χερσὶ τοῦτο ποιοῦμεν, ὡς προσκρούειν μέλλοντες Θεῷ, καὶ ὑπὸ συνειδὸς πονηρὸν ὄντες.
|
000-00-00 Serial Number=0911372423
[01757]
|
Καὶ γὰρ ὁ μυρίαις βαλὼν χερσὶ τὸν Στέφανον, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς Ἐκκλησίας προστάτης ἐγένετο.
|
[03628]
|
πῶς γὰρ αὐτὸ προσάγει ταῖς χερσὶ τοῦ ἱερέως, εἰπέ μοι;
|
[04558]
|
Οὐδὲ γὰρ οὗτοι παραχρῆμα βούλονται τοὺς τόκους ἀπολαβεῖν, ἀλλὰ πλείονα ἐπιθυμοῦσι χρόνον μεῖναι παρὰ ταῖς τοῦ δανεισαμένου χερσὶ τὸ κεφάλαιον, μόνον ἐὰν ἀσφαλὴς ἡ ἀπόδοσις ᾖ, καὶ μὴ ὑποπτεύωσι τὸν εἰληφότα.
|
[06910]
|
Ὅμως δὲ καὶ οὕτως εὗρεν ὅπως πλείοσιν αὐτὸν βάλῃ χερσὶ, ταῖς τῶν ψευδομαρτύρων, ὧν τὰ ἱμάτια ἐτήρει·
|
[09999]
|
Καὶ εἰ βούλει μαθεῖν αὐτῆς τὴν δύναμιν, ἄγε μοι ἄνδρα δειλὸν καὶ ψοφοδεῆ καὶ τὰς σκιὰς τρέμοντα, καὶ ὀργίλον καὶ τραχὺν καὶ θη-ρίον μᾶλλον ἢ ἄνθρωπον, καὶ λάγνον καὶ ἀσελγῆ, καὶ πᾶσαν ἔχοντα κακίαν, καὶ παράδος αὐτὸν ταῖς τῆς ἀγάπης χερσὶ, καὶ εἰς τὸ γυμνάσιον εἰσάγαγε τοῦτο, καὶ ὄψει ταχέως τὸν δειλὸν ἐκεῖνον καὶ ἄτολμον, ἀν-δρεῖον καὶ μεγαλόψυχον γινόμενον καὶ πάντα τολ-μῶντα ῥᾳδίως.
|
000-00-00 Serial Number=0091791570
[00356]
|
Ἄλλως δὲ καὶ ἀναμένειν εἶπε τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, δηλῶν ὅτι τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν μελλήσει, ὅταν ὁ Χριστὸς ἀπὸ τῶν οὐρανῶν ἔλθῃ.
|
[00576]
|
Ὅρα γοῦν πῶς καὶ ὁ Παῦλος κῆρυξ καὶ ἀπόστολος ὢν τῆς οἰκουμένης, καὶ τοιαύτην τιμὴν ἐπανῃρημένος, εἰργάζετο ταῖς χερσὶ πρὸς τὸ μὴ ἐπιβαρῆσαι τοὺς μαθητευομένους.
|
[00997]
|
πρὶν ἤ σε τὸ κῦμα τὸν πλοῦτον ἀφέληται, σὺ ταῖς σαυτοῦ χερσὶ τοῦτο ποιεῖς;
|
[01375]
|
Ὅταν πρὸς τὰ κατεπείγοντα στῇ καὶ τὰ ἐν χερσὶ, καὶ μέλλῃ πρὸς τὰ διηνεκῆ ἐμβαίνειν λοιπὸν, καὶ ἃ συνεχῶς ἀκοῦσαι χρὴ, τοῦτο προτίθησι τὸ ῥῆμα, Τὸ λοιπὸν, τουτέστιν, Ἀεὶ μὲν καὶ εἰς τὸ διηνεκὲς ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ.
|
000-00-00 Serial Number=0439389110
[01117]
|
Καθάπερ οὖν ἐπὶ τῶν βασιλέων, τοὺς μὲν πολεμίους καὶ οἰκείαις σφάττουσι χερσὶ, τοὺς δὲ ὑφ' ἑαυτοὺς τοῖς δημίοις παραδιδόασιν, οὕτω καὶ ἐνταῦθα.
|
[03159]
|
οἰκείαις χερσὶ δός·
|
000-00-00 Serial Number=0917531550
[00465]
|
τί γὰρ, εἰπέ μοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας ἀγρυπνοῦντα περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν ἔχειν ἐν χερσὶ, καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέμειν, καὶ τεθνηκέναι τῷ δέει, ἢ πόνοις προσέχειν καθημερινοῖς, καὶ ἀσφαλείας ἀπολαύειν μετὰ ἀδείας;
|
[00786]
|
καὶ πῶς παραστήσῃ τῷ βήματι τοῦ Χριστοῦ, μιαραῖς χερσὶ καὶ χείλεσι κατατολμῶν αὐτοῦ τοῦ σώματος;
|
[02265]
|
οὐ πολλῷ θαυμασιώτερον ἦν, φησὶν, ἐξαχθέντα καὶ παραδοθέντα ταῖς τοῦ βασιλέως χερσὶ, τότε ἐκ μέσων αὐτῶν ἐξαρπασθῆναι τῶν κινδύνων, καὶ μηδὲν παθεῖν;
|
[06690]
|
Ἦσαν, φησὶν, ἐζωσμένοι, καὶ αἱ βακτηρίαι αὐτῶν ἐν ταῖς χερσὶ, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ, καὶ οὕτως ἤσθιον τὸ πάσχα.
|
[06695]
|
τὸ γὰρ ὑποδήματα ἔχειν, καὶ ῥάβδους ἐν ταῖς χερσὶ, καὶ ἑστῶτας ἐσθίειν, οὐδὲν ἕτερον ἢ τοῦτο δηλοῖ.
|
000-00-00 Serial Number=0357799053
[00111]
|
Ἐπειδὴ γὰρ καὶ Ἰουδαῖοι ἦσαν, καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἐμάνθανον, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ πόδας ἐχρῆν προσδοκᾷν, καὶ οὕτω βιῶναι, τότε δὲ τὸ ἐναντίον ἦν, τὰ μὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ μετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσὶ, καὶ πολλὰ καρτερη [63.13] σάντων αὐτῶν, εἰκὸς ἦν ὀλιγοψυχεῖν πολλοὺς, πολὺν ὑπὲρ τούτου ποιεῖται τὸν λόγον.
|
[00174]
|
Ἐγὼ γὰρ, φησὶν, ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.
|
[05762]
|
Οὐαὶ γὰρ καρδίᾳ δειλῇ, καὶ χερσὶ παρειμέναις.
|
[07107]
|
μὴ πάντα ἁπλῶς συγχέωμεν, ταῖς αὐταῖς χερσὶ καὶ ἁρπάζοντες, καὶ ἐλεοῦντες δῆθεν·
|
[08423]
|
Καὶ βασιλέα μὲν τὸν ἐπὶ γῆς ἵνα μόνον ἴδωμεν, πολλάκις ὑπὲρ τοῦ ἰδεῖν αὐτὸν καὶ τὰ ἐν χερσὶ ῥίπτομεν, καὶ ἀναγκαῖα ὄντα·
|
000-00-00 Serial Number=0100412071
[01945]
|
Τὸ τελευταῖον, ὢ τῆς μιαρίας! καὶ λέντιον λαβὼν ἔνιψε ταῖς ἀχράντοις ἐκείναις χερσὶ τοὺς μιαρούς σου πόδας, καὶ οὐδὲ τοῦτό σε κατέσχεν.
|
000-00-00 Serial Number=0619826436
[03036]
|
Ἐπειδὴ γὰρ πολλοὶ μὲν οἱ πειρασμοὶ τότε ἦσαν, ἡ δὲ βασιλεία ἐν ἐλπίσι, καὶ τὰ μὲν δεινὰ ἐν χερσὶ, τὰ δὲ χρηστὰ ἐν προσδοκίᾳ, τοῦτο δὲ τοὺς ἀσθενεστέρους ἐξέλυσε, καὶ πρὸ τῶν στεφάνων ἤδη δίδωσιν αὐτοῖς τὰ βραβεῖα, λέγων ὅτι καὶ ἐν ταῖς θλίψεσι δεῖ καυχᾶσθαι.
|
[06347]
|
καὶ καθάπερ ἐκεῖνος ἕπεται ταῖς χερσὶ τοῦ κεραμέως, οὕτω καὶ σὺ τῇ γνώμῃ τοῦ ταῦτα οἰκονομοῦντος.
|
[07189]
|
Ὁ γὰρ τοσαύτην λαβὼν προθεσμίαν, καὶ μήτε σαυτὸν μήτε ἕτερον ὠφελήσας, πῶς λοιπὸν ὑπὸ ταῖς χερσὶ τοῦ δικαστοῦ γενόμενος, δυνήσῃ ταύτης ἐπιτυχεῖν τῆς χάριτος;
|
[07231]
|
Ὁ γὰρ τοσαύτην λαβὼν προθεσμίαν, καὶ μήτε σαυτὸν μήτε ἕτερον ὠφελήσας, πῶς λοιπὸν ὑπὸ ταῖς χερσὶ τοῦ δικαστοῦ γενόμενος, δυνήσῃ ταύτης ἐπιτυχεῖν τῆς χάριτος;
|
[08287]
|
Καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας ὁρῶν ταῖς ἁγίαις χερσὶ, δυνάμενος ὁμοῦ πάντα κλονῆσαι καὶ ῥῖψαι κάτω.
|
000-00-00 Serial Number=0007323086
In illud Attendite ne eleemosynam vestram faciatis coram hom
|
Ante [Go Back]
|
[00078]
|
τότε ταῖς ἰδίαις αὐτοῦ ἀχράντοις χερσὶ προσκαλέσεται ὑμᾶς λέγων·
|
000-00-00 Serial Number=0445113897
[00461]
|
οὐ γὰρ πονηροὺς, οὐδὲ φαύλους ἀνθρώπους ἀποστρεφόμεθα μόνον, ἀλλὰ κἂν ὑγιαίνων τις ἡμῖν προσέλθῃ ἢ δι' ἐπιείκειαν, ἢ δι' ἐλευθερίαν, ἢ καὶ δι' ἀργίαν ἴσως (καὶ γὰρ καὶ τοῦτο τίθημι), πενίᾳ συζῶν, λοιδορίας, ὕβρεις, μυρία κατ' αὐτοῦ συνείροντες σκώμματα, κεναῖς αὐτὸν ἀποπέμπομεν χερσὶ, τὴν ὑγείαν ὀνειδίζοντες, τὴν ἀργίαν προσφέροντες.
|
000-00-00 Serial Number=0018399179
[00734]
|
Ταῦτα τοίνυν εἰδὼς, μὴ παραδῷς αὐτὸν οἰκέτῃ, ἀλλὰ μυρίαις αὐτὸν ποίησον κατέχεσθαι χερσὶ, ταῖς τῶν χηρῶν, ταῖς τῶν ὀρφανῶν, ταῖς τῶν τὰ σώματα λελωβημένων, ταῖς τῶν τὸ δεσμωτήριον οἰκούντων.
|
000-00-00 Serial Number=0576070189
[00194]
|
Καὶ τοῦτο περιχαρῶς ἐν ταῖς ἑαυτῶν χερσὶ περι στρέφοντες ἔλεγον·
|
000-00-00 Serial Number=0257976592
[00197]
|
Κατέπεσεν τὰ τείχη καὶ ἐν χερσὶ τῶν πολιορκούντων τὰ τῆς πόλεως ἐγένετο πάντα.
|
000-00-00 Serial Number=0584999084
[00260]
|
Ἐπειδὴ δὲ καταμελοῦμεν αὐτῶν, διὰ τοῦτο μείζοσιν αὐτοὺς περιβάλλομεν κακοῖς, καὶ ταῖς τῶν δημίων ἐκδίδομεν χερσὶ, καὶ εἰς τὰ βάραθρα συνεχῶς ὠθοῦμεν·
|
000-00-00 Serial Number=0173206508
[00111]
|
ἀλλὰ ταῖς ἀχράντοις αὐτοῦ χερσὶ περιλαβὼν κατεφίλησεν ἀπλήστως τὸν πάλαι ποτὲ ποθούμενον.
|
000-00-00 Serial Number=0638259530
[00007]
|
Ὁ μὲν γὰρ αἰσθητὸς πλοῦτος καὶ λῃστῶν ἐπιβουλαῖς πρόκειται, καὶ συκοφαντῶν στόμασι, καὶ τοιχωρύχων χερσὶ καὶ οἰκετῶν κακουργίαις, καὶ ὅταν ἅπαντα ταῦτα διαφύγῃ, τότε τοῖς κεκτημένοις μέγιστον ἐπάγει πολλάκις τὸν ὄλεθρον, βασκάνων ὀφθαλμοὺς διεγείρων, καὶ μυρίους ἐκ τούτου τίκτων χειμῶνας.
|
000-00-00 Serial Number=0741574585
[00357]
|
κρατήσωμεν καὶ ἡμεῖς πίστεως χερσὶ τὸν ἡδέως κρατούμενον, καὶ μηδέποτε καταλείπωμεν αὐτὸν, ἕως ἂν αὐτοῖς τοῖς πράγμασιν εἴπῃ καὶ πρὸς ἡμᾶς·
|
000-00-00 Serial Number=0373707056
[00063]
|
τὸν Νῶε ἐκλυδώνησα, ἀλλ' οὐ τολμῶ προσβλέψαι τῷ χερσὶ τὸν ἄνθρωπον πλάσαντι.
|
000-00-00 Serial Number=0338576734
[00096]
|
Ἀλλ' ὢ τῆς ἀνεξικακίας τῆς μόνῳ πρεπούσης αὐτῷ! ἐν οὐρανῷ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μὴ τολμῶντα προσβλέπειν τὴν ὑπερβάλλουσαν δόξαν, αὐτῶν ταῖς πτέρυξι καθάπερ χερσὶ καλύπτει τὰ πρόσωπα, καὶ ἐπὶ τῆς γῆς τῆς σαρκὸς αὐτοῦ κατεχομένης ὑπὸ χειρῶν ἀνόμων, ἠνείχετο.
|
000-00-00 Serial Number=0797666430
[00036]
|
Καὶ οὐκ ἐκ μόνων δὲ τῶν τοῦ Κυρίου ῥημάτων, ἀλλὰ καὶ ἐκ τῆς παραδόξου τῶν ὄχλων συστροφῆς καὶ ἀπαν τήσεως καὶ τῶν ἔργων ὧν ἐποίουν, οὐ μόνον κράζοντες, ἀλλὰ καὶ τοὺς κλάδους τῶν ἐλαιῶν, καὶ τὰ βαΐα τῶν φοινίκων κόπτοντες, καὶ ταῖς χερσὶ φέροντες, καὶ τὰ ἱμάτια αὐτῶν ὑποστρωννύοντες, καὶ Σωτῆρα καὶ βασι λέα καὶ Κύριον προσαγορεύοντες.
|
000-00-00 Serial Number=0546801150
[00006]
|
Ἤλειψεν αὐτὸν ἡ χάρις τοῦ Πνεύματος, ἐπαιδοτρίβησε δὲ πρὸς τὰ παλαίσματα ὁ ἀγωνοθέτης ὁ οὐράνιος, οὐ σώματι πυκτεύοντα, οὐδὲ τὰς χεῖρας εἰς ἅμιλλαν προβαλλόμενον, ἀλλὰ τὴν γλῶτταν ἀκονῶν κατὰ τῶν ταῖς χερσὶ πολεμούντων.
|
000-00-00 Serial Number=0357685566
[00279]
|
Καταλίπω τοίνυν τὰ ἐν χερσὶ, καὶ τὰ ἀόρατα μεταδιώξω;
|
000-00-00 Serial Number=0437666595
[00026]
|
[11] Βακτηρίαι δὲ ἐκείνοις ἐν χερσὶ, <πίστις καὶ> ἐλπὶς ἡ εἰς θεόν, στήριγμα ψυχῆς, οὐκ ἐῶσαι ταῖς θλίψεσιν ἔσεσθαι, καθάπερ ὁ Παῦλος εἴρηκεν, ἀλλὰ στηρίζουσαι βεβαίως εἰς τὸ μὴ σαλεύεσθαι.
|
000-00-00 Serial Number=0597320676
[00034]
|
Σχῆμα δὲ τῶν ἐσθιόντων τὸ πάσχα, ὀσφὺς ἐζωσμένη, ὑποδήματα ἐν ποσὶν, ἐν χερσὶ βακτηρίαι.
|
000-00-00 Serial Number=0107066929
[00081]
|
διὰ τί τὸ πνεῦμα παρακατατίθεται ἐν ταῖς χερσὶ τοῦ πατρός, τὸ δὲ σῶμα ἐν τῷ καινῷ μνημείῳ, τί ἦν τὸ ἐσόμενον ἐν τῷ παρα δείσῳ καὶ γινόμενον σήμερον·
|
000-00-00 Serial Number=0049202681
[01890]
|
Ἐπειδὴ γὰρ ἡ μέλλουσα ἔσεσθαι εὐπραγία ἱκανὴ φυσῆσαι τὴν ἐκεί νων διάνοιαν, οὐ μόνον ἀνορθουμένης τῆς πόλεως, ἀλλὰ καὶ χερσὶ βαρβαρικαῖς οἰκοδομουμένης, βαρβα ρικαῖς ἐκείναις ταῖς καθελούσαις αὐτήν.
|
000-00-00 Serial Number=0496171892
[00129]
|
∆ιὰ γὰρ τοῦτο ταῦτα λέγομεν ὑμῖν τὰ παραδείγματα, ἐν οἷς στρεφόμεθα, ἐν οἷς ἐσμεν, ἵνα καὶ ἐντεῦθεν ἀναχωρήσαντες καὶ οἴκοι γενόμενοι, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ὑπόμνησιν λαμβάνωμεν τῶν εἰρημένων.
|
[00298]
|
Εἰ γὰρ καὶ μὴ ταῖς χερσὶ τοῦτο ποιεῖς, τοῖς ῥήμασιν αὐτὸν τύπτεις·
|
000-00-00 Serial Number=0272634864
[00195]
|
Ὁ γὰρ παρὰ τοὺς πόδας Γαμαλιήλου καθήμενος, ὁ κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου ζῶν, ὁ ζηλωτὴς τῶν πατρικῶν παραδόσεων, ὁ τοὺς προφήτας ἀνελίττων καθ' ἑκάστην ἡμέραν, ὁ τῷ νόμῳ συντραφεὶς, οὗτος παραγενόμενον τὸν Χριστὸν, καὶ θαύματα ἐργαζόμενον, καὶ ταῦτα διαλεγόμενον, καὶ τὰ ἀπὸ Γραφῶν παρατιθέντα καὶ ἑρμηνεύοντα, οὐκ ἐδέξατο, ἀλλὰ καὶ σταυρωθέντα καὶ ἀνα [63.468] στάντα ἐδίωκε, καὶ μυρίαις χερσὶ τὸν ἐκείνου μαθητὴν ἔβαλλε, καὶ ταῖς Ἐκκλησίαις ἐπολέμει, καὶ λύκου παντὸς θηριωδέστερος ἦν·
|
000-00-00 Serial Number=0778634131
[00344]
|
Οὐχὶ βαρβαρικαῖς ἐξεδόθησαν χερσὶ καὶ λύκοις μᾶλλον ἢ ἀνθρώποις καὶ τὸ δὴ χαλεπώτατον εἰς μακρὰν οὕτω κειμένην καὶ βάρβαρον ἀποικισθέντες γῆν καὶ αἰχμαλωσίας νόμῳ χαλεπωτάτῳ οὐ διδάσκαλον εἶχον, οὐ προφήτην, οὐκ ἄρχοντα;
|
000-00-00 Serial Number=0191971779
[00109]
|
πάντα γὰρ ὅσα ἐβούλετο ὁ Μωϋσῆς, ταῦτα ἐγίνετο τὰ στοιχεῖα, καὶ ἐν ταῖς ἐκείνου χερσὶ μετεσχηματίζετο πάλιν ἡ κτίσις καὶ καθάπερ θεράπαινά τις εὐγνώμων, δεσπότου φίλον ἰδοῦσα παραγενόμενον, πάντα ἐπείθετο καὶ ὑπήκουε καθάπερ αὐτῷ τῷ δεσπότῃ.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»