Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χρεία [377]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χρεία
Cooperatorum Veritatis Societas
Ad Demetrium de compunctione i
Ante [Go Back]
000-00-00 Serial Number=0441142380
[00401]
Ποῦ γὰρ, εἰπέ μοι, σωματικῆς χρεία δυνάμεως, ὅταν συντρίψαι δέῃ καρδίαν, ὅταν εὔξασθαι νήφοντα καὶ διεγηγερμένον, ὅταν ἀναλογίσασθαι τὰ ἁμαρτήματα, ὅταν καταλῦσαι τῦφον καὶ ἀπόνοιαν, ὅταν ταπεινῶσαι λογισμόν;
Ad Stagirium a daemone vexatum
Ante [Go Back]
000-00-00 Serial Number=0726175547
[00600]
Καθάπερ οὖν ἐπὶ τῶν κακούργων τοὺς μὲν πολλοὺς ἀφίησιν ἐπιπολὺ τὸ δεσμωτήριον οἰκεῖν ὁ κριτὴς, ὡς καὶ ἐκεῖ καταλῦσαι τὸν βίον πολλάκις, ὅταν δέ τινας τῶν πολλῶν νουθετῆσαι βούληται, ἕνα που καὶ δεύτερον ἐξ ἐκείνων λαβὼν, καὶ ἐφ' ὑψηλοῦ καθίσας τοῦ βήματος, περιεστώτων ἁπάντων, οὕτως αὐτὸν κελεύει τὴν ἐπὶ θάνατον ἄγεσθαι, καὶ οὐ πάντων αὐτῷ πρὸς τὸν τῶν λοιπῶν φόβον χρεία τῶν πονηρῶν·
Ad Theodorum lapsum i
Ante [Go Back]
000-00-00 Serial Number=0927655637
[00142]
[7] Ὥστε προθυμίας ἡμῖν χρεία πανταχοῦ καὶ πολλῆς προαιρέσεως·
Ad Theodorum lapsum ii
Ante [Go Back]
000-00-00 Serial Number=0090976596
[00017]
Ἀλλὰ θάρσει, μικρᾶς σοι χρεία νήψεως καὶ οὐδὲ ἴχνος ὑπολειφθήσεται τοῦ τραύματος ἐκείνου, μᾶλλον δὲ θεοῦ χάριτι καὶ αὐτὴν τοῦ πονηροῦ συντρίψεις τὴν κεφαλήν·
Ad eos qui scandalizati sunt
Ante [Go Back]
000-00-00 Serial Number=0485230029
[00351]
[7.9] Οὐ μικρὰ δὲ καὶ ἐκ τῆς ποικιλίας ταύτης ἡδονὴ τοῖς θεαταῖς καὶ χρεία, ὥσπερ οὐδὲ τυχοῦσα ἡ ὄνησις ἡ ἀπὸ τῶν καιρῶν, ἡ ἀπὸ τῶν ὡρῶν, ἡ ἀπὸ τοῦ μέτρου, ἡ ἀπὸ τοῦ μεγέθους καὶ τῆς βραχύτητος, ἡ ἀπὸ τῆς διαφορᾶς τῆς ἀφάτου·
[00386]
Καὶ τοσαύτη αὐτῆς ἡ χρεία, τηλικαύτη ἡ ὠφέλεια ὡς καὶ τὴν ἡμέραν πολλάκις παραπόλλυσθαι τοῖς ἐν αὐτῇ σχολάζειν ἀποστερηθεῖσιν.
[00756]
Ὁρᾷς ὅτι πανταχοῦ ψυχῆς χρεία εὐγνώμονος;
Ad illuminandos catecheses
Ante [Go Back]
000-00-00 Serial Number=0087320805
[00349]
μᾶλλον δὲ οὐδὲ ἀγοράσαι χρεία, ἀλλ' αὐτός σοι δίδωσιν ὁ καλῶν δωρεὰν, ἵνα μηδὲ πενίαν προβαλέσθαι ἔχῃς.
Ad populum Antiochenum
Ante [Go Back]
000-00-00 Serial Number=0613995254
[00103]
Τί μοι νηστείας χρεία λοιπόν;
[01036]
Εἰ δὲ ἔνθα σῶμα θεραπεύειν δεῖ, τοσαύτης ἡμῖν ἀκριβείας χρεία, πολλῷ μᾶλλον ὅταν ψυχῆς ἐπιμελώμεθα καὶ λογισμοὺς θεραπεύωμεν, πάντα διερευνᾶσθαι καὶ σκοπεῖν ἀναγκαῖον μετὰ ἀκριβείας ἁπάσης.
[02022]
οὐ χρεία σπογγιᾶς ἐνταῦθα, καθάπερ ἐπὶ τῶν ἰατρῶν, ἀλλ' ἀντὶ σπόγγου τὴν γλῶτταν μεταχειρισόμεθα·
[02023]
οὐ χρεία πυρὸς ἐνταῦθα, ἵνα θερμαίνωμεν ὕδατα, ἀλλ' ἀντὶ πυρὸς τῇ τοῦ Πνεύματος χρησόμεθα χάριτι.
[02939]
Ὅτε δὲ τὸ πλέον τῆς συνηθείας ὑπετμήθη νῦν, καὶ μικρὸν ὑπολέλειπται λοιπὸν, οὐδὲ πόνου χρεία τινὸς, ἀλλὰ μικρᾶς παρατηρήσεως, καὶ βραχείας τινὸς ἀκριβείας δεόμεθα, ἵνα αὐτοὶ κατορθώσαντες καὶ ἑτέροις γενώμεθα διδάσκαλοι, καὶ μετὰ παῤῥησίας τὸ ἱερὸν ἴδωμεν Πάσχα, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς διπλασίονα καὶ τριπλασίονα τῆς εἰωθυίας καρπωσώμεθα τὴν εὐφροσύνην.
[02946]
Οὐδὲ χρεία πλειόνων λόγων·
[03119]
κἂν μὴ ταῦτα ἅπαντα συνδράμῃ, περιττὴ ἡ τοῦ ἡλίου γίνεται χρεία.
[03789]
Οὐ χρεία πολλῶν λόγων, φησὶν, οὐδὲ μακροτέρων νόμων, οὐδὲ διδασκαλίας ποικίλης·
[03816]
ἔχομεν γὰρ ἐν τῇ φύσει τὴν γνῶσιν αὐτοὶ, καὶ οὐ χρεία πόνων οὐδὲ καμάτων, ὥστε περιελθεῖν καὶ ζητῆσαι εἰ καλὸν ἡ σωφροσύνη καὶ χρήσιμον, ἀλλὰ κοινῇ γνώμῃ πάντες ὁμολογοῦμεν τοῦτο, καὶ οὐδεὶς ἀμφιβάλλει περὶ τῆς ἀρετῆς.
[04882]
Ὥστε οὐ χρεία γραμμάτων ἡμῖν ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποστολικὴν ἀρετὴν, τῶν πραγμάτων αὐτῶν βοώντων, καὶ τῶν μαθητῶν τοὺς διδασκάλους ἐνδεικνύντων·
[04883]
οὐ χρεία λόγων ἡμῖν, ὥστε τὸν τῶν Ἑλλήνων δεῖξαι λῆρον καὶ τὴν τῶν παρ' αὐτοῖς φιλοσόφων μικροψυχίαν, τῶν πραγμάτων αὐτῶν βοώντων τῶν νῦν καὶ τῶν προτέρων, ὡς ἅπαντα τὰ παρ' αὐτοῖς μῦθος καὶ σκηνὴ καὶ ὑπόκρισις.
[05439]
Ὀλίγης χρεία σπουδῆς μόνον ἡμῖν, καὶ ταχέως τὸ πᾶν ἡμῖν ἀνυσθήσεται.
[05457]
Οὐ χρεία χρυσίου καὶ κτημάτων ἐνταῦθα, οὔτε βιβλίον πρίασθαι, προαιρέσεως δὲ μόνης καὶ διαθέσεως ψυχῆς διεγηγερμένης, καὶ ἀσφαλέστερον ἕξεις τὸ Εὐαγγέλιον, οὐκ ἔξωθεν περιφέρων, ἀλλ' ἔνδον αὐτὸ τοῖς τῆς ψυχῆς ἀποτιθέμενος ταμείοις.
[05571]
Τίς οὖν χρεία τῆς τοιαύτης πολιορκίας, τοσαύτης βασάνου καὶ κολάσεως;
[05823]
Τοὺς δὲ μήπω κατορθώσαντας, ἀλλὰ τὸν μακρὸν χρόνον ἡμῖν προβαλλομένους, καθ' ὃν ὤμνυον ἔμπροσθεν, καὶ λέγοντας, ὡς ἀδύνατον ἐν βραχεῖ καιρῷ τὸ πολλοῖς ἔτεσι ῥιζωθὲν ἀνασπάσαι, ἐκεῖνο ἂν εἴποιμι, εἴ τι ἔνθα ἂν δέοι κατορθῶσαι τῶν ὑπὸ Θεοῦ κελευομένων, οὐ χρόνου χρεία, οὐδὲ [49.209] πλήθους ἡμερῶν, οὐδὲ διαστήματος ἐνιαυτῶν, ἀλλὰ φόβου μόνον καὶ ψυχῆς εὐλάβειαν ἐχούσης, καὶ πάντως περιεσόμεθα, καὶ ἐν βραχεῖ καιρῷ.
[05841]
Ὅπου γὰρ φόβος Θεοῦ, οὐ χρεία ἡμερῶν οὐδὲ διαστήματος χρόνου, ὥσπερ ὅπου ἀφοβία, οὐδὲν ὄφελος ἡμερῶν.
Adversus Judaeos
Ante [Go Back]
000-00-00 Serial Number=0972631574
[00599]
Πάλιν χρεία τις ἀναγκαία καὶ κατεπείγουσα, τῶν πρῴην εἰρημένων τὴν ἀκολουθίαν διακόψασα, πρὸς ἑαυτὴν ἐπισπᾶται τὸν λόγον, καὶ τῶν πρὸς τοὺς αἱρετικοὺς ἡμᾶς ἀπάγει παλαισμάτων τήμερον.
[00985]
Οὐ γὰρ χρεία σοφισμάτων καὶ κατασκευῆς καὶ μακρῶν περιόδων ὥστε ἀποδεῖξαι τοῦτο, ἀλλ' ἀρκεῖ ψιλήν τινα ἐρώτησιν ἐρόμενον ἑλεῖν αὐτοὺς ἀπὸ τῆς ἀποκρίσεως.
[01989]
Λόγου γὰρ ἔτι χρεία καὶ ἀποδείξεως;
[02460]
Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
[02466]
∆ιὰ τοῦτό φησιν, Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
Catecheses ad illuminandos
Ante [Go Back]
000-00-00 Serial Number=0268243611
[00314]
Οὐ καλῶς εἶπον ὅτι τῶν τῆς πίστεως ὀφθαλμῶν ἡμῖν χρεία πρὸς τὴν πίστιν τῶν μὴ ὁρωμένων ἵνα μηδὲν αἰσθητὸν ὑποπτεύωμεν;
[00418]
νυκτὸς γὰρ τότε οὐκ οὔσης, οὐδὲ ἄστρων χρεία λοιπόν.
[00740]
ὥσπερ ἡ χρεία καὶ ἡ συμμετρία τῆς μεταλήψεως καὶ τῇ τοῦ σώματος ὑγιείᾳ καὶ τῇ τῆς ψυχῆς καταστάσει πολλὴν παρέχει τὴν ὠφέλειαν, οὕτω πάλιν ἡ ἀμετρία ἑκατέρωθεν διαφθείρει τὸν ἄνθρωπον.
[00823]
[5.15] Οὐ τοσαύτης ὑμῖν παραινέσεως καὶ συμβουλῆς ἦν χρεία κατὰ τὸν τῆς ἁγίας τεσσαρακοστῆς καιρὸν ὅση νῦν.
[01178]
Ὅταν γὰρ ἡ διὰ τῶν ἔργων προηγῆται διδασκαλία οὐκέτι χρεία τῆς διὰ τῶν λόγων παιδεύσεως.
Commentarius in Job
Ante [Go Back]
000-00-00 Serial Number=0704344511
[00453]
ἄρα τοῦ θεοῦ χρεία πανταχοῦ, ὥστε καὶ ἔνδοθεν καὶ ἔξωθεν εἶναι ἐν εἰρήνῃ.
[00487]
τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν ἑτέρας βασάνου;» «ἵνα ἐπιστομισθῇ», φησίν, «ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα γενομένοις καὶ ὑπομονῆς καὶ θλίψεως φάρμακα καταλείπω» ὥστε ἀπὸ τῆς αὐτῆς ἀγάπης καὶ ἐκεῖνα ἐφθέγγετο τὰ ῥήματα ἄμεμπτος, δίκαιος, ἀληθινὸς καὶ ἰδού, φησίν, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα , «ἵνα μάθῃς, ὅτι οὐ κατὰ χάριν μαρτυρῶ, ἐπιτρέπω τῇ πείρᾳ τῶν πραγμάτων τὴν ἐξέτασιν·
[02272]
[33c] δυεῖν δέ μοι χρεία·
[02459]
οὐ χρεία σοι χρόνου·
[02460]
ἂν γὰρ αὐτὸς θέλῃ δοῦναι, οὐδὲ χρόνου χρεία.
[02534]
[13,20a] δυεῖν δέ μοι χρεία, [20b] τότε ἀπὸ τοῦ [112] προσώπου σου κρυβήσομαι·
[03369]
λύχνου γὰρ ὄντως χρεία.
[03772]
ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία, ὅπερ ἐστὶ μάλιστα πάντων σοφίας ἔργον δύνασθαι ῥήματα κατασχεῖν.
[04335]
«τίς ἡ χρεία;» ἴσως εἴποι τις ἄν.
Contra eos qui subintroductas habent virgines
Ante [Go Back]
000-00-00 Serial Number=0114730775
[00140]
[5] Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοι γε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ' εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα, ἐννόησον τὸν μεγαλοφωνότατον κήρυκα τῆς ἀληθείας Παῦλον, ὃς ἅπασαν περιελθὼν τὴν οἰκουμένην, καὶ δυνηθεὶς εἰπεῖν ἐκεῖνα τὰ πολλῆς γέμοντα φιλοσοφίας ῥήματα, ὅτι οὐκέτι αὐτὸς εἴη ζῶν, ἀλλ' ἢ ὁ Χριστὸς ἐν αὐτῷ, καὶ ὅτι ἐσταύρωται τῷ κόσμῳ, καὶ ὁ κόσμος αὐτῷ, καὶ ὅτι καθ' ἡμέραν ἀποθνῄσκει μετὰ τὴν τοσαύτην τοῦ πνεύματος χάριν καὶ τὴν τοσαύτην τῶν ἄθλων ἐπίδειξιν, μετὰ τοὺς ἀφάτους κινδύνους, μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν, δεικνὺς ἡμῖν καὶ παραδηλῶν, ὅτι ἕως ἂν ἐμπνέωμεν καὶ τὴν σάρκα ὦμεν περικείμενοι ταύτην, παλαισμάτων ἡμῖν χρεία καὶ πόνων, καὶ οὐκ ἔστιν ἀπραγμόνως κατορθῶσαι σωφροσύνην ποτὲ, ἀλλὰ πολλῶν ἱδρώτων ἡμῖν δεῖ καὶ καμάτων πρὸς τουτὶ τὸ τρόπαιον, οὕτως ἔλεγεν·
[00160]
ἐπεὶ περίελε τοῦτο, καὶ ἀνῄρηται ἡ τοῦ πράγματος χρεία.
[00388]
μᾶλλον δὲ οὐδὲ ἀποκρίσεως χρεία, τῶν πραγμάτων τοῦτο βοώντων.
Cum Saturninus et Aurelianus acti essent in exsilium
Ante [Go Back]
000-00-00 Serial Number=0665005088
[00077]
εἰ δὲ τοσαῦτα ἀποθῇς, ὅσαπερ ἡ χρεία ἀπαιτεῖ, κἂν καταιγὶς ἐπέλθῃ, ῥᾳδίως διατρέχεις τὰ κύματα.
De Anna i
Ante [Go Back]
000-00-00 Serial Number=0857382834
[00076]
ὅθεν οὐδὲ διορθώσεως αὐτῷ χρεία τοιαύτης.
[01001]
οὐδὲ γὰρ οὕτω φωνῆς χρεία, ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν, ὡς συντεταμένης ψυχῆς, οὐδὲ σχήματος, ἀλλὰ φρονήματος·
[01028]
Καὶ ἵνα μάθῃς, ὅτι οὐ σχήματος χρεία καὶ τόπων πάντως καὶ καιρῶν, ἀλλὰ φρονήματος γενναίου καὶ διεγηγερμένου, ὁ Παῦλος ὕπτιος ἐπὶ τοῦ δεσμωτηρίου κείμενος, καὶ οὐκ ὀρθὸς ἑστὼς οὐ γὰρ ἠφίει τὸ ξύλον, ᾧ τοὺς πόδας ἐδέδετο, ἐπειδὴ μετὰ προθυμίας ηὔξατο κείμενος, τὸ δεσμωτήριον ἔσεισε, καὶ τὰ θεμέλια διεσάλευσε, καὶ τὸν δεσμοφύλακα ἔδησε, καὶ πρὸς τὴν ἱερὰν μετὰ ταῦτα μυσταγωγίαν ἐχειραγώγησε.
De Babyla contra Julianum et gentiles
Ante [Go Back]
000-00-00 Serial Number=0188147545
[00514]
κατορθοῦσθαι βούλονται τὰ πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνον οὐκέτι δὲ καὶ ἐπιδείκνυσθαι τοῖς πολλοῖς ὅτι αὐτῶν τὰ κατορθώματα πλὴν εἴ πού τις χρεία ἀναγκάσειε χρείαν δὲ τὴν τῶν σωζομένων κηδεμονίαν λέγω πάλιν ὅπερ τότε ἐγένετο.
De Chananaea
Ante [Go Back]
000-00-00 Serial Number=0159659564
[00533]
γνώμης χρεία μόνον.
[00570]
μὴ εὐχῆς χρεία ἐνταῦθα;
De Christi precibus
Ante [Go Back]
000-00-00 Serial Number=0291205049
[00182]
Εἶτα ἵνα μάθῃς ὅτι οὐχ ἡ τοῦ πηλοῦ χρεία συνέπραξεν αὐτῷ πρὸς τὴν ἀνάβλεψιν τοῦ πεπηρωμένου, ἀλλ' ἤρκει καὶ χωρὶς τῆς ὕλης ἐκείνης προστάγματι μόνῳ διαπλάσαι τοὺς ὀφθαλμοὺς, προστίθησι καὶ λέγει·
De Davide et Saule
Ante [Go Back]
000-00-00 Serial Number=0945823967
[00419]
Οὐ χρεία μοι λόγων, αὐτῆς τῶν πραγμάτων τῆς ἐκβάσεως παντὸς λόγου σαφέστερον δυναμένης διδάξαι, τίνες μὲν ἐκεῖνοι, τίς [54.692] δὲ ἐγώ·
De Eleazaro et septem pueris
Ante [Go Back]
000-00-00 Serial Number=0271701097
[00013]
Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς·
De Lazaro
Ante [Go Back]
000-00-00 Serial Number=0112368047
[00687]
τί μοι εὐλαβείας καὶ ἀρετῆς χρεία;
[00704]
Οὐ γὰρ μαρτύρων ἐκεῖ χρεία, οὐδὲ κατηγόρων, οὐδὲ ἀποδείξεων, οὐδὲ τεκμηρίων·
[00791]
Ἀξία γὰρ τοῦ πένητος ἡ χρεία μόνον ἐστί·
[00857]
διὸ τῆς ἀπὸ τῶν Γραφῶν πανοπλίας χρεία διηνεκῶς.
De Melchisedech
Ante [Go Back]
000-00-00 Serial Number=0072972178
[00116]
Ἐπεὶ τίς χρεία τὸν Λόγον τοῦ Θεοῦ ἐνανθρωπῆσαι, ἤδη πάλαι τοῦ Πνεύματος ἀνθρώπου γεγονότος;
De angusta porta et in orationem dominicam
Ante [Go Back]
000-00-00 Serial Number=0930844843
[00135]
Καὶ ἐπειδὴ τῆς γῆς ἐμνημόνευσε, χρεία δὲ τοῖς ἐξ αὐτῆς γεγενημένοις καὶ ἐν αὐτῇ διαιτωμένοις, καὶ γηγενὲς σῶμα περικειμένοις, καὶ τῆς καταλλήλου τροφῆς, ἀναγκαίως ἐπήγαγε·
De baptismo Christi
Ante [Go Back]
000-00-00 Serial Number=0575671673
[00047]
Ὥστε πολλῆς σχολῆς χρεία τῷ μέλλοντι ταύτης ἀπολαύσεσθαι τῆς φιλοσοφίας.
De beato Abraham
Ante [Go Back]
000-00-00 Serial Number=0673356712
[00147]
Υἱοῦ δὲ ἦν χρεία, οὐ παιδαρίου·
De decem millium talentorum debitore
Ante [Go Back]
000-00-00 Serial Number=0221305013
[00055]
Οὐ χρεία χρόνων ἐνταῦθα, οὐ χρεία πόνων, οὐ χρεία χρημάτων·
De diabolo tentatore
Ante [Go Back]
000-00-00 Serial Number=0241949856
[00657]
Οὐ χρεία λόγων μακρῶν, οὐ χρεία κατασκευῆς συμπεπλεγμένης, οὐδὲ συλλογισμῶν·
[00718]
Πανταχοῦ προαιρέσεως χρεία ἀγαθῆς·
De fato et providentia
Ante [Go Back]
000-00-00 Serial Number=0624046087
[00175]
Τί σοι χρεία φαρμάκου;
[00256]
εἰ τοίνυν ἐκείνῳ χρεία ἦν τοῦ συνεχῶς τὰ αὐτὰ λέγειν, πολλῷ μᾶλλον ἡμῖν τοῖς οὐδενὸς ἀξίοις λόγου.
De fugienda simulata specie
Ante [Go Back]
000-00-00 Serial Number=0833165109
[00090]
Πολλῆς οὖν ἀκριβείας ἐνταῦθα χρεία, μήπου τις ψεύσηται Θεὸν, μὴ ἀποδιδοὺς σώαν τὴν ἐπαγγελίαν, μᾶλλον δὲ τὴν παρακαταθήκην, ἥνπερ καὶ ἕκαστος ἡμῶν ἐπηγγειλάμεθα.
[00095]
Οὐκοῦν ἐνταῦθα πολλῆς ἀσφαλείας χρεία, μὴ ἔν τινι πταῖσαι, μηδὲ ὑφείλασθαι τῆς ἐπαγγελίας, ἀλλὰ μετὰ ἀκριβείας ἀποδοῦναι τὴν ἐπαγγελίαν σπουδάσωμεν.
De inani gloria et de educandis liberis
Ante [Go Back]
000-00-00 Serial Number=0077084899
[00139]
Παιδαγωγοῦ χρεία ἀκριβοῦς, ὥστε ῥυθμίζειν τὸν παῖδα, χρυσίου δὲ οὐκέτι.
[00557]
ὅταν μὲν γὰρ τὰς πύλας ἔτι κοσμῶμεν, ἐκείνων τῶν ἀφελεστέρων χρεία, ὅταν δὲ εἰσελθόντας τοὺς πολίτας ῥυθμίζωμεν, καὶ τούτων τῶν ὑψηλοτέρων καιρὸς διηγημάτων.
[00686]
Ἐνταῦθα πολλοῦ τοῦ καμάτου χρεία, ὥστε αὐτὸν ἐργάσασθαι συνετὸν καὶ πᾶσαν ἄνοιαν ἐξελάσαι.
De incomprehensibili dei natura
Ante [Go Back]
000-00-00 Serial Number=0918994963
[00265]
οὐ χρεία μακροτέρων λόγων.
De jejunio [2]
Ante [Go Back]
000-00-00 Serial Number=0109756470
[00043]
Ὅσης χάριτος γέγονε χρεία, ἵνα ἀναλυθῇ ὃ ἐφεῦρεν ὁ Ἀδὰμ δι' ἀκρασίαν;
[00193]
Τίς γὰρ χρεία ἀναγνωσμάτων;
De jejunio de Davide
Ante [Go Back]
000-00-00 Serial Number=0075496852
[00128]
Εἰ ἐπὶ τῶν σωματικῶν τιμωριῶν εὐταξία τοσαύτη καὶ παράκλησις, ἐπὶ τῶν πνευματικῶν οὐχὶ μᾶλλον ὑψηλοτέρα γενήσεται μεσιτεία καὶ βοηθείας χρεία;
De jejunio et eleemosyna
Ante [Go Back]
000-00-00 Serial Number=0501700997
[00162]
ἐκεῖ γὰρ τίς χρεία χρυσίου λοιπόν;
De laudibus sancti Pauli apostoli
Ante [Go Back]
000-00-00 Serial Number=0440312684
[00672]
Καὶ γὰρ ποικίλος τις ἦν καὶ παντοδαπός, οὐχ ὑποκρινόμενος, μὴ γένοιτο, ἀλλὰ πάντα γινόμενος ἅπερ ἡ τοῦ κηρύγματος καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων ἀπῄτει χρεία, κἀν τούτῳ τὸν ∆εσπότην τὸν ἑαυτοῦ μιμούμενος.
De mutatione nominum
Ante [Go Back]
000-00-00 Serial Number=0410305262
[00696]
Ἔστι καὶ ἑτέρα χρεία προοιμίων ὑμῖν.
[00880]
εἶδες ὅτι πανταχοῦ εὐγνωμοσύνης χρεία, καὶ ψυχῆς ἀδεκάστου, καὶ μὴ προκατειλημμένης πάθει;
De nativitate
Ante [Go Back]
000-00-00 Serial Number=0830344617
[00029]
Τίς δὲ ἦν χρεία τῆς ἐκ Μαρίας γεννήσεως·
De oratione
Ante [Go Back]
000-00-00 Serial Number=0517675281
[00007]
Λοιπὸν, ἀδελφοὶ, ἐφ' ὅσον ἐπὶ θύραις ἡ κρίσις ἐστὶ, πολλῶν δακρύων, πολλοῦ ὀδυρμοῦ, πολλῆς εὐχῆς χρεία, εὐχῆς οὐ σήμερον καὶ αὔριον γενομένης.
De paenitentia sermo 1
Ante [Go Back]
000-00-00 Serial Number=0800837100
[00499]
Πολλῶν ἀγώνων, ἀδελφοὶ, χρεία, πολλῶν ἱδρώτων, πολλῶν δακρύων καὶ πολλῆς δεήσεως καὶ ἐγκαρδίου ταπεινώσεως.
[00642]
Σπουδῆς δὲ πολλῆς χρεία, ὅτι ᾗ ὥρᾳ οὐκ οἴδαμεν, ὁ ἀπαιτῶν ἁρπάσει, καὶ οὐδεὶς ὁ ῥυόμενος.
De patientia et de consummatione huius saeculi
Ante [Go Back]
000-00-00 Serial Number=0353390217
[00113]
Ὅταν δὲ ἀναγινώσκῃς, ἐπιμελῶς καὶ ἐμπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει διερχόμενος τὸν στίχον, καὶ μὴ σπούδαζε τὰ φύλλα μόνον διέρχεσθαι, ἀλλὰ ἐὰν χρεία, μὴ ὀκνήσῃς δὶς καὶ τρὶς καὶ πλειστάκις διελθεῖν τὸν στίχον, ὅπως νοήσῃς τὴν δύναμιν αὐτοῦ.
De perfecta caritate
Ante [Go Back]
000-00-00 Serial Number=0177115142
[00102]
Τίς οὖν χρεία πόνων καὶ ἱδρώτων πρὸς τὸ κατορθοῦν ἀρετήν;
[00105]
Τίς χρεία πόνων καὶ ἱδρώτων πρὸς τὸ φεύγειν κακίαν;
De petitione matris filiorum Zebedaei
Ante [Go Back]
000-00-00 Serial Number=0199287534
[00031]
Ὁρᾷς ὅτι πολλῆς ἡμῖν τῆς συνέσεως χρεία τὸν θησαυρὸν διερευνωμένοις τῶν θείων Γραφῶν;
[00036]
Ἐπεὶ οὖν πολλῆς συνέσεως ἡμῖν χρεία, μηδὲ τοῦτο ἁπλῶς ἐκλάβωμεν τὸ εἰρημένον, τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.
[00141]
Οὐ γάρ ἐστιν ἴσον πολεμεῖν καὶ διδάσκειν, βάλλειν τὸν ἐχθρὸν, καὶ διορθοῦσθαι τὸν οἰκεῖον, ἀλλὰ πλείονός μοι χρεία ἐνταῦθα [48.773] τῆς σπουδῆς, ὥστε μὴ παριδεῖν τὸ μέρος χωλεῦον, μηδέ τινα θορυβούμενον παραδραμεῖν.
De profectu evangelii
Ante [Go Back]
000-00-00 Serial Number=0840228856
[00272]
Οὐ χρεία σοι μεσιτῶν ἐπὶ τοῦ Θεοῦ, οὐδὲ πολλῆς τῆς περιδρομῆς, καὶ τοῦ κολακεῦσαι ἑτέρους·
De prophetiarum obscuritate
Ante [Go Back]
000-00-00 Serial Number=0232529402
[00888]
Τίς χρεία τῆς ἀπολογίας;
[00889]
τίς χρεία τῆς συγγνώμης ταύτης;
[00907]
Καὶ ὅτι μὲν ὁ συκοφαντῶν ἀπόλωλεν, οὐδὲ ἀποδείξεως χρεία·
De sacerdotio
Ante [Go Back]
000-00-00 Serial Number=0797754228
[00259]
∆ιὰ τοῦτο πολλῆς χρεία τῆς μηχανῆς ἵνα πεισθῶσιν ἑκόντες ἑαυτοὺς ὑπέχειν ταῖς παρὰ τῶν ἱερέων θεραπείαις οἱ κάμνοντες, καὶ οὐ τοῦτο μόνον, ἀλλ' ἵνα καὶ χάριν εἰδῶσι τῆς ἰατρείας αὐτοῖς.
[00969]
Εἰ γὰρ τοῖς περὶ τὴν ἀθλητικὴν εὐεξίαν ἐσπουδακόσι καὶ ἰατρῶν χρεία καὶ παιδοτριβῶν καὶ διαίτης ἠκριβωμένης καὶ ἀσκήσεως συνεχοῦς καὶ μυρίας παρατηρήσεως ἑτέρας καὶ γὰρ τὸ τυχὸν ἐν αὐτοῖς παροφθὲν πάντα ἀνέτρεψε καὶ κατέβαλεν , οἱ τὸ σῶμα τοῦτο θεραπεύειν λαχόντες, τὸ τὴν ἄθλησιν οὐ πρὸς σώματα, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις ἔχον, πῶς αὐτὸ δυνήσονται φυλάττειν ἀκέραιον καὶ ὑγιές, μὴ πολὺ τὴν ἀνθρωπίνην ὑπερβαίνοντες ἀρετὴν καὶ πᾶσαν ψυχῆς πρόσφορον ἐπιστάμενοι θεραπείαν;
[00971]
Ὅτι πολλῆς τῆς ἐν τῷ λέγειν δυνάμεως χρεία τῷ ἱερεῖ Ἢ ἀγνοεῖς ὅτι καὶ πλείοσι τῆς ἡμετέρας σαρκὸς καὶ νόσοις καὶ ἐπιβουλαῖς τοῦτο ὑπόκειται τὸ σῶμα καὶ θᾶττον αὐτοῦ φθείρεται καὶ σχολαίτερον ὑγιαίνει;
[00981]
ὅταν δὲ περὶ δόγματα νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα ἡ χρεία, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους.
[01121]
τίς δὲ χρεία προσέχειν τῇ ἀναγνώσει καὶ ταῖς γραφαῖς, εἰ ταύτην δεῖ τὴν ἰδιωτείαν ἀσπάζεσθαι;
[01143]
Τίς γὰρ χρεία τῶν δακρύων ἢ τῆς διὰ τῶν λόγων νουθεσίας, οὕτω τοῦ βίου αὐτῷ λάμποντος τοῦ ἀποστολικοῦ;
[01324]
καὶ γὰρ καὶ ταύτην τὴν ναῦν συνεχεῖς περιστοιχίζονται χειμῶνες, οἱ δὲ χειμῶνες οὗτοι οὐκ ἔξωθεν προσβάλλουσι μόνον, ἀλλὰ καὶ ἔνδοθεν τίκτονται, καὶ πολλῆς χρεία καὶ συγκαταβάσεως καὶ ἀκριβείας.
De salute animae
Ante [Go Back]
000-00-00 Serial Number=0813200355
[00078]
δρόμου γὰρ χρεία, ἀδελφοὶ, καὶ δρόμου σφοδροῦ, ἵνα φθάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς κρούσαντες ἀκούσωμεν·
De sancta trinitate
Ante [Go Back]
000-00-00 Serial Number=0821000159
[00413]
οὐ γάρ ἐστι χρεία τῶν κρυπτῶν.
De sancto hieromartyre Phoca
Ante [Go Back]
000-00-00 Serial Number=0072686195
[00103]
Ἀλλὰ συντείνατέ μοι τὴν ἀκοὴν ἔνθα γὰρ ἀγώνων καιρὸς, ἀκροατῶν χρεία συντεταμένην ἐχόντων τὴν ἀκοὴν, ἵνα εἰδῆτε μετὰ ἀκριβείας πῶς δεσμεύω, πῶς λύω τὰ τῶν ἀντιδίκων ἁμαρτήματα, πῶς παλαίω, πῶς ῥήσσω.
Eclogae ex diversis homiliis
Ante [Go Back]
000-00-00 Serial Number=0179871738
[00424]
Οὐ χρεία σοι μεσιτῶν, οὐδὲ πολλῆς τῆς περιδρομῆς καὶ τοῦ κολακεῦσαι ἑτέρους·
[00517]
Οὐδὲ γὰρ οὕτω φωνῆς χρεία, ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν, ὡς συντεταμένης ψυχῆς, οὐδὲ σχήματος, ἀλλὰ φρονήματος.
[00987]
Ὡς εἰ μετὰ νηφούσης διανοίας τὸν ἑαυτῶν βίον ᾠκονομοῦμεν, καὶ περὶ τὰ πνευματικὰ πᾶσαν τὴν σπουδὴν ἐπεδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίεμεν, ὡς τὴν χρείαν μόνον πληροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα τὸν βίον καταναλίσκειν, οὐδὲ χρεία ἦν ἡμῖν τῆς βοηθείας τῆς ἀπὸ τῆς νηστείας.
[02390]
ἂν γεωργεῖν δέῃ καὶ σκάπτειν τὴν γῆν, πλουτούντων ἢ πενομένων χρεία;
[04000]
ἂν δὲ κατ' ἀλλήλων καθοπλιζώμεθα, οὐδὲ τοῦ διαβόλου χρεία πρὸς τὴν ἡμετέραν ἀπώλειαν.
[04164]
Εἰ δὲ ἔνθα φύσις, ἀγάπης χρεία, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις.
[05023]
Οἰκοδομήσωμεν δὲ μᾶλλον ἡμῶν ἐν οὐρανοῖς τὴν οἰκοδομὴν, ἔνθα οὐ χρεία τεκτόνων ἡμῖν οὐδὲ οἰκοδόμων, ἀλλ' αἱ τῶν πενήτων χεῖρες τὰς τοιαύτας οἰκοδομοῦσιν οἰκοδομάς·
[05300]
οὐ χρεία λόγων οὐδὲ ἀποκρίσεως·
[06607]
Εἰ δὲ ἔνθα φύσις, ἀγάπης χρεία, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις.
[09083]
Καὶ γὰρ ποικίλος τις ἦν καὶ παντοδαπὸς, οὐχ ὑποκρινόμενος, μὴ γένοιτο, ἀλλὰ πάντα γινόμενος, ἅπερ ἡ τοῦ κηρύγματος καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων ἀπῄτει χρεία, κἀν τούτῳ τὸν ∆εσπότην μιμούμενος τὸν ἑαυτοῦ.
[09937]
Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλούτου χρημάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενός·
[09999]
πείρας χρεία καὶ τῆς διὰ πείρας γνώσεως.
[09999]
πείρας γὰρ χρεία καὶ τῆς διὰ πείρας γνώσεως.
Epistula ad Cyriacum
Ante [Go Back]
000-00-00 Serial Number=0209084153
[00409]
Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρείας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψας θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ.
Epistula ad abbatem
Ante [Go Back]
000-00-00 Serial Number=0256639779
[00140]
πολλοῦ γὰρ ἀγῶνος χρεία καὶ χρόνου, ἕως οὗ ἐκβληθῇ ὁ ἐχθρὸς καὶ ἐνοικήσῃ ὁ Χρι στός·
Epistula ad monachos
Ante [Go Back]
000-00-00 Serial Number=0145894289
[00028]
Ἀλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας ἢ δύο, ἀλλὰ χρόνου πολλοῦ καὶ καιροῦ καὶ ἀγῶνος καὶ πόνου χρεία, ἕως οὗ ἐκβληθῇ ὁ ἐχθρὸς καὶ ἐνοικήσῃ ὁ Χριστός·
[00044]
οὐδὲν γὰρ οὕτω φωνῆς χρεία ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν ὡς συντεταμένης ψυχῆς, οὐδὲ γὰρ σχήματος, ἀλλὰ φρονήματος.
Epistulae
Ante [Go Back]
000-00-00 Serial Number=0069866598
[00771]
Ἀεὶ μὲν γὰρ ὑμῶν χρεία τῆς ζωῆς, μάλιστα δὲ νῦν ἐν τοσούτῳ χειμῶνι καὶ ζόφῳ, ἵν' ὥσπερ καθαροὶ φωστῆρες φαινόμενοι, λάμπητε τοῖς χειμαζομένοις καὶ κλυδωνιζομένοις.
[01729]
Ἀεὶ μὲν γὰρ ὑμῶν χρεία τῆς ζωῆς, μάλιστα δὲ νῦν ἐν τοσούτῳ χειμῶνι καὶ ζόφῳ, ἵν' ὥσπερ καθαροὶ φωστῆρες φαινόμενοι, λάμπητε τοῖς χειμαζομένοις καὶ κλυδωνιζομένοις.
[03377]
Ἀφόρητα γὰρ καὶ τὴν Ἀσίαν κατέλαβε κακὰ, καὶ ἑτέρας δὲ πόλεις καὶ Ἐκκλησίας, ἅπερ, ἵνα μὴ δοκῶ διενοχλεῖν, ἀφεὶς τὸ καθ' ἕκαστον λέγειν, ἐκεῖνο μόνον ἐρῶ, ὅτι εὐχῶν πολλῶν χρεία, καὶ δεήσεων ἐκτενῶν.
Epistulae ad Olympiadem
Ante [Go Back]
000-00-00 Serial Number=0460242152
[00748]
Εἰ γὰρ καὶ τὴν τυραννίδα κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν ταύτης κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ τῆς προσεδρίας, ἵνα σοι καὶ βαθεῖαν ἐργάσηται τὴν εἰρήνην καὶ τὴν μνήμην πάντων τῶν ἐξ ἐκείνης γενομένων ἐξαλείψασα θορύβων λευκήν σοι καὶ παγίαν δείξῃ γαλήνην, καὶ ἐν πολλῇ σε καταστήσῃ τῇ εὐθυμίᾳ.
Expositiones in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0989738047
[00057]
Καὶ εἰ ἔχω δικαιοσύνην, φησὶν, ἴσως ἐρεῖ τις, τίς χρεία εὐχῆς, ἀρκοῦντος τοῦ πράγματος ἅπαντα κατορθοῦν, καὶ τοῦ μέλλοντος διδόναι εἰδότος ὧν δεόμεθα;
[00092]
οὔτε γὰρ χρεία τῶν προσαγαγόντων θυρωρῶν, οἰκονόμων, ἐπιτρόπων, φυλάκων, ἢ φίλων, ἀλλ' ὅταν αὐτὸς δι' ἑαυτοῦ προσέλθῃς, τότε μάλιστα ἀκούσεταί σου, τότε, ὅταν μηδενὸς δεηθῇς.
[00169]
Ἐντεῦθεν μανθάνομεν, ὅτι μετὰ τῆς δικαιοσύνης χρεία καὶ γνώμης συντετριμμένης.
[02188]
ποῦ τόξου αὐτόθι χρεία;
[02196]
Ἆρα οὖν καὶ ἀκόνης χρεία;
[02239]
Εἶτα οὐκ ἀρκεῖ τὸ πῦρ, ἀλλὰ βελῶν χρεία;
[02349]
ἐκείνου δὲ οὐκ ἔτι, ἀλλὰ καὶ καιροῦ χρεία, καὶ τόπου, καὶ δόλου, καὶ κακουργίας, καὶ ὅπλων, καὶ μηχανημάτων, καὶ προσκρουσμῶν, καὶ κολακείας, καὶ δουλείας, καὶ ὑποκρίσεως.
[02871]
Ἂν γὰρ εἴπω ὅτι τὰ Χερουβὶμ ἐποίησε, διπλῆς μοι χρεία κατασκευῆς, ὅτι τε ἔστι Χερουβὶμ, καὶ ὅτι ἐποίησεν·
[03166]
Εἰ δὲ ἐρήμων καὶ ὀρῶν τοσαύτη ἡ χρεία, τοσαύτη τῶν ἀγαθῶν ἡ χορηγία·
[04084]
Τῆς ἄνωθέν μοι χρεία χειρὸς, τῆς ῥοπῆς τῆς ἐκ τῶν οὐρανῶν, τῆς συμμαχίας ἐκείνης.
[04634]
Ἂν γὰρ εἴπω ὅτι τὰ Χερουβὶμ ἐποίησε, διπλῆς μοι χρεία κατασκευῆς, ὅτι τε ἔστι Χερουβὶμ, καὶ ὅτι ἐποίησεν·
[04929]
Εἰ δὲ ἐρήμων καὶ ὀρῶν τοσαύτη ἡ χρεία, τοσαύτη τῶν ἀγαθῶν ἡ χορηγία·
[05847]
Τῆς ἄνωθέν μοι χρεία χειρὸς, τῆς ῥοπῆς τῆς ἐκ τῶν οὐρανῶν, τῆς συμμαχίας ἐκείνης.
[06271]
Ἐνταῦθα οὐ χρεία κιθάρας, οὐδὲ νεύρων τεταμένων, οὔτε πλήκτρου καὶ τέχνης, οὐδὲ ὀργάνων τινῶν·
[06274]
Οὐ χρεία τέχνης ἐνταῦθα χρόνῳ μακρῷ κατορθουμένης, ἀλλὰ προαιρέσεως δεῖ γενναίας μόνον, καὶ δεξόμεθα τὴν ἐμπειρίαν ἐν βραχείᾳ καιροῦ ῥοπῇ.
[06275]
Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ψάλλειν ἔξεστι κατὰ διάνοιαν.
[06578]
ἂν δὲ ἐκεῖνος δίκαιος μὲν λαβεῖν, οὗτος δὲ οὐκ ἔτι, μείζονος χρεία τῆς παρακλήσεως.
[06693]
Ὅθεν καὶ τοῖς προφήταις περὶ Θεοῦ διαλεγομένοις ἐγένετο χρεία ἀνθρωπίνων μνησθῆναι μελῶν, οὐχ ἵνα τὴν ἀκήρατον ἐκείνην φύσιν εἰς μελῶν σχήματα συμπλάσωσιν, ἀλλ' ἵνα τὴν αἰσθητοῖς συντραφεῖσαν ψυχὴν ἐκ τῶν ἀνθρωπίνων τὰ ὑπὲρ ἄνθρωπον παιδεύσωσι δόγματα.
[07456]
Μὴ χρεία ὅπλων;
[07457]
μὴ χρεία ῥομφαίας;
[07583]
Μή τι ὅπλων χρεία;
Fragmenta in Jeremiam
Ante [Go Back]
000-00-00 Serial Number=0736882687
[01602]
Περίελε, φησὶ, τὸν ῥύπον, ἀπόκλυσον, καὶ οὐ χρεία ὑφαιρεῖν.
[01664]
Ὁρᾷς ὅτι τῶν σημείων οὐ χρεία πρὸς τὴν κακῶς διακειμένην ψυχήν;
[01713]
Βούλεται εἰπεῖν, ὅτι Οὐ δέομαι τῶν προσκομιδῶν, οὐδὲ χρεία πόνων, μόνον δὲ τῆς περὶ τὸ καλὸν διαθέσεως.
[01833]
[64.836] Ἆρα γὰρ ἐπιταγμάτων εἰς ταῦτα χρεία ἦν;
[02112]
Ὁρᾷς ὅτι οὐκ ἀρκεῖ ὁμολογία, ἀλλὰ τῆς δι' ἔργων ἐπιδείξεως χρεία·
[04215]
*Ἠτιμώθη Ἰεχονίας, ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία.
[04581]
ἵνα μηδὲ τοῦ σημείου γένηται χρεία, ἵνα μαθόντες οἱ ἄνθρωποι, ὅτι τόδε ἐκελεύσθη τὸ σημεῖον ποιῆσαι, σωφρονισθῶσιν.
[04994]
Τίς οὖν χρεία διδασκαλίας, εἰπέ μοι;
Fragmenta in Job
Ante [Go Back]
000-00-00 Serial Number=0176051795
[00279]
τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν, ἑτέρας βασάνου;
[01900]
Ἐνταῦθα δείκνυται, ὅτι πάλαι ὁ Ἐλιοὺς ὠδίνων εἰπεῖν, ὑπέμεινε, καὶ ἐκαρτέρει, καὶ διαῤῥαγῆναι εἶχεν, ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία·
[01915]
οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία τῶν φυλακῶν τεταγμένων εἰς νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων.
Fragmenta in Proverbia
Ante [Go Back]
000-00-00 Serial Number=0754235387
[01527]
Οὐ χρεία διδασκαλίας, φανερὸν τὸ ὄνομα Κυρίου, τοῦ Θεοῦ ἡ δύναμις.
Homilia habita postquam presbyter Gothus concionatus fuerat
Ante [Go Back]
000-00-00 Serial Number=0520111859
[00104]
ὅταν γὰρ ὁ Θεὸς ἐργάζηται, πίστεως χρεία μόνης καὶ συγκαταθέσεως καὶ ὁμολογίας.
[00266]
εἰ γὰρ εἵμαρτο αὐτῷ γενέσθαι φαῦλον, τίς χρεία τῶν βοηθημάτων;
[00273]
Τίς δὲ χρεία πόνων καὶ ἱδρώτων τῶν ὑπὲρ ἀρετῆς;
[00276]
Τίς χρεία πόνων καὶ ἱδρώτων τοσούτων;
In Acta apostolorum
Ante [Go Back]
000-00-00 Serial Number=0158700705
[00692]
Οὐ διὰ τοῦτο ταῦτα λέγομεν, ἀλλ' ὅτι οὐ χρεία σώματος.
[01271]
ξένον γὰρ ἦν, καὶ οὐ χρεία ἦν ἑτέρου σημείου.
[01823]
Εἰ τοίνυν τὰ αὐτὰ ἐμέλλομεν ἀκούσεσθαι, τίς χρεία ἦν οὐρανίου διδασκάλου;
[03605]
Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον (προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία)·
[03789]
Εἰ γὰρ μέλλοιεν διεσπάσθαι τὰ δέκα παιδία, δέκα καὶ οἰκημάτων χρεία, δέκα τραπεζῶν, δέκα ὑπηρετῶν, καὶ τῆς ἄλλης προσόδου τοσαύτης.
[04998]
οὐκοῦν τοῦ πυκτεύειν χρεία·
[05061]
ἂν δὲ ᾖ κεκρυμμένη, κἂν χρεία γένηται, σβεσθήσεται ἡ ὀργή.
[05297]
Καίτοι διὰ τῶν ἔργων ἡ προστασία ἐγένετο, καὶ οὐκ ἦν συνέσεως ἐνταῦθα χρεία·
[05691]
Ὁ δὲ δείκνυσιν, ὅτι αὐτοὶ βλασφημοῦσι μᾶλλον, οὐ μόνον εἰς Μωϋσῆν, ἀλλὰ καὶ εἰς Θεὸν, καὶ ὅτι αὐτοὶ ἄνωθεν τοιαῦτα ποιοῦσι, καὶ ὅτι αὐτοὶ τὰ ἔθη κατέλυσαν, καὶ ὅτι οὐ χρεία τούτων λοιπόν·
[07976]
Τί μοι χρεία πόνων καὶ ταλαιπωρίας, ἐξὸν ἀπονητὶ πάντα ἀπολύσασθαι;
[09107]
∆ιὰ τοῦτο προλαβὼν εἶπεν, ὅτι καὶ προφῆται ἦσαν καὶ ἐνήστευον καὶ ἐλειτούργουν, ἵνα μάθῃς, ὅτι πολλῆς νήψεως χρεία ἦν.
[09316]
δεικνὺς, ὅτι ἐπειδὴ προσφάτως τὸν λόγον ἐδέξαντο, χρεία ἦν ἐπιστηρίζεσθαι τῇ πίστει ἐμμένειν·
[09999]
ἐνταῦθα δὲ κατορθωθέντος, οὐκ ἔτι χρεία ἦν.
[09999]
Ἂν οὖν τοῦτο μὲν εὕρῃ παρὰ ταῖς ἄλλαις αἱρέσεσι, τὸ δὲ ἐναντίον παρ' ἡμῖν, ποίου λόγου χρεία;
[09999]
Ἐνταῦθα δὲ οὐ χρεία βρύξαι τοὺς ὀδόντας, οὐ χρεία δακεῖν.
[09999]
Τοῦ Θεοῦ χρεία ὥστε λυθῆναι.
[09999]
Ἐνταῦθα δὲ οὐ χρεία βρύξαι τοὺς ὀδόντας, οὐ χρεία δακεῖν.
[09999]
Ἐπιδέσμων χρεία καὶ ἐλαίου.
[09999]
∆ιὰ τοῦτο οὐδὲ χρεία καμάτου ἐπὶ τῶν πλουτούντων τῷ διαβόλῳ·
In Genesim sermones
Ante [Go Back]
000-00-00 Serial Number=0121779382
[00419]
μετὰ γὰρ τὴν ἁμαρτίαν ἡ ταύτης ἐγένετο χρεία.
[00516]
Ἀλλ', εἰ βούλεσθε, καὶ ἀπὸ τῆς Παλαιᾶς αὐτὸ τοῦτο ἴδωμεν, ὅτι διὰ τὴν πονηρίαν τὴν ἡμετέραν καὶ τῆς ἀρχῆς ἐγένετο χρεία ταύτης.
[00538]
Καὶ καθάπερ ἡ χρεία τῶν φαρμάκων ἀπὸ τῶν τραυμάτων γίνεται, ἡ δὲ ἐπαγωγὴ τῶν φαρμάκων ἀπὸ τῆς τῶν ἰατρῶν σοφίας·
[00539]
οὕτω καὶ ἡ χρεία τῆς δουλείας ἀπὸ τῆς ἁμαρτίας γέγονε·
[00688]
Οὐ χρεία, φασὶν, ἐστὶν ἡμῖν περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναι τῷ βασιλεῖ.
In Isaiam
Ante [Go Back]
000-00-00 Serial Number=0533507705
[01788]
Πᾶσι μὲν γὰρ ἀνθρώποις λογισμοῦ χρεία, μάλιστα δὲ τοῖς ἐν ἀξιώμασι καὶ δυναστείαις οὖσιν, ὥστε μή, καθάπερ ἀτάκτων ὑδάτων ῥύμῃ τινί, τῷ τῆς ἀρχῆς ἐκφερομένους ὄγκῳ κατακρημνίζεσθαι.
In Joannem
Ante [Go Back]
000-00-00 Serial Number=0582929671
[03059]
καὶ εἰ ἐν τούτῳ, τίς χρεία αὐτὸ καταλυθῆναι;
[03837]
Κἀντεῦθεν οὖν μανθάνομεν, ὅτι πίστεως ἡμῖν πανταχοῦ χρεία, καὶ βίου λάμποντος καὶ φαιδροῦ.
[04125]
Ὢ τῆς ἐσχάτης [59.141] μανίας! Σημείου γὰρ χρεία ἦν, ὥστε τὰ κακῶς γινόμενα παῦσαι, καὶ τὸν οἶκον ἀπαλλάξαι τοσαύτης αἰσχύνης;
[04174]
Τί δήποτε δὲ οὐκ εἶπε καὶ ποίων σημείων χρεία πρὸς τὸ παῦσαι τὸ γινόμενον κακῶς, ἀλλ' ἐπηγγείλατο δώσειν σημεῖον;
[04196]
Καὶ εἰ παρὰ τοῦ Πνεύματος, φησὶν, ἀκούσεσθαι ἔμελλον, τίς χρεία ἦν συγγίνεσθαι αὐτοὺς τῷ Χριστῷ, μέλλοντας μὴ κατέχειν τὰ λεγόμενα;
[04385]
∆ιὰ τοῦτο τῶν ἄνωθεν ἡμῖν ναμάτων χρεία, ἵνα τῆς ἰλύος ὑφιζανούσης, ὅσον αὐτοῦ καθαρὸν, τοῦτο ἄνω φέρηται καὶ τοῖς ἐκεῖσε διδάγμασιν ἀναμιγνύηται.
[04536]
Ὅτι γὰρ ἀναγκαία καὶ ἀπαραίτητος ἡ τοῦ ὕδατος χρεία, οὕτως ἂν μάθοις.
[04539]
Τίς οὖν ἐστιν ἡ τοῦ ὕδατος χρεία;
[04888]
Ὁρᾷς ὅτι πανταχοῦ πίστεως χρεία;
In Juventinum et Maximum martyres
Ante [Go Back]
000-00-00 Serial Number=0018342972
[00103]
οὐ χρεία βελῶν καὶ τόξων, οὐ χρεία ἄλλου τινὸς αἰσθητοῦ ὅπλου·
In Kalendas
Ante [Go Back]
000-00-00 Serial Number=0648565471
[00084]
οὐ γὰρ χρημάτων ἐνταῦθα χρεία, οὐδ' εὐπορίας, ἀλλ' ἀρετῆς μόνης.
[00190]
Ὅταν γὰρ μὴ τὴν κόμην διαθῇς, μηδὲ καλλωπίσῃς τὴν ὄψιν, μηδὲ πρὸς δέλεαρ καὶ ἀπάτην τῶν ὁρώντων σαυτὸν κατακοσμήσῃς, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ὅσον ἡ χρεία ἀπαιτεῖ μόνον, διὰ τὸν Θεὸν τοῦτο ἐποίησας, καὶ πάντως ἕξεις τὸν μισθὸν, ὅτι ἐπιθυμίαν ἐκόλασας πονηρὰν, καὶ φιλοτιμίαν ἄκαιρον ἐνέκοψας.
In Lazarum ii
Ante [Go Back]
000-00-00 Serial Number=0886010766
[00067]
Τίς δὲ χρεία δακρύειν, ὃν ἔμελλεν ἀνιστᾷν μετ' ὀλίγον;
In Psalmos 101-107
Ante [Go Back]
000-00-00 Serial Number=0976836503
[00680]
Ἀναγκαία καὶ ταύτης χρεία, καὶ τῇ μὲν τοῦ φωτὸς ὑποχωρήσει συν ισταμένη, ἀνάπαυλαν δὲ τοῖς ἀνθρώποις παρεχομένη.
In Psalmum 050 homilia 1
Ante [Go Back]
000-00-00 Serial Number=0732374430
[00094]
Οὐ χρεία καμάτου, οὐ χρεία πόνου, οὔτε ὑπερβῆναί σε προθύρων ἀναγ καῖον, ἀλλ' ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ φάρμακον.
[00448]
ὅτε δὲ χρεία ἦν τοῦ ἐλέγχου, εὐθέως ἔδωκε καὶ ἀπέτεμεν, οὐ πολλὴν ὀδύνην ἐργασάμενος·
In Psalmum 050 homilia 2
Ante [Go Back]
000-00-00 Serial Number=0069215238
[00342]
Πολλῶν χρεία ἐστὶν εἰδῶν πρὸς κατα σκευὴν τοῦ φαρμάκου·
In Psalmum 094
Ante [Go Back]
000-00-00 Serial Number=0185829043
[00030]
Οὐ χρεία σοι ὁδοιπορίας πολλῆς, οὐδὲ πελάγη διατεμεῖν·
[00033]
Οὐ χρεία σοι ἀναλωμάτων πολλῶν καὶ δαπανῶν, ἀλλ' ἀποστραφεὶς στέναξον, καὶ εὐθέως ἵλεω τὸν ∆ε σπότην κατέστησας.
In Psalmum 118
Ante [Go Back]
000-00-00 Serial Number=0642078936
[00348]
Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμη θείας.
[00374]
ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι τὸ θηρώμενον.
In catenas sancti Petri
Ante [Go Back]
000-00-00 Serial Number=0292555332
[00254]
ὅπλων χρεία, μαχαιρῶν καὶ τῶν ὁμοίων τούτοις ἀμυντηρίων, οἷς οἱ μιαιφόνοι πρὸς τὴν ἐμὴν ἀφαίρεσιν [φ.
In diem natalem
Ante [Go Back]
000-00-00 Serial Number=0970947921
[00278]
Εἰρήνης πολλῆς καὶ ἡσυχίας χρεία, οὐχὶ θορύβου καὶ θυμοῦ καὶ ταραχῆς·
In epistulam II ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0983804822
[02212]
Οὐ χρεία καλύπτεσθαι ἡμᾶς, καθάπερ Μωϋσῆς·
[03129]
ἀρετῆς γὰρ πανταχοῦ χρεία.
[03559]
ἐν δὲ ταῖς ἡμέραις, αἷς ἂν δικάζωσι, πολλῆς ἀκριβείας χρεία, πολλῆς ἐξετάσεως.
[04083]
Ἀλλὰ τίς χρεία τῶν λογισμῶν, δέον ἐπ' αὐτὰ τὰ πρόσωπα ἐλθεῖν;
[04435]
Εἰ δὲ ἔνθα φύσις, τοσαύτη χρεία ἀγάπης, πολλῷ μᾶλλον ἔνθα ἡ χάρις.
[04946]
ὥσπερ ἂν εἴ τις εἰς πέλαγος ἐλθὼν, ἔνθα καὶ ναυτῶν καὶ πλοίου καὶ μυρίας χρεία κατασκευῆς, εὔχοιτο μηδενὸς ὅλως ἐν χρείᾳ γενέσθαι.
[06164]
οὐδὲ γὰρ ἐνταῦθα λόγων ἦν χρεία·
In epistulam II ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0988630116
[00631]
Τί γὰρ χρεία ὁμιλητοῦ;
[00632]
ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας αὕτη ἡ χρεία γέγονε.
[00633]
∆ιὰ τί γὰρ ὁμιλίας χρεία;
In epistulam II ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0281466246
[00595]
Εἰ τοίνυν ἐνοικεῖ, καὶ αὐτὸ φυλάσσει, τίς χρεία παραγγελίας;
[00641]
οὐκοῦν ἕξει τὴν ἀνταπόδοσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ φρικτῇ, ἔνθα πολλοῦ ἐλέους χρεία ἡμῖν.
[00685]
Πολλοῦ γὰρ ἡμῖν ἐλέου χρεία·
[02835]
Βίας ὄντως χρεία.
[02847]
Βίας χρεία καὶ ἁρπαγῆς·
[02863]
∆ρόμου χρεία·
In epistulam I ad Corinthios
Ante [Go Back]
000-00-00 Serial Number=0168521821
[00318]
καὶ πολλῶν χρεία πόνων, ὥστε δυνηθῆναι πρὸς τὸ τέλος ἐλθεῖν.
[00321]
Ὑπομονῆς οὖν χρεία·
[00856]
Λοιπὸν ὅπου σοφία Θεοῦ, οὐκέτι χρεία ἀνθρωπίνης.
[00873]
∆ιά τοι τοῦτο πίστεως καὶ ἀφελείας χρεία, καὶ ταύτην πανταχοῦ ζητεῖν δεῖ, καὶ τῆς ἔξωθεν προτιμᾷν σοφίας·
[00880]
Εἰ γὰρ ὅτε λογισμοῖς ἦν εὑρεῖν, οὐδὲν ἔδειξε, νῦν ὅτε μείζονα φέρεται τὰ πράγματα, πῶς ἀνῦσαί τι δυνήσεται, ὅτε πίστεως χρεία μόνης, καὶ οὐχὶ δεινότητος;
[02568]
Μετὰ γὰρ τὴν πίστιν οἰκοδομῆς χρεία·
[02828]
Ὅταν οὖν χρεία καλῇ, καὶ ταύτην κατάθου.
[03854]
Εἰς ταῦτα γὰρ διωγμῶν οὐ χρεία.
[04020]
Τούτων δὲ χρεία νῦν, καὶ διὰ τούτων τὰ ἡμέτερα συνίσταται.
[04276]
[61.123] λοιμοῦ, πένθους χρεία καὶ ἱκετηρίας ἐπιτεταμένης, Ἵνα ἐξαρθῇ, φησί·
[05490]
Καὶ ἐνταῦθα δὲ τὸν περὶ τῆς παρθενίας ἀπαρτίσας λόγον, πάλιν ἔξεισιν ἐπὶ τὰ πληκτικώτερα, οὐ πάντα ἐφεξῆς τιθεὶς, ἀλλὰ ποικίλλων τὸν λόγον ἐν ἑκατέρῳ, ὡς ὁ καιρὸς ἀπῄτει, καὶ τῶν ὑποκειμένων πραγμάτων ἡ χρεία.
[05912]
Ταύτης γὰρ πανταχοῦ χρεία, καὶ δεῖ ταύτην διώκειν·
[06298]
Ἐπειδὴ εἶπεν, ὅτι Ἐὰν βρῶμα σκανδαλίζῃ τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ὅπερ οὐκ ἦν μὲν πεποιηκὼς, ὑπέσχετο δὲ ποιήσειν, εἰ χρεία ἀπαιτοίη·
[06328]
Καὶ ὁρῶν ἀνάγκην οὖσαν ἑαυτὸν ἐγκωμιάσαι (οὕτω γὰρ Κορίνθιοι διωρθοῦντο), καὶ μηδὲν βουλόμενος μέγα περὶ ἑαυτοῦ εἰπεῖν, ὅρα πῶς ἀμφοτέροις εἰς δέον κέχρηται, τοσοῦτον ἑαυτὸν ἐπαινῶν, οὐχ ὅσον ἑαυτῷ συνῄδει, ἀλλ' ὅσον ἀπῄτει τῆς προκειμένης ὑποθέσεως ἡ χρεία.
[06358]
Τί γάρ μοι τῶν περιττῶν χρεία, φησὶν, ὅταν καὶ ταῦτα ἀρκῇ πρὸς τὴν παροῦσάν μοι ὑπόθεσιν;
[06920]
Καὶ ὅτι αὕτη ἡ χρεία τῶν ὀφθαλμῶν, δῆλον ἐκ τῶν ὁρωμένων.
[07307]
Καὶ μὴν πλέον, ἢ τοῖς χρήμασιν, ὅσῳ καὶ ἀναγκαιοτέρα αὐτῶν ἡ χρεία, καὶ ἀσφαλεστέρα ἡ ἀπόλαυσις.
[09999]
Ὅτι δὲ καὶ τὸν θρασὺν ἐπιεικῆ, καὶ τὸν ἀσελ-61.286 γῆ σώφρονα ποιεῖ τὸ φιλεῖν, οὐδὲ παραδειγμάτων ἡμῖν ἐνταῦθα χρεία λοιπόν·
[09999]
πλουτούντων ἢ πενομένων χρεία;
[09999]
Ἀλλ' ἰδοὺ ἡ χρεία, καὶ μὴ βουλομένων ἡμῶν, ἐκάλεσεν αὐτοὺς καὶ εἰσήγαγεν.
[09999]
Εἰ γὰρ ἀμ-φότερα ταῦτα τῆς πίστεως ἕνεκεν εἰσενήνεκται, ταύτης πανταχοῦ διασπαρείσης, περιττὴ τούτων ἡ χρεία λοιπόν.
[09999]
Καὶ γὰρ διώξεως χρεία καὶ δρόμου τινὸς σφοδροῦ ἐπ' αὐτήν·
In epistulam I ad Thessalonicenses
Ante [Go Back]
000-00-00 Serial Number=0148163199
[00242]
Καὶ τίς χρεία, φησὶ, τῆς παρ' ἑτέρου εὐχῆς, ὅταν ἐγὼ εὐαρεστῶ;
[00244]
Χρεία, καὶ πολλῆς χρεία εὐχῆς·
[01617]
Ἐχρῆν οὖν σιωπῆσαι, καὶ μηδὲν εἰπεῖν, εἰ μὴ χρεία ἦν.
[01618]
Νῦν δὲ τῷ εἰπεῖν, Οὐ χρεία ἐστὶ, μεῖζον ἐποίησεν, ἢ εἰ εἶπεν·
[02035]
Ὁρᾷς ὅτι πανταχοῦ πίστεως χρεία;
In epistulam I ad Timotheum
Ante [Go Back]
000-00-00 Serial Number=0474314749
[00153]
Ἔνθα γὰρ πίστις, οὐ χρεία ζητήσεως·
[01639]
νῦν δὲ οὐδενὸς χρεία τούτων.
[02523]
Γυμνασίας ἄρα χρεία ἡμῖν.
[02740]
Ἂν μέντοι λέγῃς, ὅτι δεῖ τὰ ὑπάρχοντα κενοῦν, ὅτι δεῖ παρθενεύειν, ἂν περὶ πίστεως διαλέγῃ, ἐνταῦθα διδασκαλίας χρεία.
[02758]
Ἐνταῦθα οὐκέτι ἐπιεικείας χρεία, ἀλλ' αὐθεντίας, ἵνα μὴ τῷ κοινῷ λυμαίνηται.
[04002]
Οὐκ ἄρα ὁμολογίας χρεία μόνον, ἀλλὰ καὶ ὑπομονῆς, ὥστε διαπαντὸς ἐμμένειν τῇ ὁμολογίᾳ, καὶ ἀγῶνος σφοδροῦ καὶ μυρίων ἱδρώτων εἰκότως, ὥστε μὴ περιτραπῆναι·
[04089]
καὶ χρεία τῶν διδασκόντων ποῖα χρὴ θαυμάζειν.
[04092]
Ῥόδον ἂν ἴδῃς, οὐ χρεία τῶν διδασκόντων, ἀλλ' οἶδας ἀφ' ἑαυτοῦ τὴν ἀνεμώνην διαιρεῖν καὶ ἴα·
In epistulam ad Colossenses
Ante [Go Back]
000-00-00 Serial Number=0138133049
[02173]
ταύτῃ τῇ ταφῇ οὐχ ἱματίων, οὐ λάρνακος, οὐκ ἄλλου τῶν τοιούτων οὐδενὸς χρεία.
In epistulam ad Ephesios
Ante [Go Back]
000-00-00 Serial Number=0907359302
[00476]
Ὁρᾷς ὅτι οὐδαμοῦ χρεία ὅρκων;
[00530]
Καίτοι ὁ Θεὸς διὰ τοῦτο τῇ φύσει μέτρον καὶ ὅριον ἔθηκεν, ἵνα μηδεμίαν ἔχωμεν ἀνάγκην τοῦ τὸν πλοῦτον ἐπιζητεῖν, οἷον ἑνὶ ἱματίῳ ἢ καὶ δευτέρῳ περιβάλλεσθαι τὸ σῶμα ἐκέλευσε, καὶ περιττοῦ οὐ χρεία πρὸς τὴν σκέπην.
[00649]
Ὄντως πνεύματος χρεία, διανοίας σοφῆς ἐν τῇ ἐπιγνώσει αὐτοῦ·
[00650]
ὄντως ἀποκαλύψεως χρεία.
[00956]
Ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων.
[01029]
διαρκοῦς γὰρ ἡμῖν χρεία τῆς ἀρετῆς καὶ ἐκτεταμένης εἰς τὴν τελευτὴν τὴν ἡμετέραν.
[01756]
Ποῦ δὲ ταύτης ἡμῖν χρεία δηλῶν, ἐπάγει·
[01790]
Εἰ δὲ τοῦ Θεοῦ τὴν ἀγάπην ὥστε μαθεῖν, τῆς εὐχῆς Παύλῳ δεῖ, καὶ Πνεύματος χρεία ἐνιδρύσεως, τοῦ Χριστοῦ τὴν οὐσίαν τίς εἴσεται λογισμοῖς κατακολουθῶν;
[02488]
Ἐνταῦθα οὐ πολλή τις χρεία τῆς ἀκριβολογίας.
[02842]
ἐπεὶ τὸ οἰκεῖον ἑκάστου κάλλος ἀνῄρηται, καὶ ἡ χρεία ἡ αὐτοτελὴς ἐμπεπόδισται·
[02946]
Τῆς γὰρ ἐκείνου χειρὸς ὄντως χρεία, τῆς μεγάλης, τῆς θαυμαστῆς.
[03939]
Πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία μόνης, καὶ τοῦτό ἐστι τὸ δυσκατόρθωτον·
[04084]
οὐχὶ πρὸς ἕν ἐστιν αὐτῶν διαπαντὸς ἡ χρεία;
[06099]
Τρόπων χρεία, οὐ λόγων, ἤθους, οὐ δεινότητος, ἔργων, οὐ ῥημάτων.
[06123]
Πολλὴ οὖν χρεία μάλιστα τοῖς ἐν τῷ βίῳ τούτῳ στρεφομένοις τῆς τοιαύτης διδασκαλίας·
[06556]
Ἀλλὰ τίς χρεία πάλης;
[06557]
τίς χρεία συμπλοκῆς;
[06898]
ἀεὶ γὰρ πολέμου χρεία.
[06982]
Οὐ τοίνυν τοῦ ἀδιαλείπτως προσεύχεσθαι χρεία μόνον, ἀλλὰ καὶ ἀγρυπνοῦντας·
In epistulam ad Galatas commentarius
Ante [Go Back]
000-00-00 Serial Number=0255137086
[00202]
Ἡ γὰρ τούτων χρεία καὶ τῶν λοιπῶν ἄστρων πρὸς ἕτερον [61.619] μὲν οὐδὲν, εἰς δὲ τὴν παροῦσαν ἡμῖν συντελεῖ ζωὴν, τὴν, ὡς αὐτοί φασι, πονηρὰν, σώματα τρέφουσά τε, καὶ καταυγάζουσα, καὶ καρποὺς εἰς ἀκμὴν ἄγουσα.
[00990]
Εἰ δὲ χρεία νόμου πάλιν, οὐ μέρους, οὐδὲ μιᾶς ἐντολῆς, ἀλλὰ παντὸς δῆλον ὅτι χρεία τοῦ νόμου·
[02077]
νῦν δὲ τῆς χάριτος δεδομένης τῆς οὐ κελευούσης μόνον αὐτῶν ἀπέχεσθαι, ἀλλὰ καὶ μαραινούσης αὐτὰς, καὶ πρὸς μείζονα πολιτείαν ἀναγούσης, τίς χρεία νόμου;
[02078]
Τῷ γὰρ οἴκοθεν κατορθοῦντι τὰ μείζω, ποῦ χρεία παιδαγωγοῦ;
In epistulam ad Hebraeos
Ante [Go Back]
000-00-00 Serial Number=0432934105
[01079]
ἐνταῦθα οὐ ῥητορείας χρεία, οὐδὲ μακρᾶς ἀποτάσεως·
[02124]
πείρας χρεία, καὶ τῆς διὰ πείρας γνώσεως.
[02339]
∆ρόμου χρεία, καὶ δρόμου σφοδροῦ.
[02353]
ψυχῆς γὰρ ἐνταῦθα χρεία, ψυχῆς διεγηγερμένη·
[03949]
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερω σύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέ τητο), τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισε δὲχ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
[03968]
Καὶ τὸ, Τίς ἔτι χρεία, πολλὴν ἔμφασιν ἔχει.
[03990]
Τίς οὖν ἑτέρας ἦν ἱερωσύνης χρεία, εἰ τὸ τέλειον εἶχε;
[04435]
Ὥσπερ γὰρ λέγει, ὅτι, Εἰ ἡ τελείωσις δι' αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα;
[05494]
Εἰ τοίνυν ἀφῆκε τὰς ἁμαρτίας διὰ τῆς μιᾶς θυσίας, οὐκέτι χρεία δευτέρας.
[05533]
Τούτου γὰρ ἡμῖν χρεία·
[05848]
Σοὶ δὲ οὐ χρεία ἐπιτηδεῦσαι τοῦτο·
[06484]
οὐκ εἶπε πρὸς ἑαυτὸν, Τίς χρεία πόνων καὶ κινδύνων;
[07111]
Οὐκ ἔστι χρεία δαπάνης, οὐκ ἔστι πόνων, οὐκ ἔστιν ἱδρώτων·
[08301]
Ἐκεῖ γὰρ οὐ τῶν χρυσῶν ἱματίων χρεία τούτων, ἀλλ' ἑτέρων.
[08828]
Ἀλλ' οὐ χρεία λόγου, οὐδὲ εὐγλωττίας.
In epistulam ad Philemonem
Ante [Go Back]
000-00-00 Serial Number=0673651934
[00190]
Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλούτου, οὐ χρημάτων, οὐ δυναστείας, οὐ φιλίας, οὐκ ἄλλου οὐδενὸς, ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται.
In epistulam ad Philippenses
Ante [Go Back]
000-00-00 Serial Number=0316671789
[02010]
τίς γὰρ χρεία ταῦτα λέγειν;
[03111]
καίτοι οὐ τοσαύτη χρεία τούτων τῶν ὑποδημάτων ἦν·
[03112]
ἔνεστι γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι, ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνί ἐστιν·
[04311]
Ἀλλ' ἐπεὶ πρὸς τὸ μὴ ταύτης διαμαρτεῖν χρεία συντόνου σπουδῆς καὶ ἀδιαλείπτων εὐχῶν, σπουδάζωμεν, παρακαλῶ·
In epistulam ad Romanos
Ante [Go Back]
000-00-00 Serial Number=0229592204
[01619]
Τούτου δὴ τοῦ τρίτου χρεία, δι' ὃν καὶ ἐκεῖνοι οἱ δύο, ὅ τε ἀπὸ τῆς φύσεως, ὅ τε ἀπὸ τῶν γραμμάτων·
[01700]
Τούτου γὰρ ὁμολογηθέντος, ἐξ ἀνάγκης ἡ περιτομὴ τῆς σαρκὸς ἐκβάλλεται, καὶ δείκνυται, ὅτι πανταχοῦ βίου χρεία.
[02164]
Ἀλλ' ἐπειδὴ μετὰ τὴν χάριν ταύτην, δι' ἧς ἐδικαιώθημεν, καὶ πολιτείας χρεία, ἀξίαν ἐπιδειξώμεθα τῆς δωρεᾶς τὴν σπουδήν·
[02582]
τότε γὰρ σὺ τῶν σωματικῶν ἔχρῃζες σημείων, νῦν δὲ οὐ χρεία τούτων.
[02600]
Οὐδὲν οὖν ἄλλο κηρύττει ἡ περιτομὴ, ἀλλ' ὅτι οὐ χρεία περιτομῆς.
[02615]
τουτέστιν, οὐ χρεία τῆς κατὰ χάριν σωτηρίας·
[02619]
Τί γάρ μοι χρεία πίστεως;
[02907]
ἂν δὲ κατ' ἀλλήλων ὁπλιζώμεθα, οὐδὲ τοῦ διαβόλου χρεία λοιπὸν πρὸς τὴν ἡμετέραν ἀπώλειαν.
[03110]
Ὁ τοίνυν τῶν ἐχθρῶν οὕτω φεισάμενος, ὥστε μὴ φείσασθαι τοῦ Παιδὸς, φίλων ὄντων οὐ προστήσεται, ὅτε λοιπὸν οὐδὲ τοῦ τὸν Παῖδα ἐκδοῦναι χρεία, Ἢ γὰρ διὰ τὸ μὴ βούλεσθαί τις, ἢ διὰ τὸ μὴ δύνασθαι, κἂν βούληται, πολλάκις οὐ σώζει·
[05390]
Εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος;
[06445]
Οὐ περιόδου χρεία καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νομίμων, ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία.
[06618]
Καὶ ἔδειξεν, ὅτι καὶ δυνάμεως χρεία καὶ ψυχῆς ὑψηλῆς τὰ ὑπὲρ ἐλπίδα δεχομένης, καὶ μὴ προσπταιούσης τοῖς ὁρωμένοις.
[06619]
Τοῦτο τοίνυν καὶ ἐνταῦθα ποιεῖ, καὶ δείκνυσιν ὅτι φιλοσόφου διανοίας χρεία καὶ γνώμης
[09186]
Εἰ γὰρ μὴ τοσαύτην ἡμῶν ἐποιεῖτο πρόνοιαν, τίς χρεία τῆς οἰκονομίας ἦν;
[09999]
Τί τῆς σελήνης σοι χρεία;
In epistulam ad Titum
Ante [Go Back]
000-00-00 Serial Number=0152391016
[00377]
Ὥστε οὐ χρεία κόμπου ῥημάτων, ἀλλὰ φρενῶν, καὶ Γραφῶν ἐμπειρίας, καὶ νοημάτων δυνάμεως.
[00876]
Πολλὴ ἄρα τῆς τοῦ λόγου διακονίας ἡ χρεία, λόγου οὐ τοῦ τυχόντος, ἀλλὰ δοκίμου τινὸς καὶ ἀλήπτου, καὶ μηδεμίαν μηδαμόθεν παρεχομένου τοῖς βουλομένοις πρόφασιν.
In illud Domine non est in homine
Ante [Go Back]
000-00-00 Serial Number=0836814404
[00213]
∆ιὰ τοῦτο χρεία ἡμῖν καὶ τοῦ θέλειν καὶ τοῦ τρέχειν, ἵνα καὶ τὸν Θεὸν ἐπισπασώμεθα.
In illud Messis quidem multa
Ante [Go Back]
000-00-00 Serial Number=0112584770
[00029]
ἐπὶ δὲ τῶν παλαισμάτων τῆς ἀρετῆς οὐκ ἔτι, ἀλλ' ἑνὸς χρεία, γνώ μης μόνον καὶ ψυχῆς παρεσκευασμένης, καὶ οὔτε νεότης ἄχρηστος, οὔτε γῆρας ἀνεπιτήδειον, ἀλλ' ἐν ἑκατέρᾳ τῇ ἡλικίᾳ ὥριμον ἴδοι τις ἂν βρύοντα τὸν καρπὸν, μόνον, ὅπερ ἔφθην εἰπὼν, εἰ ψυχήν τις ἂν ἔχοι νήφουσαν καὶ φιλοσοφεῖν ἐπισταμένην, καὶ διὰ τῆς πολλῆς ἀρετῆς τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπωμένην.
In illud Ne timueritis
Ante [Go Back]
000-00-00 Serial Number=0235652089
[00778]
οὐρανὸς κοινὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ ὁ τῶν ἀστέρων χορὸς, καὶ ἀὴρ, καὶ θάλασσα, καὶ πῦρ, καὶ ὕδωρ, καὶ γῆ, καὶ ζωὴ, καὶ τελευτὴ, καὶ αὔξησις, καὶ γῆρας, καὶ νόσος, καὶ ὑγεία, καὶ χρεία τροφῆς καὶ ἐνδυμάτων·
In illud Salutate Priscillam et Aquilam
Ante [Go Back]
000-00-00 Serial Number=0202814877
[00202]
Ἔδειξε πῶς οὐδὲν εἰς φιλοξενίαν ἡ πενία γίνεται κώλυμα, καὶ ὅτι οὐ πλούτου καὶ χρημάτων, ἀλλὰ ἀρετῆς πανταχοῦ χρεία καὶ προαιρέσεως εὐλάβειαν ἐχούσης, καὶ ὅτι πάντων εἰσὶ λαμπρότεροι οἱ τὸν τοῦ Θεοῦ φόβον ἔχοντες, κἂν εἰς πενίαν ἐσχάτην κατενεχθῶσι.
In illud Si qua in Christo nova creatura
Ante [Go Back]
000-00-00 Serial Number=0729732275
[00008]
Οὐ γὰρ τοῦ λέγοντος χρεία μόνον, ἀλλὰ καὶ τοῦ συνετῶς ἀκούοντος·
[00342]
Ὁρᾷς ὅτι χρεία σοι ὀφθαλμῶν;
[00351]
Ὁρᾷς ὅτι χρεία ἵνα ὀφθαλμούς σοι ποιήσω διὰ τοῦ λόγου;
[00579]
Μὴ σιδήρου χρεία;
In illud Simile est regnum caelorum patri familias
Ante [Go Back]
000-00-00 Serial Number=0551262796
[00287]
Ἀθο λώτου χρεία βλέμματος εἰς τὴν τῶν μυστηρίων ἐπίσκε ψιν·
[00288]
καθαρᾶς χρεία ψυχῆς εἰς τὴν τῶν καθαρῶν κατα νόησιν.
In illud Sufficit tibi gratia mea
Ante [Go Back]
000-00-00 Serial Number=0817323089
[00055]
Ἐπεὶ οὖν διπλῆ γέγονεν ἡ οὐσία, διπλῆ αὐτῆς καὶ ἡ χρεία.
[00057]
διπλῆ αὐτῆς καὶ ἡ χρεία.
[00235]
Οὐ γὰρ χρεία καιροῦ, ἀλλὰ γνώμης·
[00236]
οὐ χρεία ὑετοῦ, ἀλλὰ προθυμίας.
In illud Vidua eligatur
Ante [Go Back]
000-00-00 Serial Number=0014686644
[00167]
ὅθεν οὐδὲ προσταγμάτων ὑπὲρ τούτου χρεία καὶ νόμων, ἵνα τὰ ἔκγονα τρέφωσιν αἱ χῆραι·
In laudem conceptionis sancti Joannis Baptistae
Ante [Go Back]
000-00-00 Serial Number=0873462677
[00135]
ἐπὶ θύραις ὁ λόγος, καὶ χρεία τῆς φωνῆς, ἐγγὺς ὁ νυμφίος, καὶ δίκαιον ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ Ἰορδάνῃ·
[00136]
αἵματος χρεία ἐξαγοράζοντος τὸν κόσμον, καὶ χρή με πόῤῥωθεν τὸν ἀμνὸν ὑποδεῖξαι.
In nativitatem Joannis Baptistae
Ante [Go Back]
000-00-00 Serial Number=0632034481
[00024]
ἐπὶ θύραις ὁ λόγος καὶ χρεία φωνῆς·
[00026]
αἵματος χρεία ἀγοράζοντος τὸν κόσμον καὶ χρή με πόρρωθεν τὸν ἀμνὸν ὑποδεῖξαι.
[00029]
Λοιπὸν χρεία κλήτορος, ἵνα πάντες μαθόντες ἀπαντήσωσιν ἅπαντες.
In pharisaeum et meretricem
Ante [Go Back]
000-00-00 Serial Number=0289119363
[00182]
καὶ ποῦ χρεία προφητικῆς ἐλλάμψεως ἐπὶ τῆς γνωριζομένης ὄψεως;
In principium Actorum
Ante [Go Back]
000-00-00 Serial Number=0706963837
[00631]
οὐ χρεία λόγων, οὐδὲ ἀποδείξεως, οὐδὲ ἀποκρίσεως, οὐδὲ διδασκαλίας·
In quatriduanum Lazarum [2]
Ante [Go Back]
000-00-00 Serial Number=0723633051
[00006]
Ἀλλὰ τού των ἱκανῶς τότε προκατασκευασθέντων ἡμῖν, σκοπή σωμεν τίς ἡ κατὰ τὸν Λάζαρον θαυματουργία τοῖς εὐαγγελισταῖς εὔκαιρος χρεία.
In ramos palmarum [2]
Ante [Go Back]
000-00-00 Serial Number=0550517499
[00170]
Σπουδῆς μοι χρεία, καὶ πολλῆς ἰσχύος·
[00178]
Πολλῆς μοι οὖν σπουδῆς χρεία σταυρὸν κατασκευάσαι.
In sanctum Lucianum martyrem
Ante [Go Back]
000-00-00 Serial Number=0376687884
[00111]
Καίτοι γε καὶ τῆς ἔξωθεν παιδεύσεως μετέσχεν, ἀλλ' ᾔδει σαφῶς ὅτι ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐ ῥητορείας χρεία, ἀλλὰ πίστεως·
In sanctum Romanum
Ante [Go Back]
000-00-00 Serial Number=0165205538
[00122]
Ὥσπερ ἂν εἴ τις παγκρατιάζειν μέλλων, εἶτα πληγὰς ἀφάτους λαβὼν, καὶ μὴ δυνάμενος ἀντιστῆναι λοιπὸν, κελεύσειεν ἐκκοπῆναι τοῦ ἀνταγωνιστοῦ τὰς χεῖρας, καὶ οὕτως αὐτὸν παίοι, οὐ χρεία λοιπὸν ἑτέρας ἀποδείξεως πρὸς τὸ τὴν νίκην τῷ τὰς χεῖρας ἐκκοπέντι ψηφίσασθαι·
In sanctum pascha sermo 6
Ante [Go Back]
000-00-00 Serial Number=0436066151
[00019]
Φέρε δή, πρῶτον ἀναλαβόντες διὰ βραχέων εἴπω μεν τί νόμος καὶ τί νόμου χρεία, διὰ τί δὲ μετ' Αἴγυπτον νόμος·
In sanctum pascha sermo 7
Ante [Go Back]
000-00-00 Serial Number=0401743591
[00227]
∆εῖ μὲν γὰρ τὴν τεσσαρεσκαιδεκάτην ἐν τῇ ἑβδομάδι πρὸ τῆς ὁριζομένης ἀναστασίμου συμβῆναι, ἀλλ' ἐὰν μὲν εἰς τὸ πλάτος τῆς ἑβδομάδος συμπέσῃ, εὐπέτεια τῆς εὑρέσεως ὑπανοίγεται, ἐὰν δὲ τῇ κυριακῇ ἡμέρᾳ ἐμπίπτῃ, ἐν ταύτῃ ἀκριβοῦς ἐπιστασίας χρεία·
In triduanam resurrectionem domini [1]
Ante [Go Back]
000-00-00 Serial Number=0107433438
[00064]
Ὢ μυστηρίου μεγάλου! μετενόησεν ὁ λῃστὴς, χρεία ἦν ὕδατος, ἵνα βαπτισθῇ·
In triduanam resurrectionem domini [2]
Ante [Go Back]
000-00-00 Serial Number=0369697392
[00064]
Ὢ μυστηρίου μεγάλου! μετενόησεν ὁ λῃστὴς, χρεία ἦν ὕδατος, ἵνα βαπτισθῇ·
In venerandum crucem
Ante [Go Back]
000-00-00 Serial Number=0882405043
[00076]
Ἵνα τοίνυν σβέσωμεν ἐκεῖνο τὸ πῦρ, ὕδατος χρεία.
Interpretatio in Danielem prophetam
Ante [Go Back]
000-00-00 Serial Number=0133283556
[00819]
Ὅτι ἱκανὴν πεῖραν δεδωκότος τοῦ ∆ανιὴλ πρότερον, ἤγουν ἐν τῷ πρὸ τούτου ἐνυπνίῳ, οὐδεμία λοιπὸν χρεία ἦν δευτέραν προσενεχθῆναι δοκιμασίαν.
[01897]
ἐπεὶ τίς χρεία ταῦτα ἀπαγγελ θῆναι;
Oratio de hypapante
Ante [Go Back]
000-00-00 Serial Number=0951143622
[00069]
Ἐπειδὴ οὖν αὐτὸς ἦν ὁ ἀμνὸς ὁ θυόμενος ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ὁ ἀμνὸς ὁ ἄμωμος καθὼς καὶ Ἰωάννης ἀμνὸν αὐτὸν ἐκελάδει, οὐ χρεία ἦν ἀμνοῦ ἑτέρου.
[00074]
Ἐπεὶ οὖν αὐτὸς ἦν ἀμνὸς ὃν διὰ τῶν γραμμάτων προετύπου ὁ νόμος, τίς χρεία ἀμνοῦ ἑτέρου αὐτοῦ τοῦ ἀληθινοῦ εὑρισκομένου.
Post reditum a priore exsilio
Ante [Go Back]
000-00-00 Serial Number=0973576605
[00085]
Τίς χρεία λόγων;
[00183]
Οὐ χρεία μοι γεωργίας·
[00185]
Οὐ χρεία μοι πόνου·
[00198]
Τίς χρεία βοῆς;
Prooemia in Psalmos
Ante [Go Back]
000-00-00 Serial Number=0915738106
[00095]
Τί τῆς σελήνης ἡ χρεία, ἄκουσον λέγοντος·
[00195]
Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ἔξεστι ψάλλειν κατὰ διάνοιαν.
Quales ducendae sint uxores
Ante [Go Back]
000-00-00 Serial Number=0748372257
[00180]
Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλοτιμίας καὶ σοφίας ἔργον, τὸν ἐν τοῖς μείζοσι χρήσιμον, ἐν τοῖς ἐλάττοσι καταδεέστερον καὶ ἄχρηστον εἶναι, ἵνα ἀναγκαία γένηται τῆς γυναικὸς ἡ χρεία.
Quod regulares feminae viris cohabitare non debeant
Ante [Go Back]
000-00-00 Serial Number=0210613847
[00195]
Ἢ γὰρ ἀνάγκη εἰπεῖν, ποῦ σοι τἀνδρὸς ἡ χρεία γένοιτ' ἂν ἀναγκαία, ἢ τοῦτο δεῖξαι μὴ δυναμένην ἐκπέμπειν τὸν συνοικοῦντα κακῶς·
Synopsis scripturae sacrae
Ante [Go Back]
[00013]
Καὶ τί δεῖ θαυμάζειν περὶ τῆς Γραφῆς, ὅπου γε καὶ τῆς κτίσεως αὐτῆς ἡ χρεία διὰ τοῦτον;
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»