Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χωρίου [58]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χωρίου


000-00-00 Serial Number=0108439803
Ad populum Antiochenum Ante [Go Back]  
 [01511]  Καίτοι πόσῳ βελτίων παράδεισος κοπρίας! ἀλλ' οὐδὲν ὠφέλησεν ἡ ἀρετὴ τοῦ χωρίου τὸν ἐνοικοῦντα.
 [02414]  καὶ οὐ τούτῳ μόνον ἐτίμησεν ἡμῶν τὴν φύσιν, ἀλλὰ καὶ αὐτῇ τοῦ χωρίου τῇ προεδρίᾳ ἐξαίρετον οἰκητήριον ἀποτάξας ἡμῖν τὸν παράδεισον, καὶ λόγον δοὺς καὶ ψυχὴν ἀθάνατον χαρισάμενος.
000-00-00 Serial Number=0026102126
Contra Anomoeos Ante [Go Back]  
 [00029]  Ὁ δειλὸς κἂν ἐπ' ἀσφαλοῦς βαίνῃ χωρίου, οὐδέπω θαῤῥεῖ, ἀλλὰ δέδοικε καὶ τρέμει·
000-00-00 Serial Number=0184919357
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00058]  Τὸν γὰρ Ἀδὰμ κολάσαι βουλόμενος, οὐ πόρρω τοῦ παραδείσου κατῴκισεν, ἀλλ' αὐτοῦ πλησίον ἐκείνου, ἵν' ἔχῃ διηνεκῆ κόλασιν, τὴν θέαν τοῦ ποθουμένου χωρίου, θεωρῶν μὲν αὐτὸν διὰ παντὸς, ἀπολαῦσαι δὲ οὐκ ἐπιτρεπόμενος.
000-00-00 Serial Number=0660555065
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00441]  Τότε μὲν γὰρ πρὸς βασιλέα μόνον ἠγωνίσατο νῦν δὲ καὶ πρὸς βασιλέα καὶ δαίμονα, καὶ τότε μὲν τῶν ἱερῶν περιβόλων τὸν κρατοῦντα ἀπήλασε νῦν δὲ τοῦ χωρίου παντὸς τῆς ∆άφνης τὸν λυμεῶνα ἀπήγαγεν οὐ χειρὶ χρώμενος καθάπερ καὶ πρότερον ἀλλ' ἀοράτῳ δυνάμει τὴν ἀόρατον καταγωνιζόμενος.
 [00504]  [100] Ἵνα γὰρ ὑμῖν μὴ ἐξῇ ἐπὶ πλέον ἀπατᾶν ἑαυτοὺς καὶ λέγειν ὅτι ὀργιζόμενος καὶ ὑπὲρ θυσιῶν ἐγκαλῶν καὶ ὑπὲρ τῆς ἄλλης θεραπείας μεμφόμενος ἀνεχώρησεν ἑκών, διὰ τοῦτο αὐτὸν καὶ ἐκ τοῦ χωρίου τούτου παντὸς ἀπήλασεν ὃ μάλιστα πάντων φίλον ἦν αὐτῷ καὶ ὃ τῶν ἄλλων οὕτω προετίμησεν ὡς καὶ ἀτιμαζόμενος προσεδρεύειν αὐτῷ.
 [00614]  Πληγαὶ δὲ στέρνων καὶ οἰμωγή τις ὀξεῖα διὰ χωρίου πολυδένδρου δρα μοῦσα πίπτει μὲν εἰς τὸ ἄστυ δεινή τε καὶ φρικώ δης, ὄμμα δὲ ἄρχοντος ἄρτι γευόμενον ὕπνου πικρῷ ῥήματι τῆς εὐνῆς ἐξανέστησεν.
 [00685]  [123] Ἀλλὰ πάσας μὲν τὰς ἐκεῖ γενομένας συμφορὰς οὔτε τῶν ἰδόντων τις καὶ πεῖραν εἰληφότων δυνήσεται διελθεῖν οὕτω πᾶσαν ἀπέκρυψεν ὑπερβολήν, ὡς δὲ ἐν κεφαλαίῳ εἰπεῖν πεσόντος αὐτοῦ αἰσχρῶς καὶ ἐλεεινῶς οἱ μὲν γὰρ ὑπό τινος τῶν σκευοφόρων τοῖς παροῦσι δυσανασχετοῦντος βληθέντα ἀποθανεῖν αὐτόν φασιν, οἱ δὲ οὐδὲ εἰδέναι τὸν σφαγέα τὸν ἐκείνου λέγουσιν ἀλλ' ὅτι μόνον ἐπλήγη καὶ παρεκάλεσεν εἰς τὴν Κιλίκων ταφῆναι γῆν ἔνθα καὶ κεῖται νῦν πεσόντος δὴ οὖν οὕτως αἰσχρῶς ὁρῶντες ἐν τοῖς ἐσχάτοις αὐτοὺς ὄντας οἱ στρατιῶται προέπεσον τοῖς ἐχθροῖς καὶ δόντες ὅρκους ἀποστήσεσθαι τοῦ πάντων ἀσφαλεστάτου χωρίου καὶ ὃ τῆς καθ' ἡμᾶς οἰκουμένης ὥσπερ τεῖχος ἦν ἀρραγές, φιλανθρώπων τε τυχόντες τῶν βαρβάρων οὕτω διέφυγον καὶ ἐπανῆλθον ἐκ πολλῶν ὀλίγοι καὶ αὐτοὶ πεπονηκότες τὰ σώματα, αἰσχυνόμενοι μὲν ἐφ' οἷς συνέθεντο ἀναγκαζόμενοι δὲ διὰ τοὺς ὅρκους ἀποστῆναι τῶν πατρικῶν κτημάτων αὐτοῖς.
000-00-00 Serial Number=0314885736
De Melchisedech Ante [Go Back]  
 [00117]  Ὅτι δὲ οὐκ ἔστιν μείζων Χριστοῦ, οὔτε δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι, ποίου χωρίου εἶναι αὐτὸν λέγουσιν·
 [00121]  Ἐὰν οὖν εἴπωσιν, ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ, ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι καὶ αὐτὸς γόνυ κάμπτει τῷ Χριστῷ τῷ σαρκωθέντι ἐκ τῆς θεοτόκου Μαρίας.
000-00-00 Serial Number=0295680344
De fato et providentia Ante [Go Back]  
 [00235]  Ὅταν γὰρ μάθῃ τις ὅτι μοιχεύων ἢ φονεύων, καὶ τοίχους διορύττων, οὐκ ἔστιν ἐγκλήματος ἄξιος, οὐ παύσεται, καθάπερ ἐπὶ κατάντους χωρίου, μετὰ προθυμίας φερόμενος τῆς προνοίας ποιεῖν συκοφάντας, καὶ συκοφάντης γενέσθαι κατὰ τοῦ Θεοῦ·
000-00-00 Serial Number=0959436655
De incomprehensibili dei natura Ante [Go Back]  
 [01356]  Αὕτη γάρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα καί, καθάπερ τὰ ὕδατα, ἕως μὲν ἂν ἐπὶ ἰσοπέδου φέρηται χωρίου καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὸς ὕψος, ἐπειδὰν δὲ αὐτὰ χεῖρες ὀχετηγῶν κάτωθεν περισφίγξασαι θλίψωσι στενοχωρούμενα, βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται, οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαρρεῖ, ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀποθλιβομένη καλῶς, καθαρὰς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἀναπέμπει τὰς εὐχάς.
000-00-00 Serial Number=0837247312
De prophetiarum obscuritate Ante [Go Back]  
 [00390]  Καὶ γὰρ ὅταν τις εἰς βαθύγειον καὶ λιπαρὰν ἄρουραν αὔλακα τέμῃ, κἂν μὴ δαψιλεῖ τῇ χειρὶ καταβάλῃ τὰ σπέρματα, πολλὴν δέξεται τὴν φορὰν, τῆς φύσεως τοῦ χωρίου τὴν ὀλιγότητα τῶν σπερμάτων διὰ τῆς οἰκείας δυνάμεως πλεοναζούσης·
000-00-00 Serial Number=0534076571
Epistulae Ante [Go Back]  
 [00015]  Ἀλλ' ἐπειδὴ καὶ τοῦτο παρείλετο ἡμᾶς ἡ ἐρημία τοῦ χωρίου ἐν ᾧ διατρίβομεν, καὶ τὸ σφόδρα αὐτὸ ἀπῳκίσθαι τῆς δημοσίας ὀδοῦ, παρακαλῶ, ἂν μὴ συνεχῶς τοῦτο ποιῶμεν, συγγνώμην ἡμῖν νέμειν, καὶ γραφόντων ἡμῶν καὶ σιγώντων, τὴν αὐτὴν ἔχειν περὶ τῆς ἀγάπης τῆς ἡμετέρας ψῆφον, λογιζομένους ὅτι τὴν σιγὴν ἡμῖν πολλάκις μακροτέραν ἡ ἐρημία τοῦ τόπου, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία ἐργάζεται.
 [00082]  ἀλλ' ἐπειδὴ τοῦτο ἡμᾶς παραιρεῖται τὸ μηδένα συνεχῶς ἡμῖν ἐπιχωριάζειν ἥ τε γὰρ ἐρημία τοῦ χωρίου τούτου, ὅ τε τῶν λῃστῶν φόβος ταύτην ἐπιτείνων, λοιπὸν δὲ καὶ ἡ τοῦ ἔτους ὥρα τὰς ὁδοὺς ἀποτειχίζουσα, πᾶσιν ἄβατον ποιεῖ τὴν Κουκουσὸν, ἀλλ' ἡνίκα ἂν ἐπιτύχωμεν γραμματηφόρων, πληροῦμεν ἡμῶν τὴν ἐπιθυμίαν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
 [00241]  καὶ τῶν πραγμάτων δὲ πολὺς ὁ περιεστὼς ἡμᾶς ὄχλος, ἐρημία χωρίου χαλεπωτάτη, πολιορκία ἀφόρητος, ἔφοδοι, καταδρομαὶ λῃστῶν, ἑτέρα στενοχωρία, ἡ τοῦ σώματος ἀῤῥωστία.
 [00311]  καὶ γὰρ ἡ τοῦ χωρίου τούτου ἐρημία, καὶ ὁ τῶν Ἰσαύρων φόβος, καὶ ἡ τοῦ χειμῶνος σφοδρότης οὐκ ἐπιτρέπει συνεχῶς τινας ἡμῖν ἐπιχωριάζειν.
 [00962]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
 [01224]  καὶ γὰρ Ἰσαυρικοῦ φόβου πολιορκία, καὶ χωρίου ἐρημία, καὶ χειμῶνος σφοδρότης ἡμᾶς θλίβει·
 [01920]  ∆ιὰ τοῦτο καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας·
 [02182]  καὶ γὰρ Ἰσαυρικοῦ φόβου πολιορκία, καὶ χωρίου ἐρημία, καὶ χειμῶνος σφοδρότης ἡμᾶς θλίβει·
 [02370]  Ἄλλος μὲν ἄν τις τὸν ἀφόρητον κρυμὸν τὸν ἐνταῦθα, τὴν πολλὴν ἐρημίαν τοῦ χωρίου, τὴν χαλεπωτάτην ἀῤῥωστίαν καὶ γὰρ καὶ ἀῤῥωστίᾳ ἐντεῦθεν περιπεπτώκαμεν ἀπωδύρατο ἂν, καὶ ἐθρήνησεν·
 [02427]  Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι πολλὴν ὑμῖν φέρει τὴν εὐφροσύνην τὸ μαθεῖν τὰ ἡμέτερα ἐν τίσιν ὁρμᾷ, ἀπηλλάγμεθα τῆς τοῦ στομάχου ἀσθενείας, ὑγιαίνομεν, οὐδὲν ἡμᾶς οὔτε πολιορκίαι, οὔτε ἔφοδοι λῃστρικαὶ, οὔτε ἐρημία χωρίου, οὔτε μυρίων περιστάσεων ὄχλος, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν συστέλλει καὶ θορυβεῖ, ἀλλ' ἀδείας ἀπολαύομεν, ἀπραγμοσύνης, ἡσυχίας πολλῆς καθ' ἑκάστην [52.690] μεριμνῶντες τὰ ὑμέτερα, ὑπὲρ τούτων πρὸς τοὺς εἰσιόντας πρὸς ἡμᾶς ποιούμενοι λόγους.
 [02539]  Καὶ γὰρ ἡ τοῦ ἔτους ὥρα, καὶ ἡ τοῦ χωρίου ἐρημία ἐν ᾧ καθείργμεθα δεσμωτηρίου χαλεπώτερον, καὶ ἡ τῶν ἐνταῦθα παραγινομένων σπάνις, καὶ τὸ μηδὲ αὐτῶν τῶν ὀλίγων πάντων γνησίων ἐπιτυγχάνειν, ἔτι δὲ καὶ ἡ τοῦ σώματος ἀῤῥωστία σφόδρα ἡμᾶς κατεργασαμένη, καὶ πάντα τὸν χειμῶνα τῇ κλίνῃ προσηλώσασα, τὴν μακρὰν ταύτην σιγὴν ἐποίησεν, ἀλλ' οὐ τὴν ἀπὸ γνώμης, ἀλλὰ τὴν ἀπὸ γλώσσης.
 [02589]  Τοῦτο ἡμᾶς οὔτε τὴν ἐρημίαν τοῦ χωρίου τούτου καὶ γὰρ πάσης τῆς οἰκουμένης ἐστὶν ἐρημότατον, οὔτε τὴν πολιορκίαν τῶν λῃστῶν καὶ γὰρ καθ' ἑκάστην πολιορκεῖται τὴν ἡμέραν, οὐ τὸν ἐντεῦθεν τικτόμενον λιμὸν ἀφίησιν ὁρᾷν·
 [02746]  ἐπειδὴ δὲ τοῦτο ἡμᾶς παρείλετο ἡ τοῦ χωρίου τούτου, ἐν ᾧ καθείργμεθα, ἐρημία, νῦν ὅτε ἐπετύχομεν τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην ὑμῖν ἀποδιδόαμεν πρόσρησιν.
 [02766]  ἀλλ' οὐχ ἑκουσίως ἡμῶν ἡ μακρὰ αὕτη σιγὴ γέγονεν, ἀλλὰ διὰ τὴν τοῦ χωρίου ἐρημίαν, ἐν ᾧ καθείργμεθα, οὐ διὰ τὴν ῥᾳθυμίαν τὴν περὶ τὴν ὑμετέραν ἀγάπην.
 [02860]  Ἡμεῖς γὰρ τὴν ὁδὸν ἅπασαν ἀπραγμόνως καὶ μετὰ ἀσφαλείας διανύσαντες ἐν τῇ Κουκουσῷ διατρίβομεν, ἐντρυφῶντες [52.712] τῇ ἡσυχίᾳ τοῦ χωρίου, καὶ τῇ ἀπραγμοσύνῃ, καὶ πολλῆς ἀπολαύοντες θεραπείας τε καὶ εὐνοίας.
 [02924]  ἐπειδὴ δὲ τοῦτο οὐκ εὔκολον, διά τε τὴν τοῦ χειμῶνος ὥραν καὶ [52.714] τὸν τῶν λῃστῶν φόβον, καὶ τὴν τοῦ χωρίου ἐρημίαν ἐν ᾧ καθήμεθα, ἡνίκα ἂν ἐξῇ, καὶ προσαγορεύομέν σου τὴν εὐλάβειαν, καὶ αἰτοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελίζεσθαι·
 [03309]  ἐπειδὴ δὲ καὶ ἐν ἐρημίᾳ πολλῇ χωρίου διατρίβομεν, καὶ ὁ τῶν λῃστῶν φόβος πολιορκεῖ τὴν πόλιν, καὶ ἡ τοῦ χειμῶνος ὥρα ἀποτειχίζει τὰς ὁδοὺς, καὶ ταῦτα πάντα οὐκ ἀφίησι πολλοὺς ἡμῖν συνεχῶς ἐπιχωριάζειν, ἡνίκα ἂν ἐξῇ, καὶ γραμματηφόρων ἐπιτύχωμεν, τὴν ὀφειλομένην πρόσρησιν ἀποδιδόαμέν σου τῇ εὐλαβείᾳ.
 [03374]  Τοῦ Σαλαμῖνος ἕνεκεν χωρίου τοῦ κατὰ τὴν Κύπρον κειμένου, τοῦ ὑπὸ τῆς αἱρέσεως τῶν Μαρκιωνιστῶν πολιορκουμένου, ἤμην διειλεγμένος οἷς ἐχρῆν, καὶ κατωρθωκὼς τὸ πᾶν, ἀλλ' ἔφθην ἐκβληθείς.
 [03576]  Ἡμεῖς γὰρ ἐνταῦθα πολλῆς ἀπολαύομεν ἡδονῆς, ἐντρυφῶντες τῇ συνουσίᾳ τοῦ ἁγιωτάτου ἐπισκόπου, καὶ τῇ ἡσυχίᾳ τοῦ χωρίου τούτου, καὶ τῇ πολλῇ ἀπραγμοσύνῃ.
000-00-00 Serial Number=0640305102
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00088]  τῶν τε ἐπιτηδείων ἡ ἀφθονία πάντοθεν ἡμῖν ἐπιρρεῖ, πάντων μετὰ πάσης εὐνοίας ἡμᾶς ὑποδεχομένων, καίτοι σφόδρα ἐρημοτάτου ὄντος τοῦ χωρίου.
000-00-00 Serial Number=0168970585
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00061]  Θάλαττα ἀπὸ τῆς πόλεως μέχρι τοῦ παρόντος ἐξετάθη χωρίου, θάλαττα κυμάτων ἀπηλλαγμένη, ναυάγιον οὐκ ἔχουσα, σκοπέλων ἠλευθερωμένη·
000-00-00 Serial Number=0728420913
In Acta apostolorum Ante [Go Back]  
 [00901]  Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας.
 [03887]  Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
 [06127]  Αἰδέσιμος ἔσται καὶ ὁ πρεσβύτερος λοιπὸν, καὶ πρὸς ἀσφάλειαν τοῦ χωρίου συμβαλεῖται τοῦτο.
 [06195]  ὅλως εἰ οὕτω ποιεῖς, μὴ ποιήσῃς, εἰ μὴ νομίζεις πρόσοδον λαμβάνειν παντὸς τοῦ χωρίου μείζονα·
000-00-00 Serial Number=0551229596
In Genesim sermones Ante [Go Back]  
 [01120]  Οὗτοι τοίνυν ἐπιλαβόμενοι τοῦ χωρίου τούτου φασίν·
000-00-00 Serial Number=0766824543
In Joannem Ante [Go Back]  
 [00156]  Καὶ ταύτης ὢν τῆς γῆς, οὐδὲ ἐπισήμου χωρίου τινὸς ἦν.
 [00505]  ἀλλ' ἐπὶ μὲν τοῦ ἀνθρώπου, τοῦ ἀπὸ τοῦδε τοῦ χωρίου εἶναι·
 [05603]  Παριὼν τοίνυν, Ἦλθεν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου, οὗ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὑτοῦ·
000-00-00 Serial Number=0505476713
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00107]  Ἀλλ' ἵνα μάθῃ, ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου ἀναλαβόντα, τὸν μεθ' ἡμῶν ἀναστραφέντα, τὸν σταυρωθέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, τὸν ἀνα στάντα, τὸν ἀπὸ τοῦ κάτω χωρίου, λέγει·
000-00-00 Serial Number=0820709169
In Samaritanam Ante [Go Back]  
 [00008]  Ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας, λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου, ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ.
000-00-00 Serial Number=0218944907
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06957]  Πολὺ γὰρ ὄνομα τοῦ χωρίου τούτου, καὶ πανταχοῦ ᾔδετο.
000-00-00 Serial Number=0179938376
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04646]  Καὶ γὰρ ἐν τῇ Παλαιᾷ μοιχεύσας καὶ φονεύσας ὁ ∆αυῒδ, διὰ μετανοίας ἐσώθη, καὶ ἐν τῇ Καινῇ μικρὰ ἀπὸ χωρίου τιμῆς ὑφελόμενος ὁ Ἀνανίας μετὰ τῆς γυναικὸς ἀπώλετο.
 [04786]  Πολλοὶ τούτου ἐπελάβοντο τοῦ χωρίου, ὡς σφόδρα τραχέος, εἴ γε τὸν μέθυσον καὶ λοίδορον μετὰ τοῦ μοιχοῦ καὶ τοῦ ἡταιρηκότος καὶ τοῦ ἀρσενοκοίτου τίθησι·
000-00-00 Serial Number=0267355919
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08329]  Εἰπὲ γάρ μοι, ἐάν τις Ἕλλην καὶ ἄπιστος ἀκούσας ἀναγινωσκομένου τοῦ χωρίου τούτου, ἔνθα ταῦτα λέγει ὁ μακάριος Παῦλος, παρεγγυῶν ταῖς γυναιξὶ, μήτε χρυσῷ, μήτε μαργαρίταις, μήτε ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτὰς, καὶ ἔχων γυναῖκα πιστὴν, ἴδῃ ὅτι πολὺν ποιεῖται λόγον τοῦ καλλωπισμοῦ καὶ χρυσία περιτίθεται, ἵνα προέλθῃ ἐν ἐκκλησίᾳ, ἆρα οὐκ ἐρεῖ πρὸς ἑαυτὸν, ὁρῶν αὐτὴν ἐν τῷ κοιτωνίσκῳ ταῦτα περιτιθεμένην καὶ διατιθεῖσαν καλῶς, Τί μένει ἔνδον ἡ γυνὴ εἰς τὸν κοιτωνίσκον;
000-00-00 Serial Number=0781409442
In epistulam ad Philippenses Ante [Go Back]  
 [00556]  Ἀλλά τις μιαρὸς καὶ ἀναίσθητος, ἐπιλαβόμενος τοῦ χωρίου τούτου, φησί·
000-00-00 Serial Number=0847830415
In epistulam ad Romanos Ante [Go Back]  
 [06210]  Ἡ μὲν οὖν λύσις τοῦ χωρίου παντὸς, ὡς ἐν κεφαλαίῳ τὸ πᾶν εἰπεῖν, οὕτω προάγεται παρὰ τῆς μακαρίας ἐκείνης ψυχῆς·
 [06487]  Αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις, ἣν εὐθέως ἐκ προοιμίων εἰ εἶπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτος ἐγεγόνει·
 [07496]  Εἶδες πῶς διὰ παντὸς τοῦ χωρίου δείκνυται τοῦτο κατασκευάζων, τὸ βούλεσθαι παραμυθήσασθαι αὐτούς;
 [09058]  ∆ιὸ πρότερον ἀναγκαῖον εἰπεῖν τοῦ χωρίου τούτου παντὸς τὴν ὑπόθεσιν, καὶ τί βουλόμενος διορθῶσαι, ταῦτα γράφει.
000-00-00 Serial Number=0010322869
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00073]  Ὅτι δὲ οὐκ ἔστι μείζων τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ, εἰπάτωσαν ἡμῖν ἐκεῖνοι οἱ τοῦτο λέγοντες, ποίου περιβόλου, ἢ ποίου χωρίου αὐτὸν εἶναι λέγουσιν.
 [00077]  Ἐὰν οὖν εἴπωσιν ὅτι τῶν οὐρανίων ἐστὶν ὁ Μελχισεδὲκ ἢ ἄλλου τινὸς χωρίου, ἀκουσάτωσαν ὅτι τὸ αὐτοῦ γόνυ κάμπτει τῷ Χριστῷ·
000-00-00 Serial Number=0875079393
In principium Actorum Ante [Go Back]  
 [00967]  ∆ιὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
000-00-00 Serial Number=0911608160
In proditionem Judae [1] Ante [Go Back]  
 [00004]  Οὐκ ἔτι ποσὶν ἀνδρῶν ἀσεβῶν ἀνα [50.716] πεταννῦσα τὸ ἔδαφος, ἀλλ' ὑμῖν τοῖς εὐσεβέσι παρ έχουσα τὸ ἄλσος, εἰκόνα ποθουμένου χωρίου ἐκείνου, τοῦ κήπου φημὶ, ἐν ᾧ τοῦ Σωτῆρος ἡ προδοσία τε τόλμηται, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας ἐφυτεύθη τὰ πράγματα.
000-00-00 Serial Number=0847126842
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00084]  Ἐπεὶ οὖν πολλὰ τῶν ἐπιόντων δεινῶν οὐχ ὁρῶμεν ἡμεῖς οἱ χαμαὶ βαδίζοντες, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις, ὥσπερ ἐφ' ὑψηλοῦ χωρίου τῆς προφητείας τοὺς ἁγίους προφήτας ἑστῶτας, μέλλουσαν τοῦ Θεοῦ τὴν ὀργὴν ἡμῖν ἐπιέναι πόῤῥωθεν προμηνύειν, ἵνα διὰ τῆς μετανοίας ἑαυτοὺς ἀνακτησάμενοι, καὶ πεπτωκυῖαν ἡμῶν τὴν ψυχὴν ἀνορθώσαντες, τὴν θεήλατον πόῤῥωθεν ἀποκρουσώμεθα πληγήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»