[00121]
|
καὶ ἠρώτησαν αὐτόν, τί οὗν; σύ ἠλίας εἶ; καὶ λέγει, οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ.
|
[00126]
|
ἀπεκρίθη αὐτοῖς ὁ ἰωάννης λέγων, ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,
|
[00148]
|
λέγει αὐτῶ ναθαναήλ, πόθεν με γινώσκεις; ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, πρὸ τοῦ σε φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
|
[00149]
|
ἀπεκρίθη αὐτῶ ναθαναήλ, ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ ἰσραήλ.
|
[00150]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ.
|
[00219]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
|
[00303]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ.
|
[00305]
|
ἀπεκρίθη ἰησοῦς, ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
|
[00309]
|
ἀπεκρίθη νικόδημος καὶ εἶπεν αὐτῶ, πῶς δύναται ταῦτα γενέσθαι;
|
[00310]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, σὺ εἶ ὁ διδάσκαλος τοῦ ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις;
|
[00327]
|
ἀπεκρίθη ἰωάννης καὶ εἶπεν, οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῶ ἐκ τοῦ οὐρανοῦ.
|
[00410]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῇ, εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
|
[00413]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῇ, πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
|
[00417]
|
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῶ, οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ ἰησοῦς, καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω·
|
[00507]
|
ἀπεκρίθη αὐτῶ ὁ ἀσθενῶν, κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
|
[00511]
|
ὁ δὲ ἀπεκρίθη αὐτοῖς, ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
|
[00607]
|
ἀπεκρίθη αὐτῶ ὁ φίλιππος, διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος βραχύ τι λάβῃ.
|
[00626]
|
ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς καὶ εἶπεν, ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με οὐχ ὅτι εἴδετε σημεῖα ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
|
[00629]
|
ἀπεκρίθη ὁ ἰησοῦς καὶ εἶπεν αὐτοῖς, τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
|
[00643]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, μὴ γογγύζετε μετ᾽ ἀλλήλων.
|
[00668]
|
ἀπεκρίθη αὐτῶ σίμων πέτρος, κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις,
|
[00670]
|
ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;
|
[00716]
|
ἀπεκρίθη οὗν αὐτοῖς ὁ ἰησοῦς καὶ εἶπεν, ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με·
|
[00720]
|
ἀπεκρίθη ὁ ὄχλος, δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;
|
[00721]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε.
|
[00814]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτοῖς, κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω.
|
[00819]
|
ἔλεγον οὗν αὐτῶ, ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη ἰησοῦς, οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδειτε.
|
[00834]
|
ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας.
|
[00849]
|
ἀπεκρίθη ἰησοῦς, ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
|
[00854]
|
ἀπεκρίθη ἰησοῦς, ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν·
|
[00903]
|
ἀπεκρίθη ἰησοῦς, οὔτε οὖτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῶ.
|
[00911]
|
ἀπεκρίθη ἐκεῖνος, ὁ ἄνθρωπος ὁ λεγόμενος ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι ὕπαγε εἰς τὸν σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὗν καὶ νιψάμενος ἀνέβλεψα.
|
[00925]
|
ἀπεκρίθη οὗν ἐκεῖνος, εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
|
[00927]
|
ἀπεκρίθη αὐτοῖς, εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
|
[00930]
|
ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
|
[00936]
|
ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν, καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
|
[01025]
|
ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῶ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ·
|
[01032]
|
ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε;
|
[01034]
|
ἀπεκρίθη αὐτοῖς ὁ ἰησοῦς, οὐκ ἔστιν γεγραμμένον ἐν τῶ νόμῳ ὑμῶν ὅτι ἐγὼ εἶπα, θεοί ἐστε;
|
[01109]
|
ἀπεκρίθη ἰησοῦς, οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
|
[01230]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν, οὐ δι᾽ ἐμὲ ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι᾽ ὑμᾶς.
|
[01234]
|
ἀπεκρίθη οὗν αὐτῶ ὁ ὄχλος, ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὖτος ὁ υἱὸς τοῦ ἀνθρώπου;
|
[01307]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.
|
[01308]
|
λέγει αὐτῶ πέτρος, οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη ἰησοῦς αὐτῶ, ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ.
|
[01336]
|
λέγει αὐτῶ σίμων πέτρος, κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη αὐτῶ ἰησοῦς, ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.
|
[01423]
|
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῶ ποιησόμεθα.
|
[01631]
|
ἀπεκρίθη αὐτοῖς ἰησοῦς, ἄρτι πιστεύετε;
|
[01808]
|
ἀπεκρίθη ἰησοῦς, εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὗν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
|
[01820]
|
ἀπεκρίθη αὐτῶ ἰησοῦς, ἐγὼ παρρησίᾳ λελάληκα τῶ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῶ ἱερῶ, ὅπου πάντες οἱ ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῶ ἐλάλησα οὐδέν.
|
[01823]
|
ἀπεκρίθη αὐτῶ ἰησοῦς, εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
|
[01834]
|
ἀπεκρίθη ἰησοῦς, ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;
|
[01835]
|
ἀπεκρίθη ὁ πιλᾶτος, μήτι ἐγὼ ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
|
[01836]
|
ἀπεκρίθη ἰησοῦς, ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
|
[01837]
|
εἶπεν οὗν αὐτῶ ὁ πιλᾶτος, οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ ἰησοῦς, σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
|
[01911]
|
ἀπεκρίθη αὐτῶ ἰησοῦς, οὐκ εἶχες ἐξουσίαν κατ᾽ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
|
[01922]
|
ἀπεκρίθη ὁ πιλᾶτος, ὃ γέγραφα, γέγραφα.
|
[02028]
|
ἀπεκρίθη θωμᾶς καὶ εἶπεν αὐτῶ, ὁ κύριός μου καὶ ὁ θεός μου.
|