0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀναγκαῖον [75]


000-00-00 Serial Number=0913943529
Commentarii in Genesim Ante [Go Back]  
 [00093]  εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι ἐναντιοφορούντων τῶν κα λουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα, σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες, γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμ βάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκά στου τῶν ὅ τι ποτὲ ἐνεργούντων ἢ πασχόντων·) ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώ σκειν, ὡς κατὰ δύναμιν διὰ τῶν ἑξῆς δείξομεν.
000-00-00 Serial Number=0341890752
Commentarii in Romanos Ante [Go Back]  
 [00198]  καὶ ὥσπερ εἴποιμ' ἂν τὸ ἔργον τοῦ παιδαγωγοῦ ἀναγκαῖον εἶναι ἕως νηπιός ἐστιν ὁ παι‖δαγω γούμενος, καταργεῖσθαι δὲ τὸ ἔργον τοῦ παιδαγωγοῦ ἀπὸ τῆς τελειότητος τοῦ παιδαγωγουμένου, οὕτως ἂν εἴποιμι καταργεῖσθαι τὸ ἔργον τοῦ νόμου ὅτε ἔρχεται τὸ πλήρωμα τοῦ χρόνου, ὅτε καὶ ὁ υἱὸς ὅ ποτε μὴ διαφέρων δούλου ἀπολαμβάνει τὴν πα|τρῴαν κληρονομίαν *** ὡς γὰρ καταργεῖται ἡ ἐν Παύλῳ καὶ ἐν Πέτρῳ γνῶσις οὐ λοιδορουμένη ἐν τῷ καταργεῖσθαι ἀλλ' ὅταν ἔλθῃ τὸ τέλειον, οὕτως Παῦλος μὲν οὐ καταργεῖ τὸν νόμον, ἀλλ' ἵσ τησιν·
000-00-00 Serial Number=0915654063
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00390]  (τοῦ αὐτοῦ) ἀναγκαῖον δέ, φησίν, ἐξετάσαι φαίνεται πῶς ἀκολουθεῖ τῷ ἐκ πίστεως καὶ τῷ κατὰ χάριν τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν·
000-00-00 Serial Number=0809049189
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00135]  [1.7.43] ∆ιόπερ ἀναγκαῖον πνευματικῶς καὶ σωματικῶς χρι στιανίζειν·
 [00271]  [1.17.97] Καὶ ἀναγκαῖον ἐπιστῆσαι εἰ ἄϋλον πάντη καὶ ἀσώμα τον ζωὴν ζώντων ἐν μακαριότητι τῶν ἁγίων, ὁ καλούμενος δράκων ἄξιος γεγένηται, ἀποπεσὼν τῆς καθαρᾶς ζωῆς, πρὸ πάντων ἐνδεθῆναι ὕλῃ καὶ σώματι, ἵνα διὰ τοῦτο χρηματίζων ὁ κύριος διὰ λαίλαπος καὶ νεφῶν λέγῃ «Τοῦτ' ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ».
 [00950]  ἀναγκαῖον παρα δέξασθαι, ὅτι καὶ τὸ ἅγιον πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, πρεσβυτέρου παρ' αὐτὸ τοῦ λόγου τυγχάνοντος.
 [01296]  [2.30.181] Τῷ γὰρ τηροῦντι τὸ μηδὲν ἀδίκως μηδὲ κατὰ συντυ χίαν ἢ ἀποκλήρωσιν ποιεῖν ἀναγκαῖον παραδέξασθαι πρεσβυ τέραν οὖσαν τὴν Ἰωάννου ψυχὴν τοῦ σώματος καὶ πρότερον ὑφεστῶσαν πεπέμφθαι ἐπὶ διακονίαν τῆς περὶ τοῦ φωτὸς μαρτυρίας.
 [01579]  [6.4.21] Καὶ εἰ «Σοφὸς νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει ἐπιγνωμοσύνην», ἀναγκαῖον ἤτοι προπετῶς ἀποφήνασθαί τινα περὶ τῶν προφητῶν ὡς οὐ σοφῶν, εἰ μὴ νενοήκασι «τὰ ἀπὸ τοῦ ἰδίου στόματος», ἢ τὸ εὔφημον καὶ ἀληθὲς παραδεξαμένους, ὅτι ἦσαν οἱ προφῆται σοφοί, ὁμο λογεῖν νενοηκέναι αὐτοὺς «<τὰ> ἀπὸ ἰδίου στόματος» καὶ ἐπὶ τοῖς χείλεσι πεφορεκέναι τὴν ἐπιγνωμοσύνην.
 [01765]  Ἐν οἷς ἀναγκαῖον ἔσται παρα θεῖναι καὶ τοὺς λόγους τῶν θελόντων κατὰ τὰς γραφὰς συσπείρεσθαι τὴν ψυχὴν τῷ σώματι καὶ τὰ ἀκολουθοῦντα αὐτοῖς.
 [01932]  [6.24.127] Ἐπεὶ δὲ ἀναγκαῖον ἡμῖν φαίνεται παρα τιθέναι τὰς ὁμοίας τῶν εὐαγγελίων λέξεις τοῖς ἐν χερσὶ ῥητοῖς, καὶ τοῦτο καθ' ἕκαστον μέχρι τέλους ποιεῖν ὑπὲρ τοῦ τὰ μὲν συγκρούειν δοκοῦντα ἀποδείκνυσθαι σύμφωνα, τὰ δ' ὁμοίως ἔχοντα ἕκαστον κατ' ἰδίαν σαφηνίζεσθαι, φέρε τοῦτο καὶ ἐνταῦθα ποιήσωμεν.
 [01962]  [6.25.134] Ἔτι δὲ καὶ τοῦτο ἀναγκαῖον ἡμᾶς παραθέσθαι, ὅτι ἀμφότεροι μέν, ὅ τε Ματθαῖος καὶ ὁ Μάρκος, ἐξομολογου μένους τὰς ἁμαρτίας αὐτῶν φασιν βαπτίζεσθαι πᾶσαν Ἱεροσό λυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ἢ πᾶσαν τὴν Ἰουδαίαν χώραν καὶ τοὺς Ἱεροσολυμίτας πάντας·
 [02470]  Οὐχ ἡγοῦμαι δὲ εἶναι ἀναγκαῖον μετὰ τηλικαύτας γεγενη μένας ἐξετάσεις τευτάζειν περὶ τὸν τόπον, ἀγωνιζομένους πρὸς τὰ εὐτελῶς ὑπὸ τοῦ Ἡρακλέωνος εἰρημένα.
 [02803]  [10.18.111] Ἀναβῆναι <δὲ> τῷ λόγῳ καὶ ἐπὶ τὸ τρίτον πάσχα ἐπιτελεσθησόμενον ἐν μυριάσιν ἀγγέλων πανηγύρει ἐπιτε λειοτάτῃ καὶ μακαριωτάτῃ ἐξόδῳ, νῦν οὐκ ἔστιν ἀναγκαῖον, καὶ τούτων ἐπιπλεῖον καὶ περισσότερον παρ' ὃ ἀπῄτει τὸ ἀνάγνωσμα εἰρημένων ἡμῖν.
 [03079]  [10.32.203] Πλὴν ἴδωμεν ὑπὸ πάντων ἐκτεθέντος τοῦ προφητικοῦ λόγου, εἰ μὴ χαίρειν σφόδρα θυγατέρα Σιὼν ἀναγκαῖον, τὴν δὲ κρείττονα ταύτης θυγατέρα Ἱερουσαλὴμ οὐ μόνον χαίρειν σφόδρα ἀλλὰ καὶ κηρύσσειν δεῖ, τοῦ βασιλέως αὐτῆς ἐρχομένου τοῦ δικαίου καὶ σῴζοντος καὶ πράου, διὰ τοῦ ἐπιβεβηκέναι τῷ ὑποζυγίῳ καὶ τῷ νέῳ πώλῳ.
 [04104]  [13.43.285] Ποσαχῶς ὁ θερισμὸς ἐν τῇ γραφῇ λέγεται καὶ ἐφ' ὅσων τάσσεται νομίζω ἀναγκαῖον εἶναι παραθέσθαι, ἵνα κατὰ τὸ δυνατὸν ἡμῖν καθοραθέντος τοῦ σημαινομένου δυνηθῶμεν ἐνθάδε ἰδεῖν ἐπὶ τίνος τῶν πλειόνων τέτακται ἡ λέξις.
000-00-00 Serial Number=0722308636
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00421]  Ἐπελθόντα μὲν οὖν οὐ παρ' ἡμᾶς πειρασμὸν ἀναγκαῖον ὑπομένειν εὐγενῶς λίαν καὶ τεθαρρηκότως·
 [00553]  «καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ», ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν τὰ τῆς ὀλίγης παραλλαγῆς τοῦ Μάρκου, ὡρισμένον πλεῖον ἐμφαίνοντος διὰ τῆς τοῦ ἄρθρου προσθήκης·
 [00614]  ὅ<τι> καὶ παράδοσις ἦν τῶν πρεσβυτέρων τὸ νίπτεσθαι ὡς ἀναγκαῖον πρὸς εὐσέβειαν.
 [01704]  καὶ ἀναγκαῖον μὴ ἀνεξέταστον ἐᾶσαι τὸ βούλημα τοῦ εὐαγγελιστοῦ.
 [01916]  ὁ δὲ παριστάμενος οἷς προειρήκαμεν φή σει ὅτι οὐκ ἀναγκαῖον εἶναι δόγμα τὸν τῆς Ῥόδης λόγον, τάχα δὲ καὶ οὐκ ἠκριβωκότων πότε μὲν ὑπ' ἀγγέλων τῳ ὡς μικρός τις καὶ φο βούμενος τὸν θεὸν οἰκονομεῖται, πότε δὲ ἤδη ὑπ' αὐτῷ τῷ κυρίῳ.
 [02877]  ἀναγκαῖον γὰρ ἰδεῖν τὸν μέλλοντα νοῆσαι τὴν παραβολὴν τὴν ἐν αὐτῇ δηλουμένην ἡμέραν καὶ τὰς ἐν αὐτῇ ὥρας, καὶ ὅτι οὐ κατὰ ἀπο κλήρωσιν ὁ οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργα τοῦ ἀμπελῶνος.
 [03466]  καὶ ζητήσεις εἰ μετὰ <τὸ ἀναβεβη κέναι εἰς> τὴν Ἱερουσαλὴμ καὶ τὸ ἐπιβεβηκέναι τούτοις ἢ τούτῳ τὸν σωτῆρα, ἀποστολή τις ἐπί τι ἔργον ἀναγκαῖον πρὸς τὸν τόπον γίνεσθαι ἔμελλεν, ἵνα τι ποιήσωσιν ἡ ὄνος καὶ ὁ πῶλος ἔργον κατὰ τὸ σιωπώ μενον, ἐμφαινόμενον μὲν οὐ τρανῶς δὲ δεδηλωμένον.
 [03485]  «ὑμῖν ἦν ἀναγκαῖον καταγγεῖλαι τὸν λόγον τοῦ θεοῦ·
 [03582]  καὶ οἶκος ἐκεῖνος ὑπελαμβά νετο εἶναι εὐχῆς, οὗ καθαιρεθέντος ἀναγκαῖον Ἰουδαίους, ὡς μηκέτι ἔχοντας οἶκον προσευχῆς, λέγειν μηκέτι ἔχειν τὸ ἐξαίρετον τῆς ἐπι σκοπῆς τοῦ θεοῦ, ὃ ἔχειν ᾤοντο παρὰ τὸ ἐν τῷ οἴκῳ τῆς προσευχῆς εὔχεσθαι, μηδὲ τὸ τὰ τῆς νομικῆς λατρείας ἐπιτελεῖν.
 [03672]  «ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ·
 [03979]  ὁ μὲν οὖν τις εἰς ταῦτα φήσει ὅτι ἀναγκαῖον συμβῆναι τὸ ἐντραπή σονται τὸν υἱόν μου, εἰ καὶ μὴ τότε συμβέβηκεν.
 [04110]  «ὑμῖν ἦν ἀναγκαῖον ἀναγ γεῖλαι τὸν λόγον τοῦ θεοῦ·
000-00-00 Serial Number=0889695823
Contra Celsum Ante [Go Back]  
 [00390]  Πρὸς οὓς ἐροῦμεν ὅτι ἀναγκαῖον παραδέξασθαι ὅτι καὶ Ἰουδαῖοι προφήτας εἶχον, εἴπερ ἔμελλον συνέχεσθαι ἐν τῇ δοθείσῃ αὐτοῖς νομοθεσίᾳ καὶ πιστεύειν τῷ δημιουργῷ, καθὰ παρειλήφεισαν, καὶ ὅσον ἐπὶ τῷ νόμῳ μὴ ἔχειν ἀφορμὰς ἀποστῆναι εἰς τὴν τῶν ἐθνῶν πολυθεότητα.
 [00391]  Τὸ δ' ἀναγκαῖον οὕτω παραστήσομεν.
 [00537]  Πλὴν ὅτι σὺ φῂς καί τινα ἕνα ἐπάγῃ τῶν μετὰ σοῦ κεκολασμένων, ἀναγκαῖον αὐτῷ παραστῆσαι ὅτι καὶ τοῦτο οὐκ οἰκείως τῷ ἰουδαϊκῷ προσώπῳ περιέθηκεν.
 [01338]  διὸ οὐκ ἀναγκαῖον ἐπαναλαμβάνειν τὰ εἰρημένα, ἵνα μὴ πρὸς τὰς ταυτολογίας Κέλσου καὶ ἡμεῖς ταυτολογῶμεν.
 [01348]  Ἢ ἀναγκαῖον οἴεται ὁ Κέλσος τοὺς πενεστέρους ἐκ πάντων πενεστέρων προγόνων γεγονέναι ἢ τοὺς βασιλεῖς ἐκ βασι λέων;
 [02467]  κακίαν γὰρ ὑφίστασθαι ἀναγκαῖον πρῶτον ἐν ἀνθρώποις, καθὸ καὶ ὁ Παῦλος λέγει·
 [02545]  Περὶ ὧν οὐκ ἀναγκαῖον νῦν λέγειν, οὐδὲ γὰρ αὐτός, καίτοι γε δυνάμενος πρὸς αὐτὸ στῆναι πιθανῶς, ἔστη·
 [02695]  Ἀλλ' εἴπερ τίθης εἶναι θεὸν καὶ πρόνοιαν, ὡς ἐμφαίνει σου τὸ σύγγραμμα, ἀναγκαῖον αὐτὸν εἰδέναι.
 [02697]  Ἢ ἡμῖν μὲν ἀναγκαῖον ἀπολογεῖσθαι, διὰ τί εἰδὼς οὐκ ἐπανορθοῖ·
 [03148]  Τὰ μὲν οὖν τῆς κατὰ τὸν τόπον τροπολογίας οὐκ ἀναγκαῖον νῦν λέγειν, τίνα τε τὰ Σόδομα, καὶ τίς ὁ πρὸς τὸν ἐκεῖθεν διασῳζόμενον τῶν ἀγγέλων λόγος, φασκόντων·
 [03512]  Εἴπερ γὰρ κατὰ πρόνοιαν ὁ κόσμος γεγένηται, καὶ θεὸς ἐφέστηκε τοῖς ὅλοις ἀναγκαῖον ἦν τὰ ζώπυρα τοῦ γένους τῶν ἀνθρώπων ἀρξάμενα ὑπό τινα γεγονέναι φρουρὰν τὴν ἀπὸ κρειττόνων, ὥστε κατ' ἀρχὰς ἐπιμιξίαν γεγονέναι τῆς θείας φύσεως πρὸς τοὺς ἀνθρώπους.
 [03763]  Πρὸς ταῦτα δὲ παλιλλογοῦντι τῷ Κέλσῳ ἀνωτέρω γὰρ ἤδη πολλάκις ταῦτ' αὐτῷ λέλεκται οὐκ ἀναγκαῖον ἐπὶ πλεῖον διαλεχθῆναι·
 [04004]  εἰ δὲ τὰ κατὰ λόγον θεοῦ καὶ βούλησιν αὐτοῦ γινόμενα, ἀναγκαῖον εὐθέως εἶναι μὴ παρὰ φύσιν·
 [04287]  Οὕτως δ' εἴη ἂν κατὰ τὰ διάφορα τῶν περιτεμ νομένων δόγματα διάφορος ἡ περιτομή, περὶ ἧς ἐν τοιούτῳ συγγράμματι οὐκ ἀναγκαῖον νῦν λέγειν·
 [05367]  πρὸς ἣν οὐκ ἀναγκαῖον ἡμᾶς ἀπαντᾶν ἢ καὶ ἐλέγχειν.
 [05477]  ἴδωμεν οὖν εἰ μὴ καὶ οὕτως δύναται τοῖς φιλαλήθως ἐξετάζουσι τὰ πράγματα ἀποδείκνυσθαι ὅτι καὶ τῷ παραδεχομένῳ εἶναι ταῦτα τὰ μαντεῖα οὐκ ἀναγκαῖον προσέσθαι ὅτι θεοί τινες εἰσὶ παρ' αὐτοῖς, ἀλλ' ἐκ τοῦ ἐναντίου δαίμονές τινες φαῦλοι καὶ πνεύματα ἐχθρὰ τῷ γένει τῶν ἀνθρώπων καὶ κωλύοντα τὴν τῆς ψυχῆς ἄνοδον καὶ δι' ἀρετῆς πορείαν καὶ τῆς ἀληθινῆς εὐσεβείας ἀποκα τάστασιν πρὸς τὸν θεόν.
 [05758]  Εἰ μὲν γὰρ ἃ λέγει ἡμᾶς φάσκειν περὶ θεοῦ ἐλέγομεν, καὶ πρὸς αὐτὰ ἵστατο, ἀναγκαῖον ἦν ἡμῖν τὸ τιθέναι τὰς λέξεις αὐτοῦ καὶ κατασ κευάζειν μὲν τὰ ἡμέτερα λύειν δὲ τὰ ἐκείνου·
 [05818]  ὅπερ ὅπου μὲν φορεῖ ἀπεκδυσαμένη <τὸ> πρότερον ἀναγκαῖον μὲν περισσὸν δὲ ὡς πρὸς τὰ δεύτερα, ὅπου δὲ ἐπενδυσαμένη ᾧ πρότερον εἶχε, δεομένη κρείττονος ἐνδύματος εἰς τοὺς καθαρωτέρους καὶ αἰθερίους καὶ οὐρανίους τόπους.
 [05820]  ἐνεδύσατο δὲ ὑπ' ἐκεῖνο ὃ ἦν ἀναγκαῖον τῷ ἐπὶ γῆς μέλλοντι διαζῆν.
 [06858]  νῦν δὲ βούλεται ἡμᾶς ἐξευμενίζεσθαι καὶ τοὺς ἐν ἀνθρώποις δυνάστας καὶ βασιλέας, ὧν ἐπεὶ μεστὸς ὁ βίος καὶ <αἱ> ἱστορίαι, νῦν οὐχ ἡγησάμην ἀναγκαῖον ἐκθέσθαι τὰ παρα δείγματα.
 [06892]  ∆ιὸ οὐκ ἀναγκαῖον ἡμᾶς πάλιν ἀπολογεῖσθαι πρὸς τὸ κἂν ἐν ἀνθρώποις βασιλέα κελεύῃ σέ τις ὁρκωμοτεῖν, οὐδὲ τοῦτο δεινόν.
000-00-00 Serial Number=0603537679
De oratione Ante [Go Back]  
 [00022]  ἀναγκαῖον δὲ οὐ τὸ προσεύχεσθαι μόνον ἀλλὰ καὶ τὸ προσεύχεσθαι «καθὸ δεῖ» καὶ προσεύχεσθαι ὃ δεῖ.
 [00287]  ἣν πολλῷ μᾶλλον προσεῖναι τοῖς προκεκοιμημένοις ἁγίοις πρὸς τοὺς ἐν βίῳ ἀγωνιζομένους ἀναγκαῖον νοεῖν παρὰ τοὺς ἐν τῇ ἀνθρωπίνῃ ἀσθε νείᾳ τυγχάνοντας καὶ συναγωνιζομένους τοῖς ὑποδεεστέροις, οὐ μόνον ἐνταῦθα τοῦ «εἰ πάσχει μέλος ἓν, συμπάσχει πάντα τὰ μέλη·
 [00866]  [27.9] ἐπεὶ δὲ περὶ τῆς οὐσίας ζητοῦντες διὰ «0τὸν ἐπιούσιον» «ἄρτον» καὶ τὸν περιούσιον λαὸν εἰς τὸ τὰ σημαίνοντα διακριθῆναι τῆς οὐσίας ταῦτ' εἰρήκαμεν, ἄρτος δὲ ἐν τοῖς πρὸ τούτων νοητὸς ἦν, ὃν αἰτεῖν ἡμᾶς ἐχρῆν, ἀναγκαῖον συγγενῆ [20τῷ] ἄρτῳ τὴν οὐσίαν εἶναι νοεῖν·
 [00925]  <περὶ οὗ> οὐκ ἀναγκαῖον ἐπὶ τοῦ παρόντος λέγειν.
000-00-00 Serial Number=0001501858
De principiis Ante [Go Back]  
 [00093]  ἀναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ καὶ ὅτι ὁ θεὸς δίκαιος, ἐὰν εὐγνώμων ᾖ, ἀγωνίζεσθαι, πῶς ἐν ταῖς τοιαύταις λέξεσι δίκαιος τρανῶς νοηθῇ.
 [00355]  τ Πῶς ἀναγνωστέον καὶ νοητέον τὴν θείαν γραφήν [4.2.1] Μετὰ τὸ ὡς ἐν ἐπιδρομῇ εἰρηκέναι περὶ τοῦ θεοπνεύστους εἶναι τὰς θείας γραφὰς ἀναγκαῖον ἐπεξελθεῖν τῷ τρόπῳ τῆς ἀνα γνώσεως καὶ νοήσεως αὐτῶν, πλείστων ἁμαρτημάτων γεγενημένων παρὰ τὸ τὴν ὁδὸν τοῦ πῶς δεῖ ἐφοδεύειν τὰ ἅγια ἀναγνώσματα τοῖς πολλοῖς μὴ εὑρῆσθαι.
 [00436]  ἀναγκαίως δὲ ὡς περὶ συγγενῶν καὶ τῶν ἄλλων λογικῶν, θειοτέρων τε καὶ ἐκπεπτωκότων τῆς μακαριότητος, καὶ τῶν αἰτίων τῆς τούτων ἐκπτώσεως, ἐχρῆν εἰς τοὺς λόγους τῆς θείας ἀνειλῆφθαι διδασκαλίας, καὶ περὶ τῆς διαφορᾶς τῶν ψυχῶν, καὶ πόθεν αἱ δια φοραὶ αὗται ἐληλύθασι, τίς τε ὁ κόσμος καὶ διὰ τί ὑπέστη, ἔτι δὲ πόθεν ἡ κακία τοσαύτη καὶ τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν.
000-00-00 Serial Number=0626640081
Epistula ad Africanum Ante [Go Back]  
 [00263]  Καὶ τοῦτο δὲ μικροῦ δεῖν ἔλαθέ με, ἀναγκαῖον παρατεθῆναι περὶ τοῦ πρῖνον πρίσειν καὶ σχῖνον σχίσειν·
000-00-00 Serial Number=0981633127
Exhortatio ad martyrium Ante [Go Back]  
 [00100]  διόπερ ἐπίστη σον, μή ποτε ὡς ἀκόλουθον καὶ ἀναγκαῖον συμβῆναι τῷ ὁμολογοῦντι τὸ ὁμολογηθῆναι καὶ τῷ ἀρνουμένῳ τὸ ἀρνηθῆναι εἴρηται τό·
000-00-00 Serial Number=0162930846
Expositio in Proverbia Ante [Go Back]  
 [00913]  τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, οὐκ ἀναγκαῖον δημοσιεύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυ στικὸν καὶ βαθύτερον·
000-00-00 Serial Number=0067707121
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00587]  «ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον».
000-00-00 Serial Number=0444869995
Fragmenta in Psalmos Ante [Go Back]  
 [02008]  οὐ καλὸν καὶ τὸ ἀγαλλιάσθωσαν μόνον, αν μὴ λάβῃ τὴν προσθήκην, ἀναγκαῖον ουσαν, τὸ ἐνώπιον τοῦ Θεοῦ, ωστε ἀξίαν ειναι τὴν ἀ γαλλίασιν τῶν ὀφθαλμῶν τοῦ Θεοῦ, οὐ κοσ μικὴν ουσαν, ἀλλὰ καρπὸν τοῦ Πνεύματος.
000-00-00 Serial Number=0726406276
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00782]  Τὸ μὲν περιιέναι καὶ τοὺς ὁποιδήποτε ὄντας τῶν ἀρρώστων θεραπεύειν οὐκ ἀναγκαῖον ἔκρινεν, ὥστε μὴ φιλαυτίας ἀπενέγκασθαι δόξαν, ἕνα δὲ θεραπεύσας δι' ἐκείνου καταφανῆ τοῖς πᾶσιν ἑαυτὸν καθίστησι.
 [00893]  εἴπερ οὖν μὴ λανθάνει ἡμᾶς τοῦτο γεγραμμένον, ἀναγκαῖον ζητῆσαι τὴν αἰτίαν τῆς προσθή κης τοῦ «Πάλιν».
000-00-00 Serial Number=0580222726
In Jeremiam Ante [Go Back]  
 [02153]  Μετὰ ταῦτα ἀναγκαῖον διὰ τὸ πολλὰ πεπονθέναι τοὺς προφήτας ἐλέγχοντας καὶ τὸν λόγον πρεσβεύοντας καὶ λαλοῦντας τὰ προστασ σόμενα ὑπὸ τοῦ θεοῦ, ὑπομνῆσαι τοὺς ἀκροατὰς περὶ τοῦ βίου αὐτῶν καὶ τῶν ἐπαγγελιῶν αὐτῶν καὶ τῆς ἡμετέρας προαιρέσεως, ἵνα κατὰ τὸ δυνατὸν ἡμῖν, εἰ θέλομεν μετὰ τῶν προφητῶν ἔχειν ἀνάπαυσιν, τὰ ἔργα τῶν προφητῶν ζηλώσωμεν.
000-00-00 Serial Number=0110997498
Philocalia Ante [Go Back]  
 [00236]  [1.8] Μετὰ τὸ ὡς ἐν ἐπιδρομῇ εἰρηκέναι περὶ τοῦ θεο πνεύστους εἶναι τὰς θείας γραφὰς, ἀναγκαῖον ἐπεξελθεῖν τῷ τρόπῳ τῆς ἀναγνώσεως καὶ νοήσεως αὐτῶν, πλείστων ἁμαρτημάτων γεγενημένων παρὰ τὸ τὴν ὁδὸν τοῦ πῶς δεῖ ἐφοδεύειν τὰ ἅγια ἀναγνώσματα τοῖς πολλοῖς μὴ εὑρῆσθαι.
 [00358]  ἔτι δὲ πόθεν ἡ κακία τοσαύτη καὶ τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν.
 [01848]  ἀναγκαῖον ἦν τὰ ζώπυρα τοῦ γένους τῶν ἀνθρώπων ἀρξάμενα ὑπό τινα γεγονέναι φρουρὰν τὴν ἀπὸ κρειττόνων, ὥστε κατ' ἀρχὰς ἐπιμιξίαν γεγονέναι τῆς θείας φύσεως πρὸς τοὺς ἀνθρώπους.
 [02258]  ἀναγκαῖον γὰρ τὸν πιστεύοντα ὅτι ἀληθεῖς αἱ γραφαὶ καὶ ὅτι ὁ θεὸς δίκαιος, ἐὰν εὐγνώμων ᾖ, ἀγωνίζεσθαι πῶς ἐν ταῖς τοιαύταις λέξεσι δίκαιος τρανῶς νοηθῇ.
 [02688]  [23.6] Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολ λῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε ἐνεργούντων ἢ πασχόντων), ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν ἐν τοῖς ἑξῆς δείξομεν.
 [03005]  ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον.
000-00-00 Serial Number=0679500818
Philocalia sive Ecloga Ante [Go Back]  
 [00081]  [23.6] Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχημα τισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε ἐνεργούντων ἢ πασχόντων), ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν ἐν τοῖς ἑξῆς δείξομεν.
000-00-00 Serial Number=0179007947
Selecta in Psalmos Ante [Go Back]  
 [00533]  οὕτως μέλλοντας κληρονομεῖν βασιλείαν οὐρανῶν, καὶ ἐν τόποις διαφέρουσιν ἔσε σθαι, ἀναγκαῖον χρῆσθαι σώμασι πνευματικοῖς, οὐχὶ τοῦ εἴδους τοῦ προτέρου ἀφανιζομένου, κἂν ἐπὶ τὸ [12.1096] ἐνδοξότερον γένηται αὐτοῦ ἡ τροπή·
 [00739]  Ἀλλὰ καὶ καρδία τις ἐν ἡμῖν ὑπάρχει ποτὲ μέγα φρονοῦσιν ἐπὶ μοχθηροῖς δόγμασι σεσωματοποιημέ νοις εἰς ἑνότητα εἱρμοῦ ἐπιβλάβη ὁλόκληρος νομιζο μένη καὶ μετέωρος, ἣν ἀναγκαῖον συντρίψαι καὶ τα πεινῶσαι, ἵν', οὕτως ἀποθεμένη τὸ τοῦ ἐξουθενεῖσθαι ὑπὸ Θεοῦ εἶναι ἀξία, γένηται ἐν προσαγωγῇ παρὰ τῷ ἀμειβομένῳ τοὺς αἰσθομένους ἑαυτῶν, καὶ κακίζον τας μὲν τὴν πονηρὰν αὐτῶν διάθεσιν, προσφεύγον τας δὲ τῇ χρηστότητι τοῦ μόνου εὐεργετῆσαι αὐτοὺς δυναμένου Θεοῦ.
 [08263]  ∆ιεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημο νεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαῖον τοῖς ἀνθρώ ποις καὶ αὐτὰ παρεχόντων χρείαν.
 [09516]  καὶ τελειότερον εἰρήκαμεν τὸν ἀγαπῶντα τοῦ φοβου μένου, καὶ ἀναγκαῖον εἶναι τὸν φόβον πρὸς εἰσαγω γήν.
 [09798]  ὃ δὴ καὶ ἡμῖν ἀναγκαῖον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»