0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀρετὴν [175]


000-00-00 Serial Number=0224922121
Commentarii in Romanos Ante [Go Back]  
 [00367]  οὐκ̣ ἀδιάφορος ἡ σοφία τῶν τὰ ὑφαντὰ καὶ ῥαφιδευτὰ καὶ ποικιλτικὰ ποιησάντων τῆς σκηνῆς τοῦ μαρτυρίου, οὓς ἐνέπλησεν τὸ πνεῦμα θεῖον συνέσεως καὶ ἐπιστήμης διανοεῖσθαι καὶ ἀρχιτεκτο|νεῖν τὰ κατὰ τὴν σκηνήν *** Τὸ γὰρ κατεργαζόμενον ἀρετὴν οὔτε μέσον οὔτε φαῦλον εἶναι δύναται·
000-00-00 Serial Number=0045368552
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00028]  προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ' ἡμῖν τῶνδέ τινων ἐπὶ εὐσέ βειαν καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπήν, καὶ ὡς ὅλοι ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ' ἀρετὴν ζῇν, προέγνω αὐτούς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα·
 [00031]  ἥντινα νομίζομεν εἶναι ἣν ἀνέλαβεν ψυχὴν ὁ υἱὸς τοῦ θεοῦ ἀνθρωπίνην, γενομένην διὰ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα.
 [00504]  καὶ αὐτὴ δὲ ἡ ψυχὴ ἔοικε μὴ μένειν, ἀλλ' ἤτοι διὰ κακίαν γίνεσθαι σὰρξ ἢ δι' ἀρετὴν πνεῦμα·
 [00763]  ἐπειδὴ ἡ πρὸς τὴν ἀρετὴν καὶ θεωρίαν ὄρεξις δοκεῖ πείνη εἶναι καὶ δίψαὡσ ὑγείας ἐμποιητικὰ ψυxiκῆς, ἐὰν τοιαύτην ποτὲ πείνην ἢ δίψαν ὁ ἐχθρὸς διψήσῃ μετὰ τὸ μετανοῆσαι ἐφ' οἷς ἥμαρτεν, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἐστὶ κύων ἢ χοῖρο ἀνάξιος τῶν ἁγίων·
000-00-00 Serial Number=0583479941
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [01529]  ΩΡΙΓΕΝΟΥΣ ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ ΤΟΜΟΣ ʹ [6.1.1] Πᾶσα μὲν οἰκία, ὡς ἔνι μάλιστα στερρότατα κατα σκευασθησομένη, ἐν εὐδίᾳ καὶ νηνεμίᾳ οἰκοδομεῖται, ἵνα μὴ ἐμποδίζηται τὴν δέουσαν πῆξιν ἀναλαβεῖν, ὅπως δύνηται καὶ τοιαύτη γενέσθαι ὥστε ὑπομεῖναι πλημμύρας ὁρμὴν καὶ πρόσρηξιν ποταμοῦ καὶ ὅσα φιλεῖ χειμῶνος συμβαίνοντος ἐλέγχειν μὲν τὰ σαθρὰ τῶν οἰκοδομημάτων, δεικνύναι δὲ τὰ τὴν οἰκείαν ἀρετὴν ἀπειληφότα τῶν κατασκευασμάτων.
 [01602]  οὕτως οὐδὲ τοὺς ἀποστόλους σοφωτέρους τῶν πατέρων ἢ Μωσέως καὶ τῶν προφητῶν, καὶ μάλιστα τῶν ἐπιπλεῖον δι' ἀρετὴν ἀξιωθέντων ἐπιφανειῶν καὶ ἐμφανειῶν θείων καὶ ἀποκαλύψεων μυστη ρίων μεγάλων.
 [05823]  ἀλλὰ σαφὲς ὅτι ἀληθεῖς αἱ πᾶσαι γραφαὶ καὶ οὐκ ἀεὶ οὐδὲ ἐξ ἀρχῆς ἐδύναντο λέγειν οὐδ' οἱ μεταβάλλοντες ἐπὶ τὸν κατὰ ἀρετὴν βίον τὸ «Ἐγὼ δαιμόνιον οὐκ ἔχω», ἀλλ' ἡ μόνου τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου ἀρχῆθεν ἦν φωνή, διὰ τοῦτο κυριώτατα καὶ ἀληθέστατα μόνου τὸν πατέρα τιμήσαντος·
 [07154]  καὶ ταῦτα ζητεῖν ἐτόλμησα μετρίως, τηρή σας ἐν πάσῃ τῇ γραφῇ διαφορὰν ψυχῆς καὶ πνεύματος καὶ μέσον μέν τι θεωρῶν εἶναι τὴν ψυχὴν καὶ ἐπιδεχομένην ἀρετὴν καὶ κακίαν, ἀνεπίδεκτον δὲ τῶν χειρόνων τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ·
000-00-00 Serial Number=0408293724
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00137]  καὶ γὰρ τὰ μὲν τῶν ἐνύδρων γένη οὐκ ἔστιν ἰδεῖν μεταβάλλοντα ἀπὸ φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἢ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, τοὺς δὲ ἐν ἀνθρώποις δικαίους ἢ πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἢ ἐπὶ τὴν ἀρετὴν ἐκ κακίας φθάνοντας ἢ ἀπὸ τῆς ἐπ' ἀρετὴν προκοπῆς ἀναλυομένους ἐπὶ τὴν τῆς κακίας χύσιν.
 [00139]  «Καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε» καὶ τὰ ἑξῆς ἕως τοῦ «ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν», περὶ δὲ τοῦ ἀναλυομένου ἀπὸ τῆς ἐπ' ἀρετὴν προκοπῆς ἐπὶ τὴν τῆς κακίας χύσιν τοιαῦτα·
 [00808]  Καὶ νομιστέον γε ἕκαστον ἡμῶν ἁμαρτάνοντα μὲν ἐν τοῖς ὁρίοις εἶναι Τύρου ἢ Σιδῶνος ἢ Φαραὼ καὶ τῆς Αἰγύπτου ἤ τινος τῶν ἔξω τῆς τοῦ θεοῦ κληροδοσίας, μεταβάλλοντα δὲ ἀπὸ τῆς κακίας εἰς ἀρετὴν ἐξέρχεσθαι μὲν ἀπὸ τῶν κατὰ τὰ φαῦλα ὁρίων, φθάνειν δὲ ἐπὶ τὰ ὅρια τῆς μερίδος τοῦ θεοῦ, καὶ ἐν τούτοις οὔσης διαφορᾶς, ἥτις φανεῖται τοῖς τὰ τοῦ μερισμοῦ καὶ τῆς κληροδοσίας τοῦ Ἰσραὴλ δυναμένοις ἀνάλογον τῷ πνευματικῷ συνιστάναι νόμῳ.
 [00925]  Οἱ πρὸς ἀλλήλους διαφωνοῦντες περὶ τῶν ἀναγκαιοτάτων δογμάτων Σαδδουκαῖοι καὶ Φαρισαῖοι πρεσβεύουσι γὰρ οἱ μὲν Φαρισαῖοι τὴν τῶν νεκρῶν ἀνάστασιν ἐλπίζοντες εἶναί τινα μέλλοντα αἰῶνα, οἱ δὲ Σαδδουκαῖοι οὐδὲν ἴσασι μετὰ τὸν βίον τοῦτον ἀνθρώπῳ ἀποκείμενον, ἤτοι ὡς ἐπ' ἀρετὴν προκόψαντι ἢ μηδὲ τὴν ἀρχὴν ἐπιτηδεύσαντι ἐξελ θεῖν τῶν τῆς κακίας ὅρων οὗτοι, ἵνα πειράσωσι τὸν Ἰησοῦν, ὁμονοοῦ σιν.
 [01131]  οἶμαι γάρ, ὅτι ὑπὲρ ἑκάστης ἀρετῆς τῆς γνώσεώς τινα σοφίας μυστήρια κατάλληλα τῷ εἴδει τῆς ἀρετῆς ἀνοίγεται τῷ κατ' ἀρετὴν βιώσαντι διδόντος τοῦ σωτῆρος τοῖς μὴ κρατη θεῖσιν ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν τοσαύτας κλεῖδας ὅσαι εἰσὶν αἱ ἀρεταί, ἀνοιγούσας ἰσαρίθμους πύλας, κατ αλλήλους κατὰ τὴν ἀποκάλυψιν τῶν μυστηρίων ἑκάστῃ ἀρετῇ.
 [01371]  οἱ δὲ <τελειότερον πνευματικὴν> ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλ' ἀεὶ ἄρτῳ τρέφονται ζῶντι.
 [01755]  πᾶς ὁ τῷ Ἰησοῦ ὡς υἱῷ συγκαταθέμενος θεοῦ κατὰ τὴν ἀληθῆ περὶ αὐτοῦ ἱστορίαν καὶ ὁδεύων διὰ τῶν κατὰ τὸ εὐαγ γέλιον πράξεων εἰς τὸ βιῶσαι κατ' ἀρετὴν ἐστράφη καὶ ὁδεύει πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, τοῦτον ἀμήχανον μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
 [03944]  εἶτ' ἐπὰν ὁ λόγος συμπληροῦσθαι ἄρχηται, ὁ καιρὸς ἔστω τῆς πρώτης ἀνθήσεως, ὅσον δὲ προκόπτει γεωργουμένη ἡ ψυχὴ τοσοῦτον καὶ ὁ γεωργούμενος ἀμ πελὼν δείγματα φέρει μελλόντων βο τρύων, κυπριζόντων μὲν καὶ ὀσμὴν εὐωδίας (μελλούσης ἀρετῆς) φερόν των κατ' ἀρχάς, ὕστερον δὲ ἤδη καὶ ὀμφακιζόντων, ὅτε κακία μὲν <νεό τητι ἔν>εστιν οὐχ ἡ παραμένουσα δὲ ἀλλ' ἡ ἀναγκαίως ὑφισταμένη καὶ οὐδέποτε νευομένη ἐπὶ τὸ χεῖρον, ἀλλ' ἀεὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἐπ' ἀρετὴν ὁδεύουσα.
 [03945]  ἐὰν δὲ παραμένῃ ἡ κακία, καὶ μὴ χρησώμεθα ἄλλῃ ὡς ἐπ' ἀρετὴν διόδῳ ἀεὶ αὐτὴν ἐπὶ τὴν ἐπ' ἀρετῇ προκοπὴν ἄγοντες, γίνεται ὄμφαξ, ὃν φαγών τις κατὰ τὸν προφήτην αἱμωδιᾷ.
 [04250]  ταῦτα δέ εἰσιν <πᾶσαι> αἱ ἐπ' ἀρετὴν ἄγουσαι ὁδοὶ καὶ αἱ κατ' ἀρετὴν πράξεις.
000-00-00 Serial Number=0303908527
Contra Celsum Ante [Go Back]  
 [00078]  προστίθησι δὲ τούτοις ὅτι κρῖναι καὶ βεβαιώσασθαι καὶ ἀσκῆσαι πρὸς ἀρετὴν τὰ ὑπὸ βαρβάρων εὑρεθέντα ἀμείνονές εἰσιν Ἕλληνες.
 [00648]  οὗτος δὲ πολλῷ καὶ μακρῷ διαφέρει παντὸς τοῦ διὰ τὴν ἀρετὴν χρηματίζοντος υἱοῦ τοῦ θεοῦ, ὅστις ὡσπερεὶ πηγή τις καὶ ἀρχὴ τῶν τοιούτων τυγχάνει.
 [01423]  Κἂν οἴκτιστα τῷ Κέλσῳ ταῦτ' εἶναι δοκοίη καὶ ἐπονειδιστότατα, ἐπεὶ πόνον μὲν τὸ μέγιστον οἶδε τῶν κακῶν ἡδονὴν δὲ τὸ τέλειον ἀγαθόν, ὅπερ οὐδεὶς τῶν πρόνοιαν εἰσαγόντων φιλοσόφων καὶ ἀνδρίαν ὁμολογούντων εἶναι ἀρετὴν καὶ καρτερίαν καὶ μεγαλοψυχίαν παρεδέξατο·
 [02343]  Ἀλλὰ τίνας ἐροῦμεν τοὺς ἀρίστους λόγους ἢ τοὺς ἀληθεῖς καὶ ἐπ' ἀρετὴν παρακαλοῦντας;
 [02392]  Ἢ καὶ ἡμεῖς μέλλομεν ἐγκαλεῖν φιλοσόφοις οἰκότριβας ἐπ' ἀρετὴν προτρεψαμένοις, Πυθαγόρᾳ μὲν τὸν Ζάμολξιν Ζήνωνι δὲ τὸν Περσαῖον καὶ χθὲς καὶ πρώην τοῖς προτρεψαμένοις Ἐπίκτητον ἐπὶ τὸ φιλοσοφεῖν;
 [02419]  Εἰ μὲν τοῦ ἀρετὴν ἀποδεχομένου καὶ κακίαν ἀποστρεφομένου καὶ ἀσπαζομένου τὰ κρείττονα, ἄκουε ὅτι καὶ μάλα θαρροῦντες ὡς εὐδοκιμοῦντες παρὰ τῷ τοιούτῳ κριτῇ ἐροῦμεν τοῖς παισὶ τὰ ἡμέτερα.
 [02420]  Εἰ δ' ἐνώπιον πατρὸς διαβεβοημένου πρὸς ἀρετὴν καὶ καλοκἀγαθίαν σιωπῶμεν καὶ τῶν τὰ ἐναντία τῷ ὑγιεῖ λόγῳ διδασκόντων, τοῦτο μηδ' ἡμῖν ἐγκάλει, οὐ γὰρ εὐλόγως ἐγκαλεῖς.
 [02537]  βουληθεῖσα δὲ κατ' ἀρετὴν βιῶσαι ἀδυνάτως ἔχει, κἂν ᾖ πρότερον φαυλοτάτη γεγενημένη;
 [02553]  Καθ' ἡμᾶς γὰρ ἔτι οὐδένα μὴ προτετραμμένον ἐπ' ἀρετὴν κακὸν κουφίζει ὁ θεὸς καὶ οὐδένα ἤδη ἀγαθὸν ἀπορρίπτει, ἀλλὰ καὶ οὐδένα οἰκτιζόμενον παρὰ τὸ οἰκτίζεσθαι κουφίζει ἢ ἐλεεῖ, ἵνα κοινότερον τῷ ἐλέει χρήσωμαι, ἀλλὰ τοὺς σφόδρα ἑαυτῶν ἐπὶ τοῖς ἡμαρτημένοις κατεγνωκότας, ὡς ἐπὶ τούτῳ οἱονεὶ πενθεῖν καὶ θρηνεῖν ἑαυτοὺς ὡς ἀπολωλότας ὅσον ἐπὶ τοῖς προπε πραγμένοις καὶ ἀξιόλογον ἐπιδεικνυμένους μεταβολήν, προ σίεται τῆς μετανοίας χάριν ὁ θεὸς καὶ τοὺς ἐκ μεταβολῆς κακίστου βίου.
 [02564]  Ὅμοιον δὲ ποιεῖ καὶ ἐν τούτῳ τῷ φάσκοντι διὰ τὸ πλῆθος τῶν κατὰ τοὺς νόμους ἀγομένων ἰδιωτῶν ὅτι φρόνιμος οὐδείς, φέρ' εἰπεῖν, Σόλωνι ἢ Λυκούργῳ πείθεται ἢ Ζαλεύκῳ ἤ τινι τῶν λοιπῶν, καὶ μάλιστα ἐὰν φρόνιμον λαμβάνῃ τὸν κατ' ἀρετὴν ποιόν.
 [02712]  ἀλλὰ τὴν μὲν τοῦ φαύλου καὶ κεχυμένου ἐν τῇ κακίᾳ ψυχὴν φήσομεν καταλείπεσθαι ὑπὸ τοῦ θεοῦ, τὴν δὲ τοῦ βουλομένου ζῆν κατ' ἀρετὴν ἢ καὶ προκόπτοντος ἢ καὶ ἤδη ζῶντος κατ' αὐτὴν ἀποφανούμεθα πληροῦσθαι ἢ μετέχειν θείου πνεύματος.
 [02897]  ἀλλ' ἐπεὶ τὸ ἐν αὐτοῖς λογικὸν τετελείωται καὶ κατὰ πᾶσαν ἀρετὴν πεποίωται.
 [02903]  Αὗται γὰρ αἱ πρὸς αὐτὴν ὑποτυπώσεις οὐκ ἐῶσι σκώληκι παραβάλλεσθαι τοὺς δυνάμει ἔχοντας τὴν ἀρετὴν καὶ τὰ σπέρματα αὐτῆς πάντῃ ἀπολέσαι οὐ δυναμένους.
 [02907]  Εἰ δ' ἡ τοῦ λόγου φύσις οὐδὲ τοῦτο παραδέξασθαι ἐπιτρέπει, δηλονότι οὐχ ὑβρίσομεν τὴν πρὸς ἀρετὴν κατεσ κευασμένην ἀνθρωπίνην φύσιν, κἂν δι' ἄγνοιαν ἐξαμαρτάνῃ, οὐδ' ἐξομοιώσομεν αὐτὴν τοῖς τοιοῖσδε ζῴοις.
 [03351]  Ὡς γὰρ μιᾶς καὶ τῆς αὐτῆς οὔσης τῆς τοῦδέ τινος ἀνθρώπου φύσεως οὐκ ἀεὶ τὰ αὐτά ἐστι περὶ τὸ ἡγεμονικὸν αὐτοῦ καὶ τὸν λόγον αὐτοῦ καὶ τὰς πράξεις, ὁτὲ μὲν οὔτε λόγον ἀνειλη φότος ὁτὲ δὲ μετὰ τοῦ λόγου κακίαν, καὶ ταύτην ἤτοι ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον χεομένην, καὶ ἔστιν ὅτε προτραπέντος ἐπ' ἀρετὴν καὶ προκόπτοντος ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον καὶ ἐνίοτε φθάνοντος καὶ ἐπ' αὐτὴν τὴν ἀρετὴν ἐν πλείοσι θεωρίαις γινομένην ἢ ἐν ἐλάττοσιν·
 [03767]  Εἰ γὰρ καθόλου λελεγμένον τὸ θεὸς καὶ θεοῦ παῖς οὐδεὶς κατῆλθεν οὐδὲ κατέλθοι <ἂν> ἀληθῶς τῷ Κέλσῳ εἴρηται, δηλονότι ἀνῄρηται τὸ εἶναι θεοὺς ἐπὶ γῆς, κατελθόντας ἐξ οὐρανοῦ, ἵνα ἤτοι μαντεύσωνται τοῖς ἀνθρώποις ἢ διὰ χρησμῶν θεραπεύσωσι, καὶ οὔτε ὁ Πύθιος οὔτ' Ἀσκληπιὸς οὔτ' ἄλλος τις τῶν νενομισμένων τὰ τοιαῦτα ποιεῖν θεὸς ἂν εἴη καταβὰς ἐξ οὐρανοῦ, ἢ θεὸς μὲν εἴη ἂν ἀεὶ δὲ λαχὼν οἰκεῖν τὴν γῆν καὶ ὡσπερεὶ φυγὰς τοῦ τόπου τῶν θεῶν, ἤ τις τῶν μὴ ἐξουσίαν ἐχόντων κοινωνεῖν τοῖς ἐκεῖ θείοις εἴη ἄν, ἢ οὐ θεοὶ εἶεν ὁ Ἀπόλλων καὶ ὁ Ἀσκληπιὸς καὶ ὅσοι ἐπὶ γῆς τι ποιεῖν πεπιστευμένοι εἰσὶν ἀλλά τινες δαίμονες, τῶν ἐν ἀνθρώποις σοφῶν καὶ ἐπὶ τὴν ἁψῖδα τοῦ οὐρανοῦ διὰ τὴν ἀρετὴν ἀναβαινόντων πολλῷ χείρους.
 [04202]  ψεκτοὶ δ' εἶναι φαίνονται Χριστιανοί, τὴν κακίαν βδελύσσεσθαι διδασκόμενοι καὶ τὰ ἀπὸ κακίας ἔργα ἐκτρέπεσθαι, τὴν δ' ἀρετὴν σέβειν καὶ τιμᾶν ὡς ὑπὸ τοῦ θεοῦ γεγενημένην καὶ οὖσαν υἱὸν θεοῦ.
 [04205]  Κἂν δεύτερον οὖν λέγωμεν θεόν, ἴστωσαν ὅτι τὸν δεύτερον θεὸν οὐκ ἄλλο τι λέγομεν ἢ τὴν περιεκτικὴν πασῶν ἀρετῶν ἀρετὴν καὶ τὸν περιεκτικὸν παντὸς οὑτινοσοῦν λόγου τῶν κατὰ φύσιν καὶ προηγουμένως γεγενημένων καὶ εἰς χρήσιμον τοῦ παντὸς λόγον·
 [04286]  Οὕτω δὲ καὶ ἄλλη μὲν ἡ Ἐπικούρου ἀνδρεία, ὑπομένοντος πόνους διὰ φυγὴν πόνων πλειόνων, ἄλλη δ' ἡ τοῦ ἀπὸ τῆς Στοᾶς, δι' αὐτὴν αἱρουμένου πᾶσαν ἀρετήν, ἄλλη δ' ἡ <τοῦ> ἀπὸ Πλάτωνος, τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς φάσκοντος αὐτὴν εἶναι ἀρετὴν καὶ ἀποτάσσοντος αὐτῇ τόπον τὸν περὶ τὸν θώρακα.
 [04885]  αὗται δὲ ἐξ ἑτοίμου ἀνοίγονται τῷ μεταδιώκοντι τὰς κατ' ἀρετὴν πράξεις.
 [05026]  [6.48] Εἶτα ἐὰν μὲν τὴν αὐτὴν ἀρετὴν λέγοντες ἀνθρώπου καὶ θεοῦ οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι μὴ εὐδαιμονέστερον λέγωσιν εἶναι τὸν ἐπὶ πᾶσι θεὸν τοῦ ἐν ἀνθρώποις κατ' αὐτοὺς σοφοῦ, ἀλλ' ἴσην εἶναι τὴν ἀμφοτέρων εὐδαιμονίαν, Κέλσος οὐ καταγελᾷ οὐδὲ χλευάζει τὸ δόγμα·
 [05122]  Πῶς γὰρ οἷόν τ' ἦν τὸ περὶ κρίσεως κήρυγμα παρρησίαν ἔχειν, διδάσκον κολάζεσθαι μὲν ἐπὶ ταῖς κατὰ κακίαν πράξεσι κατ' ἀναλογίαν τῶν ἡμαρτη μένων τοὺς φαύλους, μακαρίους δ' εἶναι καὶ τεύξεσθαι τῶν ἀπὸ θεοῦ γερῶν τοὺς κατ' ἀρετὴν βιώσαντας ἢ τὰς κατ' ἀρετὴν πράξεις ποιήσαντας, εἰ τὰ ὄντως κακὰ πεποιήκει ὁ θεός;
 [05485]  καὶ διὰ τῆς πρὸς τὴν ψυχὴν αὐτῶν, ἵν' οὕτως ὀνομάσω, ἁφῆς τοῦ καλουμένου ἁγίου πνεύματος διορατικώτεροί τε τὸν νοῦν ἐγίνοντο καὶ τὴν ψυχὴν λαμπρό τεροι ἀλλὰ καὶ τὸ σῶμα, οὐδαμῶς ἔτι ἀντιπρᾶττον τῷ κατ' ἀρετὴν βίῳ, ἅτε κατὰ τὸ παρ' ἡμῖν καλούμενον φρό νημα τῆς σαρκὸς νεκρούμενον.
 [06725]  Οὐδὲν οὖν ἄτιμον τὸ δι' εὐσέβειαν πάσχον καὶ δι' ἀρετὴν περιστάσεις αἱρούμενον, ἀλλὰ καὶ πᾶν ἄτιμον τὸ μετὰ κακίας ἐν ἡδοναῖς κατανα λισκόμενον.
 [06775]  Καὶ θεοφιλές γε τὸ διὰ τὴν ἀρετὴν ἀποτυμπανίζεσθαι καὶ δι' εὐσέβειαν στρεβλοῦσθαι καὶ δι' ὁσιότητα ἀποθνῄσκειν εὐλόγως εἶναι νενομίκαμεν, τίμιος γὰρ ἐνώπιον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ·
 [06785]  Φαμὲν δὲ καὶ πρὸς ταῦτα ὅτι εὔλογος ἐξαγωγὴ οὐδεμία ἡμῖν εἶναι δοκεῖ εἰ μὴ ἡ δι' εὐσέβειαν καὶ ἀρετὴν μόνη, ἐπὰν ὑπὸ τῶν δικάζειν νομιζομένων ἢ ἐξουσίαν τοῦ ζῆν ἡμῶν ἔχειν δοκούντων τὸ ἕτερον προτείνηται, ἢ τὸ ζῆν μετὰ τοῦ παρὰ τὰ διατεταγμένα ὑπὸ τοῦ Ἰησοῦ πράττειν ἢ τὸ ἀπο θνῄσκειν μετὰ τοῦ πείθεσθαι τοῖς λόγοις αὐτοῦ.
 [06843]  Εἰ δ' ἠκριβώκει Κέλσος τὴν τοῦ συμφέροντος ἔννοιαν καὶ ἑωράκει ὅτι τὸ κυρίως συμφέρον ἀρετή ἐστι καὶ ἡ κατ' ἀρετὴν πρᾶξις, οὐκ ἂν τὸ ἐφ' ὅσον συμφέρει ἔταξεν ἐπὶ τῶν τοιῶνδε καί, ὡς αὐτὸς ὡμολόγησε, δαιμόνων.
 [06863]  [8.65] Ἡμῖν μέντοι γε καταφρονητέον ἐξευμενισμοῦ ἀνθρώ πων καὶ βασιλέων, οὐ μόνον ἐὰν διὰ μιαιφονιῶν καὶ ἀσελγειῶν καὶ ὠμοτάτων πράξεων ἐξευμενιζώμεθα αὐτούς, ἀλλὰ καὶ ἐὰν διὰ τῆς εἰς τὸν θεὸν τῶν ὅλων ἀσεβείας ἤ τινος μετὰ δουλοπρεπείας καὶ ταπεινότητος φωνῆς, ἀλλοτρίας ἀνδρείων καὶ μεγαλοψύχων ἀνδρῶν καὶ τὴν καρτερίαν ὡς μεγίστην ἀρετὴν συναναλαβεῖν ταῖς ἄλλαις ἐθελόντων.
000-00-00 Serial Number=0444395661
De oratione Ante [Go Back]  
 [00192]  [6.3] εἰ δὴ τὸ ἐφ' ἡμῖν σῴζεται, μυρίας ὅσας ἀπονεύσεις ἔχον πρὸς ἀρετὴν ἢ κακίαν καὶ πάλιν ἢ πρὸς τὸ καθῆκον ἢ πρὸς τὸ παρὰ τὸ καθῆκον, ἀναγκαίως τοῦτο μετὰ τῶν λοιπῶν, πρὶν γένηται, τῷ θεῷ ἔγνωσται «ἀπὸ κτίσεως» καὶ «καταβολῆς κόσμου», ὁποῖον ἔσται·
 [00204]  [6.5] οὕτως οὖν ἤδη οἱονεὶ ἐρεῖ ὁ προδιατασσόμενος τὰ ὅλα ὅτι Ἀμὼς γεννήσει τὸν Ἰωσίαν, ὅστις οὐ ζηλώσει τὰ τοῦ πατρὸς πταίσματα ἀλλὰ τυχὼν τῆσδε τῆς ἐπ' ἀρετὴν προτρεπούσης ὁδοῦ διὰ τῶνδε τῶν συνεσομένων καλὸς ἔσται καὶ ἀγαθὸς, ὅστις κατασκάψει τὸ τοῦ Ἱεροβοὰμ κακῶς οἰκοδομηθὲν θυσιαστήριον.
000-00-00 Serial Number=0728439629
De principiis Ante [Go Back]  
 [00163]  καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν, ἵνα ἐγγένηται ἡμῖν ἡ «σαρκίνη καρδία», ἀλλὰ θεοῦ ἐστιν ἔργον, οὐχ ἡμέτερον ἔργον ἔσται τὸ κατ' ἀρετὴν βιοῦν, ἀλλὰ πάντη θεία χάρις.
 [00189]  τάχα δὲ καὶ τίνοντες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὧν εἰς τὴν ἀρετὴν ἐπλημμέλησαν καταλιπόντες αὐτήν, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν τῷ καταλειπομένους αὐτοὺς ἀπὸ τῆς θείας ἐπισκοπῆς, ἐπὶ πλεῖον ἐμφορηθέντας τῶν ἰδίων ἃ ἔσπειραν κακῶν, ὕστερον εἰς βεβαιοτέραν μετάνοιαν καλεῖσθαι, οὐ ταχέως περιπεσουμένους οἷς πρότερον περιπεπτώκεσαν τὸ ἀξίωμα ἐνυβρί σαντες τῶν καλῶν καὶ τοῖς χείροσιν ἑαυτοὺς ἐπιδεδωκότες.
 [00257]  πῶς δὲ καὶ τὸ «τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον» ὑγιές ἐστι, τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς «σκεύη ἀτιμίας» ἐπὶ τοῦτο πράξεως ἐληλυθότων, καὶ τῶν κατ' ἀρετὴν βιωσάντων τῷ ἀρχῆθεν αὐτοὺς ἐπὶ τούτῳ κατ εσκευάσθαι καὶ «σκεύη τιμῆς» γεγονέναι τὸ καλὸν πεποιηκότων;
000-00-00 Serial Number=0197291613
Enarrationes in Job Ante [Go Back]  
 [01055]  Οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.
000-00-00 Serial Number=0515284002
Excerpta in Psalmos Ante [Go Back]  
 [00092]  μᾶλλον δὲ αἱ κατ' ἀρετὴν ἐνέργειαι, ὁμαλαὶ καὶ λεῖαι δειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν φθά σαι σπευδόντων ἐπὶ τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ μακαριότης, καὶ τῶν ἐπαγγελιῶν ἡ ἀπόδοσις.
 [00457]  Κατ' ἀρετὴν γὰρ ἐνεργεῖν ἐμπο δίζονται.
 [00617]  ἀλλ' αὐτὸς πρῶτος δι' ἀρετὴν πρεσβύτερος ἐχρημάτι σε, καὶ διὰ τὸ τὸν ἔσω αὐτοῦ ἄνθρωπον κατηργηκέ ναι τὰ τοῦ νηπίου.
 [00796]  Γλυκαίνει δὲ αὐτὴν τὰ κατ' ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα.
000-00-00 Serial Number=0325161815
Exhortatio ad martyrium Ante [Go Back]  
 [00164]  [15] Ἐὰν δέ τις ὡσπερεὶ ζηλῶν χαρίσματα τὰ μείζονα καὶ μα καρίζων πλουσίους μάρτυρας καὶ πατέρας μάρτυρας «ἑκατονταπλασίονα» γεννήσοντας τέκνα καὶ ἑκατονταπλασίονας ἀγροὺς καὶ οἰκίας ληψο μένους ζητῇ, εἰ εὐλόγως ἐκεῖνοι παρὰ τοὺς ἐν βίῳ πένητας μάρτυ ρας πολυπλασιαζομένην ἕξουσι τὴν ἐν νοητοῖς κτῆσιν, λεκτέον πρὸς αὐτὸν ὅτι, ὥσπερ οἱ βασάνους καὶ πόνους ὑπομείναντες τῶν μὴ ἐν τούτοις ἐξητασμένων λαμπροτέραν ἐπεδείξαντο τὴν ἐν τῷ μαρτυρίῳ ἀρετὴν, οὕτως οἱ πρὸς τῷ φιλοσωματεῖν καὶ φιλοζωεῖν καὶ τοὺς τοσούτους κοσμικοὺς δεσμοὺς διακόψαντες καὶ διαῤῥήξαντες μεγάλῃ τῇ πρὸς τὸν θεὸν ἀγάπῃ χρησάμενοι καὶ ἀληθῶς ἀνειληφότες τὸν ζῶντα τοῦ θεοῦ λόγον καὶ ἐνεργῆ καὶ τομώτερον «ὑπὲρ πᾶσαν μάχαι ραν δίστομον» δεδύνηνται τοὺς τοσούτους διακόψαντες δεσμοὺς καὶ κατασκευάσαντες ἑαυτοῖς πτέρυγας ὥσπερ ἀετὸς ἐπιστρέψαι «εἰς τὸν οἶκον τοῦ προεστηκότος» ἑαυτῶν.
000-00-00 Serial Number=0791463435
Expositio in Proverbia Ante [Go Back]  
 [00029]  αὕτη γὰρ ἡ συνήθεια τοῦ Πνεύ ματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὠνόμασε τὸν Θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν, καὶ τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὴν ἀγνωσίαν, καὶ τὴν κακίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ·
 [00150]  Παιδείαν, τὴν ἠθικὴν ἀρετὴν λέγει·
 [00272]  Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ (δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν) ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον·
 [00365]  Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκε, τὴν ἐπισυμ βαίνουσαν τῇ καρδίᾳ ἢ τὴν ὑπὸ Θεοῦ κτιζομένην τὴν πνευματικήν.
 [00636]  ὡς γὰρ ἄμπελον ἀδύνατον ἐν θα λάσσῃ γενέσθαι, οὕτως ἐν ἄφροσιν ἡ σοφία ἀρετὴν καρπώσασθαι·
 [00646]  τούτου γὰρ χάριν καὶ γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώ πους ὁδηγήσωσιν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ.
 [00689]  ἢ τοὺς ὀκνοῦντας πρὸς ἀρετὴν ὁ τῶν κακῶν φόβος προκαταβάλλει, τὸ παραθαῤῥῦνον πρὸς τὸ μέλλον οὐκ ἔχοντας·
 [00738]  καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐν οχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετὴν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως.
 [00796]  Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκέ τις, εἰκόνα [17.212] καὶ μακαρισμὸν καταλείψει τοῖς μετέπειτα ὁ ἄμω μος, καὶ δικαιοσύνην ἀνατροφῆς ἕως τέλους.
 [00868]  ἔρημος τοί νυν γῆ ἐστιν ἡ ἀρετὴν ἔχουσα ψυχὴ, καὶ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους ἐνοικοῦντας, τοὺς φθειρο μένους κατὰ τὰς παλαιὰς ἐπιθυμίας τῆς ἀπάτης·
 [00899]  Τὴν σημαινομένην ἀρετὴν ὑπὸ οἰκείου ὀνόματος, ὄνομα εἶπε καλόν·
 [01040]  εἰ δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει·
 [01196]  Ὥσπερ τὸ ὄξος ἐν ἕλκει τοῦ ἀρχὴν σῆψιν ἔχοντος ἀσύμφορον, καίτοι βρώματος ὄντος εἰς ἡδύτητα, οὕτω γυναικὸς θεωρία καὶ ὁμιλία καρδίαν σπαράσσει τοῦ πρὸς ἀρετὴν ἑαυτὸν ἐκδόντος καὶ ἀρχὴν ἔχοντος.
 [01296]  Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπο λέσουσιν αὐτὸν, δῆλον ὡς κακίαν ἀπολλύουσιν οἱ δί καιοι καὶ σοφοὶ, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς ἀρετὴν ἐπανάγοντες.
 [01414]  Ἄτρακτός ἐστι νοῦς καθαρὸς, συμπλέκων ἀρετὴν ἐπ' ἀρετῇ, καὶ δόγματι δόγμα·
000-00-00 Serial Number=0142253399
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00188]  Ὁδόν φησι τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν·
 [00189]  ἢ καὶ τὴν ἀρετὴν κελεύει τῆς κακίας χωρίσαι.
000-00-00 Serial Number=0528299034
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00443]  iv29 [πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.] [Ὠριγένης φησίν] ἀγαθὸς λόγος ἐστὶ πρὸς οἰκοδομὴν τῆς χρείας διδοὺς χάριν τοῖς ἀκούουσιν ὁ διδασκαλικὸς καὶ ἐπ' ἀρετὴν μὲν προτρεπτικὸς κακίας δὲ ἀποστερητικός·
 [00674]  ποίαν δὲ κἂν ἐπινοῆσαι ἄλλην ἔστιν λέγεσθαι πανοπλίαν Θεοῦ ἣν χρὴ ἐνδύσασθαι τὸν ἐνστησόμενον πρὸς τὰς μεθοδείας τοῦ διαβόλου ἢ τὴν ἀρετὴν ἥτις ἐστὶν ὁ Χριστός;
000-00-00 Serial Number=0992415547
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00035]  ἄλλως τε διαφθορὰ χει ρὸς ἀξία θεοῦ ἡ ἀπὸ κακίας εἰς ἀρετὴν μεταποίησις κατὰ τὸ «ἐποίσω ἐπὶ δὲ τὰς χεῖράς μου, καὶ πυρώσω σε εἰς καθαρόν», τῶν πρὶν ἐν ἡμῖν ἐξ ἁμαρτίας λυμάτων διεφθαρμένων.
 [00040]  τάχα δὲ οὐδὲ ἔστιν ἀπολέσαι λαὸν μὴ πρότερον ἑαυτοῦ τὴν ψυχὴν ἐκ γεννημάτων τῶν κατ' ἀρετὴν ἀτεκνώσαντα·
 [00049]  τοιοῦτοι δὲ καὶ ἐπιβεβήκασιν ἐφ' ἅρμασί τε καὶ ἵπποις, χαλιναγωγοῦντες τὸ σῶμα καὶ τὰς ἀλόγους κινήσεις ἀπείργοντες, ὡς ἂν καὶ ἡ πόλις εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ πανταχόθεν αὐτῇ διὰ τὴν τῶν καθηγουμένων ἀρετὴν καὶ τὴν τῶν οἰκητόρων ἀρίστην πολι τείαν ἥξουσιν οἱ δῶρα προσφέροντες, ἔκ τε τῶν πόλεων Ἰούδα, τῶν Ἐξομολογουμένων τῷ θεῷ, καὶ κυκλούντων τὴν Ἱερουσαλήμ, τῆς Ὁράσεως τὴν εἰρήνην, καὶ ἐκ γῆς Βενιαμίν, τοῦ Υἱοῦ τῆς δεξιᾶς (δεξιὰ δὲ πάντα τὰ κατ' ἀρετὴν ἐργαζόμενα), καὶ ἐκ τῆς πεδινῆς, τῆς μηδὲν ἐχούσης «ὕψωμα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον», καὶ ἐκ τοῦ ὄρους, τοῦ εὐαγγελικοῦ λόγου, καὶ ἐκ τῆς πρὸς νότον, τῆς ἀντικειμένης τῷ ἀπὸ βορρᾶ πνέοντι.
 [00264]  ὅσον δὲ τύπτεται, λαμπροτέραν αὐτοῦ τὴν ἀρετὴν ἐπι δείκνυσιν·
 [00557]  κἂν τὸ αἰσθητὸν τοίνυν προσάγῃς κατὰ τοὺς Ἰουδαίους θυμίαμα, ἀρετὴν μὲν ἔχων προσάγεις καλῶς, σύμ φωνον ἔχων τὴν ἔνδοθεν εὐωδίαν·
000-00-00 Serial Number=0920805752
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00377]  νυνὶ δὲ πρὸ τούτων οἱ δοκοῦντες προβεβηκέναι κατ' ἀρετὴν καὶ πᾶς δὲ τὴν ψυχὴν ἀδιάφθορος καὶ δυνατὸς ἐν πολέμῳ γέγονεν ἐχθροῖς ὑποχείριος.
000-00-00 Serial Number=0610915899
Fragmenta in Psalmos Ante [Go Back]  
 [00525]  Ζητητέον πότερον ἀπὸ κακίας ἐπι στρέψειεν ἐπὶ τὴν ἀρετὴν, η ἀπὸ τῶν αἰσθη τῶν ἐπὶ τὰ νοητά·
 [00600]  Εἰ δὲ δικαιοσύνην ειποι τις τὴν γενικὴν ἀρετὴν, τρίβους ἐρεῖ ταύ της τὰς κατ' ειδος ἀρετὰς, ἐφ' ας ὁδηγεῖ τὸν τὴν αὐτοῦ προσηγορίαν ἐπιγραφόμενον.
 [01187]  Ημεῖς δέ φαμεν, οτι ὁ τοῦ προειρημένου λάκκου καὶ πηλοῦ ἀ παλλαγεὶς, ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἀκλόνητον κατ' ἀρετὴν τελειότητα ἱδρυνθεὶς, ἀπαγγέλ λει τὰ προκείμενα·
 [01897]  Νόει μὲν Σιὼν καὶ τὴν ἀρετὴν, καὶ πύ λας τὰς εἰς αὐτὴν, ωσπερ εἰσαγωγὰς, εἰσό δους·
 [02075]  Αἰχμαλωσία ἐστι Χριστοῦ φύσεως λογι κῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος.
 [02678]  (γλυκαίνει δὲ αὐτὴν τὰ κατ' ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα), μηδὲ ἐκπειράσαι μὲν αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν, ηγουν οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' ἐκ βά θους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως·
 [02751]  Καὶ οὐκ ἀρκεῖ οις ειδες σημείοις εἰς σω τηρίαν, οὐδὲ τοῖς προτρεψαμένοις λόγοις εἰς ἀρετὴν, ἀλλὰ καινὰ σημεῖα θέλεις ἰδεῖν, οὐ μεμνημένος τῆς ἐπεσκοπηκυίας χειρὸς, καὶ οπως ἐλυτρώθης ἐκ τοῦ νοητοῦ ἀληθῶς θλί βοντος Φαραὼ, οὐδὲ τὰ σημεῖα λογιζόμενος, α ὡς ἐν Αἰγύπτῳ, τῷ κόσμῳ, ἐν σοὶ πεποίη κεν, οιον ἐμοὶ εκαστον τῶν εὐεργημάτων τοῦ Θεοῦ σήμειόν ἐστιν.
 [03176]  Ευχεται τοίνυν πρῶτον μὲν ἐν αὐτῷ γενέσθαι, ὡς ὁδὸν τὸν Χριστὸν, τουτέστιν ὡς ἀρετὴν, επειτα δὲ ὡς ἀλήθειαν, οπερ ἐστι τῆς θεωρίας.
 [03796]  οπερ οὐδ' ετερόν μοι δοκεῖ, η τὰς ἐλ λείψεις τε καὶ ὑπερπτώσεις τῶν κατ' ἀρετὴν ἐπιτηδευμάτων θεραπεύειν βουλόμενος, ταῦ τα λέγει, ὡς μήτε δι' ἐλλείψεως τοῦ ἀγαθοῦ τὸν τῆς ἀρετῆς λόγον κοιλαίνεσθαι, μήτε ἀνωμαλεῖν διὰ τῆς ὑπερπτώσεως.
 [04385]  ∆ιὰ δὴ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζου.
 [05444]  Νυνὶ ἐλευθε ρωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέν τες δὲ τῷ Θεῷ, δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν, εχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασ μὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
 [06001]  Προφη τεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ.
 [06143]  Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναι, φησὶν, τὴν ἐ ναντίαν ἀρετὴν εἰς ὑπερβολὴν ἐπετήδευον, ην καὶ ὁ σωτὴρ ἐδίδασκε, λέγων·
 [06439]  προνοητὴς δὲ, διὰ τὰ συντε λοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν·
 [06634]  αυτη ἡ γενεὰ ἐκ τῶν κατ' ἀρετὴν καὶ γνῶσιν γενομένων συνίσταται.
 [06688]  Ο γὰρ μετὰ τὸ κατορθῶσαι ἀρετὴν νικηθεὶς ἠφάνισεν ἐν ἑαυτῷ τὰς τῆς Ιερουσαλὴμ πύλας, ἐκδοὺς ἑαυτὸν Βαβυλωνίοις τοῖς νοητοῖς.
000-00-00 Serial Number=0802243173
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00055]  ἀλλὰ γὰρ καὶ τοῦ κατ' ἀρετὴν καθ' ὃ συμβαίνει εὖ ζῆν.
 [00131]  ἔχουσι δὲ καὶ τὴν ἐκ θελήματος ἀνδρὸς γένεσιν οἳ προφάσει ἀνθρω πίνης φιλοσοφίας ἀπέχονται μὲν κακίας, ἀρετὴν δὲ ἀναλαμβάνουσιν.
 [00221]  ὅστις καθαρὸς τῷ εἰρημένῳ τρόπῳ γεγονὼς τελειωθεὶς κατ' ἀρετὴν προσβάλλει θεῷ καθ' ὃ ἐφικτόν.
 [00486]  ἐπεὶ οὖν τῶν φαύλων ἀπαλλοτριούμενον τὸ πνεῦμα πληροῖ τοὺς πίστιν καὶ ἀρετὴν ἔχοντας, εἰκότως εἴρηται·
 [00545]  ὡς ἀποδεχθῆναι καὶ βασιλείας θεοῦ τυχεῖν τοὺς τὸ φῶς ἀγαπήσαντας, ἐκ τῆς πρὸς αὐτὸ ἀγαπήσεως φῶς καὶ αὐτοὺς γεγενημένους δι' ἔργων ἀγαθῶν καὶ φρονήματος ἀληθοῦς <ὡς> μισῆσαι τὸ σκότος (τοῦτο δέ ἐστιν ἡ κακία καὶ ἡ ἀσέβεια), τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης πάροχον θεὸν κολάσεων αἰωνίων πειρασθῆναι·
 [00555]  〛 τὸ δὲ ἔρχεσθαι καὶ μὴ ἔρχεσθαι πρὸς τὸ φῶς οὐ τοπικῶς ἀλλ' ἐνεργητικῶς ἐκλαβεῖν δεῖ, ἐρχομένου πρὸς αὐτὸ παντὸς τοῦ κατ' ἀρετὴν πράττοντος.
 [00568]  ὃ καὶ δοκεῖ χώραν ἔχειν ἐπὶ τῶν μήτε ἄγαν φαύλων ἀνθρώπων μήτε κατὰ τὴν ἀρετὴν τελείων.
 [01215]  «θελή «ματι γὰρ σαρκὸς» εὐαρεστεῖν οὗτοι προτέθεινται τὴν σάρκα περι τεμνόμενοι καὶ προφανῶς ἰουδαΐζειν θέλοντες, μὴ ἐπιμελεῖσθαι <δὲ> τῆς καρδίας καὶ τοῦ ἐν τῷ κρυπτῷ Ἰουδαϊσμοῦ ἐκ θελήματος ἀνδρὸς οἱ προφάσει ἀνθρωπίνης φιλοσοφίας ἀπεχόμενοι μὲν κακίας, ἀρετὴν δὲ ἀναλαβόμενοι.
 [01272]  [123] Τοῖς γὰρ σπουδαίοις καὶ πίστιν καὶ ἀρετὴν ἔχουσι μόνοις ἐκεί νοις ἐπιφοιτᾷ·
 [01285]  [124] Τοῦτο γὰρ δοκεῖ ἐπὶ τῶν μήτε ἄγαν φαύλων μήτε κατ' ἀρετὴν τελείων ὅτι τὰ ἀμφότερα ἀπατῶντας μᾶλλον τὸ σκότος ἀγαπᾶν αὐ τοὺς ἔστιν ἰδεῖν, ἐκ τοῦ τὰ ἔργα τούτου ποιεῖν.
 [01299]  οὕτω καὶ Μωσῆς κατ' ἀρετὴν βιοὺς ἤκουσε τοῦ θεοῦ λέγοντος·
000-00-00 Serial Number=0380788207
Homiliae in Lucam Ante [Go Back]  
 [00808]  ἐὰν γὰρ μετὰ πολὺν χρόνον σωφρονήσας τις ἢ ἄλλην ἀρετὴν ἐπιτηδεύσας νικηθῇ, καθαιρεῖται αὐτοῦ ἡ οἰκοδομή.
000-00-00 Serial Number=0375072539
In Jeremiam Ante [Go Back]  
 [00533]  Ἀσκληπιὸν προσκυνοῦσιν ὡς ἐξ ἀνθρώπων δι' ἀρετὴν εἰς θεὸν μεταβεβληκότα·
000-00-00 Serial Number=0639961243
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00057]  Γι [143] νώσκει δέ τις ἑαυτὸν εἰδώς, εἰ ἀγαθὴν ἢ φαύλην ἔχει διάθεσιν καὶ εἰ πολὺ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀπολείπεται ἢ «τοῖς ἔμπροσθεν ἐπεκτείνεται τῶν ὄπισθεν ἐπιλανθανόμενος»·
000-00-00 Serial Number=0789570034
Philocalia Ante [Go Back]  
 [01646]  ἀλλὰ τίνας ἐροῦμεν τοὺς ἀρίστους λόγους ἢ τοὺς ἀληθεῖς καὶ ἐπ' ἀρετὴν παρακαλοῦντας;
 [01701]  ἢ καὶ ἡμεῖς μέλλομεν ἐγκαλεῖν φιλοσό φοις οἰκότριβας ἐπ' ἀρετὴν προτρεψαμένοις, Πυθαγόρᾳ μὲν τὸν Ζάμολξιν, Ζήνωνι δὲ τὸν Περσαῖον, καὶ χθὲς καὶ πρώην τοῖς προτρεψαμένοις Ἐπίκτητον ἐπὶ τὸ φιλοσοφεῖν;
 [01705]  καὶ μάλιστα ἐὰν φρόνιμον λαμβάνῃ τὸν κατ' ἀρετὴν ποιόν.
 [02344]  καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν ἵνα ἐγγένηται ἡμῖν ἡ σαρκίνη καρδία, ἀλλὰ θεοῦ ἐστὶν ἔργον, οὐχ ἡμέτερον ἔργον ἔσται τὸ κατ' ἀρετὴν βιοῦν, ἀλλὰ πάντη θεία χάρις.
 [02346]  ἡμεῖς δὲ ἀποκρινούμεθα τούτων οὕτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθίᾳ καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπιδίδωσιν ἑαυτὸν ᾧ νομίζει δύνασθαι αὐτὸν χειραγωγήσειν ἐπὶ παίδευσιν καὶ ἀρετὴν, ἐπιδι δόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενὸς ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσαγηοχότι θεραπευθησόμενον, ἀλλ' ὡς ἐπαγ γελλόμενος βελτιώσειν τὸν βουλόμενον·
 [02375]  τάχα δὲ καὶ τίνοντες δίκας τῶν προτέρων ἁμαρτημάτων, ὧν εἰς τὴν ἀρετὴν ἐπλημμέλη σαν καταλιπόντες αὐτὴν, οὐδέπω τὸν πρέποντα χρόνον ἐκπεπληρώκεσαν·
 [02469]  ὑγιές ἐστι, τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς σκεύη ἀτιμίας ἐπὶ τοῦτο πράξεως ἐληλυθότων, καὶ τῶν κατ' ἀρετὴν βιωσάντων τῷ ἀρχῆθεν αὐτοὺς ἐπὶ τούτῳ κατεσκευ άσθαι καὶ σκεύη τιμῆς γεγονέναι τὸ καλὸν πεποιηκότων;
 [03198]  προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ' ἡμῖν τῶνδέ τινων ἐπὶ εὐσέβειαν καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπὴν, καὶ ὡς ὅλοι ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ' ἀρετὴν ζῇν, προέγνω αὐτοὺς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα·
 [03201]  ἥντινα νομίζομεν εἶναι ἣν ἀνέλαβεν ψυχὴν ὁ υἱὸς τοῦ θεοῦ ἀνθρωπίνην, γενομένην διὰ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα.
 [03287]  καὶ περὶ ψυχὴν μὲν, ἀρετὴν καὶ τὰς κατ' ἀρετὴν πράξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις·
000-00-00 Serial Number=0445418954
Philocalia sive Ecloga Ante [Go Back]  
 [00358]  Προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ' ἡμῖν τῶνδέ τινων ἐπὶ εὐσέβειαν καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπήν, καὶ ὡς ὅλοι ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ' ἀρετὴν ζῇν, προέγνω αὐτούς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα·
 [00361]  ἥντινα νομίζω εἶναι ἣν ἀνέλαβεν ψυχὴν ὁ υἱὸς τοῦ θεοῦ ἀνθρωπίνην, γενομένην διὰ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα.
 [00441]  καὶ περὶ ψυχὴν μέν, ἀρετὴν καὶ τὰς κατ' ἀρετὴν πράξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις·
000-00-00 Serial Number=0351346314
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00065]  καὶ πολὺ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀπολείπεται·
000-00-00 Serial Number=0450641870
Scholia in Lucam Ante [Go Back]  
 [00535]  οἱ δὲ ἀρετὴν ἀνειληφότες οὐδὲ γεύονται αὐτοῦ, ἀλλ' ἀεὶ ἄρτον τρέφονται ζῶντα.
000-00-00 Serial Number=0389022291
Scholia in Matthaeum Ante [Go Back]  
 [00300]  Ἢ πωλοῦντές εἰσι προφῆται, ἀπόστολοι, εὐαγγελι σταὶ, δι' ὧν τις μαθητευθεὶς τὴν ἀρετὴν ἐργάζεται.
000-00-00 Serial Number=0802579761
Selecta in Ezechielem Ante [Go Back]  
 [00481]  Τὸ τελευ ταῖον οὖν εἴληπται στοιχεῖον εἰς παράστασιν τῆς τε [13.801] λειότητος τῶν διὰ τὴν ἐν αὐτοῖς ἀρετὴν στεναζόντων καὶ ὀδυνωμένων ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν τῷ λαῷ, καὶ συμπασχόντων τοῖς παρανομοῦσι.
000-00-00 Serial Number=0063311160
Selecta in Genesim Ante [Go Back]  
 [00492]  Ἐγὼ δὲ ἡγοῦμαι καὶ ἑκάστην ἀρετὴν ἰδίαν ἔχειν εὐωδίαν, ἥτις ἐστὶ συμπληρωτικὴ τῶν ἀρετῶν.
000-00-00 Serial Number=0214405537
Selecta in Job Ante [Go Back]  
 [00329]  οὐκ ἂν δὲ διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.
000-00-00 Serial Number=0648756683
Selecta in Psalmos Ante [Go Back]  
 [00914]  Οὐκ ἔλαττον δὲ τοῦ δόξαν εἶναι ἐμφανῶς τὸν Θεὸν τῶν τὰς τεραστίους δυνάμεις διακονούντων, ἔστι νοῆσαι καὶ ἐπὶ τῶν δι' ἀρετὴν δοξαζομένων·
 [00997]  Πρέπουσα ἁγίῳ φωνὴ κατωρθωκότι μεγίστην ἀρετὴν, τὴν ἀφο βίαν, διὰ τὴν πρὸς Θεὸν πεποίθησιν·
 [01340]  καὶ περὶ ψυχὴν μὲν ἀρετὴν καὶ τὰς κατ' ἀρετὴν πρά ξεις, ἢ κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις·
 [01833]  Ἐκ δὲ τῶν ἐναντίων ὁ μὴ φιλήδονος, ἀλλὰ φιλόθεος, ἀνά λογον οἷς ἀναδέχεται δι' ἀρετὴν πόνοις, συλλαμβάνει εὐπάθειαν, τὴν χαρὰν, μίαν συνημμένην, καὶ μὴ ἔχουσαν μεταξὺ διάλειμμα, καὶ ὠδίνει δικαιοσύνην, καὶ τίκτει εὐνομίαν·
 [02089]  ἐν δὲ τοῖς κεκτημένοις γνῶσιν καὶ ἀρετὴν αἱ ἅγιαι δυνά μεις ἐπαναπαύονται, ὧν σύμβολά ἐστι τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦντα ἐν τοῖς κλάδοις σινάπεως·
 [02179]  Ὥσπερ οὖν ὁ πράττων τὸ δίκαιον αὑτὸν ἀγαπᾷ, ἑαυτόν τε καὶ τὸν πλησίον εὐεργετῶν, τῷ εἰς ἀρετὴν αὐτὸν ἄγειν ὡς ἑαυτόν.
 [02384]  Ὁ κατὰ τὸν ἐντὸς, φησὶν, ἄν θρωπον καὶ κατὰ τὸν ἐκτὸς ἀπηλλαγμένος πάσης κακίας καὶ μώμου παντὸς, πᾶσαν δὲ ἀρετὴν μετιών.
 [03052]  Πότερον ἀπὸ κακίας ἐπιστρέφων πρὸς τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά;
 [03233]  Ἄδει δέ [12.1253] τις θεωρῶν, καὶ ψάλλει κατ' ἀρετὴν ἐνεργῶν.
 [03726]  Εὐπρέπεια δὲ Κυρίου καὶ πᾶς ὁ κατ' ἀρετὴν βίος τῶν ἐν θεοσεβείᾳ διαπρεπόντων.
 [04243]  Σάλος ἐστὶν ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν μετάθεσις.
 [04963]  Κακίαν μὲν καὶ ἀγνωσίαν ἐξολοθρεύει Θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει.
 [04983]  Ἐφ' ἡμῖν μέν ἐστι τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ Θεοῦ·
 [05017]  Εἰ δέ τις, τὴν Σιὼν καταλείψας, τουτέστι τὴν ἀρετὴν, ἐπείγοιτο πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρε φόμενος εἰς τὰ ὀπίσω, μακάριον ἀναδέχεται πρᾶγμα.
 [05092]  Λόγος ἀγαθός ἐστιν ὁ ἀρετὴν ἢ γνῶσιν σημαίνων Θεοῦ.
 [05147]  διόπερ καὶ αἱ ὑπ' αὐτῶν γεννώμεναι κατ' ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων.
 [05148]  Πᾶσαι δὲ αὗται αἱ ψυχαὶ, κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι, μίαν ἀπεργάζονται βασι λίδα παρεστῶσαν ἐκ δεξιῶν Χριστοῦ τοῦ Θεοῦ.
 [05165]  Πᾶσα ἡ δόξα τῆς Ἐκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατ' ἀρετὴν καὶ γνῶσιν θεωρουμένη.
 [05217]  Ἐὰν ἀκούσῃ φωνῆς Κυρίου ψυχὴ λογικὴ, σαλεύεται, μεταβαίνουσα ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν Θεοῦ.
 [06580]  κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ, τῇ διδασκαλίᾳ ἐπ' ἀρετὴν καὶ γνῶσιν μεταφέροντος Θεοῦ.
 [06790]  Αἰχμαλωσία ἐστὶ Χριστοῦ, φύσεως λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος.
 [07526]  Ἀλλοίωσιν λέγει ἐνταῦθα τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδον.
 [08587]  Ψυχὴν μὲν ἐγείρει ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁ Θεὸς, νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται.
 [08602]  Εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν Θεοῦ! Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδά των, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων, κ.
 [09075]  Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατ' ἀρετὴν, οὐ μόνον ὡς φυλάξας τὰς ἐντολὰς, ἀλλὰ καὶ ὡς ἐρωτικῶς περὶ αὐτὰς διακείμενος·
 [09301]  «Ἐξελευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδου λώθητε τῷ Θεῷ,» δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν.
 [09857]  Τῶν δι' ἀρετὴν καὶ γνῶσιν θλιβομένων ἐπακούει Θεὸς ἐν τῇ θλίψει τῆς αἰχμαλωσίας καὶ τῆς ἐκεῖθεν κακοπαθείας.
 [09864]  Μάλιστα δὲ ἄδικα εἴποι τις ἂν χείλη ἐκεῖνα τὰ περὶ τὴν ἀρετὴν βλάπτοντα, τὰ πρὸς κακίαν ἐπάγοντα.
 [09913]  Ἔξοδον τὴν ἀπὸ κακίας εἰς ἀρετὴν, εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ Θεοῦ.
 [09931]  Προφη τεύει ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ·
 [09999]  ἀστραπὴ δέ ἐστι διδασκαλία πνευματικὴ, λο γικὰς ψυχὰς ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπανάγουσα.
 [09999]  προ νοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν·
 [09999]  ∆ύναται τοῦτο εἰπεῖν περὶ γνω ρισμοῦ ὁδοῦ φερούσης ἐπ' ἀρετὴν, ἢ τῆς ἣν μετὰ τὴν ἔξοδον ὁδεύει τις, ἥτις ἐστὶν ὁδὸς τοῦ ξύλου τῆς ζωῆς, ἣν φυλάσσει τὰ χερουβὶμ καὶ φλογίνη ῥομ φαία.
 [09999]  «Ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπι φαύσει σοι ὁ Χριστός·» διὸ ἔγερσίς ἐστιν ἡ ἀπὸ κα κίας ἐπ' ἀρετὴν ἐπάνοδος.
 [09999]  τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικὴ, τοὺς ἀποπλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἀνάγουσα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»