0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄγγελοι [138]


000-00-00 Serial Number=0956236899
Commentarii in Genesim Ante [Go Back]  
 [00248]  Ἐνδέχε ται δὴ τὰ οὐράνια γράμματα, ἃ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουρ γῶν τοῦ Θεοῦ, ἵνα εὐφραίνωνται γινώσκοντες·
000-00-00 Serial Number=0243147850
Commentarii in Romanos Ante [Go Back]  
 [00634]  [8.38] πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε [8.39] ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
000-00-00 Serial Number=0939971149
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00740]  [52] viii [38,] [39] πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
 [00749]  καὶ ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, περὶ ὧν λέλεκται τοῖ ἐξ εὐωνύμων Ὑπάγετε εἰ τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμαμένον τῷ διαβόλῳ καὶ τοῖ ἀγγέλοι αὐτοῦ.
000-00-00 Serial Number=0114332795
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00226]  [1.12.77] Καὶ ταῦτα εἰπόντες ἀπέρχονται ἀπὸ τῶν ποιμένων εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καταλιπόντες ἡμῖν νοεῖν, πῶς ἡ εὐαγ γελισθεῖσα ἡμῖν διὰ τῆς γενέσεως Χριστοῦ Ἰησοῦ «χαρὰ» «δόξα» ἐστὶν «ἐν ὑψίστοις θεῷ» τῶν ταπεινωθέντων εἰς χοῦν ἐπιστρεφόντων «εἰς τὴν ἀνάπαυσιν» αὐτῶν καὶ «ἐν ὑψίστοις» διὰ Χριστοῦ μελλόντων δοξάζειν τὸν θεόν.
 [00227]  [1.12.78] Ἀλλὰ καὶ θαυμάζουσιν οἱ ἄγγελοι τὴν ἐπὶ γῆς ἐσομένην διὰ Ἰησοῦν εἰρήνην, τοῦ πολεμικοῦ χωρίου, εἰς ὃ ἐκπεσὼν «ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων» ὑπὸ Ἰησοῦ συντρίβεται.
 [00241]  [1.14.83] Οὐ μίαν δὲ καὶ βραχεῖαν πιστεύονται διακονίαν εὐαγγελικὴν ἄγγελοι οὐδὲ μόνην τὴν πρὸς τοὺς ποιμένας γεγενημένην·
 [01179]  ἐπὶ γὰρ τοῦ αὐτοῦ ὑποκειμένου κεῖται ἡ «ἄγγελος» καὶ «ἄνθρωπος» προσηγορία, ὥσπερ ἐπὶ τῶν ξενισθέντων παρὰ τῷ Ἀβραὰμ τριῶν καὶ γενομένων ἐν Σοδόμοις δύο καὶ ἐν ὅλῳ τῷ εἱρμῷ τῆς γραφῆς ὁτὲ μὲν ἄνδρες ὁτὲ δὲ ἄγγελοι εἶναι λέγονται.
 [01180]  [2.23.145] Πλὴν ὁ τοῦτο νομίζων ἐρεῖ, ὅτι, ὥσπερ παρὰ τοῖς ὁμολογουμένοις ἀνθρώ ποις εἰσὶν ἄγγελοι, ὡς ὁ Ζαχαρίας λέγων·
 [01182]  «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», οὕτως καὶ οἱ τοῦ θεοῦ ἄγγελοι παρὰ τὸ ἔργον τοῦτο χρηματίζουσι καὶ οὐ παρὰ τὴν φύσιν «ἄνδρες» κληθέντες.
 [01314]  [2.31.188] Εἰ δέ τις προσίεται καὶ τῶν παρ' Ἑβραίοις φερομένων ἀποκρύφων τὴν ἐπιγραφομένην «Ἰωσὴφ προσευχήν», ἄντι κρυς τοῦτο τὸ δόγμα καὶ σαφῶς εἰρημένον ἐκεῖθεν λήψεται, ὡς ἄρα οἱ ἀρχῆθεν ἐξαίρετόν τι ἐσχηκότες παρὰ ἀνθρώπους, πολλῷ κρείττους τυγχάνοντες τῶν λοιπῶν ψυχῶν, ἀπὸ τοῦ εἶναι ἄγγελοι ἐπὶ τὴν ἀνθρωπίνην καταβεβήκασι φύσιν.
 [02497]  «Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
 [02503]  [10.2.6] Ὁ δὲ Μάρκος «Καὶ ἦν», φησίν, «ἐν τῇ ἐρήμῳ τεσσε ράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.».
 [03229]  [10.39.269] Τὴν δὲ περὶ τούτων οἰκονομίαν καὶ λειτουργίαν ἐγχει ρισθήσονται ἅγιαι δυνάμεις, ἄγγελοι θεοῦ, αἱ μέν τινες οὖσαι κυριότητες, ἢ θρόνοι, ἢ ἀρχαί, ἢ ἐξουσίαι, αἱ δὲ τούτοις ὑπο τεταγμέναι, ὧν τύποι οἱ τρισχίλιοι καὶ ἑξακόσιοι ἄρχοντες ἐπιστάται, ἄρχοντες κατεσταμένοι ἐπὶ τῶν ἔργων τῶν Σαλο μών, καὶ ἑβδομήκοντα χιλιάδες τῶν αἰρόντων ἄρσιν, καὶ αἱ τῶν λατόμων ὀγδοήκοντα χιλιάδες ἐν τῷ ὄρει, οἱ ποιοῦντες τὰ ἔργα καὶ ἑτοιμάσαντες τοὺς λίθους καὶ τὰ ξύλα.
 [03464]  Οὐδὲ γὰρ οἱ ἄγγελοι δέονται τῆς τοῦ Ἰακὼβ πηγῆς, ἵνα πίωσιν, ἀλλ' ἕκαστος ἐν ἑαυτῷ ἔχει πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον γεγενημένην καὶ ἀποκαλυφθεῖσαν ἀπὸ αὐτοῦ τοῦ λόγου καὶ αὐτῆς τῆς σοφίας.
 [03615]  [13.16.99] Ὥσπερ γάρ καθὼς ὁμολογήσαιεν ἂν καὶ οἱ Ἰουδαῖοι οἱ ἄγγελοι οὐκ ἐν Ἱεροσολύμοις προσκυνοῦσιν τῷ πατρί, τῷ κρειττόνως παρὰ τὸ ἐν Ἱεροσολύμοις προσκυνεῖν τῷ πατρί, οὕτως οἱ ἤδη τῇ διαθέσει τὸ ἰσάγγελοι εἶναι ἐσχηκότες οὐδὲ ἐν Ἱεροσολύ μοις προσκυνήσουσιν τῷ πατρί, ἀλλὰ βέλτιον ἢ οἱ ἐν Ἱερο σολύμοις, κἂν διὰ τοὺς ἐν Ἱεροσολύμοις συμπεριφέρωνται τοῖς ἐν Ἱεροσολύμοις, τοῖς Ἰουδαίοις γινόμενοι Ἰουδαῖοι ἵναἸουδαίους κερδήσωσιν.
 [03729]  «Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός», ἵνα καὶ ἡμεῖς ἀποκαλύπτοντος τοῦ υἱοῦ γνῶμεν πῶς πνεῦμά ἐστιν ὁ θεός, καὶ φιλοτιμησώμεθα ἐν πνεύματι τῷ ζωο ποιοῦντι καὶ μὴ γράμματι τῷ ἀποκτέννοντι προσκυνεῖν τὸν θεόν, καὶ ἐν ἀληθείᾳ σέβειν αὐτὸν καὶ μηκέτι τύποις μηδὲ σκιαῖς καὶ ὑποδείγμασιν, ὥσπερ οὐδὲ οἱ ἄγγελοι ὑποδείγμασι καὶ σκιᾷ ὥσπερ ἄνθρωποι λατρεύουσιν τῷ θεῷ, ἀλλὰ τοῖς νοητοῖς καὶ ἐπουρανίοις, τὸν κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἀρχιερέα ὁδηγὸν ἔχοντες τῆς ὑπὲρ τῶν δεομένων σωτηρίας λατρείας καὶ μυστικῆς καὶ ἀπορρήτου θεωρίας.
 [04230]  [13.50.336] Ὁ δ' Ἡρακλέων φησὶν ὅτι οὐ δι' αὐτῶν οὐδὲ ἀπ' αὐτῶν ἐσπάρη ταῦτα τὰ σπέρματα φησὶ δὲ τῶν ἀποστό λων , οἱ δὲ κεκοπιακότες εἰσὶν οἱ τῆς οἰκονομίας ἄγγελοι, δι' ὧν ὡς μεσιτῶν ἐσπάρη καὶ ἀνετράφη.
 [05166]  ζητήσαις δ' ἂν εἰ ἔσται ποτὲ ὅτε οἱ ἄγγελοι αὐτοὶ ὄψονται τὰ παρὰ τῷ πατρί, οὐκέτι διὰ μεσίτου καὶ ὑπηρέτου βλέποντες αὐτά·
 [06431]  ὥσπερ δὲ ζητήσεως ἄξιόν ἐστιν πῶς προεφήτευσεν Καϊάφας, οὕτως καὶ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ζητήσεις πῶς προεφήτευσαν οἱ ἄγγελοι τοῦ Σαοὺλ [28.17.142] σταλέντες ἐπὶ τὸν ∆αβίδ, καὶ μετ' αὐτοὺς ὁ Σαούλ.
 [06595]  μετ' ἐκείνους δὲ ὁ θεὸς «ἐβοήθησεν τῷ ἀπὸ τῶν ἐθνῶν πένητι λαῷ ἐκ πτωχείας καὶ «ἔθετο ὡς πρόβατα πατριάν», οὓς ὄψονται εὐθεῖς ἄγγελοι καὶ «εὐ [28.24.219] «φρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς».
000-00-00 Serial Number=0984253228
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00096]  ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέ ναις (κοιμωμένων Δiehl) αἰσθήσεσι διεγείροντες αὐτάς, τουτ έστι τὰ «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν».
000-00-00 Serial Number=0632975817
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00025]  ∆εήσει δὲ γενέσθαι ἐπὶ τέλει τῶν πραγμάτων ὃ καλεῖται συντέλεια τοῦ αἰῶνος θερισμόν, ἵν' οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ φαῦλα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσιν, τῷ λεγομένῳ καίειν πυρὶ ἀνατρέποντες αὐτά.
 [00026]  Καὶ οὕτω συλλέξουσιν οἱ τοῦ λόγου ἄγγελοι καὶ ὑπηρέται ἐκ πάσης τῆς τοῦ Χριστοῦ βασιλείας πάντα τὰ ἐνυπάρχοντα ταῖς ψυχαῖς σκάνδαλα καὶ τοὺς τὴν ἀνομίαν ποιοῦντας λογισμούς, οὕστινας ἀναλίσκοντες βαλοῦσιν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην·
 [00163]  Οἱ δὲ διακονησάμενοι τῇ βληθείσῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἱ προσελθόντες ἄγγελοι καὶ διακονησόμενοι αὐτῷ, οἵτινες οὐκ ἀναβιβάζουσιν ἀπὸ τῆς θαλάσσης τὴν σαγήνην οὐδὲ φέρουσιν ἐπὶ τὸν ἔξω αὐτῆς αἰγιαλόν, τὰ ἔξω τοῦ βίου πράγματα, ἐὰν μὴ πληρωθῇ ἡ σαγήνη, τουτέστι «τὸ πλήρωμα τῶν ἐθνῶν» εἰς αὐτὴν «εἰσέλθῃ».
 [00168]  ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν αὐτοὺς τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός.
 [00169]  Πλὴν τηρητέον ὅτι ἤδη διὰ τῆς τῶν ζιζανίων παραβολῆς καὶ τῆς προκειμένης ὁμοιώσεως διδασκόμεθα ὅτι ἄγγελοι μέλλουσι πιστεύεσθαι τὸ διακρῖναι καὶ διαχωρίσαι τοὺς φαύλους ἀπὸ τῶν δικαίων·
 [00172]  Ἐνταῦθα δέ, ὅτι ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός.
 [00176]  ἀνέγνωμεν γὰρ καὶ τὸ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρα κύψαι», ἔνθα οὐκ εἴρηται·
 [00177]  «πάντες ἄγγελοι».
 [01320]  ὥσπερ δὲ ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, οὕτως ἄγγελοι γινόμενοι οἱ ἐν τοῖς προφή ταις λόγοι μετ' αὐτοῦ παρα γίνονται, τὴν ἀναλογίαν σώζοντες τῆς ἑαυτῶν δόξης.
 [01847]  τὰ οὖν ἐρχόμενα σκάν δαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζη τοῦντα ὄργανα δι' ὧν ἐνεργήσει εὑ ρίσκει πολλάκις μὲν τοὺς πάντη ξέ νους τῆς εὐσεβείας, ἔσθ' ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ «Τύρῳ καὶ Σιδῶνι ἀνε κτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως» ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα ὁ Ἰησοῦς καὶ τέρατα, οὐκ ἐπιστεύθη δέ.
 [01900]  ἐπιστήσεις δὲ κατὰ ταῦτα καὶ εἰ μικρῶν μέν εἰσιν ἄγγελοι <τῶν> πνεύματι «δουλείας [τῶν] εἰς φόβον» ἀγομένων (ἐπεὶ «παρ εμβάλλει ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύεται αὐ τούς»), μεγάλων δὲ ὁ τῶν ἀγγέλων μείζων κύριος (ὅστις λέγοι ἂν περὶ ἑνὸς ἑκάστου αὐτῶν τὸ «μετ' αὐτοῦ εἰμι ἐν θλίψει»).
 [02476]  «προσέφερον αὐτῷ βρέφη» ἢ «παιδία» αἱ μητέρες αὐτῶν), ἢ γνώσεως λογισμῷ καὶ σοφίᾳ τὸ τοιοῦτον πεποιήκασιν εἰς παράστασιν τοῦ ὅτι προσελθόντες ἄγγελοι τῷ Ἰησοῦ καὶ διακονοῦντες αὐτῷ, αὐτοὶ νῷ θειοτέρῳ τὰς τῶν παι δίων ὁρῶντες διαφορὰς ἢ βρεφῶν οἴδασι τίνας προσφέρειν δεῖ τῷ Ἰησοῦ, ἵνα προσενεχθέντες αὐτῷ χειροθετη θῶσιν ὑπ' αὐτοῦ, καὶ πότε·
 [02486]  φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἵνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἷς ὤφθη, καὶ εἴ τις αὐτῷ πιστεύειν βούλεται ἀπὸ «παντὸς ὀνόματος ὀνο μαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι».
 [02847]  «ὅτε ἐγεννήθησαν ἄστρα, ᾔνεσαν τὸν θεὸν πάντες οἱ ἄγγελοι αὐτοῦ», ὡς πρεσβύτεροι καὶ τιμιώτεροι οὐ μόνον τοῦ ἀνθρώπου, ἀλλὰ καὶ πάσης τῆς μετ' αὐτοὺς κοσμοποιίας.
 [02851]  «εἰς ὃν ἄρτι μὴ ὁρῶντες (δηλονότι Ἰησοῦν Χριστὸν) πιστεύ οντες δὲ ἀγαλλιᾶτε» καὶ τὰ ἑξῆς ἕως τοῦ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρα κύψαι»·
 [03122]  «ὅταν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ» καὶ τὰ ἑξῆς, καί·
 [03252]  ἐπεὶ> εἰ καὶ διηκονήθη, ἡνίκα «ἄγγελοι προσῆλ θον καὶ διηκόνουν αὐτῷ» καὶ πάλιν διηκονήθη ὑπὸ τῆς Μάρθας, ἀλλ' οὐ διὰ τοῦτο ἐλήλυθε τὸ διακονη θῆναι·
 [03782]  αἱ μέν εἰσι τοῦ κρείττονος τάγ ματος, καὶ ὥσπερ εἰσὶν ἄνθρωποι θεοῦ οὐχ οἱ τυχόντες καὶ ἄγγελοι θεοῦ μακάριοι καὶ προφῆται τοῦ θεοῦ θεοφορούμενοι, οὕτως εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, περὶ ὧν ὁ ἀπόστολος Χριστὸν δοξο λογῶν λέγει ἐν τῇ πρὸς Κολοσσαεῖς ὅτι·
 [04202]  ἐξελθόντες δὲ οἱ δοῦλοι, εἴτε ἀπὸ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ οἱ Χριστοῦ ἀπόστολοι, εἴτε ἀπὸ τῶν ἔνδον ὁρίων ἐν οἷς ἦσαν οἱ μακάριοι ἄγγελοι, καὶ ἐλθόντες εἰς τὰς ὁδοὺς καὶ συνήγαγον καὶ συνάξουσι πάντας οὓς ἐὰν εὕρωσι, πονη ρούς ***, ἵνα ἀποθέμενοι τὴν πο νηρίαν (τὸ ἀλλότριον τοῦ γάμου ἔν δυμα) καὶ ἐνδυσάμενοι μετὰ τῶν λεγομένων <ἔργων> ἀγαθῶν τὸ ἔν δυμα τοῦ γάμου πληρώσωσι τὴν τοῦ γάμου ἑστίαν ἑαυτῶν ἀνακει μένων.
 [04315]  μόνον δὲ ἁπ<λῶς ἀπ>εφήνατο λέγων καὶ τὰς θείας γραφὰς ἀπαγ γέλλειν περὶ τῆς ἐκ νεκρῶν ἀναστά σεως ὅτι ἐκεῖ μή εἰσι γάμοι, ἀλλὰ γίνονται οἱ ἐκ νεκρῶν ἀνιστάμενοι ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι, καὶ ὥσπερ οἱ ἐν τῷ οὐρανῷ ἄγ γελοι οὔτε γαμοῦσιν οὔτε γα μοῦνται, οὕτω (φησὶ) καὶ οἱ ἀνι στάμενοι ἀπὸ τῶν νεκρῶν.
 [04316]  ἐγὼ δ' οἶμαι διὰ τούτων δηλοῦσθαι ὅτι οὐ μόνον κατὰ τὸ μὴ γαμεῖν καὶ τὸ μὴ γαμεῖσθαι ὡς οἱ ἐν τῷ οὐρα νῷ ἄγγελοι γίνονται οἱ καταξιού μενοι τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀλλὰ καὶ κατὰ τὸ μετασχηματιζόμενα αὐτῶν τὰ σώματα «τῆς ταπεινώσεως» γίνεσθαι τοιαῦτα, ὁποῖά ἐστι τὰ τῶν ἀγγέλων σώματα, αἰθέρια καὶ αὐ γοειδὲς φῶς.
 [04317]  Ξενίζον δέ τι τοὺς πολλοὺς τῶν πιστευόντων δόγμα ζητήσαι τις ἄν, τάχα μὲν καὶ πολλαχόθεν σαφῶς δ' ὅτι καὶ ἐντεῦθεν ἐπαπορῶν, εἰ ὥσπερ εἰσὶν οἱ ἀνιστάμενοι ἐκ νεκρῶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ καὶ τάγμα τι ἀγγέλων, μεταβάλλοντες ἐξ ἀνθρώπων, οὕτως καὶ ἄλλοι ἐν τῷ οὐρανῷ ἄγγελοι, ἄνθρωποί ποτε ὄντες καὶ καλῶς ἀγωνισάμενοι ἐν ἀνθρώπου σώματι, γεγόνασιν ἐν τῷ οὐρανῷ ἄγγελοι ὥς τινες ἕτεροι πρὸ αὐτῶν.
 [04318]  ὁ δὲ τὸ ξενίζον τοῦτο δόγμα ζητῶν ἐκ τῆς προκειμένης λέ ξεως, τάχα δὲ καὶ ἀλλαχόθεν, ὁράτω περιαθρήσας ὅλην τήν τε γραφὴν καὶ τὴν ἀκολουθίαν τῶν πραγμάτων, καὶ τί ἕπεται τῷ ταῦτα τιθέντι, <καὶ> σκοπείτω εἰ χρὴ παραδέξασθαι τοιοῦ τον λόγον ᾧ ἕπεται τοιαῦτα ἅτινα δηλοῦται ἐκ τοῦ «ἀγγέλους κρινοῦ μεν» καὶ τοῦ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι».
 [04428]  ἐν γὰρ τῇ ἀναστάσει τῶν νε κρῶν ἀληθὲς καὶ τὸ οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, ἀληθὲς δὲ καὶ τὸ ὡς ἐν παραβολῇ εἰρημένον περὶ ἑτεροίου παρὰ τοὺς ἐπὶ γῆς γάμους ἐν τῷ «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ» καὶ τὰ ἑξῆς καὶ ἐν τῷ «τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρ θένοις, αἵτινες λαβοῦσαι τὰς λαμ πάδας αὐτῶν» καὶ τὰ ἑξῆς.
 [04435]  ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζον ται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ.
 [04440]  καὶ ποῦ τοῦ νόμου ἢ τῶν προφητῶν μανθάνο μεν περὶ τῶν ἀναστησομένων ὅτι ἔσονται ὡς οἱ ἐν τῷ οὐρανῷ ἄγγελοι;
 [04447]  ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γα μοῦσιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς».
 [04476]  οὐ γὰρ εὑρί σκω, ποῦ τῆς γραφῆς λέγονται οἱ σωθησόμενοι εἶναι ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ·
000-00-00 Serial Number=0598856390
Contra Celsum Ante [Go Back]  
 [00043]  Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωή, οὔτε ἄγγελοι οὔτε ἀρχαί, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε δυνάμεις οὔτε ὕψωμα, οὔτε βάθος οὔτε κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
 [00046]  Εἰ δὲ δεῖ καὶ ἀποστόλους σεμνύνεσθαι, μὴ χωριζομένους ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, σεμνύνοιντο ἄν, ὅτι οὔτε θάνατος οὔτε ζωή, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε τι τῶν ἑξῆς δύναται αὐτοὺς χωρίσαι <ἀπὸ> τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
 [02193]  Χριστιανοῖς δὲ μεμαθηκόσι τὴν αἰώνιον αὐτοῖς εἶναι ζωὴν ἐν τῷ γινώσκειν τὸν μόνον ἐπὶ πᾶσιν ἀληθινὸν θεὸν καὶ ὃν ἐκεῖνος ἀπέστειλεν Ἰησοῦν Χριστόν, μαθοῦσι δὲ καὶ ὅτι πάντες μὲν οἱ θεοὶ τῶν ἐθνῶν εἰσι δαιμόνια λίχνα καὶ περὶ τὰς θυσίας καὶ τὰ αἵματα καὶ τὰς ἀπὸ τῶν θυσιῶν ἀποφορὰς καλινδούμενα ἐπὶ ἀπάτῃ τῶν μὴ προσπεφευγότων τῷ ἐπὶ πᾶσι θεῷ, οἱ δὲ τοῦ θεοῦ θεῖοι καὶ ἅγιοι ἄγγελοι ἄλλης εἰσὶ φύσεως καὶ προαιρέσεως παρὰ τοὺς ἐπὶ γῆς πάντας δαίμονας, καὶ ὅτι οὗτοι σφόδρα ὀλίγοις γινώσκονται τοῖς περὶ τῶν τοιούτων συνετῶς καὶ ἐπι μελῶς ζητήσασιν, ἐὰν παραβάλῃς Ἀπόλλωνα καὶ ∆ία ἤ τινα τῶν μετὰ κνίσσης καὶ αἵματος καὶ θυσιῶν προσκυνουμένων, οὐκ ἀνέξονται·
 [02896]  ἀλλ' οὐδεὶς ἂν τῶν εὖ φρονούντων λέγοι κρείττονα εἶναι διὰ τὰ σώματα τάδε τὰ ἄλογα τῶν λογικῶν πολὺ γὰρ εἰς ὑπεροχὴν ἀνάγει ὁ λόγος τὸ λογικὸν παρὰ πάντα τὰ ἄλογα ἀλλ' οὐδὲ τὰ σπουδαῖα καὶ μακάρια, εἴτε, ὡς ὑμεῖς φατε, οἱ ἀγαθοὶ δαίμονες εἴτε, ὡς ἡμῖν ἔθος ὀνομάζειν, οἱ τοῦ θεοῦ ἄγγελοι ἢ αἱ ὁποιαιδηποτοῦν ὑπερέ χουσαι τῶν ἀνθρώπων φύσεις·
 [02940]  Ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν οὔτ' ἐγγαμίζονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι τῶν οὐρανῶν οἱ δίκαιοι καὶ γίνονται ἰσάγγελοι·
 [03772]  [5.4] Ἐπεὶ δὲ μετὰ ταῦτα, ὡς ἀποκριναμένων ἂν Ἰουδαίων ἢ Χριστιανῶν περὶ τῶν πρὸς ἀνθρώπους καταβαινόντων ὅτι εἶεν ἄγγελοι, φησίν·
 [04131]  Ὁ δ' Ἄμμωνοὐδέν τι κακίων διαπρεσβεῦσαι τὰ δαιμόνια ἢ οἱ Ἰουδαίων ἄγγελοι·
 [04163]  Καὶ ἐπὶ τούτῳ γε τωθάζων ὁ Κέλσος τοὺς παρὰ Ἰουδαίοις ἀγγέλους πρεσ βεύοντας τὰ τοῦ θεοῦ οὐ κακίονα ἔφησεν εἶναι τὸν Ἄμμωνα πρὸς τὸ διαπρεσβεῦσαι τὰ δαιμόνια ἢ οἱ Ἰουδαίων ἄγγελοι·
 [04374]  εἰ μὴ ἄρα οἱ κατὰ τὸν Κέλσον ἄγγελοι γλυκέα δακρύουσιν.
 [04375]  [5.56] Εἶτα ἑξῆς τὰ ἄμικτα καὶ ἀνόμοια μιγνὺς καὶ ἐξομοιῶν ἀλλήλοις ἐπιφέρει τῷ περὶ τῶν, ὥς φησι, καταβεβηκότων ἑξήκοντα ἢ ἑβδομήκοντα ἀγγέλων λόγῳ, πηγὰς θερμῶν κατὰ αὐτὸν δακρυσάντων, ὅτι καὶ πρὸς αὐτοῦ τοῦ Ἰησοῦ τὸν τάφον ἱστόρηνται ἐληλυθέναι ὑπό τινων μὲν ἄγγελοι δύο ὑπό τινων δὲ εἷς·
 [04928]  καὶ οἱ ἄγγελοι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ τεταγμένοι εἰς τὸ προΐστασθαι αὐτῶν διὰ παντὸς λέγονται βλέπειν τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός, ὅ τι ποτ' ἐστὶ τὸ πρόσωπον καὶ ὅ τι ποτ' ἐστὶ τὸ βλέπειν.
 [06277]  οἱ δὲ τὴν πολλῷ μείζονα καὶ θειοτέραν πρεσβείαν ὑπὲρ Χριστοῦ πρεσβεύοντες οὔτε τὸν Περσῶν ἄρχοντα οὔτε τὸν Ἑλλήνων οὔτε τὸν Αἰγυπτίων οὔτε τὸν οὑτινοσοῦν ἔθνους προσκυνή σαιεν ἄν, κἂν οἱ δορυφόροι τῶν ἀρχόντων δαίμονες καὶ τοῦ διαβόλου ἄγγελοι προσαναγκάζειν αὐτοὺς ἐθέλωσι τοῦτο ποιεῖν καὶ πείθωσι μακρὰν χαίρειν λέγειν τῷ παντὸς νόμου τῶν ἐπὶ γῆς κρείττονι.
 [06374]  Εἶτ' ἐπεὶ οὐκ ἀκόντων λόγος κρατεῖ, εἰσὶ δέ τινες ἔτι φαῦλοι οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ ἄγγελοι καὶ πάντες δαίμονες, τούτων φαμὲν αὐτὸν μὴ κρατεῖν μέν πω, ἐπεὶ μὴ ἑκόντες εἴκουσιν αὐτῷ·
 [06469]  Οὕτως δὲ καὶ οὐ πάντες ἄγγελοι ἄγγελοι λέγονται εἶναι τοῦ θεοῦ ἀλλὰ μόνοι οἱ μακάριοι, οἱ δ' ἐκτραπέντες ἐπὶ τὴν κακίαν ἄγγελοι τοῦ διαβόλου ὀνομάζονται, ὥσπερ οἱ φαῦλοι ἄνθρωποι ἄνθρωποι ἁμαρτίας ἢ υἱοὶ λοιμοὶ ἢ υἱοὶ ἀδικίας.
 [06470]  Ἐπεὶ οὖν καὶ ἄνθρωποι οἱ μέν εἰσι σπουδαῖοι οἱ δὲ φαῦλοι, διὸ καὶ οἱ μὲν τοῦ θεοῦ οἱ δὲ τοῦ διαβόλου εἶναι λέγονται, ἀλλὰ καὶ ἄγγελοι οἱ μὲν τοῦ θεοῦ οἱ δὲ τοῦ πονηροῦ, δαίμονες δὲ οὐκέτι διχῶς, πάντες γὰρ ἀποδείκνυνται εἶναι φαῦλοι·
 [06529]  Ὁ βουλόμενος τοίνυν παραστησάτω τῷ Κέλσου λόγῳ καὶ δεικνύτω, πῶς οὐ θεῖοί τινες ἄγγελοι θεοῦ ἀλλὰ δαίμονες, ὧν ὅλον τὸ γένος ἐστὶ φαῦλον, προστεταγμένοι εἰσὶ πάντα τὰ προειρημένα οἰκονομεῖν.
 [06563]  ὁ δὲ Ἰησοῦς ἡμᾶς ἐδίδαξε μηδὲ τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καταφρο νεῖν, λέγων ὅτι Οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, καὶ ὁ προφήτης δέ φησιν ὅτι Παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
 [06575]  [8.36] Ἀλλ' οὐχ, ὡς οἴεται Κέλσος, βλάπτουσιν οἱ ἀληθῶς σατράπαι καὶ ὕπαρχοι καὶ στρατηγοὶ καὶ ἐπίτροποι τοῦ θεοῦ ἄγγελοι τοὺς ὑβρίζοντας·
 [06581]  οὐδὲν γὰρ ἡμῖν δαίμονες ἀμελούμενοι ποιεῖν ἂν δύναιντο, ἀνακειμένοις τῷ μόνῳ βοηθεῖν πᾶσι τοῖς ἀξίοις δυναμένῳ, ἐφιστάντι δ' οὐδὲν ἧττον καὶ τοὺς ἰδίους ἀγγέλους τοῖς εἰς αὐτὸν εὐσεβοῦσιν, ἵνα μηδὲν οἱ ἐναντίοι ἄγγελοι μηδ' ὁ τούτων ἄρχων λεγόμενος τοῦ αἰῶνος τούτου ἐνεργεῖν κατὰ τῶν ἀνακειμένων τῷ θεῷ δυνηθῇ.
000-00-00 Serial Number=0902569652
De Resurrectione Ante [Go Back]  
 [00013]  «Οἱ δὲ ἄγγελοι ἐκτὸς ὄντες σαρκὸς ἐν μακαριότητος ἀκρότητι, διὰ τοῦτο καὶ δόξης εἰσί·
000-00-00 Serial Number=0574864924
De engastrimytho Ante [Go Back]  
 [00181]  ἀλλ' εἰκός, ὥσπερ ἐνταῦθα «μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ», καὶ εἰσὶν ἐν ταῦθα διατριβαὶ ἁγίων μετὰ ἁγίων, οὐχὶ δὲ ἁγίων μετὰ ἁμαρτωλῶν, καὶ εἰ ἄρα ποτέ, ἐστὶ τῶν ἁγίων ἡ διατριβὴ μετὰ τῶν ἁμαρτωλῶν ὑπὲρ τοῦ καὶ τοὺς ἁμαρτωλοὺς σῶσαι, οὕτω τάχα καὶ ἀναβαίνοντι τῷ Σαμουὴλ συναναβεβήκασιν ἤτοι ἅγιαι ψυχαὶ ἄλλων προφητῶν ἢ ἄγγελοι ἦσαν μετὰ τῶν πνευμάτων συναναβεβηκότες.
 [00182]  τάχα ζη τήσεις εἰ ἄγγελοι ἦσαν ἐπὶ τῶν πνευμάτων αὐτῶν;
000-00-00 Serial Number=0245173931
De oratione Ante [Go Back]  
 [00278]  [11.1] Οὐ μόνος δὲ ὁ ἀρχιερεὺς τοῖς γνησίως εὐχομένοις συνεύ χεται ἀλλὰ καὶ οἱ «ἐν οὐρανῷ» χαίροντες ἄγγελοι «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἳ οὐ χρείαν ἔχουσι μετανοίας,» αἵ τε τῶν προκεκοιμημένων ἁγίων ψυχαί.
 [00294]  [11.3] εἰ δὲ «ἄγγελοι» τοῦ θεοῦ προσελθόντες τῷ Ἰησοῦ «διηκό νουν αὐτῷ,» καὶ μὴ πρέπον ἐστὶν ἡμᾶς πρὸς ὀλίγον χρόνον νοεῖν γεγονέναι τὴν τῶν ἀγγέλων πρὸς τὸν Ἰησοῦν διακονίαν τῆς σωμα τικῆς αὐτοῦ παρὰ ἀνθρώποις ἐπιδημίας, καὶ αὐτοῦ ἔτι «ἐν μέσῳ» τῶν πιστευόντων οὐχ ὡς ἀνακειμένου ἀλλὰ ὡς διακονοῦντος·
 [00296]  οὐ γὰρ μάτην οἱ ἄγγελοι «τοῦ θεοῦ» ἀναβαίνουσι καὶ καταβαίνουσι «ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου,» ὁρώ μενοι τοῖς τῷ φωτὶ τῆς «γνώσεως» πεφωτισμένοις ὀφθαλμοῖς.
 [00448]  [15.3] ἐὰν δέ τις, οἰόμενος δεῖν αὐτῷ τῷ Χριστῷ προσεύχεσθαι, συγχεόμενος ἀπὸ τοῦ ἐκ τοῦ προσκυνεῖν σημαινομένου προσάγῃ ἡμῖν τὸ «προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ,» ὁμολογου μένως ἐν τῷ ∆ευτερονομίῳ περὶ Χριστοῦ εἰρημένον, λεκτέον πρὸς αὐτὸν ὅτι καὶ ἡ ἐκκλησία Ἱερουσαλὴμ παρὰ τοῦ προφήτου ὀνομαζο μένη προσκυνεῖσθαι ὑπὸ βασιλέων καὶ ἀρχουσῶν, γινομένων τιθη νῶν αὐτῆς καὶ τροφῶν, λέγεται διὰ τούτων·
 [00876]  ἐπεὶ δὲ καὶ οἱ ἄγγελοι σοφίᾳ τρέφονται θεοῦ, ἀπὸ τῆς κατὰ τὴν ἀλήθειαν μετὰ σοφίας θεωρίας δυναμούμενοι πρὸς τὸ τὰ ἴδια ἔργα ἐπιτελεῖν, λέγεται ἐν ψαλμοῖς καὶ τοὺς ἀγγέλους τρέφεσθαι, κοινωνούντων τῶν ἀνθρώπων τοῦ θεοῦ, οἵτινες Ἑβραῖοι προσαγορεύονται, τοῖς ἀγγέλοις καὶ οἱονεὶ καὶ συνεστίων αὐτοῖς γινομένων.
 [01204]  [31.6] ὥσπερ δὲ δύναμις Ἰησοῦ καὶ τὸ πνεῦμα Παύλου καὶ τῶν ὁμοίων καὶ οἱ παρεμβάλλοντες ἑκάστου τῶν ἁγίων «κύκλῳ» ἄγγελοι «κυρίου» συνοδεύουσι καὶ συνέρχονται τοῖς γνησίως συναθροιζομένοις, οὕτω στοχαστέον μή ποτε, ἐὰν ἁγίου ἀγγέλου ἀνάξιός τις ᾖ καὶ ἐπιδῷ ἑαυτὸν ἀγγέλῳ διαβόλῳ δι' ὧν ἁμαρτάνει καὶ θεοῦ καταφρο νῶν παρανομεῖ·
000-00-00 Serial Number=0860162437
Epistula ad Africanum Ante [Go Back]  
 [00049]  [11.56] Καὶ ὅτε «ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Θεοῦ, καὶ ὁ διάβολος ἦλθε μετ' αὐτῶν,» τό·
 [00103]  «Χρονίζει ὁ κύριός μου ἔρχεσθαι·» καὶ διὰ τοῦτο μέθαις σχολάζοντα, καὶ ἐσθίοντα καὶ πίνοντα μετὰ τῶν μεθυόντων, καὶ τύπτοντα τοὺς συνδούλους, ὁ κύριος ἐλθὼν «διχοτομήσει, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει·» οὕτω καὶ τούτους πρεσβυτέρους μὲν χρηματίσαντας, κακῶς δὲ τὴν οἰκονομίαν οἰκονομήσαντας, ἀναλόγως τῷ ἐκεῖ διχοτομεῖσθαι τὸν μοχθηρὸν οἰκονόμον, ἄγγελοι ἐπὶ τῶν κολάσεων τεταγμένοι τινὲς ταῦτα διαθήσουσι·
000-00-00 Serial Number=0074950337
Exhortatio ad martyrium Ante [Go Back]  
 [00170]  «ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς οἱ ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς.».
 [00194]  ὅλος οὖν ὁ κόσμος καὶ πάντες οἱ ἄγγελοι δεξιοὶ καὶ ἀριστεροὶ καὶ πάντες ἄνθρωποι, οἵ τε ἀπὸ τῆς τοῦ θεοῦ μερίδος καὶ οἱ ἀπὸ τῶν λοιπῶν, ἀκούσονται ἡμῶν ἀγωνιζομένων τὸν περὶ χριστιανισμοῦ ἀγῶνα.
 [00195]  καὶ ἤτοι οἱ ἐν οὐρανοῖς ἄγγελοι ἐφ' ἡμῖν εὐφρανθήσονται, καὶ «ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, καὶ τὰ ὄρη ἀγαλλιάσονται», «καὶ πάντα τὰ ξύλα τοῦ πεδίου ἐπικροτήσει τοῖς κλάδοις·» ἢ, ὃ μὴ εἴη, καὶ κάτω δυνάμεις αἱ ἐπιχαιρεσίκακοι εὐφραν θήσονται.
000-00-00 Serial Number=0438826382
Expositio in Proverbia Ante [Go Back]  
 [00052]  Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων εἰσὶν, οὕτω καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσὶ, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος·
 [00733]  ὅτι δὲ ἄγγελοι τοὺς ἀνθρώπους ἐμπεπίστευνται, δι δάσκει ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονῆτε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς·
 [01320]  Οἱ νῦν ἐλεήμονες, ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεη θέντες ὑπὸ τοῦ Θεοῦ, καὶ γενόμενοι ἄγγελοι, ἄρξουσι τῶν βασκάνων καὶ πλουσίων ἀσεβῶν·
000-00-00 Serial Number=0759979010
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00221]  Ἀδύνατον εἰς νόησιν ἐπιστημονικὴν εἰσαγομένῳ θεώρημα, καὶ ἀδύνατον ἀνθρώπῳ θεωρεῖν τὰ ὑπὲρ ἄνθρωπον καὶ νοεῖν, οἷον τοῦ καρκίνου τὴν θεραπείαν, κἂν ἄγγελοι ταύτην ἐπίστανται·
000-00-00 Serial Number=0245678842
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00070]  καὶ τὸ εἰ ἃ ἐπιθυμοῦιν ἄγγελοι παρακύψαι, καὶ τὸ περὶ τοῦ ἐπὶ πᾶσι λεγομένου ἔσεσθαι δὸ ἵνα ὡ ἐγὼ καὶ ὺ ἓν ἐμέν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦιν.
000-00-00 Serial Number=0378606200
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00318]  ἰατροὶ δὲ ἄγγελοι, ὑπὸ τὸν μέγαν ὄντες ἰατρὸν τὸν θεὸν καὶ θερα πεῦσαι τοὺς πειθομένους ἐθέλοντες.
 [00322]  ὃ δὴ ποιοῦσιν οἱ ἄγγελοι.
000-00-00 Serial Number=0397243559
Homiliae in Job Ante [Go Back]  
 [00510]  οὗτοι οἱ ἄγγελοι οἳ ἐν νυκτὶ φρουροῦσιν ἡμᾶς.
000-00-00 Serial Number=0526573181
Homiliae in Lucam Ante [Go Back]  
 [00087]  Ἀλλὰ καὶ μετὰ τὸν «ἐνεστῶτα αἰῶνα», ἐὰν ἐξέλθωμεν, ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ θεὸς ἢ οἱ ἄγγελοι, [3.21] ἀλλὰ ἕκαστος τῶν βλεπόντων τῷ καθαρὰν ἔχειν καρδίαν καὶ παρε σκευάσθαι πρὸς τὸ βλέπειν τὸν θεὸν ὄψεται τὸν θεόν.
 [00337]  Εἰ δὲ δεῖ ἀναβῆναι καὶ ἐπὶ λόγον μυστικώτερον, λέγω, ὅτι ἦσάν τινες [12.74] ποιμένες ἄγγελοι πεπιστευμένοι, εἰ δεῖ εἰπεῖν, τοὺς ἀνθρώπους·
 [00342]  [12.75] [Ὡς γὰρ] ἑκάστῳ τῶν ἀνθρώπων πάρεισι δύο ἄγγελοι, ὁ μὲν τῆς δι καιοσύνης, ὁ δὲ τῆς ἀδικίας, καὶ ἐὰν μὲν ἀνατείλῃ ἡμῶν ἐπὶ τὴν καρδίαν τὰ ἀγαθά, δηλονότι ὁμιλεῖ ἡμῖν ὁ ἄγγελος τοῦ θεοῦ·
 [00355]  «Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μά χαιραν», πῶς <οἱ> ἄγγελοι ἐπὶ τῇ γε νέσει αὐτοῦ λέγουσιν·
 [00368]  [13.80] ἀλλὰ ταῦτά γε εἶπον παρὰ τοῖς ποι μέσιν οἱ ἄγγελοι.
 [00376]  [13.81] Εἰ δὲ τοῖς ἀγγέλοις μέμφεται τοῖς πεπιστευμένοις τὰς ἐκκλησίας καὶ φροντίζουσιν, ὧν πεπιστευμένοι εἰσὶν ἄγγελοι, τί χρὴ λέγειν περὶ ἀνθρώπων, ὅσον δεῖ φόβον ἔχειν, ἵνα δυνηθῶσι συμπλέοντες τοῖς ἀγ γέλοις συνσωθῆναι τοῖς ἀγγέλοις;
 [00766]  «∆ύο γάρ εἰσιν ἄγγελοι», ὥς φησιν ὁ Ποιμήν, «μετὰ τοῦ ἀνθρώπου, εἷς τῆς δικαιοσύνης καὶ εἷς τῆς ἀδικίας».
 [00767]  [35.198] Ἄλλοι μὲν τῶν ἐν τῇ ἐκκλησίᾳ μι κρῶν ἄγγελοι «θεωροῦσι τὸ πρόσω πον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς»·
000-00-00 Serial Number=0270359218
In Jeremiam Ante [Go Back]  
 [00012]  ἀλλ' ὅμως τὰ αὐτῶν πεποιήκασιν οἱ ἄγγελοι, θέλοντες σῴζεσθαι τοὺς μὴ θέλοντας σῴζεσθαι, λέγοντες τῷ Λώτ·
 [01386]  Οὗτοι δὴ οἱ ἄγγελοι, μεθ' ὧν ἐσμεν ὅσον ἐσμὲν ἐπὶ γῆς, ἤτοι εὐφραίνονται, ἢ πενθοῦσιν ἐφ' ἡμῖν ὅταν ἁμαρτάνωμεν·
 [01763]  φωτεινὰ ὄρη οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ, οἱ προφῆται, Μωσῆς ὁ θεράπων, οἱ ἀπόστολοι Ἰησοῦ Χριστοῦ.
 [01845]  οἱ ἄγγελοι οἱ ἀεὶ βοηθοῦντες τῇ Ἱερουσαλήμ, δι' ὧν διετάγη καὶ ὁ Μωσέως νόμος «διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου», καταλει πέτωσαν τὴν Ἱερουσαλὴμ καὶ λεγέτωσαν·
 [01892]  καὶ ἐν τῷ νόμῳ δὲ γέγραπται, ὅτι εἶπον οἱ ἄγγελοι πρὸς τὸν ἐξελθόντα ἀπὸ Σοδόμων Λώτ·
 [02322]  μὴ ἐξομολογήσεταί σοι χοῦς;» ἀλλὰ ἐφ' ἡμῖν μὴ λεγέτω τὸ «οἴμοι», ἐφ' ἡμῖν μὴ λεγέτωσαν οἱ ἄγγελοι τῶν οὐρανῶν.
 [02325]  ἀλλὰ μακάριοι ἐκεῖνοι ἐφ' οἷς οἱ ἄγγελοι οὐκ ἐροῦσι τὸ «οἴμοι», ἀλλὰ μα καρίζονται·
 [02907]  καὶ «φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς», καὶ «αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι θεοῦ·
000-00-00 Serial Number=0581176400
In Jesu Nave homiliae Ante [Go Back]  
 [00255]  Οὐ γὰρ συντυχικῶς οἱ ἄγγελοι τὴν τῶν [444] τούτων ἐπιμέλειαν ἀνεδέξαντο, ὡς οὐδὲ τὴν ἑνὸς ἑκάστου ψυχήν, θειοτέρῳ δὲ κλήρῳ καὶ ὑπὲρ ἄνθρωπον.
000-00-00 Serial Number=0209698975
Philocalia Ante [Go Back]  
 [02895]  ἐνδέχεται δὴ τὰ οὐράνια γράμ ματα, ἃ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουργῶν τοῦ θεοῦ, ἵνα εὐφραίνωνται γινώ σκοντες·
 [02901]  οἱ μέντοι ἱεροὶ ἄγγελοι, τὰ λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι, ὡς ἀπὸ νόμου θεοῦ γεγραμμένων τὰ προστάγματα λαμ βάνοντες, τεταγμένως καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα·
000-00-00 Serial Number=0078708887
Philocalia sive Ecloga Ante [Go Back]  
 [00284]  Ἐνδέχεται δὴ τὰ οὐράνια γράμματα, ἃ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουργῶν τοῦ θεοῦ, ἵνα εὐφραίνωνται γινώσκοντες·
 [00290]  Οἱ μέντοι ἱεροὶ ἄγγελοι, τὰ λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι, ὡς ἀπὸ νόμου θεοῦ γεγραμμένων τὰ προστάγματα λαμβάνοντες, τεταγμέ νως καὶ ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα·
000-00-00 Serial Number=0895446241
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00300]  εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι·
000-00-00 Serial Number=0111432910
Scholia in Lucam Ante [Go Back]  
 [00373]  Ὅρα δὲ πῶς κακούργως διὰ τῆς χρήσεως τῶν Γραφῶν θέλει καθελεῖν τὴν δόξαν Κυρίου, ὡς δεομέ νου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν.
000-00-00 Serial Number=0652376711
Scholia in Matthaeum Ante [Go Back]  
 [00139]  Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύ σωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίου πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώ ματι τῶν ἐθνῶν·
 [00150]  Ἐργάται σαγήνης, ὁ Κύριος καὶ οἱ προσελ θόντες ἄγγελοι διακονεῖν αὐτῷ.
 [00275]  Ἐμβοῶσιν οἱ ἄγγελοι ταῖς κοιμωμέναις αἰ σθήσεσι, διεγείροντες αὐτάς·
000-00-00 Serial Number=0900333881
Selecta in Genesim Ante [Go Back]  
 [00559]  Καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ.
 [00562]  Τῷ οὖν τὴν ὁδὸν ταύτην πορευομένῳ συναντῶσιν ἄγγελοι τοῦ Θεοῦ.
000-00-00 Serial Number=0231596649
Selecta in Job Ante [Go Back]  
 [00231]  Οἱ παρεμβάλ λοντες ἄγγελοι.
000-00-00 Serial Number=0949905515
Selecta in Numeros Ante [Go Back]  
 [00043]  Οἱ γὰρ ἅγιοι ἄγγελοι συμπράττουσι τοῖς δικαίοις εἰς τὰ σωτήρια, καὶ ἀγαθὰ ἔργα, καὶ οἱ πονηροὶ δαί μονες τοῖς ἀσεβέσιν ἁμαρτωλοῖς ἀνθρώποις εἰς τὰ πονηρὰ καὶ βλαβερὰ τῆς σωτηρίας τῶν ἀνθρώπων ἔργα.
000-00-00 Serial Number=0846187413
Selecta in Psalmos Ante [Go Back]  
 [02267]  «Ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;» Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός.
 [02287]  Οἱ ἄγγελοι χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν, οἱ δαίμονες ἐπὶ τοῖς ἁμαρτά νουσιν ἀγάλλονται.
 [02632]  Εὐεργετικὴ δὲ χεὶρ οἱ ἅγιοι ἄγγελοι, δι' ὧν ὁ Θεὸς προνοεῖται τοῦ κόσμου, οἷς ἀντίκεινται δαίμονες, οἱ μὴ βουλόμενοι πάντα ἄνθρωπον εἰς ἐπί γνωσιν ἀληθείας ἐλθεῖν.
 [03511]  Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐ τῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πα τρός μου τοῦ ἐν οὐρανοῖς.».
 [04039]  Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός.
 [04040]  Εἰ δὲ κατὰ τὴν σοφὴν γυναῖκα τὴν Θεκωϊτίδα οἱ ἄγγελοι πάντα οἴδασι τὰ ἐπὶ γῆς, τὸ πρόσωπον τοῦ Θεοῦ οἱ λόγοι εἰσὶ τῶν ἐπὶ γῆς, οἱ χαρακτηρίζοντες τὸν δημιουργικὸν αὐτοῦ λόγον.
 [04612]  Ἐπὶ μὲν τοῖς μετανοοῦσιν οἱ ἄγγελοι χαίρουσιν, ἐπὶ δὲ τοῖς σαλευομένοις οἱ δαίμονες.
 [04815]  Εἰ τὸ πρόσωπον τοῦ Θεοῦ οἱ ἄγγελοι βλέπουσι διὰ παντὸς, ἄγγελος ἄρα ἐπιθυ μεῖ γενέσθαι ὁ ∆αυῒδ καὶ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ.
 [06713]  Οὐ πῦρ ὡς ἄγγελοι, οὐδὲ φῶς ὡς οἱ δίκαιοι, ἀλλ' ὡς καπνός εἰσιν οἱ μισοῦντες, καπνὸς ὁ βλαβερὸς ὄμμασιν.
 [07594]  Τοῦτον οὖν τὸν ἄρτον ἤσθιον μὲν πρό τερον ἄγγελοι, νυνὶ δὲ καὶ ἄνθρωποι.
 [08234]  Τῷ μὲν Ἀβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐφάνησαν, τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον.
 [09958]  Ἢ χεῖρες κυρίων μὲν Πατρὸς καὶ Υἱοῦ οἱ ἑκατέρου ἄγγελοι·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»