0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἄξιος [92]


000-00-00 Serial Number=0086015642
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00271]  [1.17.97] Καὶ ἀναγκαῖον ἐπιστῆσαι εἰ ἄϋλον πάντη καὶ ἀσώμα τον ζωὴν ζώντων ἐν μακαριότητι τῶν ἁγίων, ὁ καλούμενος δράκων ἄξιος γεγένηται, ἀποπεσὼν τῆς καθαρᾶς ζωῆς, πρὸ πάντων ἐνδεθῆναι ὕλῃ καὶ σώματι, ἵνα διὰ τοῦτο χρηματίζων ὁ κύριος διὰ λαίλαπος καὶ νεφῶν λέγῃ «Τοῦτ' ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ».
 [00886]  [2.6.49] Καλεῖται δὲ «πιστὸς» ὁ ἐπὶ τοῦ λευκοῦ ἵππου οὐ διὰ τὸ πιστεύειν ὅσον διὰ τὸ πιστευτὸς εἶναι, τουτέστι, τοῦ πιστεύεσθαι ἄξιος·
 [01390]  «Μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἄξιος ἐγὼ ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος».
 [01663]  μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος», ἢ μέρος τῆς δευτέρας ἐστὶ καὶ τὸ ἀπαγγελλόμενον πρὸς τοὺς φαρισαίους.
 [01839]  ὁ γὰρ ἐκκλίνων εἰς ὁποτέραν τὸ εὐθύνειν ἀπολώλεκεν, οὐκέτι ἐπισκοπῆς ἄξιος γινόμενος ὅταν παρεκβαίνῃ τὴν τῆς πορείας εὐθύτητα·
 [02035]  μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
 [02046]  [6.30.157] Οὗ καὶ τὴν ὑπερβάλλουσαν ὑπεροχὴν συνιεὶς παρὰ τὴν ἑαυτοῦ φύσιν, ἀμφιβαλλομένην ὑπό τινων μήποτ' ἄρ' αὐτὸς εἴη Χριστός, ὅσον ἀπολείπεται τῆς τοῦ Χριστοῦ μεγαλειότητος παραστῆσαι βουλόμενος, ἵνα μή τις εἰς αὐτὸν λογίσηται ὑπὲρ ὃ βλέπει ἢ ἀκούει ἐξ αὐτοῦ, λέγει καὶ τὸ «Οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος», αἰνιττόμενος τὸ οὐχ ἱκανὸς εἶναι τὸν περὶ τῆς ἐνσωματώσεως αὐτοῦ λόγον, οἱονεὶ δεδεμένον καὶ κεκρυμμένον τοῖς μὴ νοοῦσιν, λῦσαι καὶ σαφηνίσαι, ὥστε ἄξιόν τι τῆς τοσαύτης ἐπιδημίας εἰς οὕτω βραχύτατα συνεσταλμένης εἰπεῖν.
 [02108]  Οἰκεῖον δὲ τῆς χρηστότητος τοῦ θεοῦ νικᾶν ἐν τῷ εὐεργετεῖν τὸν εὐεργετούμενον, προλαμβάνοντα τὸν ἐσόμενον ἄξιον, καὶ πρὶν γένηται ἄξιος κοσμοῦντα αὐτὸν τῇ ἱκανότητι, ἵνα μετὰ τὴν ἱκανότητα ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἄξιος, καὶ μὴ πάντως ἀπὸ τοῦ εἶναι ἄξιος, φθάνων τὸν δωρούμενον καὶ προλαβὼν αὐτοῦ τὰς χάριτας, ἔλθῃ ἐπὶ τὸ γενέσθαι ἱκανός.
 [02109]  [6.36.182] Ὁ τοίνυν Ἰωάννης φησὶ παρὰ μὲν τοῖς τρισὶν οὐκ εἶναι «ἱκανός», παρὰ δὲ τῷ Ἰωάννῃ οὐκ εἶναι «ἄξιος».
 [02111]  καὶ πάλιν ὅς γε ἔλεγεν οὐκ εἶναι ἄξιος, οὐκ ὢν ἄξιος ἐφθακέναι ἐπὶ τὸ γεγονέναι ἄξιος.
 [02115]  «Οὐκ εἰμί, γάρ φησιν, ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.».
 [02116]  [6.37.185] Τάχα οὖν νικώ μενος ὑπὸ τῆς τοῦ θεοῦ χάριτος δωρεὰν εἴληφεν, μηδέπω τὸ ὅσον ἐφ' ἑαυτῷ ἄξιος ὢν λῦσαι τὸν ἱμάντα τοῦ ἑτέρου τῶν ὑποδημάτων, νοήσας αὐτοῦ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν, περὶ ἧς καὶ μαρτυρεῖ.
 [02118]  κατάληψις, οὐκ εἰδότι πότερον Ἰησοῦς ἐστιν ὁ κἀκεῖ ἐρχό μενος, ὅπου ἀπὸ τῆς φυλακῆς γίνεσθαι ἔμελλεν ἀποκεφα λισθείς, ἢ ἕτερον προσδοκᾶν ἐχρῆν, διὰ τοῦτο τὴν σαφέστερον ὕστερον ἐπαπόρησιν ἡμῖν δηλουμένην καὶ νῦν αἰνιττόμενος φησὶ τὸ «Οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.».
 [02155]  [6.39.198] Πολὺ δὲ ἁπλούστερον τὸ «Οὐκ εἰμὶ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος» ἐξείληφεν ὅτι οὐδὲ τῆς ἀτιμοτάτης ὑπηρεσίας τῆς πρὸς τὸν Χριστὸν ἄξιος εἶναι διὰ τούτων ὁ βαπτιστὴς ὁμολογεῖ.
 [03328]  τάχα γὰρ ὁ πιστεύων εἰς τὸ ὄνομα αὐτοῦ πιστεύει μέν, διόπερ οὔκ ἐστιν ἄξιος ἤδη κεκρίσθαι, ἐλάττων δέ ἐστιν τοῦ πιστεύοντος εἰς αὐτόν.
 [05476]  πρῶτος γὰρ χοϊκὸς ἐκεῖνος, τῷ πρῶτος ἀποπεπτωκὼς τῶν κρειττόνων καὶ ἐπιτεθυμηκὼς ἑτέρας παρὰ τὴν κρείττονα ζωῆς ζωὴν ἄξιος γεγονέναι τοῦ ἀρχὴν αὐτὸν εἶναι οὔτε κτίσματος οὔτε ποιήματος ἀλλὰ «πλά «σματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων «αὐτοῦ».
 [05970]  [20.42.396] εἰ <δὲ> μὴ βούλεταί τις οὕτως ἔχειν τὰ περὶ τοῦ Ἀβραάμ, λεγέτω ἡμῖν, πότερόν ποτε ὁ ἰδὼν τὴν τοῦ σωτῆρος ἡμῶν ἡμέραν καὶ ἐπὶ τούτῳ ἀγαλλιασάμενος καὶ χαρεὶς ἔτι θεωρεῖ τὸν θάνατον, ἢ ἰδὼν τὴν ἡμέραν τοῦ σωτῆρος καὶ ἀγαλλιασάμενος καὶ χαρείς, ἀξιωθεὶς τοιαύ [20.42.397] της ὄψεως ὡς ἄξιος αὐτῆς, ὕστερον ἐστέρηται οὗ ἐθεώρησεν.
 [06543]  εἴπερ γὰρ καὶ ὁ πρόφασίς τινι γενόμενος ἁμαρτίας τῷ αὐτὸς ἐπὶ ταύτην κεκινηκέναι τὸν ἁμαρτάνοντα τίσει δίκας ἐπὶ τοῖς δι' αὐτὸν ἀνθρώπων τινὶ ἡμαρτημένοις, πῶς οὐχὶ καὶ ὁ παρὸν ἐκ κλῖναι, ἵνα μὴ ὁ δεῖνα προδότης χριστιανοῦ γένηται καὶ ἐπίβουλος τῆς κατὰ τὸν Ἰησοῦν θεοσεβείας, μὴ ἐκκλίνας μὲν καὶ προσπαροξύνας δὲ οὐχὶ καὶ περὶ τῆς ἐκείνου ἁμαρτίας δώσει λόγον, κἂν τὸ ὅσον ἐπὶ τῇ εἰς τὸ μαρτυρεῖν προθυμίᾳ καὶ τῇ εἰς τοῦτο ἀνδρείᾳ τιμῆς καὶ ἀποδοχῆς ἄξιος ᾖ παρὰ τῷ εὐσεβουμένῳ θεῷ καὶ ὁμολογουμένῳ [28.23.196] ὑπ' αὐτοῦ σωτῆρι;
 [07038]  ἄξιος οὖν τοῦ πιστευθῆναι ὤν, εἰ καὶ [32.14.162] προεγνώσθη μεταπεσούμενος, ἐπιστεύθη.
 [07269]  καὶ νομίζω ὅτι εἰ καὶ συμβολικῶς τότε ἀνακείμενος Ἰωάννης ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, τοῦ γέρως τούτου ἀξιωθεὶς ὡς ἐξαιρέτου ἀγάπης κριθεὶς ἄξιος τῆς ἀπὸ τοῦ διδασκάλου, τὸ συμβολικὸν τοῦτο παρίστησιν ὅτι Ἰωάννης ἀνακείμενος τῷ λόγῳ καὶ τοῖς μυστικωτέροις ἐναναπαυόμενος, ἀνέκειτο ἐν τοῖς κόλποις τοῦ λόγου, ἀνάλογον τῷ καὶ αὐτὸν εἶναι ἐν τοῖς κόλποις τοῦ πατρός, κατὰ τὸ «Ὁ μονογενὴς [32.20.265] «θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο».
 [07589]  τοῖς δὲ μαθηταῖς, ἀκολουθεῖν βουλομένοις τῷ Ἰησοῦ, οὐχ ὡς ἂν οἱ ἁπλούστεροι ὑπολάβοιεν σωματικῶς, ἀλλ' ὡς δηλοῖ τὸ «Ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν «αὐτοῦ καὶ ἀκολουθήσει ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος εἶναι μα»θητής» φησὶν νῦν ὁ κύριος ὅτι «Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε [32.32.399] «ἐλθεῖν ἄρτι».
000-00-00 Serial Number=0503103614
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [01127]  ἄξιος γὰρ ἀπὸ τοῦ αὐτοῦ λόγου λαβεῖν ἐστι τὰς κλεῖδας τῆς τῶν οὐρα νῶν βασιλείας ὁ φραξάμενος [πρὸς] τὰς τοῦ ᾅδου πύλας, ἵνα μὴ κατισχύ σωσιν αὐτοῦ·
 [01230]  τοιοῦτον δέ ἐστι καὶ τὸ «ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος».
 [01338]  ἀλλ' ὁ ὡς ὁ Ἰσαὰκ ἀπογαλακτισθείς, ἄξιος εὐφροσύνης καὶ δοχῆς, ἣν ἐποίησεν ἐπὶ τῷ ἀπο γαλακτισμῷ τοῦ υἱοῦ ὁ Ἀβραάμ, ζητήσειεν ἂν τὴν ἐν τούτοις καὶ πάσῃ γραφῇ <στερεωτέραν τροφήν>, ἑτέραν (οἶμαι) οὖσαν τοῦ βρώ ματος μὲν οὐ στερεᾶς δὲ τροφῆς καὶ τῶν ὀνομαζομένων τροπικῶς λα χάνων, ἅτινα τῷ ἀπογαλακτισθέντι μὲν οὐκ ἰσχυρῷ δέ, ἀλλ' ἀσθενοῦντί ἐστι τροφὴ κατὰ τὸ «ὁ ἀσθενῶν λάχανα ἐσθίει».
 [01875]  ὅστις γὰρ «οὐ μι σεῖ τὸν πατέρα καὶ τὴν μητέρα» καὶ τὰ ἐπιφερόμενα, ὅτε καιρός ἐστιν αὐτὰ μισεῖν ὡς πολέμια καὶ ἐπί βουλα, ἵνα δυνηθῇ κερδῆσαι Χρι στόν, οὗτος οὐκ ἔστιν ἄξιος τοῦ υἱοῦ τοῦ θεοῦ.
 [02774]  ἀλλ' ὡς βιαίως διηγησάμενον τὸ ἀκολουθεῖν ἀνατρέψει τις λέγων περὶ πάντων εἰρῆσθαι τὸ ἀκολου θεῖν ἐν τῷ «ὃς ἂν μὴ ἄρῃ τὸν σταυ ρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος εἶναι μα θητής».
 [02879]  ὀφείλει γάρ τις λόγος εἶναι ἄξιος Ἰησοῦ <τοῦ> εἰς τὸν μετὰ τὸν ἑωθινὸν καιρὸν τρία ἴσα διαστήματα τρίτης καὶ ἕκ της καὶ ἐννάτης ὥρας, καὶ μετ' αὐ τὸν ἔλαττον διάστημα τῶν περὶ τὴν ἑνδεκάτην ἑστώτων, ὁπόσον ἦν διά στημα ἀπὸ τοῦ ἅμα πρωῒ ἐπὶ τὴν τρίτην.
 [03047]  ἔτι γὰρ (εἰκὸς) ἄξιος ἦν τοῦ μετὰ τῶν λοιπῶν ἕνδεκα παραλαμβάνεσθαι κατ' ἰδίαν.
 [03742]  ἐπὰν δὲ ἐπὶ τὸ μισεῖν προκαλῆταί τις τὸν πιστεύοντα τοι οῦτον ἀπατῶν καὶ ἐπιβουλεύων καὶ *** τοῖς ἤθεσι βεβλαμμένος ὤν, ὥστε δο κεῖν ἄξιος εἶναι τοῦ μισεῖσθαι, ὁ δὲ δίκαιος μηδὲ τὸν τοιοῦτον μισῇ ἀλλ' (ὡς υἱὸς «τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς») καὶ τότε αὐτὸν ἀγαπᾷ, οἱονεὶ ἐν οὐ καιρῷ σύκων τῆς ἀγάπης διδοὺς τὸν καρ πόν, μακάριός ἐστι.
 [04208]  ὅστις ὡς ἄξιος κολάσεως καὶ κρίσεως καταδικάζεται ὑπὸ τοῦ εἰπόντος τοῖς διακόνοις (ἄλλοις παρὰ τὰ ἄνω στρατεύματα), ἵνα δήσαντες αὐ τοῦ πόδας καὶ χεῖρας οἷς οὐκ εἰς δέον ἐχρήσατο (οὔτε γὰρ ἣν ἔδει πορείαν περιεπάτησεν οὔτε ἃς ἐχρῆν πράξεις ἐπετέλεσεν), ἐκβά λωσιν αὐτὸν οὐ μόνον ἔξω τῆς ἑστίας τοῦ γάμου ἀλλὰ καὶ εἰ<σβάλω σιν εἰ>ς τὸ ἐξώτερον σκότος καὶ πάντη φωτὸς ἀμιγές, ἵνα διψήσας φω τὸς μετὰ τὸ γεγονέναι ἐν σκότῳ τῷ ἐξωτέρῳ κλαύσῃ πρὸς τὸν δυνάμενον αὐτὸν εὐεργετῆσαι κἀκεῖθεν ῥύσα σθαι θεόν, καὶ τοὺς ὀδόντας βρύξῃ τοὺς διὰ τὴν κακίαν φαγόντας τὸν ὄμ φακα καὶ διὰ τοῦτο αἱμωδιάσαντας.
 [04365]  καὶ σκόπει ἐν τού τοις διὰ τὸ «λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου» εἰρημένον πρὸς Μωσέα καὶ Ἰησοῦν καὶ τὸ «<οὗ> οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ», γεγραμ μένον ἐν τῷ κατὰ Λουκᾶν καὶ <ἐν τῷ> κατὰ Μᾶρκον καὶ ἐν τῷ κατὰ Ἰωάννην, μήποτε οὐ ταὐτόν ἐστι τὸ λῦσαι τὸ ὑπόδημα τῷ ὑπολῦσαι·
000-00-00 Serial Number=0087227881
Contra Celsum Ante [Go Back]  
 [01217]  Καὶ τηρήσας γε τὰ ἐν τῷ ψαλμῷ γεγραμμένα εὑρήσεις ὅτι, ὡς προέγνωσται προδώσων τὸν σωτῆρα, οὕτως καὶ αἴτιος ὢν τῆς προδοσίας καὶ ἄξιος τῶν ἐν τῇ προφητείᾳ λεγομένων διὰ τὴν κακίαν αὐτοῦ ἀρῶν.
 [01220]  δυνάμενος δὲ οὐ πεποίηκεν ἀλλὰ προέδωκεν, ὥστε ἄξιος εἶναι τῶν ἐν τῇ προφητείᾳ κατ' αὐτοῦ ἀρῶν.
 [04783]  Φύρων δὲ τὰ πράγματα καὶ τὴν αἰτίαν ἐκτίθεται τοῦ κατηραμένον λέγεσθαι τὸν τῆς κατὰ Μωϋσέα κοσμοποιΐας θεὸν φάσκων ὅτι τοιοῦτός ἐστιν καὶ ἀρᾶς ἄξιος κατὰ τοὺς ταῦτα περὶ αὐτοῦ δοξάζοντας, ἐπείπερ τῷ ὄφει, γνῶσιν καλοῦ καὶ κακοῦ τοῖς πρώτοις ἀνθρώποις εἰσηγου μένῳ, κατηράσατο.
 [05151]  Ἵνα γάρ τις θέλῃ ἅπερ λέγει ὁ νουθετῶν καὶ εἰσακούσας αὐτῶν ἄξιος γένηται τῶν τοῦ θεοῦ ἐπαγγελιῶν, τῆς προαιρέσεως τοῦ ἀκούοντος δεῖ καὶ τῆς πρὸς τὰ λεγόμενα ἐπινεύσεως.
 [05513]  περιῆλθον γὰρ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, <θλιβό μενοι>, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἦν ἄξιος ὁ ἐπὶ γῆς κόσμος·
 [05522]  τὰ δ' ὑπὸ τῶν ἐν Ἰουδαίᾳ προφητευσάντων τεθήπαμεν, ὁρῶντες ὅτι ἄξιος ἦν αὐτῶν ὁ ἐρρωμένος καὶ εὔτονος καὶ σεμνὸς βίος πνεύματος θεοῦ, τρόπῳ προφητεύον τος καινῷ καὶ οὐδὲν ἔχοντι παραπλήσιον ταῖς ἀπὸ δαιμόνων μαντείαις.
 [06050]  [7.54] Ἐπεὶ οὖν ἀναπέμπει ἡμᾶς ἐπὶ τὸν Ἡρακλέα, ἀπομνημονεύματα λόγων αὐτοῦ ἡμῖν παραστησάτω καὶ περὶ τῆς παρ' Ὀμφάλῃ ἀσέμνου δουλείας αὐτοῦ ἀπολογησάσθω, δεικνύτω δὲ εἰ θείας τιμῆς ἄξιος ἦν ὁ τοῦ γεωργοῦ βίᾳ καὶ λῃστρικῶς τὸν βοῦν λαβὼν καὶ καταθοινησάμενος καὶ ἡσθεὶς ἐφ' οἷς ἐκεῖνος καταρώμενος ἔλεγε πρὸς αὐτὸν ἐσθίοντα·
 [06446]  Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ἀεί ἐστιν ἐν ταῖς τῆς Πεντηκοστῆς ἡμέραις, καὶ μάλιστα ὅτε καὶ εἰς τὸ ὑπερῷον ὡς οἱ ἀπόστολοι τοῦ Ἰησοῦ ἀναβὰς σχολάζει τῇ δεήσει καὶ τῇ προσευχῇ, ὡς ἄξιος γενέσθαι τῆς φερο μένης πνοῆς βιαίας ἐξ οὐρανοῦ, βιαζομένης ἐξαφανίσαι τὴν ἐν ἀνθρώποις κακίαν καὶ τὰ ἀπ' αὐτῆς, ἄξιος δὲ καί τινος μερισμοῦ γλώσσης ἀπὸ θεοῦ πυρίνης.
000-00-00 Serial Number=0266190529
De oratione Ante [Go Back]  
 [00919]  πῶς δύναται μικρολογῆσαι περὶ τοῦ ἐλαχίστου μορίου ὥρας τῆς τοῦ τηλικούτου αἰῶνος ἡμέρας καὶ οὐχὶ πάντα ποιήσει, ἵνα ἀπὸ τῆς ἐνταῦθα παρασκευῆς ἄξιος γενόμενος τοῦ τυχεῖν [20τοῦ] ἐπιουσίου ἄρτου ἐν τῇ «0σήμερον» ἡμέρᾳ λάβῃ αὐτὸν καὶ «0καθ' ἡμέραν20,» ἤδη σαφοῦς ἐκ τῶν προειρημένων γινομένου τοῦ «0καθ' ἡμέραν»;
 [01117]  ἀλλ' ἐπὶ πλεῖον δέεται τοῦ σκληρύνεσθαι καὶ ἐπὶ πλεῖον πάσχειν τινὰ, ἵνα μὴ ἐκ τοῦ τάχιον τοῦ σκληρύνεσθαι παύεσθαι καταφρονῶν ὡς κακοῦ τοῦ σκληρύνεσθαι ἔτι πλεονάκις ἄξιος τοῦ σκληρύνεσθαι γίνηται.
000-00-00 Serial Number=0622796237
De principiis Ante [Go Back]  
 [00273]  τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;» οὗτος ἂν ἄξιος εἴη τῆς ἐπιπλήξεως τῆς λεγούσης·
000-00-00 Serial Number=0809998155
Exhortatio ad martyrium Ante [Go Back]  
 [00214]  «ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος», πρόσχωμεν, μή ποτε κἂν δισταγμὸς περὶ τοῦ, πότερόν ποτε ἀρνητέον ἢ ὁμολογητέον, γένηται ἐν ἡμῖν·
 [00250]  διόπερ ἀνδρείως νῦν με ταλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι, τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων εὐθανατίζειν.».
 [00506]  «ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος» καὶ τό·
000-00-00 Serial Number=0664835274
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00113]  ἢ τοῦ ὅτε ἐπι πληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα, ἔμελλε μετανοῶν ἄξιος γίνεσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν κατὰ ψυχὴν καὶ κατὰ σῶμα, ἵνα ἐξαγγέλληται ἡ θεία δύναμις ἐπὶ τῇ ἀποκαταστάσει τῶν ὄψεων αὐτοῦ·
000-00-00 Serial Number=0288495302
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00427]  γενοῦ τοίνυν ἄξιος θείας προγνώσεως.
000-00-00 Serial Number=0540501058
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00275]  «μέσος δὲ ὑμῶν ἕστηκεν», ὡς ἤδη ἀπο δεδώκαμεν, «οὗ οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος».
000-00-00 Serial Number=0353026271
Fragmenta in librum primum Regnorum Ante [Go Back]  
 [00007]  πέπτωκε δὲ πρὸ τῆς κιβωτοῦ ὁ ∆αγών , οὐχ ἵνα προσκυνήσῃ, οὐ γὰρ ἦν ἄξιος, ἀλλ' ἵνα συντριβῇ·
 [00030]  ὅτι τότε ἄξιος ἦν.
000-00-00 Serial Number=0397323191
Homiliae in Job Ante [Go Back]  
 [00251]  Εἰ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ Θεοῦ, καὶ δέξαι θεῖα ῥήματα ἐξ σῇ καρδίᾳ, ὡς ὕστερον Ἱερεμίας ἤκουσεν·
000-00-00 Serial Number=0256314754
Homiliae in Leviticum Ante [Go Back]  
 [00060]  Ὁ νεωστὶ γὰρ καθαρισθεὶς οὔπω τοῦ θυσιαστηρίου γέγονεν ἄξιος, ἀλλ' ὅπως ἄξιος γένηται, λαμβάνεται ταῦτα περὶ αὐτοῦ, «ᾗ ἂν ἡμέρᾳ καθαρισθῇ», μηδεμίας ὑπερθήσεως μετὰ τὴν ἡμέραν τοῦ καθαρισμοῦ γινομένης.
 [00066]  οὔπω γὰρ ἄξιος ἱερέως «ἐν ἡμέρᾳ τοῦ καθαρίζεσθαι»·
 [00089]  Μετὰ δὲ τὸ τρίτον «καθαρὸν» γενέσθαι τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται·
 [00093]  [415] Καὶ τῆς «ἐν τόπῳ ἁγίῳ» θυσίας ἄξιος γίνεται ὁ ἐπὶ τὸν πέμπτον φθάσας καθαρισμὸν καὶ τὸ θῦμα αὐτοῦ «ἅγια ἁγίων» ἐστίν.
 [00095]  ὁ δὲ «ὁλοκαρπούμενος» ἤδη καρπὸς ἄξιος ὢν καὶ δι' ὅλων ἀνατεθῆναι τῷ Θεῷ τροφὴ τῷ πυρὶ «τοῦ θυσιαστηρίου» γινόμενος.
000-00-00 Serial Number=0391193092
In Jeremiam Ante [Go Back]  
 [00149]  Μωσῆς δὲ ἄξιος, καὶ ἕκαστος τῶν προφητῶν τηλικοῦτος.
 [00677]  Τάχα γὰρ πρῶτον δεῖ ὀμόσαι «ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ», ἵνα μετὰ τοῦτο προκόψας τις ἄξιος γένηται τοῦ μὴ ὀμνύειν ὅλως, ἀλλ' ἔχειν «ναὶ» μὴ δεόμενον <μαρτύρων> τοῦ εἶναι τοῦτο, καὶ ἔχειν αὐτὸν «οὒ» μὴ δεόμενον μαρτύρων τοῦ εἶναι αὐτὸ ἀληθῶς «οὔ».
 [01072]  καὶ ὥσπερ κτῶμαι τὸν «ἕνα πολύτιμον μαργαρίτην» διὰ τῶν πολ λῶν μαργαριτῶν, οὕτως ἔρχομαι ἐπὶ τὸν θησαυρὸν τῶν θησαυρῶν, «τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλέων», ἐπὰν γένωμαι ἄξιος τῶν πνευμάτων τῶν ἀπὸ θησαυρῶν τοῦ θεοῦ·
 [01704]  καὶ ἀπεκρίνατο αὐτῷ ὁ κύριος (ἄξιος γὰρ ἦν ἀποκρίσεως κυρίου ὁ Παῦλος) καὶ εἶπεν αὐτῷ·
 [01973]  <μετὰ> τὰς ἁμαρτίας οὖν, ἃς πρότερον ἐποίησεν, ὕστερον γέγονεν ἄξιος τοῦ ἁγίου πνεύματος Ἡσαΐας·
 [02708]  «ἆρον τὸν σταυρόν σου, καὶ ἀκολούθει μοι», καὶ «ἄφες πάντα, καὶ ἀκολούθει μοι», καὶ «ὅστις οὐ καταλείψει τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος εἶναι μαθητής».
 [02934]  ὅτε ἐπηγγείλω, οὐκ ᾔδεις πότερον μενεῖ ἄξιος τῶν ἐπαγγελιῶν ὁ ἄνθρωπος, ἢ τὸ ἔθνος, πρὸς ὃν ὁ λόγος, ἢ οὐ μενεῖ;
 [03156]  ὃς ἐὰν καταληφθῇ τοῦ Ἰούδα οὕτως ἁμαρτωλὸς ὡς ἄξιος εἶναι τοῦ βασιλέως Βαβυλῶνος, τῆς Συγχύσεως, παραδοθήσεται αὐτῷ.
 [03600]  [20.9] Τίς ἄξιος ἤδη λαβεῖν ἐκεῖνο τὸ πῦρ ἐν τῇ καρδίᾳ, ἵνα μὴ ἐκεῖ αὐτὸ λάβῃ;
 [03658]  ὁ πλούσιος ἐκεῖνος οὐ-δέπω ἄξιος ἦν παραδοθῆναι τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς·
000-00-00 Serial Number=0788498998
Philocalia Ante [Go Back]  
 [00578]  τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφρα γῖδας αὐτοῦ;
 [00580]  καὶ ἔκλαιον ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
 [02488]  οὗτος ἂν ἄξιος εἴη τῆς ἐπιπλήξεως τῆς λεγούσης·
 [02773]  καὶ τηρήσας γε τὰ ἐν τῷ ψαλμῷ εἰρημένα εὑρήσεις ὅτι, ὡς προέγνωσται προδώσων τὸν σωτῆρα, οὕτω καὶ αἴτιος ὢν τῆς προδοσίας καὶ ἄξιος τῶν ἐν τῇ προφητείᾳ λεγομένων διὰ τὴν κακίαν αὐτοῦ ἀρῶν.
 [02777]  ὥστε ἄξιος εἶναι τῶν ἐν τῇ προφητείᾳ κατ' αὐτοῦ ἀρῶν.
 [03110]  ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς δημιουργεῖ, μέρος δέ τι οὕτως ἐᾷ δυνάμενος κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκά νειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ' ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους.
 [03564]  ποίου γὰρ καιροῦ, ἢ τοῦ ὅτε ἐπιπληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα ἔμελλε μετανοῶν ἄξιος γενέσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν·
000-00-00 Serial Number=0378258526
Philocalia sive Ecloga Ante [Go Back]  
 [00162]  Καὶ τηρήσας γε τὰ ἐν τῷ ψαλμῷ εἰρημένα εὑρήσεις ὅτι, ὡς προέγνωσται προδώσων τὸν σωτῆρα, οὕτω καὶ αἴτιος ὢν τῆς προδοσίας καὶ ἄξιος τῶν ἐν τῇ προφητείᾳ λεγομένων διὰ τὴν κακίαν αὐτοῦ ἀρῶν.
 [00166]  ὥστε ἄξιος εἶναι τῶν ἐν τῇ προφητείᾳ κατ' αὐτοῦ ἀρῶν.
 [00713]  Ποίου γὰρ καιροῦ, ἢ τοῦ ὅτε ἐπιπληχθεὶς καὶ βασανισθεὶς διὰ τὰ ἁμαρτήματα ἔμελλε μετανοῶν ἄξιος γενέσθαι ἀμφοτέρως τὸν ἥλιον ἰδεῖν·
000-00-00 Serial Number=0701448202
Scholia in Lucam Ante [Go Back]  
 [00400]  Μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται, εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἴσεισιν ἕως ἡμε ρῶν ἑπτὰ, καὶ τοῦ πάλιν ξυρανθῆναι τὴν κεφαλήν.
 [00960]  Ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος ὁ τὰ τοῦ νόμου φυλάξας·
000-00-00 Serial Number=0141974390
Selecta in Exodum Ante [Go Back]  
 [00126]  Ὁ δὲ ποιήσας πάντα τὰ ἔργα αὐτοῦ, ἄξιος κρίνεται ἐκείνου τοῦ σαββάτου·
000-00-00 Serial Number=0527610183
Selecta in Ezechielem Ante [Go Back]  
 [00085]  ∆ύναται καὶ οὕτως γεύεσθαι καὶ ὁ ἐν γνώσει τοῦ ζῶν τος ἄρτου τοῦ ἐκ τοῦ οὐρανοῦ καταβεβηκότος γεγευ μένος, ὁπότε θρηνηθεὶς ἄξιος γενέσθαι τοῦ μακαρι σμοῦ.
000-00-00 Serial Number=0436559737
Selecta in Psalmos Ante [Go Back]  
 [00329]  Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι σφραγῖδας αὐτοῦ;
 [00331]  Καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό.
 [02585]  ἀλλὰ τότε ἐν τῇ σκέπῃ τῶν πτερύγων τοῦ Θεοῦ ὁ ἄξιος σκεπάζεται, ἵνα μὴ σεισθῇ ἀπὸ τοῦ τα λανίζεσθαι.
 [04312]  Εἰ οὐκ ἔστιν ὑστέρημα τοῖς φο βουμένοις αὐτὸν, πῶς οἱ ἅγιοι ἦσαν «ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κό σμος;» Ἀλλ' εἰ καὶ ὑστεροῦντο ἐν βρώμασι καὶ πό μασιν, οὐ μὴν καὶ ἐν γνώσει.
 [09514]  «Ὃς ἐὰν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος.».


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»