0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἅγιον [261]


000-00-00 Serial Number=0222532034
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00569]  τὸ ἅγιον πνεῦμα ἀεί ἐστιν ἐν καινότητι, οὔτε παλαιούμενον οὔτε γηράκον ἀλλὰ μᾶλλον τοῦ ἔω ἡμῶν ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ·
 [00655]  <κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν οὕτω λέγων, ὡς εἰ καὶ ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησε καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον, καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον, καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ θεοῦ ἐπαινετέον.
 [00763]  ἐπειδὴ ἡ πρὸς τὴν ἀρετὴν καὶ θεωρίαν ὄρεξις δοκεῖ πείνη εἶναι καὶ δίψαὡσ ὑγείας ἐμποιητικὰ ψυxiκῆς, ἐὰν τοιαύτην ποτὲ πείνην ἢ δίψαν ὁ ἐχθρὸς διψήσῃ μετὰ τὸ μετανοῆσαι ἐφ' οἷς ἥμαρτεν, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἐστὶ κύων ἢ χοῖρο ἀνάξιος τῶν ἁγίων·
000-00-00 Serial Number=0356066644
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00777]  [2.1.5] Καὶ οὐδὲν θαυμαστὸν οὕτως υἱὸν φρεάτων εἶναι τὸν ἅγιον, ἀπὸ τῶν ἀνδραγαθημάτων πολλαχοῦ υἱὸν ὀνομαζόμενον, παρὰ μὲν τὸ λάμπειν αὐτοῦ «τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων» φωτός, παρὰ δὲ τὸ ἔχειν τὴν «εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέ χουσαν πάντα νοῦν» εἰρήνης·
 [00948]  [2.10.73] Ἐξεταστέον δέ, ἀληθοῦς ὄντος τοῦ «πάντα δι' αὐτοῦ ἐγένετο», εἰ καὶ τὸ πνεῦμα τὸ ἅγιον δι' αὐτοῦ ἐγένετο.
 [00950]  ἀναγκαῖον παρα δέξασθαι, ὅτι καὶ τὸ ἅγιον πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, πρεσβυτέρου παρ' αὐτὸ τοῦ λόγου τυγχάνοντος.
 [00951]  Τῷ δὲ μὴ βουλομένῳ τὸ ἅγιον πνεῦμα διὰ τοῦ Χριστοῦ γεγονέναι ἕπεται τὸ «ἀγέννητον» αὐτὸ λέγειν, ἀληθῆ τὰ ἐν τῷ εὐαγγελίῳ τούτῳ εἶναι κρίνοντι.
 [00952]  [2.10.74] Ἔσται δέ τις καὶ τρίτος παρὰ τοὺς δύο, τόν τε διὰ τοῦ λόγου παραδεχόμενον τὸ πνεῦμα τὸ ἅγιον γεγονέναι καὶ τὸν ἀγέννητον αὐτὸ εἶναι ὑπολαμβάνοντα, δογματίζων μηδὲ οὐσίαν τινὰ ἰδίαν ὑφεστάναι τοῦ ἁγίου πνεύματος ἑτέραν παρὰ τὸν πατέρα καὶ τὸν υἱόν·
 [00954]  ὃς δ' ἂν βλασφημήσῃ εἰς τὸ ἅγιον πνεῦμα, οὐχ ἕξει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι».
 [00955]  [2.10.75] Ἡμεῖς μέντοι γε τρεῖς ὑποστάσεις πειθόμενοι τυγχά νειν, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, καὶ ἀγέννητον μηδὲν ἕτερον τοῦ πατρὸς εἶναι πιστεύοντες, ὡς εὐσεβέστερον καὶ ἀληθὲς προσιέμεθα τὸ πάντων διὰ τοῦ λόγου γενομένων τὸ ἅγιον πνεῦμα πάντων εἶναι τιμιώτερον, καὶ τάξει <πρῶτον> πάντων τῶν ὑπὸ τοῦ πατρὸς διὰ Χριστοῦ γεγενημένων.
 [00956]  [2.10.76] Καὶ τάχα αὕτη ἐστὶν ἡ αἰτία τοῦ μὴ καὶ αὐτὸ υἱὸν χρηματίζειν τοῦ θεοῦ, μόνου τοῦ μονογενοῦς φύσει υἱοῦ ἀρχῆθεν τυγχάνοντος, οὗ χρῄζειν ἔοικε τὸ ἅγιον πνεῦμα διακονοῦντος αὐτοῦ τῇ ὑποστάσει, οὐ μόνον εἰς τὸ εἶναι ἀλλὰ καὶ σοφὸν εἶναι καὶ λογικὸν καὶ δίκαιον καὶ πᾶν ὁτιποτοῦν χρὴ αὐτὸ νοεῖν τυγχάνειν κατὰ μετοχὴν τῶν προειρημένων ἡμῖν Χριστοῦ ἐπινοιῶν.
 [00957]  [2.10.77] Οἶμαι δὲ τὸ ἅγιον πνεῦμα τήν, ἵν' οὕτως εἴπω, ὕλην τῶν ἀπὸ θεοῦ χαρισμάτων παρέχειν τοῖς δι' αὐτὸ καὶ τὴν μετοχὴν αὐτοῦ χρηματίζουσιν ἁγίοις, τῆς εἰρημένης ὕλης τῶν χαρισμάτων ἐνεργουμένης μὲν ἀπὸ τοῦ θεοῦ, διακονουμένης δὲ ὑπὸ τοῦ Χριστοῦ, ὑφεστώσης δὲ κατὰ τὸ ἅγιον πνεῦμα.
 [00963]  «Καὶ νῦν κύριος ἀπέστειλέ με καὶ τὸ πνεῦμα αὐτοῦ» , ἐν δὲ τῷ εὐαγγελίῳ ἄφεσιν μὲν ἐπαγ γελλομένου ἐπὶ τῆς εἰς αὐτὸν ἁμαρτίας, ἀποφαινομένου δὲ περὶ τῆς εἰς τὸ ἅγιον πνεῦμα βλασφημίας, ὡς οὐ μόνον «ἐν τούτῳ τῷ αἰῶνι» μὴ ἐσομένης ἀφέσεως τῷ εἰς αὐτὸ δυσφη μήσαντι, ἀλλ' οὐδὲ «ἐν τῷ μέλλοντι».
 [00964]  [2.11.80] Καὶ μήποτε οὐ πάντως διὰ τὸ τιμιώτερον εἶναι τὸ πνεῦμα τὸ ἅγιον τοῦ Χριστοῦ οὐ γίνεται ἄφεσις τῷ εἰς αὐτὸ ἡμαρτηκότι, ἀλλὰ διὰ τὸ Χριστοῦ μὲν πάντα μετέχειν τὰ λογικά, οἷς δίδοται συγγνώμη μεταβαλλομένοις ἀπὸ τῶν ἁμαρτημάτων, τοῦ δὲ ἁγίου πνεύματος τοὺς κατηξιωμένους μηδεμιᾶς εὔλογον εἶναι συγγνώμης τυχεῖν, μετὰ τηλικαύτης καὶ τοιαύτης συμπνοίας τῆς εἰς τὸ καλὸν ἔτι ἀποπίπτοντας καὶ ἐκτρεπομένους τὰς τοῦ ἐνυπάρχοντος πνεύματος συμβουλίας.
 [00966]  [2.11.82] Εἰ δὲ ἐν τούτῳ προσκόπτει <τις> τῷ λέγειν ἠλαττῶ σθαι παρὰ τὸ ἅγιον πνεῦμα τὸν σωτῆρα ἐνανθρωπήσαντα, προσακτέον αὐτὸν ἀπὸ τῶν ἐν τῇ πρὸς Ἑβραίους λεγομένων ἐπιστολῇ, καὶ ἀγγέλων ἐλάττονα διὰ τὸ πάθημα τοῦ θανάτου ἀποφηναμένου τοῦ Παύλου γεγονέναι τὸν Ἰησοῦν·
 [00969]  [2.11.83] Ἢ τάχα ἔστι καὶ τοῦτο εἰπεῖν, ὅτι ἐδεῖτο ἡ κτίσις ὑπὲρ τοῦ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἀλλὰ καὶ τὸ τῶν ἀνθρώπων γένος μακαρίας καὶ θείας δυνάμεως ἐνανθρωπούσης, ἥτις διορθώσεται καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ ὡσπερεὶ ἐπέβαλλέ πως τῷ ἁγίῳ πνεύματι ἡ πρᾶξις αὕτη, ἥντινα ὑπομένειν οὐ δυνάμενον προβάλλεται τὸν σωτῆρα, ὡς τὸ τηλικοῦτον ἆθλον μόνον ἐνεγκεῖν δυνά μενον, καὶ τοῦ πατρὸς ὡς ἡγουμένου ἀποστέλλοντος τὸν υἱὸν συναποστέλλει καὶ συμπροπέμπει τὸ ἅγιον πνεῦμα αὐτόν, ἐν καιρῷ ὑπισχνούμενον καταβῆναι πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ συνεργῆσαι τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.
 [00978]  «Ἄρτι ἔλαβέ με ἡ μήτηρ μου, τὸ ἅγιον πνεῦμα, ἐν μιᾷ τῶν τριχῶν μου καὶ ἀπήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα Θαβώρ», ἐπαπορήσει, πῶς «μήτηρ» Χριστοῦ τὸ διὰ τοῦ λόγου γεγενημένον «πνεῦμα ἅγιον» εἶναι δύναται.
 [00980]  εἰ γὰρ ὁ ποιῶν «τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν» αὐτοῦ καὶ φθάνει τὸ «ἀδελφὸς Χριστοῦ» ὄνομα οὐ μόνον ἐπὶ τὸ τῶν ἀνθρώπων γένος ἀλλὰ καὶ ἐπὶ τὰ τούτου θειότερα, οὐδὲν ἄτοπον ἔσται μᾶλλον πάσης χρηματιζούσης «μητρὸς Χριστοῦ» διὰ τὸ ποιεῖν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς τὸ πνεῦμα τὸ ἅγιον εἶναι «μητέρα».
 [01087]  Εἰ τοίνυν ὁ θεὸς ἁγίων ἐστὶν καὶ θεὸς ζώντων εἶναι λέγεται, οἱ ἅγιοι ζῶντές εἰσι καὶ οἱ ζῶντες ἅγιοι, οὔτε ἁγίου ὄντος ἔξω τῶν ζώντων οὔτε ζῶντος χρηματίζοντος μόνον καὶ οὐχὶ μετὰ τοῦ ζῆν ἔχοντος καὶ τὸ ἅγιον αὐτὸν τυγχάνειν.
 [01268]  Ἐὰν γάρ τις κατανοήσῃ τὸ πλῆθος τῶν περὶ θεοῦ θεωρημάτων καὶ γνώσεως ἄληπτον τυγχάνον ἀνθρωπίνῃ φύσει, τάχα δὲ καὶ ἑτέροις παρὰ Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα γενητοῖς, εἴσεται πῶς περὶ τὸν θεόν ἐστι σκότος, κατὰ τὸ ἀγνοεῖσθαι τὸν κατ' ἀξίαν περὶ αὐτοῦ πλούσιον λόγον·
 [01290]  Καὶ λεκτέον πρὸς τὸν δυσπαρα δεκτοῦντα τὸ ἐν τοῖς ἑξῆς ὑπὸ Ἰωάννου λεγόμενον ἐπὶ τοῦ ἑωρακέναι τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν κατερχό μενον ἐπὶ τὸν σωτῆρα φησὶ γάρ·
 [01643]  Οἱονεὶ γὰρ καθ' ἕκαστον ἅγιον Χριστὸς εὑρίσκεται, καὶ γίνονται διὰ τὸν ἕνα Χριστὸν πολλοὶ χριστοὶ οἱ ἐκείνου μιμηταὶ καὶ κατ' αὐτὸν εἰκόνα ὄντα θεοῦ μεμορφωμένοι·
 [01728]  [6.11.67] Ἀρκεσθήσεται δὲ ἐπὶ τοῦ παρόντος πρὸς μὲν τὸ διαφέρειν δύναμιν πνεύματος τὸ «Πνεῦμα ἅγιον ἐπελεύ σεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»·
 [01733]  εἰ ὁ τῶν ὅλων θεὸς οἰκειωθεὶς τοῖς ἁγίοις θεὸς αὐτῶν γίνεται, οὕτως ὀνομαζόμενος θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, πόσῳ πλέον τὸ ἅγιον πνεῦμα οἰκειωθὲν τοῖς προφή ταις πνεῦμα αὐτῶν χρηματίζειν οἷόν τε ἔσται, ἵν' ᾖ οὕτως πνεῦμα Ἠλίου καὶ πνεῦμα Ἡσαΐου λεγόμενον τὸ πνεῦμα.
 [02006]  καὶ τὸ ἐπὶ πλεῖον δὲ φέρον καρπὸν ὅμοιον τῇ ἀρχῇ, δένδρον τυγχάνον μὴ ποιοῦν καρπὸν καλόν, «ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται», ἐπὰν ἐνστάσης τῆς μετὰ τὴν τριάδα εἰσαγωγῆς ἐν τῇ τετράδι γενομένης μὴ ποιῇ καρπὸν ἅγιον, αἰνετὸν τῷ κυρίῳ.
 [02043]  [6.30.155] Καὶ ἐπεὶ οὐδὲν οἱ προσδοκῶντες Χριστοῦ ἐπιδημίαν φαρισαῖοι τηλικοῦτον περὶ αὐτοῦ ἑώρων, ἄνθρωπον τέλειον ἅγιον μόνον ὑπολαμβάνοντες αὐτὸν εἶναι, ἐμμελῶς ἐλέγχει τὴν περὶ τῆς ὑπεροχῆς αὐτοῦ φαρισαίων ἄγνοιαν, προστιθεὶς τῷ «Μέσος ὑμῶν ἕστηκεν» τό «Ὃν ὑμεῖς οὐκ οἴδατε».
 [02151]  «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ», καὶ ὅσα ἐκ προσώπου Χριστοῦ ἐν ψαλμοῖς ἀναγέγραπται.
 [02204]  Τούτῳ δέ, ἵν' οὕτως εἴπω, γειτνιᾷ τὸ ὄνομα τοῦ Ἰαρέδ, ὃ καὶ αὐτὸ ἑρμηνεύεται «καταβαίνων», ἐπειδήπερ γεγένηται τῷ Μαλελεήλ, ὡς ἐν τῷ Ἑνὼχ γέγραπται, εἴ τῳ φίλον παραδέχεσθαι ὡς ἅγιον τὸ βιβλίον, ταῖς ἡμέραις τῆς τῶν υἱῶν τοῦ θεοῦ καταβάσεως ἐπὶ τὰς θυγατέρας τῶν ἀνθρώπων·
 [02284]  ἄλλων γὰρ ὑδάτων γευσάμενοι μετὰ τὸν ἅγιον Ἰορ-δάνην οἱ διὰ τὴν κακίαν αἰχμαλωτευθέντες εἰς ὑπόμνησιν καὶ πόθον ἔρχονται τοῦ οἰκείου καὶ σωτηρίου ποταμοῦ.
 [02304]  [6.49.253] Παρατηρητέον δὲ ὅτι ἐκεῖ μὲν διὰ τὴν τοῦ Μαρίας ἀσπασμοῦ φωνὴν ἐληλυθυῖαν εἰς τὰ ὦτα τῆς Ἐλισάβετ, σκιρτᾷ τὸ βρέφος Ἰωάννης ἐν τῇ κοιλίᾳ τῆς μητρός, τότε, ὡς ἀπὸ τῆς <φων>ῆς, λαμβανούσης πνεῦμα ἅγιον·
 [02332]  [6.50.262] Λουκᾶς δὲ τὸν μὲν τόπον ἀπεσιώπησεν, ὅθεν Ἰησοῦς ἔρχεται, παραχωρήσας τοῖς εἰρηκόσιν τὸν λόγον, ὅπερ δὲ ἀπ' ἐκείνων οὐ μεμαθήκαμεν αὐτὸς ἡμᾶς διδάσκει, ὡς ἄρα μετὰ τὸ βάπτισμα αὐτῷ προσευχομένῳ ἀνεῴχθη ὁ οὐρανός, καὶ κατέβη τὸ ἅγιον πνεῦμα σωματικῷ εἴδει ὡς περιστερά.
 [02556]  ᾧ παραπλήσιον πεπονθέναι φαίνονται οἱ ἀναιροῦντες αὐτοῦ τὴν ἀνθρωπότητα, καὶ μόνην αὐτοῦ τὴν θεότητα παραδεξάμενοι, οἵ τε τούτοις ἐναντίοι καὶ τὴν θεότητα αὐτοῦ περιγράψαντες, τὸν δὲ ἄνθρωπον ὡς ἅγιον καὶ δικαιότατον πάντων ἀνθρώπων ὁμολογήσαντες.
 [03023]  «Ὀφθαλμοί σου περιστεραί», τάχα αἰνισσόμενος τὴν τῶν πνευματικῶν κατανοητικὴν δύναμιν, διὰ τὸ καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν ἐληλυθέναι ἐπὶ τὸν κύριον <Ἰησοῦν> καὶ τὸν ἐν ἑκάστῳ κύριον·
 [03122]  [10.35.228] Ἀμφότερα μέντοι γε, τό τε ἱερὸν καὶ τὸ σῶμα τοῦ Ἰησοῦ, κατὰ μίαν τῶν ἐκδοχῶν τύπος μοι εἶναι φαίνεται τῆς ἐκκλησίας, τῷ ἐκ λίθων ζώντων οἰκοδομεῖσθαι αὐτήν, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον γινομένην, ἐποικοδομου μένην «ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ», χρηματίζουσαν «ναόν».
 [03222]  [10.39.266] Πλὴν ἐν τοῖς τοιούτοις μάλιστα διὰ τὸ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναι φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ σοφίαν τὸ ἴδιον τῆς θεοπνεύστου γραφῆς ἐμφαίνεσθαι πειθόμενοι, σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, παριστά σης, καὶ καταλαμβάνοντες ἐξαιρέτου πνεύματος σοφίας ἑαυ τοὺς δεομένους πρὸς τὸ τὰ τηλικαῦτα ἱεροπρεπῶς νοῆσαι, ὡς ἔνι μάλιστα δι' ὀλίγων τὴν περίνοιαν τῶν κατὰ τὸν τόπον διαγράψαι πειρασόμεθα, σῶμα τὴν ἐκκλησίαν καὶ οἶκον θεοῦ ἐκ λίθων ζώντων οἰκοδομούμενον, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον μανθάνοντες ἀπὸ τοῦ Πέτρου τυγχάνειν, ὡς τὸν οἰκοδομοῦντα τὸν ναὸν υἱὸν ∆αβὶδ κατὰ τοῦτο Χριστοῦ εἶναι τύπον μετὰ τοὺς πολέμους εἰρήνης βαθυτάτης γεγενη μένης οἰκοδομοῦντα εἰς δόξαν τοῦ θεοῦ τὸν ναὸν ἐν τῇ ἐπιγείῳ Ἱερουσαλήμ, ἵνα μηκέτι παρὰ μετακινητῷ πράγματι τῇ σκηνῇ <ἡ> λατρεία ἐπιτελῆται.
 [03241]  [10.40.275] Ἐχρῆν δὲ τὸν ἅγιον ἐν εἰρήνῃ κατασκευαζόμενον οἶκον τῷ θεῷ ᾠκοδομῆσθαι χωρὶς σφύρας καὶ πελέκεως καὶ παντὸς σιδηροῦ σκεύους, ἵνα μηδὲν ἀκολουθῇ θορυβῶδες ἐν τῷ ναῷ τοῦ θεοῦ.
 [03563]  οἱ μὲν γὰρ Σαμαρεῖς τὸ καλού μενον Γαριζεὶν ὄρος ἅγιον νομίζοντες ἐν αὐτῷ προσκυνοῦσιν τῷ θεῷ, οὗ μέμνηται Μωσῆς ἐν τῷ ∆ευτερονομίῳ οὕτως λέγων·
 [03579]  [13.13.84] Τίς δ' ἂν εἴη ἡ πόλις τοῦ μεγάλου βασιλέως, τὰ ἀληθινὰ Ἱεροσόλυμα, ἢ ἡ ἐκκλησία ἐκ λίθων ᾠκοδομημένη ζώντων, ἔνθα ἱερά τευμα ἅγιον, πνευματικαὶ θυσίαι προσφέρονται τῷ θεῷ ὑπὸ τῶν πνευματικῶν καὶ τὸν πνευματικὸν νενοηκότων νόμον;
 [03740]  «Ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν» καὶ διὰ τοῦτο μὴ ἐνεγκόντι μηδὲ τὴν «ἀγαθὸς» προσηγορίαν τὴν κυρίαν καὶ ἀληθῆ καὶ τελείαν παραδέξασθαι αὐτῷ προσφερομένην, ἀλλὰ ἀναφέ ροντι <αὐ>τὴν εὐχαρίστως τῷ πατρὶ μετ' ἐπιτιμήσεως πρὸς τὸν βουλόμενον ὑπερδοξάζειν τὸν υἱόν, πάντων μὲν τῶν γενητῶν ὑπερέχειν οὐ συγκρίσει ἀλλ' ὑπερβαλλούσῃ ὑπεροχῇ φαμὲν τὸν σωτῆρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὑπερεχόμενον τοσοῦτον ἢ καὶ πλέον ἀπὸ τοῦ πατρός, ὅσῳ ὑπερέχει αὐτὸς καὶ τὸ ἅγιον πνεῦμα τῶν λοιπῶν, οὐ τῶν τυχόντων ὄντων.
 [03941]  [13.34.221] Οὐκ ἄτοπον δὲ καὶ τὸ ἅγιον πνεῦμα τρέφε σθαι λέγειν·
 [03975]  [13.36.232] Καὶ τόδε γε τὸ ἅγιον παρὰ τόδε τὸ ἅγιον μεῖζον ἢ πλεῖον ἢ ἐκτυπώτερον συγκρίσει ἑτέρου χωρήσει ἀπὸ τοῦ πατρικοῦ θελήματος, καὶ πάλιν παρ' ἐκεῖνο ἔσται τι ἄλλο διαφερόντως χωροῦν·
 [04394]  «Ἐγὼ δὲ κατε στάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σειὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα κυρίου.».
 [04853]  «<Ὃς> ἐὰν βλασφημήσῃ εἰς τὸ πνεῦμα «τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ «μέλλοντι»·
 [05673]  τὸ μὲν οὖν ἅγιον πνεῦμα ἢ ἀγγελικὸν πνεῦμα, ὅταν λαλῇ, οὐκ ἐκ τῶν ἰδίων λαλεῖ, ἀλλὰ ἀπὸ τοῦ λόγου τῆς ἀληθείας καὶ τῆς σοφίας·
 [06369]  πῶς δὲ οὐ ζητήσεως ἄξιόν ἐστιν, εἴγε ∆αβὶδ μετὰ τὴν ἐπὶ τοῦ Οὐρίου ἁμαρτίαν εὐλαβούμενος ἀφαιρεθῆναι ἀπ' αὐτοῦ τὸ ἅγιον πνεῦμά φησι·
 [06371]  εἰ δέ τις προσίεται καὶ τὸ «Ἅγιον γὰρ πνεῦμα παιδείας «φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων» σαφῶς δόξει παρίστασθαι ὅτι φεύγει ἀπὸ τῆς δεδολιωμένης ψυχῆς, κἂν πρότερον τύχῃ πρὸ δόλου καὶ ἁμαρτίας γενόμενον ἐκεῖ, τὸ ἅγιον [28.15.123] πνεῦμα.
 [06373]  πολλοὶ δὲ καὶ τῶν ἁμαρτωλῶν διάκεινται πρὸς τὸν Ἰησοῦν [28.15.124] ὡς πρὸς κύριον, καὶ ἐν αὐτοῖς ἂν εἴη τὸ ἅγιον πνεῦμα.
 [06375]  περὶ δὲ τῶν μετὰ τὸ τυχεῖν ἁγίου πνεύ [28.15.125] ματος ἐπταικότων τὸ «Ὁ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσας οὐκ «ἔχει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι».
 [06376]  βλασφη μεῖ γὰρ ἔργοις καὶ λόγοις ἁμαρτίας εἰς τὸ παρὸν πνεῦμα ἅγιον[28.15.126] καὶ παρόντος αὐτοῦ ἐν τῇ ψυχῇ ἁμαρτάνων.
 [06380]  εἰς δὲ τὸ ἐναντίον, ὡς, εἰ καὶ προεφήτευσεν ὁ Καϊάφας, οὐδὲν ἧττον οὐκ ἦν πνεῦμα ἅγιον ἐν αὐτῷ, λεχθείη ἂν τὸ «Οὔπω γὰρ ἦν πνεῦμα, [28.15.128] «ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη».
 [06383]  Λάβετε πνεῦμα ἅγιον» καὶ τὰ ἑξῆς·
 [06453]  σκοπὸς γὰρ ἦν αὐτῇ οὐ τὸ πιστοποιῆσαι τοὺς ἀκροωμένους ἀλλ' ἐρεθίσαι τοὺς ἐν τῷ συνεδρίῳ ἀρχιερεῖς καὶ Φαρισαίους κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν ἀποκτείνωσιν, ὅπερ οὐκ ἦν κατὰ τὸ ἅγιον πνεῦμα ἐνεργῆσαι.
 [06458]  εἰ δὲ ἄτοπον φάσκειν τὸν Καϊάφαν καὶ τοὺς ἐν τῷ κατὰ τοῦ Ἰησοῦ συνεδρίῳ σώζεσθαι καὶ τοῦ συμφέ ροντος τετευχέναι ἀποθανόντος τοῦ Ἰησοῦ, δῆλον ὅτι οὐχ ἅγιον πνεῦμα ἦν τὸ ταῦτα ἐνεργῆσαν λέγεσθαι·
 [06459]  ἅγιον γὰρ πνεῦμα οὐ ψεύ [28.18.154] δεται.
 [06531]  διόπερ ζητήσεις ἀπὸ ποίου πνεύματος προεφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ πότερον τὸ ἅγιον πνεῦμα καὶ ἐν τοιούτῳ ἐνήργησεν καὶ αἴτιον γεγένηται τῆς κατὰ τοῦ Ἰησοῦ συμβουλῆς, ἢ οὐκ ἐκεῖνο μὲν οὖν, ἄλλο δὲ τὸ δυνάμενον καὶ ἐν τῷ ἀσεβεῖ λαλῆσαι καὶ τοὺς ὁμοίους ἐκείνῳ κατὰ τοῦ Ἰησοῦ κινῆσαι οὐδὲν ἧττον καὶ ἑώρα τι εἰς τὸν Ἰησοῦν, ὡς κατὰ δύναμιν [28.22.188] προεξητάσαμεν.
 [06538]  ταῦτα δέ φημι κατὰ τὸ ἀκόλουθον τῇ περὶ τοῦ ἅγιον εἶναι πνεῦμα τὸ διὰ τοῦ Καϊάφα προφητεῦσαν ἐκδοχῇ, οὐ πάντως <συν>ιστὰς τοῦθ' οὕτως ἔχειν, ἀλλὰ καταλιπὼν καὶ τοῖς ἐντυγχάνουσιν κρίνειν ὁπότερον χρὴ παραδέξασθαι περὶ τοῦ Καϊάφα, καὶ ὡς † ὑπὸ πόδας τοῦ πνεύ ματος κεκινημένου.
 [06836]  τοῖς δ' ὡς ἐν ἀνθρώποις καθαροῖς ἤδη γε γενημένοις, καὶ λουσαμένοις τὸ τοῦ Ἰησοῦ βάπτισμα, καὶ νιψαμένοις ὑπ' αὐτοῦ τοὺς πόδας, ἐνοικεῖν καὶ τὸ ἅγιον δύναται πνεῦμα καὶ ἡ [32.7.76] ὡς ἔνδυμα ἐξ ὕψους δύναμις.
 [06961]  [32.12.131] Πλὴν καὶ ἅγιον ὄντα ἐνδέχεται δεῖσθαι τῆς νίψεως τῶν ποδῶν, ἐπεὶ καὶ ἡ καταλεγομένη εἰς ἐκκλησιαστικὴν τιμὴν χήρα ἐξετάζεται μετὰ τῶν ἄλλων καλῶν καὶ ἐν τῷ «Εἰ ἁγίων πόδας «ἔνιψεν»·
 [07088]  δεῖ δὲ καὶ εἰς τὸ ἅγιον πιστεύειν πνεῦμα, καὶ ὅτι αὐτεξούσιοι ὄντες κολαζόμεθα μὲν ἐφ' οἷς ἁμαρτάνομεν, [32.16.190] τιμώμεθα δὲ ἐφ' οἷς εὖ πράττομεν.
000-00-00 Serial Number=0553302169
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00053]  ὡς ἄμπελος δὲ ἀληθινὴ ὁ σωτήρ, οὕτω καὶ συκῆ τὸ ἅγιον πνεῦμα τὸ φέρον τοὺς σωτηρίους καρπούς, [121] τὰ σῦκα τὰ χρηστά, ὧν ἡ παλάθη ἐθεράπευσεν Ἐζεκίαν τὸν βασιλέα.
 [00151]  [236.30] εἰ δὲ μηδεὶς δύναται εἰπεῖν «κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύ ματι ἁγίῳ», «οὔπω» δὲ «ἦν πνεῦ [237] μα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη», οὐχ οἷόν τε ἦν οὐδὲ Πέτρον ὁμολο γῆσαι, διὸ οὐδὲ ἐγκαλεῖται.
000-00-00 Serial Number=0355577528
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00112]  «Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί, μηδὲ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.».
 [00264]  «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι», γνῷ κοίτην ἀνδρὸς μετὰ τὸ ἐπελθεῖν ἐν αὐτῇ πνεῦμα ἅγιον καὶ τὴν ἐπεσκια κυῖαν αὐτῇ δύναμιν ἐξ ὕψους.
 [00316]  Πρόσχες δὲ εἰ δύνασαι, διὰ τὸ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσι» πεπληρωμένον μετὰ τὴν παρου σίαν τοῦ σωτῆρος ἐν ταῖς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαις, λέγειν ὅτι οἱ πρότερον ἐκ τοῦ κόσμου καὶ διὰ τοῦ πιστεύειν γενόμενοι οὐκέτι ἐκ τοῦ κόσμου ἐν τῇ ἰδίᾳ πατρίδι, τῷ κόσμῳ, ἅγιον πνεῦμα λαβόντες καὶ προφητεύσαντες τιμὴν οὐκ ἔχουσιν, ἀλλὰ ἀτιμάζονται.
 [01076]  ἐν δὲ τῷ κατὰ Ἰωάννην δοὺς πνεῦμα ἅγιον ὁ σωτὴρ τοῖς μαθη ταῖς διὰ τοῦ ἐμφυσήματός φησι·
 [01077]  «λάβετε πνεῦμα ἅγιον» καὶ τὰ ἑξῆς.
 [01214]  τῇ τρίτῃ δὲ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέ στη, ἵνα ῥυσάμενος «ἀπὸ τοῦ πονη ροῦ» καὶ τοῦ υἱοῦ αὐτοῦ, ἐν ᾧ τὸ ψεῦδος ἦν καὶ ἡ ἀδικία καὶ ὁ πόλε μος καὶ πάντα τὰ ἐναντία οἷς ἐστιν ὁ Χριστός, ἔτι δὲ τοῦ μετασχηματι ζομένου εἰς ἅγιον πνεῦμα βεβήλου πνεύματος, περιποιήσῃ τοῖς ῥυσθεῖσι βαπτίσασθαι τὸ πνεῦμα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα «εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», ἅπερ τρεῖς ἡμέραι εἰσὶν ἅμα ἐνεστηκυῖαι αἰωνίως τοῖς δι' αὐτὰς <γενομένοις> υἱοῖς τοῦ φω τός.
 [01430]  ἐπιστήσεις οὖν εἰ κατ' ἔκστασιν ταῦτα ἐλάλει, πεπλη ρωμένος του κινοῦντος αὐτὸν πνεύ ματος πρὸς τὸ εἰπεῖν ταῦτα, ὅπερ ἅγιον μὲν εἶναι οὐ δύναται·
 [01431]  ἐδίδαξε γὰρ ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης πρὸ τῆς ἀναστάσεως τοῦ σωτῆρος μηδένα πνεῦμα ἅγιον ἐσχηκέναι εἰπών·
 [01468]  τάχα δὲ καὶ τὸ ἅγιον πνεῦμα ἡ φωτεινή ἐστι νεφέλη, ἐπισκιά ζουσα τοὺς δικαίους καὶ προφητεύ ουσα, [τὰ] τοῦ θεοῦ ἐνεργοῦντος ἐν αὐτῇ καὶ λέγοντος·
 [01692]  [13.13] Ἔτι εἰς τὸ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ παραθήσῃ ἀπὸ τῶν Ἀριθμῶν ὅτι ὑπὲρ μὲν τῶν ἁγίων κατὰ τὸν τοῦ θεοῦ νόμον οὐχ ἁπλῶς δίδραχμον δί δοται, ἀλλὰ δίδραχμον ἅγιον.
 [01694]  «καὶ λήψῃ πέντε σί κλους κατὰ κεφαλήν, κατὰ τὸ δίδρα χμον τὸ ἅγιον».
 [01695]  ἀλλὰ καὶ ὑπὲρ «πάν των τῶν υἱῶν Ἰσραὴλ» κατὰ κεφα λὴν δίδοται δίδραχμον ἅγιον.
 [01696]  ἐπεὶ οὖν οὐχ οἷόν τε μετὰ τῶν ἁγίων δι δράχμων ἔχειν καὶ δίδραχμα (ἵν' οὕ τως ὀνομάσω) βέβηλα τὸν ἅγιον τοῦ θεοῦ, διὰ τοῦτο τοῖς λαμβάνουσι τὰ οὐχ ἅγια δίδραχμα καὶ ἐρωτήσασι τὸν Πέτρον καὶ εἰποῦσιν·
 [01773]  ὅρα δὲ εἰ δύνασαι τὸ τα πεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον, ὑπὸ τοῦ σωτῆρος προσκληθὲν καὶ στα θὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ, εἰπεῖν εἶναι ὃ προσ εκαλέσατο ὁ Ἰησοῦς παιδίον, εἴ τε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλ λόμενα πνεύματος, ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία <τουτέστι τοὺς ἀποστόλους>, τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθέντα τῷ ἁγίῳ πνεύματι·
 [01776]  καὶ οὐκ ἔστι γε εἰσελ θεῖν εἰς τὴν τῶν οὐρανῶν βα σιλείαν μὴ στραφέντα ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ἐξομοιω θέντα τοῖς τὸ πνεῦμα τὸ ἅγιον πε φορηκόσι παιδίοις·
 [01777]  ὅπερ πνεῦμα ἅγιον προσκαλεσάμενος ὁ Ἰη σοῦς, ἀπὸ τῆς ἰδίας τελειότητος κα ταβεβηκὸς πρὸς ἀνθρώπους, ὡς παι δίον ἔστησεν αὐτὸ ἐν μέσῳ τῶν μαθητῶν.
 [01779]  ἔστι δὲ τὸ ταπεινῶσαι ἑαυτὸν ὡς τὸ παιδίον ἐκεῖνο <τὸ ταπεινῶσαι ἑαυτὸν ὑπὲρ θεοῦ καὶ> τὸ μιμήσασθαι τὸ ὑπὲρ σωτηρίας ἀνθρώπων ταπει νῶσαν ἑαυτὸ πνεῦμα ἅγιον.
 [01780]  ὅτι δὲ ὁ σωτὴρ καὶ τὸ ἅγιον πνεῦμα ἐξαπε στάλη ὑπὸ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, δεδήλωται ἐν τῷ Ἡσαΐᾳ ἐκ προσώπου τοῦ σωτῆρος λέγοντι·
 [01783]  ἢ γὰρ ὁ θεὸς ἀπέστειλεν, ἀπέστειλε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν σωτῆρα, ἢ (ὡς ἐξειλήφαμεν) ἀμ φότερα ἀπέστειλεν ὁ πατήρ, τὸν σω τῆρα καὶ τὸ ἅγιον πνεῦμα.
 [01796]  ποῖον δὲ ἔλαβε παιδίον καὶ ἐνηγκαλίσατο ὁ Ἰησοῦς κατὰ τὸν βαθύτερον ἐν τοῖς τόποις λόγον ἢ τὸ ἅγιον πνεῦμα;
 [01906]  [13.28] Πρὸς δὲ τὸ ὅτε «διὰ λουτροῦ» γεγόνα<σιν> «ἐν Χριστῷ» νήπιοι μὴ παρεῖναι ἅγιον ἄγγελον τοῖς ἔτι κακίᾳ *** <ἀλλὰ κατὰ μὲν> τὸν καιρὸν τῆς ἀπιστίας ὑπὸ τοῖς ἀγγέλοις εἶναι τοῦ σατανᾶ·
 [02022]  εἰ δὲ καὶ τὸν συναγωγέα τῶν δύο τρίτον ποθεῖς, μὴ ὄκνει λέγειν αὐτὸ εἶναι τὸ ἅγιον πνεῦμα, ἐπεὶ «λόγοι σοφῶν» (εἴτε τῶν πρὸ τῆς παρουσίας εἴτε τῶν κατ' αὐτὴν καὶ μετ' αὐτήν) εἰσὶν «ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεφυτευμένοι, οἳ παρὰ τῶν συνθε μάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός».
 [03035]  «τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον·
 [03443]  καὶ τούτους ἀμ φοτέρους ἐγγίζων τῇ εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνόδῳ ὁ σωτὴρ ἐκέλευσεν ὑπὸ τῶν μαθη τῶν διδασκόντων λυθῆναι, δοὺς αὐ τοῖς τὸ ἅγιον πνεῦμα καὶ εἰπών·
 [03444]  «λάβετε πνεῦμα ἅγιον.
 [03627]  πεπλη ρώκαμεν δὲ ἁμαρτάνοντες καὶ ἄλλων πωλούντων καὶ ἀπεμπολούντων εἴ τι ἅγιον κατάλειμμα ἐν τῇ ψυχῇ ἡμῶν γεγένηται, ὅπερ ἦν περιστερά.
 [03860]  ὁ πρὸ ἡμῶν λαὸς καὶ «μερὶς» ὢν τοῦ θεοῦ ὁ φυτευθεὶς ἦν ἀμπελὼν ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπό του, καὶ ἡ τοῦ θεοῦ φρουρὰ περὶ αὐ τὸν ὁ φραγμὸς ἦν καὶ πύργος μὲν ὁ ναὸς ληνὸς δὲ ὁ τόπος τῶν σπον δῶν, καὶ γεωργοὶ οἱ πρεσβύτεροι καὶ σοφοὶ τοῦ λαοῦ, ἀποδημία δὲ τοῦ δεσπότου ὅτε κύριος ὁ συνὼν αὐτοῖς ἐν νεφέλῃ «ἡμέρας» καὶ «στύλῳ <πυρὸς»> νυκτός, ἕως αὐτοὺς κατα φυτεύσῃ εἰσαγαγὼν «εἰς ὄρος ἅγιον» αὐτοῦ «καὶ εἰς τὰ σκηνώματα αὐτοῦ», οὐκέτι οὕτως αὐτοῖς ἐπεφαίνετο.
000-00-00 Serial Number=0204305649
Contra Celsum Ante [Go Back]  
 [00100]  ἱερὸν γὰρ οὐδὲν χρὴ νομίζειν οὐδὲ πολλοῦ ἄξιον καὶ ἅγιον, οἰκοδόμων τε ἔργον καὶ βαναύσων.
 [00437]  Φέρ' οὖν ἴδωμεν, τί ποτε καὶ λέγει διαβάλλων τὸ οἷον σωματικῶς ἑωραμένον ὑπὸ τοῦ σωτῆρος πνεῦμα ἅγιον <ἐν> εἴδει περιστερᾶς·
 [00473]  Ὁ δὲ κοσμηθεὶς χαρίσματι καλουμένῳ λόγῳ σοφίας καὶ τὴν αἰτίαν διηγήσεται τῆς ἀνοίξεως τῶν οὐρανῶν καὶ τοῦ εἴδους τῆς περιστερᾶς, καὶ ὅτι οὐκ ἄλλου τινὸς ζῴου <ἐν> εἴδει ἢ τούτου ἐφάνη τὸ ἅγιον πνεῦμα τῷ Ἰησοῦ.
 [00497]  ἐν ᾧ ἀμφιβόλου ὄντος τοῦ ῥητοῦ, πότερον ὁ πατὴρ καὶ τὸ ἅγιον πνεῦμα ἀπέστειλαν τὸν Ἰησοῦν, ἢ ὁ πατὴρ ἀπέστειλε τόν τε Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, τὸ δεύτερόν ἐστιν ἀληθές.
 [00498]  Καὶ ἐπεὶ ἀπεστάλη ὁ σωτήρ, εἶτα τὸ πνεῦμα τὸ ἅγιον, ἵνα πληρωθῇ τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου, ἐχρῆν δὲ τὴν τῆς προφητείας πλήρωσιν ἐγνῶσθαι καὶ τοῖς ἑξῆς·
 [00528]  Ἔτι δὲ προσθήσω τῷ λόγῳ καὶ αὐτά, ἃ οἴεται ὁ Κέλσος, ὅτι αὐτὸς Ἰησοῦς εἶπε τὰ περὶ τὴν ἄνοιξιν τῶν οὐρανῶν καὶ τὸ καταβὰν πνεῦμα ἅγιον ἐπ' αὐτὸν <ἐν> εἴδει περιστερᾶς παρὰ τῷ Ἰορδάνῃ·
 [00536]  Ἐπεὶ δὲ Ἰουδαῖός ἐστιν ὁ παρὰ τῷ Κέλσῳ λέγων τῷ Ἰησοῦ περὶ τῶν κατὰ τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς τό·
 [00886]  Οἶμαι δ' ὅτι καὶ ἐπεὶ τύπος μὲν ἦν ἐκεῖνα, ἀλήθεια δὲ ἃ ἔμελλε διδάσκειν αὐτοὺς τὸ ἅγιον πνεῦμα, διὰ τοῦτο λέλεκται·
 [01329]  [2.31] Μετὰ ταῦτα Χριστιανοῖς ἐγκαλεῖ ὡς σοφιζομένοις ἐν τῷ λέγειν τὸν υἱὸν τοῦ θεοῦ εἶναι αὐτολόγον, καὶ οἴεταί γε κρατύνειν τὸ ἔγκλημα, ἐπεὶ λόγον ἐπαγγελλόμενοι υἱὸν εἶναι τοῦ θεοῦ ἀποδείκνυμεν οὐ λόγον καθαρὸν καὶ ἅγιον ἀλλὰ ἄνθρωπον ἀτιμότατα ἀπαχθέντα καὶ ἀποτυμπανισθέντα.
 [03837]  Γένος τοίνυν ἐκλεκτὸν καὶ βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον καὶ λαὸς εἰς περιποίησιν κληθέντες ὑπὸ θεοῦ εἶναι ὁ Ἑβραίων λαός, περὶ οὗ τῷ Ἀβραὰμ προείρητο ἀπὸ τῆς πρὸς αὐτὸν τοῦ κυρίου φωνῆς·
 [04244]  ἵν' ἔχωμεν παράδειγμα πόλεως οὐρανίας, ἣν ἐζήτησε μὲν διαγράψαι καὶ Πλάτων οὐκ οἶδα δὲ εἰ τοσοῦτον δεδύνηται, ὅσον Μωϋσῆς ἴσχυσε καὶ οἱ μετ' αὐτόν, γένος τι ἐκλεκτὸν καὶ ἔθνος ἅγιον καὶ θεῷ ἀνακείμενον ἐντρέφοντες λόγοις καθαροῖς ἀπὸ πάσης δεισιδαιμονίας.
 [04247]  οὐχ ὁρῶν ὅτι Ἰουδαῖοι ὡς ἕνα θεὸν ἠπίσταντο, οὕτως ἕνα τὸν τῆς προσευχῆς ἅγιον οἶκον καὶ ἓν τὸ τῶν ὁλοκαρπωμάτων θυσιαστήριον καὶ ἓν τὸ τῶν θυμιαμάτων θυμιατήριον καὶ ἕνα τὸν τοῦ θεοῦ ἀρχιερέα.
 [04859]  Ὡς εἰ ἔτυχεν ἐκεῖνος ἀπὸ κρημνοῦ ἐρριμμένος ἢ εἰς βάραθρον ἐωσμένος ἢ ἀγχόνῃ πεπνιγμένος ἢ σκυτοτόμος ἢ λιθοξόος ἢ σιδηρεύς, ἦν ἂν ὑπὲρ τοὺς οὐρανοὺς κρημνὸς ζωῆς ἢ βάραθρον ἀναστάσεως ἢ σχοινίον ἀθανασίας ἢ λίθος μακάριος ἢ σίδηρος ἀγάπης ἢ σκῦτος ἅγιον.
 [05004]  καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευ θυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον.
 [05531]  Τὸ γὰρ ἅγιον πνεῦμα ὡμολόγηται ἐκείνους καταλε λοιπέναι, ἀσεβήσαντας εἰς τὸν θεὸν καὶ τὸν προφητευθέντα ὑπὸ τῶν παρ' αὐτοῖς προφητῶν.
 [05552]  [7.10] Ἐχρῆν δὲ αὐτόν, εἴπερ εὐγνωμόνει πρὸς τὴν κατηγο ρίαν, ἐκθέσθαι αὐταῖς λέξεσι τὰς προφητείας, εἴτ' ἐν αἷς θεὸς παντοκράτωρ ἐπηγγέλλετο εἶναι ὁ λέγων, εἴτ' ἐν αἷς ὁ υἱὸς τοῦ θεοῦ, εἴτε καὶ ἐν αἷς τὸ πνεῦμα τὸ ἅγιον λέγον εἶναι ἐπιστεύετο·
 [06019]  Οὐκ εἶδε δὲ διαφορὰν τῶν παρ' ἡμῖν ἠκριβωμένων, τοῖς λέγουσιν ὅτι καὶ Τὸ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσι, διὸ τοὺς παραπίπτοντας κατ' ὀλίγον ἐλέγχει ὁ θεός, φάσκουσι δὲ ἄλλα καὶ τὸ Λάβετε πνεῦμα ἅγιον τὴν ποσότητα τοῦ διδομένου ἑτέραν ἐμφαίνειν παρὰ τὴν δηλουμένην ἐκ τοῦ Βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
 [06415]  Ὑμεῖς δὲ οἰκοδομεῖσθε λίθοι ζῶντες καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσ δέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ὑπὸ δὲ τοῦ Παύλου τό·
 [06714]  τοῖς μήν γε τὴν ψυχὴν ἢ τὸν νοῦν εἴτε πνευματικὸν τοῦτον ἐθέλουσι καλεῖν εἴτε πνεῦμα νοερὸν ἅγιον καὶ μακάριον εἴτε ψυχὴν ζῶσαν εἴτε θείας καὶ ἀσωμάτου φύσεως ἔκγονον ὑπερουράνιόν τε καὶ ἄφθαρτον εἴθ' ὅ τι καὶ ὅ τι χαίρουσιν ὀνομάζοντες , τοῖς τοῦτο ἐλπίζουσιν ἕξειν αἰώνιον σὺν θεῷ, τούτοις διαλέξομαι.
 [06734]  [8.51] Μετὰ δὲ ταῦτα ἀποδέχεται τοὺς τὴν ψυχὴν ἢ τὸν νοῦν ἢ τὸ καλούμενον παρ' αὐτοῖς πνευματικὸν ἢ λογικὸν πνεῦμα νοερὸν ἅγιον καὶ μακάριον ἢ ψυχὴν ζῶσαν ἐλπίζοντας ἕξειν αἰώνιον, καὶ σὺν θεῷ αὐτὸ ἔσεσθαι, προσίεται δὲ ὀρθῶς νομιζόμενον καὶ τὸ μὲν περὶ τῶν εὖ βιωσάντων ὡς εὐδαι μονησόντων δόγμα περὶ δὲ τῶν ἀδίκων ὡς πάμπαν αἰωνίοις κακοῖς συσχεθησομένων.
000-00-00 Serial Number=0578958690
De engastrimytho Ante [Go Back]  
 [00063]  συγγραφεὺς δ' ἐπὶ τούτων τῶν λόγων πεπίστευται εἶναι οὐκ ἄνθρωπος, ἀλλὰ συγγραφεὺς τὸ πνεῦμα τὸ ἅγιον τὸ κινῆσαν τοὺς ἀνθρώπους.
 [00064]  οὐκοῦν τὸ πνεῦμα τὸ ἅγιον λέγει·
 [00199]  Ἰωάννης ὁ τηλικοῦτος οὐκ ᾔδει Χριστόν, ἀλλ' ἀπέστη ἀπ' αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον.
 [00224]  ἐν φυλακῇ ἦν μεγάλα εἰδὼς περὶ Χριστοῦ, εἶδεν οὐρανοὺς ἀνεῳγότας, εἶδεν πνεῦμα ἅγιον ἐξ οὐρανοῦ κατερχόμενον ἐπὶ τὸν σωτῆρα καὶ μένον ἐπ' αὐτόν·
 [00242]  [9] Καὶ τοῦτο δὲ προσθετέον τῷ λόγῳ ὅτι <εἰ> Σαμουὴλ προ φήτης ἦν, καὶ ἐξελθόντος ἀπέστη ἀπ' αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἀπέστη ἀπ' αὐτοῦ ἡ προφητεία, οὐκ ἄρα ἀληθεύει ὁ λέγων ἀπόστολος·
 [00257]  «καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ»), εἰ τοίνυν τὸ πνεῦμα τὸ ἅγιον προφητεύει, καὶ Σαμουὴλ προφήτης ἦν, «ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ», τίνα οἰκοδομεῖ;
000-00-00 Serial Number=0629987359
De oratione Ante [Go Back]  
 [00237]  [9.2] καὶ ὁ προφήτης δὲ ∆αυῒδ πολλὰ μὲν καὶ ἄλλα φησὶν ἔχειν εὐχόμενον τὸν ἅγιον·
 [00607]  ἀνάθεμα Ἰησοῦς,» τὸ αὐτὸ ὀνομάζων ἅγιον πνεῦμα καὶ πνεῦμα «θεοῦ.».
 [00917]  τοῦ ἁμαρτωλοτάτου καὶ εἰς τὸ ἅγιον πνεῦμα δυσφημήσαντος κρατουμένου παρὰ τῆς ἁμαρτίας ἐν ὅλῳ τῷ ἐνεστῶτι αἰῶνι καὶ ἀρχῆθεν μέχρι τέλους τῷ μέλλοντι μετὰ ταῦτα οὐκ οἶδ' ὅπως οἰκονομησομένου.
 [00918]  [27.16] ταῦτα τοίνυν ὁ ἰδὼν καὶ τῇ διανοίᾳ αἰώνων ἑβδομάδα, ἵνα σαββατισμόν τινα ἅγιον θεωρήσῃ, ἐννοήσας καὶ αἰώνων μῆνα, ἵνα τὴν ἁγίαν τοῦ θεοῦ ἴδῃ νουμηνίαν, καὶ αἰώνων ἐνιαυτὸν, ἵνα συνί δῃ τὰς τοῦ ἐνιαυτοῦ γε ἑορτὰς, ὅτε δεῖ «πᾶν ἀρσενικὸν» ἐνώπιον φαίνεσθαι «κυρίου θεοῦ,» καὶ τηλικούτων αἰώνων τοὺς ἀνάλογον ἐνιαυτοὺς, ἵνα τὸ ἕβδομον ἅγιον ἔτος καταλαμβάνῃ, καὶ αἰώνων ἑβδοματικοὺς ἑπτὰ, ὅπως ὑμνήσῃ τὸν τηλικαῦτα νομοθετήσαντα, ἐξε τάσας·
 [00946]  ἔστι τις ἡμῖν καὶ πρὸς «τὸ ἅγιον πνεῦμα» ὀφειλὴ, ἀποδι δομένη, ὅτε οὐ λυποῦμεν αὐτὸ, «ἐν ᾧ» ἐσφραγίσθημεν «εἰς ἡμέραν ἀπολυτρώσεως,» καὶ μὴ λυποῦντες αὐτὸ φέρομεν τοὺς καρποὺς, οὓς ἀπαιτούμεθα, συνόντος αὐτοῦ ἡμῖν καὶ ζῳοποιοῦντος ἡμῶν τὴν ψυχήν.
 [00987]  ὁ δὲ ἐμπνευσθεὶς ὑπὸ τοῦ Ἰησοῦ ὡς οἱ ἀπόστολοι καὶ «ἀπὸ τῶν καρπῶν» γινώσκεσθαι δυνάμενος, ὡς χωρήσας τὸ πνεῦμα τὸ ἅγιον καὶ γενόμενος πνευματικὸς τῷ ὑπὸ τοῦ πνεύματος ἄγεσθαι τρόπον υἱοῦ θεοῦ ἐφ' ἕκαστον τῶν κατὰ λόγον πρακτέων, ἀφίησιν ἃ ἐὰν ἀφῇ ὁ θεὸς καὶ κρατεῖ τὰ ἀνίατα τῶν ἁμαρτημάτων, ὑπηρετῶν ὥσπερ οἱ προφῆται ἐν τῷ λέγειν οὐ τὰ ἴδια ἀλλὰ τὰ τοῦ θείου βουλήματος τῷ θεῷ οὕτω καὶ αὐτὸς τῷ μόνῳ ἐξουσίαν ἔχοντι ἀφιέναι θεῷ.
 [00989]  «λάβετε πνεῦμα ἅγιον·
000-00-00 Serial Number=0139437973
Dialogus cum Heraclide Ante [Go Back]  
 [00104]  «Ὁ δὲ Θεὸς ἁγιάσαι ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα·» τὸ δὲ «Ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη», τοῦτο τὸ πνεῦμα οὐκ ἔστιν τὸ ἅγιον πνεῦμα, ἀλλὰ μέρος τῆς τοῦ ἀνθρώπου συστάσεως, ὡς διδάσκων ὁ αὐτὸς ἀπόστολος λέγει·
 [00106]  Εἰ γὰρ ἦν τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἔλεγεν·
 [00187]  εἴποιμι γὰρ ἂν τὸν ἐν σωματικοῖς ἀεὶ κυλιόμε νον καὶ ἐγκυλινδόμενον ἐπὶ τοῖς βορβόροις τοῦ βίου καὶ μὴ σπεύδοντα ἐπὶ τὸν καθαρὸν βίον, ἐπὶ τὸν ἅγιον, τοῦτον πάντα εἶναι χοῖρον.
000-00-00 Serial Number=0060976267
Enarrationes in Job Ante [Go Back]  
 [00179]  Ἐπὶ δὲ αὐτῶν τῶν λέ ξεων γενόμενοι, σαφηνίσωμεν τὴν διάνοιαν, αὐτοῦ ποδηγοῦντος πρὸς τὴν ἑρμηνείαν, τοῦ καὶ τὸν ἅγιον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος.
000-00-00 Serial Number=0634190977
Exhortatio ad martyrium Ante [Go Back]  
 [00037]  περὶ δὲ εὐσεβείας μόνον «τὸ ἐκλεκτὸν» ἀγωνίζεται «γένος, τὸ βασίλειον ἱεράτευμα, τὸ ἔθνος τὸ ἅγιον, ὁ λαὸς ὁ εἰς περιποίησιν·» οὐδὲ μέχρι τοῦ δοκεῖν δεικνύντων τῶν λοιπῶν ἀνθρώπων ὅτι, εἰ ἔστι τὰ ἀνταγωνιζόμενα τοῖς εὐσε βέσι, προτίθενται ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν προτιμῶντες τὸν μετ' εὐσεβείας θάνατον τοῦ μετὰ ἀσεβείας ζῆν.
 [00397]  τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ <τῇ> ὥρᾳ ἃ δεῖ εἰπεῖν.».
 [00406]  οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
000-00-00 Serial Number=0838558078
Expositio in Proverbia Ante [Go Back]  
 [00974]  ὁ γὰρ μὴ θεολογῶν τὸ Πνεῦμα τὸ ἅγιον, δια λύει τὸ βάπτισμα·
000-00-00 Serial Number=0640923083
Fragmenta de principiis Ante [Go Back]  
 [00022]  [10,] [7] [10] Σchw.): Ὅτι μετὰ τοῦ υἱοῦ καὶ τὸ ἅγιον πνεῦμα κτίσμα εἰπὼν συνηρίθμησε τοῖς ἄλλοις κτίσμασι, δι' ὃ καὶ λειτουργικὰ αὐτὰ ζῷα καλεῖ, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου.
 [00026]  «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ» τὸν μονογενῆ εἶναι τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον.
 [00030]  (Ὅτι ὁ μὲν θεὸς καὶ πατὴρ συνέχων τὰ πάντα φθάνει εἰς ἕκαστον τῶν ὄντων, μεταδιδοὺς ἑκάστῳ ἀπὸ τοῦ ἰδίου τὸ εἶναι ὅπερ ἐστίν, ἐλαττόνως δὲ παρὰ τὸν πατέρα ὁ υἱὸς φθάνων ἐπὶ μόνα τὰ λογικά (δεύ τερος γάρ ἐστι τοῦ πατρός), ἔτι δὲ ἡττόνως τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνους τοὺς ἁγίους διικνούμενον·
 [00031]  ὥστε κατὰ τοῦτο μείζων ἡ δύναμις τοῦ πατρὸς παρὰ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, πλείων δὲ ἡ τοῦ υἱοῦ παρὰ τὸ πνεῦμα τὸ ἅγιον, καὶ πάλιν διαφέρουσα μᾶλλον τοῦ ἁγίου πνεύματος ἡ δύναμις παρὰ τὰ ἄλλα ἅγια.) [10] Just.
000-00-00 Serial Number=0424929142
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00097]  καὶ τίς ἡ ἀκαν θώδης ῥάμνος καὶ πῦρ ἐξ αὑτῆς ἀφιεῖσα κατεσθίειν τὰς κέδρους τοῦ λιβάνου, τοῦ σοφοῦ ἐστιν ἰδεῖν, ἀναφέροντος ταῦτα μὲν ἐπὶ τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν δὲ ῥάμνον ἐπὶ τὸν ἀντικείμενον.
000-00-00 Serial Number=0187107742
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00124]  ζητητέον δὲ καὶ εἴ που εἴρηται πνεῦμα ἐπαγγελίας ἅγιον, καὶ τί ἐκδεκτέον εἰς τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον.
 [00125]  οἶμαι τοίνυν ὅτι ὥσπερ τὸ πνεῦμα τὸ ἅγιον, γενόμενον ἐπί τινι, ἅγιον ποιεῖ, καὶ τὸ πνεῦμα τῆς οφία σοφόν, καὶ τὸ πνεῦμα τῆς υνέεω συνετόν, οὕτω καὶ τὸ πνεῦμα τῆς ἐπαγγελίας εἶναι πως ἤδη ἐν τῇ ἐπαγγελίᾳ.
 [00127]  ζητήσεις εἰ πᾶς ὁ μετέχων ἁγίου πνεύματος μετέχει τοῦ πνεύματος τῆς ἐπαγγελίας, ἢ μόνος ὁ ἀκούσας λόγου ἀληθείας, ὄντος εὐαγγελίου σωτηρίας, καὶ πιστεύσας, οὗτος λαμβάνει τὸ τῆς ἐπαγγελίας πνεῦμα ἅγιον·
 [00130]  ὥσπερ δὲ ὁ ἀρραβὼν τῆς κληρονομίας οὐχὶ ἔξω τι ἡμῶν ἐστιν (ἐν γὰρ ἑκάστῳ τὸ πνεῦμα τῆς ἐπαγγελίας ἐστὶ τὸ ἅγιον, ὁ ἀρραβὼν τῆς ἐπαγγελίας), οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ' ἐν τῷ νῷ τοῦ κληρονομοῦντος καὶ τῇ ψυχῇ αὐτοῦ·
 [00132]  τοῦτο μέντοιγε τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον, ὅπερ ἐστὶν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δίδοται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι καὶ περιποιηθῶσι τῷ Θεῷ, καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ.
 [00226]  ὁ δὲ νοητὴν θεωρῶν τὴν Χριστοῦ βασιλείαν οὐκ ὀκνήσει λέγειν τὸν ἤδη ἅγιον, ὥσπερ οὐκ εἶναι ἐν σαρκὶ κἂν ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκί, οὕτως οὐκ εἶναι ἐπὶ γῆς κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων.
 [00254]  [ii [19] [22]] ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι.
 [00260]  εἰ γὰρ οἱ μηκέτι ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, <ἐν ᾧ καὶ οἱ Ἐφέσιοι συνοικοδομοῦνται εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι, εἷς ἐστιν Θεὸς μιᾶς οἰκοδομῆς καὶ ναοῦ τοῦ ἐποικοδομηθέντος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.
 [00261]  εἰ δὲ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,> φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντα λίθου τῇ πάσῃ οἰκοδομῇ, ἵνα συνοικοδομη θέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ.
 [00392]  τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰ ὑμᾶ.
 [00445]  [ iv [30]] καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
 [00446]  εἴπερ ἡ λύπη πάθος ἐστί, καὶ καλῶς ἀποδίδοται περὶ αὐτῆς ὅτι ἐστὶ «δόξα πρόσφατος κακοῦ παρουσίας ἐφ' ᾧ καθήκει συστέλλεσθαι,» οὔτε δὲ δοξάζει τὸ ἅγιον πνεῦμα οὔτε (ἵνα δοθῇ δοξάζειν) δοξάζει τὸ κακὸν αὐτῷ παρεῖναι, οὐ λυπήσεται τὸ ἅγιον πνεῦμα.
 [00447]  μήποτ' οὖν, τὸ ὅσον ἐφ' ἡμῖν, τάδε πράττοντες λυποῦμεν τὸ ἅγιον πνεῦμα τοῦ Θεοῦ;
 [00449]  τὰ δὲ πολλάκις ἡμῖν εἰρημένα περὶ ὀργῆς καὶ θυμοῦ ὕπνου τε καὶ τῶν ἀνθρωποπαθῶν φωνῶν χρήσιμα καὶ εἰς τὸν λόγον τὸν περὶ τοῦ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ.
 [00450]  ἐσφραγίσθημεν δὲ τῷ ἁγίῳ πνεύματι, ἵνα τὸν τύπον τοῦ ἁγίου πνεύματος δεξάμενοι, ἀμερίστου μείναντος τοῦ σφραγίσαντος, τοὺς τύπους λαβόντες τοῦ ἁγίου πνεύματος ἅγιοι γενώμεθα, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου καθ' ἕκαστον ἡμῶν τὸ ἐν ἡμῖν ἅγιον γένηται, οἶμαι δὲ ὅτι καὶ ἡ ψυχή.
000-00-00 Serial Number=0495481610
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00485]  αὐτὸς δὲ καὶ τὸ δίκαιον καὶ ἅγιον ὄρος·
000-00-00 Serial Number=0973131001
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00218]  καὶ αὐτὸ δὲ τὸ ὄρος, ὡς εἰπεῖν, μετὰ τοῦ ἔθνους στενάζει, οὐκ ἔχον εἰς παραμυθίαν οὐ θεόν, οὐχ ἅγιον ἄνδρα.
 [00629]  οὕτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον·
 [00631]  «καλῶς εἶπεν ἐν Ἡσαΐᾳ τὸ πνεῦμα τὸ ἅγιον·
000-00-00 Serial Number=0769369841
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00318]  εἰ δὲ τοῦτο, οὐχ ὑποπέσοι <ἂν> ὄψει οὐ ρανῶν ἄνοιξις, οὐδὲ γὰρ σῶμά ἐστι τὸ ἐκεῖθεν καταβεβηκὸς ἅγιον πνεῦμα.
 [00320]  ἐπι στατέον δὲ καὶ τῷ μεμενηκέναι τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνον τὸν Ἰησοῦν, εἰ γὰρ καὶ ἐπ' ἄλλον ἔμενεν κατελθόν, οὐκ ἦν σημεῖον δεικνύον τὸν βαπτίζοντα ἐν ἁγίῳ πνεύματι.
 [00322]  τὸ πνεῦμα τὸ ἅγιον ἀχράντοις καὶ καθαραῖς ψυχαῖς ἐνοικίζεται, οὐχ ὑπομένον εἶναι ἔνθα ἁμαρτία.
 [00325]  «Τὸ «πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ».
 [00327]  «Τὸν μὴ γνόντα ἁμαρτίαν»), εἰκότως κατελθὸν ἐπ' αὐτὸν τὸ ἅγιον πνεῦμα ἔμεινεν.
 [00329]  ἀχώριστον γὰρ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα·
 [00330]  οὐδὲ γὰρ ὁ υἱὸς ἐν τόπῳ οὐδ' αὖ ὁ πατήρ, ἵνα καὶ τὸ ἅγιον πνεῦμα μεταβατικῶς κινούμενον ἐκ τοῦ πατρὸς εἰς τὸν υἱὸν μεταβαίνῃ.
 [00483]  τὸ ἅγιον πνεῦμα μόνοις [37] σπουδαίοις ἐπιφοιτᾷ, τῶν φαύλων μακρὰν ὑπάρχον.
 [00495]  «Νηστευόντων γὰρ αὐτῶν καὶ λειτουρ «γούντων τῷ κυρίῳ, εἶπεν τὸ πνεῦμα τὸ ἅγιον·
 [00499]  Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον·
 [01055]  «Καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ», καὶ μὴ κατ οικεῖν αὐτὸ ἐν σώματι κατάχρεῳ ἁμαρτίᾳ, ἀλλ' ὑπὸ ἐνεργείας πονη ρῶν πνευμάτων.
 [01281]  καὶ πάλιν «Νηστευόντων, γάρ φησιν, καὶ λειτουργούν «των τῷ κυρίῳ εἶπεν τὸ πνεῦμα τὸ ἅγιον·
 [01283]  ὁ δὲ προ φήτης Ἄγαβός φησι «Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον·
000-00-00 Serial Number=0380592287
Fragmenta in librum primum Regnorum Ante [Go Back]  
 [00046]  {Ἄρτος λαϊκὸς οὐχ ὅτι οἱ μὴ ἅγιοι βέβηλοι, ἀλλ' ὅτι πρὸς τὸ ἅγιον συγκρινόμενοι.} [10] Σήμερον ἁγιασθήσεται διὰ τὰ σκεύη ἀσαφέστερον μὲν εἶπε, σημαίνει δὲ τοῦτο.
000-00-00 Serial Number=0484608054
Fragmentum ex homiliis in Acta apostolorum Ante [Go Back]  
 [00003]  [14.829] Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυῒδ περὶ Ἰούδα·
 [00005]  Εἴποι τις ἂν, ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον λαλεῖ·
 [00012]  Ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυΐδ;
 [00014]  Προσωποποιεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις·
 [00015]  καὶ ἐὰν προσωποποιήσῃ τὸν Θεὸν, οὐκ ἔστιν ὁ Θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώ-που τοῦ Θεοῦ λαλεῖ·
 [00016]  καὶ ἐὰν προσωποποιήσῃ τὸν Χριστὸν, οὐκ ἔστιν ὁ Χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ Χριστοῦ λαλεῖ.
 [00017]  Οὕτω, κἂν προσωποποιήσῃ τὸν προφήτην, ἢ τὸν λαὸν ἐκεῖνον, ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, τὸ ἅγιον Πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.
000-00-00 Serial Number=0547011435
Homiliae in Lucam Ante [Go Back]  
 [00114]  Πνεῦμα οὖν ἅγιον εἶχεν ἔτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὢν ὁ Ἰωάννης.
 [00242]  οὕτω καὶ νῦν [9.55] εἴρηται, ὅτι «τῇ Ἐλισάβετ ὁ τοῦ τεκεῖν χρόνος ἐπλήσθη», ἐπειδὴ ἅγιον ἔτικτεν.
 [00453]  Ἁπλούστερον μὲν λέγοιτο ἄν, ὅτι ἐτίμησεν αὐτὸν τὸ πνεῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς [17.101] προσηγορίᾳ, ἐπειδήπερ ἀνεθρέψατο αὐτόν.
 [00485]  οὐ γὰρ ὡς ἔτυχεν τὸ ἅγιον πνεῦμα ᾤκησεν ἐν αὐτῇ.
 [00615]  τὸ γὰρ αὐτὸ βάπτισμα τοῖς μὲν ἀναξίοις καὶ κακοῖς βαπτιζομένοις εἰς «πῦρ» καὶ εἰς κρίμα γίνεται, τοῖς δὲ καλῶς καὶ ἐπὶ σωτηρίᾳ κατα βαίνουσιν εἰς «πνεῦμα ἅγιον» καὶ σωτηρίαν γίνεται.
 [00815]  [38.216] Ἐὰν γὰρ τὰ ἐξ ἁγίου πνεύματος λελαλημένα μοι μισθοῦ πιπράσκω, τί ἄλλο ποιῶ ἢ τὸ πνεῦμα τὸ ἅγιον μισθοῦ πιπράσκω;
000-00-00 Serial Number=0673949242
In Jeremiam Ante [Go Back]  
 [00104]  εἰ καὶ δύνασαι ἐπὶ τὸν σωτῆρα ἀναγα γεῖν τὸ «οὐκ οἶδεν», καὶ δύνασαι λέγειν ἐπὶ τὸν σωτῆρα τὸ τοιοῦτο καὶ «παιδίον» αὐτὸν λαμβάνειν, οὐ προσκόπτει σοι ταῦτα λέγειν περὶ τοῦ «μονογενοῦς», περὶ τοῦ «πρω τοτόκου πάσης κτίσεως», περὶ τοῦ πρὶν συλλήψεως εὐαγγελισθέντος κατὰ τὸ «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»;
 [00313]  [2.3] ∆ιὰ τοῦτο ὁ Ἰησοῦς βαπτίζει τάχα νῦν εὑρίσκω τὸν λόγον »ἐν πνεύματι [καὶ] ἁγίῳ καὶ πυρί», οὐχ ὅτι τὸν αὐτὸν «ἐν πνεύματι ἁγίῳ καὶ πυρί», ἀλλὰ τὸν μὲν ἅγιον «ἐν πνεύματι ἁγίῳ», τὸν δὲ μετὰ τὸ πιστεῦσαι, μετὰ τὸ ἀξιωθῆναι ἁγίου πνεύματος, πάλιν ἡμαρτηκότα λούει ἐν «πυρί», ὡς μὴ τὸν αὐτὸν εἶναι βαπτιζόμενον ὑπὸ Ἰησοῦ «ἐν πνεύματι ἁγίῳ καὶ πυρί».
 [00468]  καὶ γὰρ προηγουμένως μὲν λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν προφητῶν τοῖς ἀπὸ τοῦ λαοῦ ἐκείνου, εἰ δέ ποτε μετὰ τὸ πολλὰ εἰρηκέναι οὐκ ἠκούσθη, προφητεύει τὸν λόγον τὸν κηρυσσόμενον τοῖς ἔθνεσι.
 [00470]  πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, λέγει κύριος», καὶ ὅτε προηγουμένως ταῦτα εἴρηται τὰ περὶ τοῦ Ἰσραὴλ καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ «ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν», ἑξῆς καὶ τὸ πνεῦμα τὸ ἅγιον μετατίθησι τὸν λόγον ἐφ' ἡμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν καί φησιν·
 [00961]  αὐτὸν καὶ μονὴν παρ' αὐτῷ ποιησό μεθα», εἰ οὐκ ἔχει τὸ πνεῦμα τὸ ἅγιον ψυχή, ἔρημός ἐστιν·
 [00963]  Ταῦτα δὲ ποικίλως καὶ διαφόρως ἐν ταῖς γραφαῖς λέγεται, τὸ εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ.
 [00967]  Τὸ ἡγεμονικὸν ὁ πατήρ, τὸ εὐθὲς ὁ Χριστός, καὶ τὸ πνεῦμα τὸ ἅγιον.
 [02330]  εἰ δέ τις παραδέχεται τὸ «ἄρτι ἔλαβέ με ἡ μήτηρ μου τὸ ἅγιον πνεῦμα, καὶ ἀνήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα τὸ Θαβὼρ» καὶ τὰ ἑξῆς, δύναται αὐτοῦ ἰδεῖν τὴν μητέρα.
 [02639]  καὶ οὐκ ἔστιν οὔτε δίκαιον εἶναι χωρὶς Χριστοῦ οὔτε ἅγιον χωρὶς αὐτοῦ οὔτε ὑπομένειν μὴ Χριστὸν ἔχοντα.
 [03003]  ἐπειδὴ δὲ οὐκ ἐδίψησαν τὸν Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα, οὐκ ἔχουσι πιεῖν οὐδὲ ἀπὸ τοῦ θεοῦ.
 [03006]  οἱ δὲ ἕνα μὲν τηροῦντες θεόν, ἐξουδενοῦντες δὲ τὰς προφητείας οὐκ ἐδίψησαν τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν τοῖς προφήταις, διὰ τοῦτο οὐ πίονται οὐδὲ ἀπὸ τῆς πηγῆς τῆς πατρικῆς, οὐδὲ ἀπὸ τοῦ κεκραγό τος ἐν τῷ ἱερῷ καὶ εἰρηκότος·
 [03051]  ταῦτα ἀνέγραψεν ἐπὶ τῇ προφητείᾳ γεγονέναι τὸ πνεῦμα τὸ ἅγιον τῷ Ἱε ρεμίᾳ, γεγονέναι δὲ ἀπὸ τοῦ Πασχώρ.
000-00-00 Serial Number=0038191974
In Jesu Nave homiliae Ante [Go Back]  
 [00110]  Ὅπερ ἅγιον καὶ ἁγιασμὸς ἑρμη νεύεται.
 [00127]  «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ».
000-00-00 Serial Number=0647795320
Philocalia Ante [Go Back]  
 [00029]  Πότε γὰρ Βασίλειος καὶ Γρηγόριος, οἱ ἀκαταμάχητοι τῆς εὐσεβείας ἀγωνισταὶ, κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ πνεῦμα τὸ ἅγιον βλασφη μοῦντός τινος ἠνέσχοντο μόνον·
 [00606]  καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἅγιον πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρετῶν τοῦ λόγου, μήποτε καὶ ἡμᾶς διαφεύγῃ ἡ ἀναλογία, [καθ' ἣν] ἐπὶ πᾶσαν ἔφθασε γραφὴν θεόπνευστον ἡ σοφία τοῦ θεοῦ μέχρι τοῦ τυχόντος γράμματος·
 [00747]  Ἔδει πληρω θῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ ἅγιον πνεῦμα διὰ τόματο ∆αυεὶδ περὶ Ἰούδα.
 [00748]  Ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται εἴποι τις ἂν ὅτι οὐ τὸ πνεῦμα τὸ ἅγιον λαλεῖ·
 [00755]  Ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος ∆αυείδ;
 [00757]  προσωποποιεῖ τὸ πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις, καὶ ἐὰν προσωποποιήσῃ τὸν θεὸν, οὐκ ἔστιν ὁ θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ ἅγιον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λαλεῖ·
 [00758]  καὶ ἐὰν προσωποποιήσῃ τὸν χριστὸν, οὐκ ἔστιν ὁ χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ ἅγιον πνεῦμα ἐκ προσώπου τοῦ χριστοῦ λαλεῖ.
 [00759]  οὕτως οὖν κἂν προσωποποιήσῃ τὸν προφήτην ἢ τὸν λαὸν ἐκεῖνον ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσω ποποιεῖ, τὸ ἅγιον πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.
 [00942]  Εὐλόγει ἡ ψυχή μου τὸν κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
 [03359]  καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστὴν τὸν ἅγιον ἔσεσθαι, πολλῶν ἐθνῶν τραπέζας κατὰ πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήψεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα·
000-00-00 Serial Number=0899490654
Philocalia sive Ecloga Ante [Go Back]  
 [00512]  Καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστὴν τὸν ἅγιον ἔσεσθαι, πολλῶν ἐθνῶν τραπέζας κατὰ πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήψεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα·
000-00-00 Serial Number=0340388536
Scholia in Apocalypsem Ante [Go Back]  
 [00095]  ἀνάγκη γὰρ τὸν θεοῦ προφήτην καὶ ἅγιον εἶναι, ἀλλ' οὐκ ἀντιστρέφει·
000-00-00 Serial Number=0117243230
Scholia in Lucam Ante [Go Back]  
 [00339]  Ἁπλούστερον μὲν οὖν λέγοιτο ἂν, ὅτι ἐτίμησεν αὐ τὸν τὸ Πνεῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ καὶ τὰ λοιπά ..., μήπως αὐτοὺς καταλέλοι πεν.
 [00807]  Ἑτέρως ἐστὶ λαβεῖν, τὴν μὲν γυναῖκα εἰς τὴν Ἐκκλησίαν, τὴν δὲ ζύμην εἰς τὸ Πνεῦμα τὸ ἅγιον.
 [00809]  Ἁγιάζεται δὲ ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου Πνεύματος, ὥστε γενέσθαι πρὸς τὸ ἅγιον Πνεῦμα ἓν φύραμα.
 [00810]  Ἔτι ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτον αἰνιξάμενος τὸν τρόπον.
 [00813]  Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα, θείαν γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἅγιον Πνεῦμα χο ρηγεῖ.
000-00-00 Serial Number=0425534129
Scholia in Matthaeum Ante [Go Back]  
 [00032]  Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων .....
 [00061]  Ὁ δὲ Λουκᾶς Πνεῦμα ἅγιον εἶπεν, ἀντὶ τοῦ εἰπεῖν ἀγαθά.
 [00063]  Τὸ γὰρ ἅγιον Πνεῦμα αὐτό ἐστι τὸ φῶς ἀγαθόν·
 [00190]  Ἢ αἱ δύο διαθῆκαι, ὅταν ὁ συναγωγεὺς αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον ἐν αὐταῖς ᾖ·
 [00381]  Εἷς ὁ ζῶν Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα.
000-00-00 Serial Number=0771596491
Selecta in Deuteronomium Ante [Go Back]  
 [00044]  Ἔστι δὲ καὶ ἡ σοφία πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς, πολυμερὲς, λεπτὸν, καὶ τὰ ἑξῆς.
 [00184]  Κάδης γὰρ τὸ ἅγιον λέγε ται τῇ Ἑβραΐδι γλώττῃ.
000-00-00 Serial Number=0358104229
Selecta in Exodum Ante [Go Back]  
 [00236]  Εἰ μὲν γὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο ζωὴν Ἰησοῦν τὸν Χριστόν·
000-00-00 Serial Number=0411996543
Selecta in Genesim Ante [Go Back]  
 [00555]  Συνά γονται δὲ κατὰ πρόσταξιν Ἰακὼβ, ὃς τύπος ἦν Χρι στοῦ, ἵνα ἡ οἰκοδομὴ πληρωθῇ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐ τοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐκ λίθων ζώντων, ὅτε γίνεται οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον.
 [00596]  ∆ιὰ τὸν ἅγιον ἐν οἴκῳ ὄντα Αἰ γυπτίου εὐλογεῖται ὁ οἶκος, καὶ τὰ ὑπάρχοντα, καὶ ὁ ἀγρὸς τοῦ Αἰγυπτίου.
000-00-00 Serial Number=0747573018
Selecta in Psalmos Ante [Go Back]  
 [00365]  Εἰ δὲ «τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπτα [12.1081] πλασίως,» καὶ μετὰ πάσης ἀκριβείας ἐξητασμένως τὸ ἅγιον Πνεῦμα ὑποβέβληκεν αὐτὰ διὰ τῶν ὑπηρε τῶν τοῦ λόγου, μήποτε καὶ ὑμᾶς διαφεύγῃ ἡ ἀναλο γία, καθ' ἣν ἐπὶ πᾶσαν ἔφθασε Γραφὴν ἡ σοφία τοῦ Θεοῦ θεόπνευστον μέχρι τοῦ τυχόντος γράμματος·
 [00540]  Ἴσως μὲν γὰρ ἔσται περὶ τοῦ τὸν ἅγιον διακρατού μενον, ὑπὸ τοῦ ἰδιοποιοῦντός ποτε τὴν σάρκα·
 [00610]  Ἤτοι τὸ Πνεῦ [12.1101] μα τὸ ἅγιον, ἢ αὐτὸς ὁ προφήτης ἐστίν.
 [00660]  Ὁμοίως δὲ καὶ εἰ τὸ Πνεῦμα τὸ ἅγιον τὰ περὶ αὐτοῦ διηγοῖτο, ὥσπερ ἐπὶ τοῦ παρόντος ἔχει.
 [00760]  Καὶ δεῖ γε τὸν ἅγιον, ἀγωνιζό μενον βασιλεύειν, ἄρξασθαι ἀφ' αὑτοῦ καὶ τῶν ἰδίων κινημάτων.
 [01418]  καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμ βάνειν δανειστὴν τὸν ἅγιον ἔσεσθαι πολλῶν ἐθνῶν τρα πέζας κατὰ πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήψεις, καὶ ποιοῦντα πράγματα ἀπη γορευμένα·
 [01605]  Κατ' ἀμφοτέρας θεωρίας εἰσέρχεταί τις εἰς τὸν οἶκον καὶ προσκυνεῖ πρὸς ναὸν τὸν ἅγιον Κυρίου, ἐλέῳ Θεοῦ μᾶλλον ἢ οἰκείᾳ πολιτείᾳ καὶ φρονήσει.
 [02020]  Τῷ οὖν λέγοντι, Κραταίωμά μου, ἐρεῖς σὺ, ὅτι ὁ Θεός ἐστιν ἤδη ὁ κραταιούμενος ἅγιον, τῶν ἀν θρωπίνων αὐτοῦ λογισμῶν καὶ κινημάτων ἀναιρεθέν των.
 [02247]  «Ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν,» ὡρίσθαι καὶ πεποιῆσθαι σημαῖνον.
 [02353]  Ἀναγκαίου δὲ ὄντος τοῦ ἰατροῦ, τοῦ τὰ πάντα ἰᾶσθαι δυναμένου οὐ τέχνῃ καὶ οὐκ ἔργῳ, ἀλλὰ τῇ τοῦ λόγου δυνάμει, τοῦτον ἐλθεῖν προσεύχεται τὸ Πνεῦμα τὸ ἅγιον.
 [02357]  «Καὶ ἀποκαλύψει Κύριος τὸν βρα χίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν.».
 [02367]  «Πολλὰ παρῴκησεν ἡ ψυχή μου,» ἀλλαχοῦ λέγει, διδάσκων, ὅτι πολλά τις παροικεῖ, ἕως οὗ ἔλθῃ εἰς τὸ ἅγιον ὄρος τοῦ Θεοῦ.
 [02370]  Ὄρος ἅγιον τὴν Ἱερουσαλήμ φησιν.
 [02804]  Οἱ θλιβόμενοι καὶ μὴ στενοχωρούμενοι ἴστωσαν ἐξαχθησόμενοι ἀπὸ τῆς θλίψεως καὶ εἰς ἅγιον τοῦ Θεοῦ πλατυσμὸν ἀχθήσεσθαι·
 [03847]  Οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ.
 [04895]  Τάχα τὸν ἅγιον λυπεῖ τὸ, «ποῦ,» ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ τόπου σημαντικόν.
 [04928]  Ἅτινα, αὐτὸν ὁδηγήσαντα, ἤγαγον εἰς τὸ πνευματικὸν ἅγιον τοῦ Θεοῦ ὄρος, καὶ εἰς τὰ ἀληθινὰ σκηνώματα αὐτοῦ, ἵνα ὡς ἀρχιερεὺς εἰσέλθῃ πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ.
 [04929]  Τάχα δὲ «ὄρος ἅγιον» τοῦ Θεοῦ ἡ οἰκία τοῦ Πατρός ἐστι·
 [05306]  Ἐὰν ἄρα τῇ πόλει τοῦ Θεοῦ μάλιστα μέγας [12.1440] καὶ αἰνετός ἐστιν ὁ Κύριος, καὶ τί δὲ ἄλλο ἂν εἴη ὄρος ἅγιον Κυρίου εὖ ῥιζῶν ἀγαλλίαμα, οὐ μόνον μέρους τῆς γῆς, ἀλλὰ καὶ πάσης αὐτῆς, ἢ ὁ Χριστὸς ἐῤῥιζωμένος ἐν τῷ Πατρὶ, ἐφ' ᾧ ἐπιδημήσαντι ἠγαλλιάσατο πᾶσα ἡ γῆ, διὰ τὰς ἁπανταχῆ συ στάσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ Ἐκκλησίας τοῦ Θεοῦ;
 [05959]  Πρὸς τὸ Πνεῦμα λέγει τὸ ἅγιον·
 [07841]  Τὸ ἅγιον ἔλαιον τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐσιώδη γνῶσιν δηλοῖ.
 [08181]  Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, κ.
 [09564]  Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν, ἕλκει τὸ ἅγιον Πνεῦ μα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ.
 [09999]  Μύρον ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώ γων δὲ ὁ λόγος·
 [09999]  Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐ λογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ.
 [09999]  Ταῦτα δὲ τὸ Πνεῦμα τὸ ἅγιον εὐαγγελίζεται τῇ Ἐκκλησίᾳ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»