0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐκκλησίαν [108]


000-00-00 Serial Number=0519449353
Adnotationes in Deuteronomium Ante [Go Back]  
 [00161]  καὶ τὴν ἄκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πά λιν εἰς τῶν ἁγίων παρεμβολὴν, τουτέστιν εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν.
000-00-00 Serial Number=0881696522
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00473]  [1.25.163] Τὸ δ' ἀνάλογον σελήνῃ καὶ ἄστροις ὑπολαμβάνομεν εἶναι περὶ τὴν νύμφην ἐκκλησίαν καὶ τοὺς μαθητάς, ἔχοντας οἰκεῖον φῶς ἢ ἀπὸ τοῦ ἀληθινοῦ ἡλίου ἐπίκτητον, ἵνα φωτίσωσι μὴ δεδυνημένους πηγὴν ἐν αὑτοῖς κατασκευάσαι φωτός·
 [00752]  οὐ γὰρ ὁ προφήτης πρὸς τὴν ἐκκλησίαν ἐρεῖ τὸ «Ἄκουσον, θύγατερ».
 [02207]  [6.42.219] Τούτου δὴ τοῦ καταβεβηκότος ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν, ὡς ἐν ψαλμοῖς εὕρομεν, τὴν πόλιν τοῦ θεοῦ, <οὐ> τὴν αἰσθητὴν Ἱερουσαλήμ οὐ γὰρ ἔχει παρακείμενον ποταμόν , ἀλλὰ τὴν ἄμωμον τοῦ θεοῦ ἐκκλησίαν, οἰκοδο μουμένην «ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ τῶν προφη τῶν, ὄντος ἀκρογωνιαίου Χριστοῦ Ἰησοῦ» τοῦ κυρίου ἡμῶν.
 [02445]  Οὐκ ἀγνοοῦμεν δέ τινα κόσμον ἐξειληφέναι τὴν ἐκκλησίαν μόνην, κόσμον οὖσαν τοῦ κόσμου, ἐπεὶ καὶ φῶς λέγεται τοῦ κόσμου·
 [02450]  ὅτε δὲ οἱ μαθηταὶ αὐτοῦ φῶς τοῦ κόσμου, μήποτε τῶν παρα καλουμένων εἰσὶ φῶς, ἑτέρων ὄντων παρὰ τὴν ἐκκλησίαν, ὥσπερ τῷ Παύλῳ περὶ τούτων εἴρηται ἐν τῷ προοιμίῳ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς γράφοντι·
 [02454]  [6.59.303] Εἰ δὲ τοῦτο δεικνύναι οὐ δύνανται, ἐπιστησάτωσαν μήποτε ὑγιῶς ἐξειλήφαμεν φῶς μὲν εἶναι τὴν ἐκκλησίαν, κόσμον δὲ τοὺς ἐπικαλουμένους.
 [02461]  Ἡμεῖς δὲ ζητοῦμεν εἰ κατὰ τὸ «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» κόσμον νοητέον ὑγιῶς τὴν ἐκκλησίαν, περικλειομένου τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν εἰς μόνην τὴν ἐκκλησίαν.
 [02585]  [10.8.33] Ὁ γὰρ ὁρώμενος ὑπὸ τοῦ περιπατοῦντος παρὰ τὴν θάλασ σαν τῆς Γαλιλαίας μόλις ποτὲ καὶ ὕστερον λαμβάνει τὸ «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν.».
 [03099]  Οὐ γὰρ ἐκ δέρματος, φησί, νεκροῦ ἐποίησεν αὐτό, ἵνα τὴν ἐκκλησίαν κατασκευάσῃ οὐκέτι λῃστῶν καὶ ἐμπόρων σπήλαιον, ἀλλὰ οἶκον τοῦ πατρὸς αὐτοῦ.
 [03220]  [10.39.264] Ὁ μὲν οὖν τις πραγμάτων αὑτὸν ἀπαλλάττων τῷ ἀπογινώσκειν ἕκαστον δύνασθαι τῶν κατὰ τὸν ναὸν ἀναφέρειν ἐπὶ τὸ σῶμα, ὁποτέρως ἂν ἔχῃ, ἐπὶ τὸ ἁπλούστερον καταφεύ ξεται, λέγων διὰ τοῦτο σῶμα ἑκατέρως νοούμενον τὸν ναὸν ὠνομάσθαι, ἐπεὶ ὥσπερ ὁ ναὸς δόξαν εἶχεν θεοῦ κατασκηνοῦ σαν ἐν αὐτῷ, οὕτως εἰκόνα καὶ δόξαν θεοῦ ὑπάρχοντα τὸν πρωτότοκον πάσης κτίσεως, τὸ σῶμα ἢ τὴν ἐκκλησίαν ἀγαλ ματοφοροῦντα ναὸν εὐλόγως εἰρῆσθαι θεοῦ.
 [03222]  [10.39.266] Πλὴν ἐν τοῖς τοιούτοις μάλιστα διὰ τὸ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναι φύσιν καὶ κατὰ τὴν τοῦ θεοῦ σοφίαν τὸ ἴδιον τῆς θεοπνεύστου γραφῆς ἐμφαίνεσθαι πειθόμενοι, σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, παριστά σης, καὶ καταλαμβάνοντες ἐξαιρέτου πνεύματος σοφίας ἑαυ τοὺς δεομένους πρὸς τὸ τὰ τηλικαῦτα ἱεροπρεπῶς νοῆσαι, ὡς ἔνι μάλιστα δι' ὀλίγων τὴν περίνοιαν τῶν κατὰ τὸν τόπον διαγράψαι πειρασόμεθα, σῶμα τὴν ἐκκλησίαν καὶ οἶκον θεοῦ ἐκ λίθων ζώντων οἰκοδομούμενον, οἶκον πνευματικὸν εἰς ἱεράτευμα ἅγιον μανθάνοντες ἀπὸ τοῦ Πέτρου τυγχάνειν, ὡς τὸν οἰκοδομοῦντα τὸν ναὸν υἱὸν ∆αβὶδ κατὰ τοῦτο Χριστοῦ εἶναι τύπον μετὰ τοὺς πολέμους εἰρήνης βαθυτάτης γεγενη μένης οἰκοδομοῦντα εἰς δόξαν τοῦ θεοῦ τὸν ναὸν ἐν τῇ ἐπιγείῳ Ἱερουσαλήμ, ἵνα μηκέτι παρὰ μετακινητῷ πράγματι τῇ σκηνῇ <ἡ> λατρεία ἐπιτελῆται.
 [03223]  [10.39.267] Ἕκαστον <δὲ> τῶν κατὰ τὸν ναὸν ἐπὶ τὴν ἐκκλησίαν ἀνάγειν πειρασόμεθα.
 [03290]  [10.42.296] Ταῦτα δέ μοι πάντα εἴρηται ὑπὲρ τοῦ κἂν ἐν βραχείᾳ περινοίᾳ γενέσθαι ἡμᾶς τῶν κατὰ τὸν ναὸν καὶ τὸν οἶκον τοῦ θεοῦ καὶ τὴν ἐκκλησίαν καὶ τὴν Ἱερουσαλὴμ πραγμάτων, «περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος».
 [05375]  ἦν ὅτε Παῦλος ἐμίσει τὸν Ἰησοῦν, ἐμίσει δὲ αὐτὸν ὅτε ἐπόρθει καὶ ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ, καὶ ἀληθεύων γε ἔλεγεν αὐτῷ ὁ πρῶτος χρηματισμός·
 [06435]  «καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν ∆αβίδ, καὶ εἴδοσαν τὴν «ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ' [28.17.143] «αὐτῶν.
 [06586]  καὶ [28.24.215] κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας, τὴν ἐκκλησίαν·
000-00-00 Serial Number=0102267027
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00042]  σελήνην δὲ οὐ δώσουσαν «τὸ φέγγος» τὴν τῶν πονηρευομένων ἐκκλησίαν, ἐπαγγελλομένην μὲν διδόναι τὸ φῶς, τότε δὲ ἐλεγχθησομένην ἀνατραπέν των αὐτῆς τῶν δογμάτων.
000-00-00 Serial Number=0206119478
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00880]  Ἀναβιβάζωμεν οὖν μεθ' ἑαυτῶν ἐπὶ τὸ ὄρος ἔνθα καθέζεται ὁ Ἰησοῦς, τὴν ἐκκλησίαν αὐτοῦ, τοὺς βουλομένους ἀναβαίνειν ἐπ' αὐτὸ μεθ' ἡμῶν κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ῥίπτωμεν αὐτοὺς παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἵνα θεραπεύσῃ αὐτούς, ὥστε θαυμάσαι ἐπὶ τῇ τούτων θεραπείᾳ τοὺς ὄχλους.
 [01090]  οὔτε γὰρ τῆς πέτρας, ἐφ' ἧς ὁ Χρι στὸς οἰκοδομεῖ τὴν ἐκκλησίαν, οὔτε τῆς ἐκκλησίας πύλαι ᾅδου κατισχύσουσιν, ὡς οὐδὲ «ὁδὸς ὄφεως ἐπὶ πέτρας» (κατὰ τὸ ἐν Παρ οιμίαις γεγραμμένον) εὑρεθείη ἄν.
 [01091]  εἰ δέ τινος πύλαι ᾅδου κατισχύ σουσιν, οὔτε πέτρα ὁ τοιοῦτος ἂν εἴη, ἐφ' ἣν οἰκοδομεῖ Χριστὸς τὴν ἐκκλησίαν, οὔτε ἡ ὑπὸ Χριστοῦ οἰκοδομουμένη ἐπὶ τὴν πέτραν ἐκ κλησία·
 [01950]  οὐ πάν τως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται, ἀλλ' ὅ τί ποτε πείσεται ὁ τὸ πρότερον μὲν μὴ ἀκούσας μαρτύρων δὲ δεηθείς, ἢ καὶ ὁ τού των παρακούσας ἐπὶ τὴν ἐκκλησίαν δὲ ἀχθείς, ὁ θεὸς ἂν εἰδείη.
 [02256]  [14.17] Ἐπεὶ δὲ ὁ ἀπόστολος «εἰς τὸν Χριστὸν» ἐκλαμβάνει «καὶ τὴν ἐκκλησίαν» τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, λεκτέον ὅτι οὐκ ἀπέλυσεν ὁ Χριστὸς τὴν προτέ ραν (ἵν' οὕτως ὀνομάσω) γυναῖκα αὐτοῦ (τὴν προτέραν συναγωγὴν) κατ' ἄλλην αἰτίαν, τηρῶν τὸ ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, ἢ ὅτε ἐπόρνευσεν ἐκείνη ἡ γυνὴ μοιχευθεῖσα ὑπὸ τοῦ πονηροῦ καὶ μετ' ἐκείνου ἐπιβου λεύσασα τῷ ἀνδρὶ καὶ ἀποκτείνασα αὐτὸν ἐν τῷ λέγειν·
 [02261]  «ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἀπέστειλα αὐτήν;» καὶ ὁ κτίσας γε ἀπ' ἀρχῆς τὸν κατ' εἰκόνα (ὡς «ἐν μορφῇ θεοῦ ὑπάρ χων») ἄρρεν αὐτὸν ἐποίησε καὶ θῆλυ τὴν ἐκκλησίαν, ἓν τὸ κατ' εἰκόνα ἀμφοτέροις χαρισάμενος.
 [02264]  οὐ γάρ ἐστί τι ἰδίᾳ σῶμα Χριστοῦ ἕτερον παρὰ τὴν ἐκκλησίαν οὖσαν «σῶμα» αὐτοῦ «καὶ μέλη ἐκ μέρους»·
 [02265]  καὶ ὁ θεός γε τούτους τοὺς μὴ δύο, ἀλλὰ γενομένους σάρκα μίαν συνέζευξεν, ἐντελλόμενος ἵνα ἄν θρωπος μὴ χωρίζῃ τὴν ἐκκλησίαν ἀπὸ τοῦ κυρίου.
 [02758]  [15.22] Ὁ δὲ τῆς λέξεως <ὡς> οὐχ ἱκανῆς πεῖσαι μεγαλοφυῆ ἀκροα τὴν καταφρονήσας, ὡς καὶ ἄλλων λέξεων τῆς γραφῆς τὸ σεμνὸν ἐν τῇ ἀναγωγῇ ἐχουσῶν, τοιαῦτα φήσει ὅτι αὐτὸ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, δικτυδίου καταλειφθέντος καὶ πε νιχρᾶς οἰκίας καὶ ἐπιπόνου ἐν πενίᾳ βίου, οὐ πάνυ τι <μέγα ἐστὶν οὐδὲ> ἀξίως λέλεκται τοῦ τηλικούτου μα θητοῦ, ᾧ «σὰρξ καὶ αἷμα οὐκ ἀπε κάλυψεν» ὅτι Ἰησοῦς εἴη «ὁ Χρι στὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος», «ἀλλ' ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ» αὐτοῦ, καὶ ᾧ λέλεκται τὸ «σὺ εἶ ὁ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς».
 [03008]  [15.37] Ἀμπελὼν δὲ κατὰ ταύτην τὴν διήγησιν εἴη ἂν ἡ ἐκκλησία τοῦ θεοῦ, ἀγορὰ δὲ καὶ τὰ ἔξω τοῦ ἀμπε λῶνος τὰ ἔξω τῆς ἐκκλησίας, ὅθεν ὁ λόγος παραλαμβάνει τοὺς καλουμένους καὶ πέμπει ἐπὶ τὸν ἀμπελῶνα, τὴν ἐκκλησίαν.
 [03585]  [16.21] Καὶ νῦν δὲ νομίζω ἱερὸν ἐκ λίθων ζώντων οἰκοδομηθὲν εἶναι τὴν ἐκκλησίαν, καὶ εἶναι ἐν αὐτῇ τινας οὐχ ὡς ἐν ἐκκλησίᾳ ζῶντας ἀλλ' ὡς «κατὰ σάρκα» στρατευομέ νους, οἵτινες καὶ ποιοῦσι τὸν τῆς προσευχῆς ἐκ ζώντων λίθων <οἰκο δομηθέντα> οἶκον λῃστῶν διὰ τὴν αὐτῶν κακίαν σπήλαιον.
 [03591]  καὶ μᾶλλόν γε, εἴπερ εὐλόγως ἔκλαυσεν ἐπὶ Ἱερουσαλήμ, εὐλογώτερον κλαύ σεται ἐπὶ τὴν ἐκκλησίαν, οἰκοδομη θεῖσαν μὲν ἵνα οἶκος προσευχῆς ᾖ, γενομένην δὲ διὰ τὴν αἰσχροκέρ δειαν καὶ τρυφήν τινων (ἀλλ' εἴθε μὴ καὶ τῶν ἡγουμένων τοῦ λαοῦ) σπή λαιον λῃστῶν.
 [03596]  ἀλλ' εἴθε εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ πατρός, τὴν ἐκκλησίαν, τὸν οἶκον τῆς προσ ευχῆς, καταβάλοι ὁ Ἰησοῦς τὰς τῶν κολ λυβιστῶν καὶ <αἰσχροκερδῶν καὶ> φιλαργύρων τραπέζας καὶ εἰς πολ λὰ εὐτελῆ καὶ οὐδενὸς λόγου ἄξια κα τακερματιζόντων τὰ δόκιμα ἀργύρια, ἵνα βλάψωσι μὲν ἐκείνους οἷς κολλυ βίζουσιν, αὐτοὶ δὲ μὴ εἰς δέον χρή σωνται τῷ ἀργυρίῳ.
 [03619]  εἰσελθὼν γὰρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ ὅλον, τὴν πᾶσαν ἐκκλησίαν, τὴν (ἐξ οὗ συν έστη ἐκκλησία) ἐν ὀνόματι Χριστοῦ συνεστηκυῖαν μέχρι τῆς συντελείας τοῦ αἰῶνος, οὓς ἂν εὕρῃ τῷ πωλεῖν καὶ ἀγοράζειν σχολάσαν τας τῶν νομιζομένων εἶναι ἐν τῷ ἱερῷ <ὡς ἀναξίους τοῦ ἱεροῦ> τοῦ θεοῦ ἐκβαλεῖ·
 [03624]  [16.23] Εἰρημένης τοίνυν εἰς τὸ ῥητὸν τῆς ὑποπεσούσης ἡμῖν καὶ εἰς τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως, φέρε μετὰ ταῦτα ἴδωμεν εἰ δύναται καὶ οὕτω τὰ κατὰ τὸν τόπον νοηθῆναι.
 [03659]  ὅτε δὲ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ, τῷ τῆς ΥΠΑΚΟΗΣ ΟΙΚΩΙ, μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι τὴν ἐκκλησίαν καὶ ἀναπαύσασθαι τὸν Χριστὸν ἐν αὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε καὶ ἧς ἔξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ' αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐ τῇ βρώσιμον ἀλλὰ μόνον ζωῆς ἔμ φασιν·
 [04360]  καὶ νοείσθω ταῦτα γινόμενα κατὰ τὴν ἐκκλησίαν καὶ τὴν εἰς αὐτὴν εἰσαγωγὴν καὶ εἴσοδον.
 [04454]  «τὸ» γὰρ «μυστή ριον τοῦτο μέγα ἐστὶ» καὶ (ὡς Παῦλός φησιν) «εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν» ἀναφερόμενον.
000-00-00 Serial Number=0535370231
Contra Celsum Ante [Go Back]  
 [00742]  Εἰκὸς γὰρ ὅτι ἑώρα δεῖσθαι αὐτῷ ἀπολογίας τὸν περὶ Παύλου λόγον, πῶς διώξας τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ πικρῶς ἀγωνισάμενος κατὰ τῶν πιστευόντων, ὡς καὶ εἰς θάνατον παραδιδόναι ἐθέλειν τοὺς Ἰησοῦ μαθητάς, ὕστερον ἐπὶ τοσοῦτον μετεβάλετο, ὡς ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ φιλοτιμούμενον εὐαγγελίζεσθαι, ὥστε μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομεῖν, ἀλλ' ὅπου μηδὲ τὴν ἀρχὴν ἐκηρύχθη τὸ ἐν Χριστῷ εὐαγγέλιον τοῦ θεοῦ.
 [03205]  Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν·
 [04867]  Τὸ δ' ἀπορροίας ἐκκλησίας ἐπιγείου καὶ περιτομῆς τάχα ἐλήφθη ἀπὸ τοῦ ὑπό τινων λέγεσθαι ἐκκλησίας τινὸς ἐπου ρανίου καὶ κρείττονος αἰῶνος ἀπόρροιαν εἶναι τὴν ἐπὶ γῆς ἐκκλησίαν, καὶ περιτομῆς τινος ἐν καθαρσίῳ τινὶ ἐκεῖ γεγενημένης σύμβολον εἶναι τὴν ἐν τῷ νόμῳ γεγραμμένην.
 [05028]  Ἵνα δὲ προσαγάγωμεν τῇ παραδοχῇ τοῦ λεγομένου τὸν βουλόμενον ἀκολουθίαις δογμάτων ἕπεσθαι καὶ ὠφελεῖσθαι, λέγομεν ὅτι σῶμα Χριστοῦ φασιν εἶναι οἱ θεῖοι λόγοι ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ ψυχούμενον τὴν πᾶσαν τοῦ θεοῦ ἐκκλησίαν, μέλη δὲ τούτου τοῦ σώματος εἶναι ὡς ὅλου τούσδε τινὰς τοὺς πιστεύοντας·
 [05029]  ἐπείπερ ὥσπερ ψυχὴ ζῳοποιεῖ καὶ κινεῖ τὸ σῶμα οὐ πεφυκὸς ἀφ' ἑαυτοῦ κινεῖσθαι ζωτικῶς, οὕτως ὁ λόγος κινῶν ἐπὶ τὰ δέοντα καὶ ἐνεργῶν τὸ ὅλον σῶμα τὴν ἐκκλησίαν κινεῖ καὶ ἕκαστον μέλος τῶν ἀπὸ τῆς ἐκκλησίας, οὐδὲν χωρὶς λόγου πράττοντα.
 [05435]  ∆ιόπερ, ἐπεὶ Χριστὸς κεφαλή ἐστι τῆς ἐκκλησίας, ὡς εἶναι ἓν σῶμα Χριστὸν καὶ τὴν ἐκκλησίαν, τὸ μύρον ἐπὶ κεφαλῆς καταβέβηκεν ἐπὶ τὸν πώγωνα, τὰ σύμβολα τοῦ τελείου ἀνδρὸς Ἀαρών, καὶ ἔφθασε καταβαῖνον τοῦτο τὸ μύρον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ.
000-00-00 Serial Number=0812693655
De engastrimytho Ante [Go Back]  
 [00251]  καίτοι ἐκκλησίαν οὐκ οἰκοδομεῖ ὁ γλώσσῃ λαλῶν·
 [00253]  «ὁ δὲ προφη τεύων ἐκκλησίαν οἰκοδομεῖ».
 [00254]  εἰ δὲ «ὁ προφητεύων ἐκκλησίαν οἰκο δομεῖ», εἶχεν <δὲ> χάριν προφητικήν (οὐ γὰρ ἀπολωλέκει αὐτὴν μὴ ἁμαρτήσας·
 [00257]  «καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ»), εἰ τοίνυν τὸ πνεῦμα τὸ ἅγιον προφητεύει, καὶ Σαμουὴλ προφήτης ἦν, «ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ», τίνα οἰκοδομεῖ;
000-00-00 Serial Number=0622996330
De oratione Ante [Go Back]  
 [00209]  «οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ,» καὶ αἰσθόμενος τῆς ἐσομένης μου εἰς αὐτὸν εὐεργεσίας μετὰ τὰ ἐν νεότητι προφάσει θεοσεβείας πταίσματα εἴπῃ·
 [00670]  οὐ γὰρ ἄτοπον αὐτὸν μὲν εἶναι κυρίως θρόνον τοῦ πατρὸς, ἀλληγορικώτερον οὐρανὸν καλούμενον, τὴν δὲ ἐκκλησίαν αὐτοῦ γῆν ὀνομαζομένην «ὑποπόδιον» τυγχάνειν «τῶν ποδῶν αὐτοῦ.».
 [00760]  ὁ μὲν οὖν τις ἀλληγορῶν [20τὸν] οὐρανὸν καὶ φάσκων αὐτὸν εἶναι τὸν Χριστὸν, [20γῆν] δὲ τὴν ἐκκλησίαν (τίς γὰρ οὕτως <ἄξι>ος «θρόνος» τοῦ πατρὸς ὡς ὁ Χριστός;
 [00769]  ὁ δὲ θέλων [20οὐρανὸν] εἶναι τὸν σωτῆρα τὴν δὲ [20γῆν] ἐκκλησίαν, τὸν πρωτότοκον «πάσης κτίσεως,» ᾧ ὁ πατὴρ ὡς θρόνῳ ἐπαναπαύεται, φάσκων εἶ ναι τὸν [20οὐρανὸν20,] εὕροι ἂν «τὸν» «ἄνθρωπον,» ὃν ἐνεδύσατο οἰκειω θέντα ἐκείνῃ τῇ δυνάμει διὰ τὸ τεταπεινωκέναι «ἑαυτὸν» καὶ γενό μενον ὑπήκοον «μέχρι θανάτου,» λέγειν μετὰ τὴν ἀνάστασιν τό·
 [01198]  ὥστ' εἶναι ἐπὶ τῶν ἁγίων συναθροιζομένων διπλῆν ἐκκλησίαν, τὴν μὲν ἀνθρώπων τὴν δὲ ἀγγέλων.
 [01205]  ὅτι ὁ τοιοῦτος, σπανίων μὲν τῶν ὁμοίων αὐτῷ τυγχανόντων, οὐκ ἐπὶ πολὺ λήσεται τῆς τῶν ἀγγέλων προνοίας, ὑπηρεσίᾳ τοῦ θείου βουλήματος, ἐπισκοποῦντος τὴν ἐκκλησίαν, φε ρούσης εἰς γνῶσιν τῶν πολλῶν τοῦ τοιούτου τὰ πταίσματα·
 [01212]  ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.».
000-00-00 Serial Number=0952769458
De principiis Ante [Go Back]  
 [00278]  καὶ πολλοὶ τῶν νῦν Αἰγυπτίων καὶ Ἰδουμαίων τῷ Ἰσραὴλ προσελθόντες, ἐπὰν καρποφορήσωσιν ἐπὶ πλεῖον, «εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου», οὐκ ἔτι Αἰγύπτιοι καὶ Ἰδουμαῖοι εἶναι λελο γισμένοι ἀλλ' ἐσόμενοι Ἰσραηλῖται·
 [00522]  εἰ δὲ καὶ ἡ Εὔα ἐπιτέτευκται τῷ Παύλῳ εἰς τὴν ἐκκλησίαν ἀναγομένη, οὐ θαυμαστόν, τοῦ Κάιν ἐκ τῆς Εὔας γεγενημένου καὶ πάντων τῶν ἑξῆς τὴν ἀναγωγὴν ἐχόντων ἐπὶ τὴν Εὔαν, ἐκπτώματα τῆς ἐκκλησίας τυγχάνειν, πάντων ἀπὸ τῆς ἐκκλη-σίας προηγουμένῳ λόγῳ γεγενημένων.
000-00-00 Serial Number=0618906617
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00181]  σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν πότερόν ποτε, ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἢ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλή, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ καὶ πληρούμενον ὑπὸ τοῦ πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἢ ἄλλως πως δεῖ ταῦτα ἐκλαμβάνειν.
 [00182]  ἐὰν μέντοιγε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικώτερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος, τὸ δὲ θεῖον καὶ ζωοποιοῦν πᾶσαν τὴν ἐκκλησίαν ἡ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεία.
 [00623]  φιλοτιμείσθω οὖν ἕκαστος ἀνὴρ εἶναι πρὸς τὴν γυναῖκα ὡς ὁ Χριστὸς πρὸς τὴν ἐκκλησίαν, καὶ ἑκάστη πρὸς τὸν ἄνδρα ὡς ἡ ἐκκλησία πρὸς τὸν Χριστόν·
 [00626]  [ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος.] σπῖλοι δέ εἰσιν οἷον φακοὶ γινόμενοι ἐπὶ τοῦ σώματος καὶ μελανίαι καὶ ἀλφοὶ καὶ μυρμηκίαι·
000-00-00 Serial Number=0841625512
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00065]  οἷον Παῦλος μὲν οἰκίαν τὴν ἐκκλησίαν οἰκοδομεῖ μετὰ δικαιοσύνης, ὑπερῷα δὲ Τιμό θεον καὶ Λουκᾶν καὶ τοὺς τοιούτους ἐν κρίματι.
 [00275]  ἔσται δὲ καιρός, ὅτε ἀνοίγει τὴν ἐκκλησίαν.
 [00284]  οἵ τινες ἐλθόντες εἰς Σιών, τὸ Σκοπευτήριον, τὴν ἐκκλησίαν, τὴν παρὰ κυρίου θεοῦ ἡμῶν ἐκδίκησιν ἀναγγέλλουσιν.
 [00403]  [48] Ἡ Ἱερουσαλήμ, καθὰ πολλάκις εἴρηται, εἰς τὴν ἐκκλησίαν μεταλαμβάνεται, ἥτις ἐστὶ πόλις τοῦ θεοῦ οἰκοδομηθεῖσα ἐκ λίθων ζώντων, ἀφ' ἧς τις ἁμαρτάνων ἐκβάλλεται παραδιδόμενος Ναβουχο δονόσορ, τῷ σατανᾷ.
 [00540]  εἴ τις οὖν μολύνων τὴν ἐκκλησίαν ἐξέλθοι, αὐτήν τε σῴζει καὶ τὴν ψυχὴν αὐτοῦ·
000-00-00 Serial Number=0947577715
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00145]  ἐθεάσατο γὰρ ἔθνη, ἃ ἐνετείλατο ὁ θεὸς εἰς τὴν ἐκκλησίαν μὴ εἰσέρχεσθαι , πατοῦντα τὸ ἁγίασμα, ἔνθα οὐδὲ τοῖς Ἰσραηλίταις εἰσελθεῖν θέμις, μόνων ἀξιωθέντων τῶν ἱε ρέων ἐν ἐκείνῳ μετὰ τῶν οὐ τυχόντων ἁγνισμῶν γίνεσθαι τῷ χωρίῳ.
 [00151]  ἅπερ ἔθνη ἀπαγορεύει ὁ θεὸς παντελῶς εἰσιέναι εἰς τὴν ἐκκλησίαν ·
 [00558]  ἀγρὸς δὲ ὁ εὐλογημένος ὑπὸ κυρίου καὶ λίαν εὐώδης, οὗπερ ἔπνεεν Ἰακώβ, δηλοῖ Χριστοῦ τὴν ἐκκλησίαν.
 [00660]  ῥηθείη δ' ἂν καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος, ἥτις ἐστὶ θυγάτηρ τῆς πάλαι συναγωγῆς («ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ», ἐξέλιπε δὲ ταύτης ἡ ἀνομία διὰ τοῦ θείου βαπτίσματος), ἣν οὐκέτι τοῖς ἐχθροῖς παραδίδωσιν ὁ φήσας·
000-00-00 Serial Number=0994894445
Fragmenta in Psalmos Ante [Go Back]  
 [00311]  Οἰκουμένην μὲν νοήσεις τὴν ἐκκλησίαν, οἰκουμένην ὑπό τε Πατρὸς καὶ Υἱοῦ, κατὰ τό·
 [00313]  λαοὺς δὲ, τοὺς λοιποὺς παρὰ τὴν ἐκκλησίαν, η τοὺς ἐκ πε ριτομῆς.
 [00583]  Τάχα δὲ τὴν παραστᾶσαν ἐκκλησίαν αὐτῷ λέγει μονο γενῆ, μὴ εχουσαν σπῖλον η ῥυτίδα, ἐκ τῶν ἀμώμων τελείως συμπληρωμένην, ων κατὰ προκοπὴν εἰς διάφορα τάγματα διῃ ρημένην·
 [00641]  Τοὺς ελαττον φεύγοντας κατα λαμβάνει καὶ κρατεῖ, καὶ εἰς τὴν ἐκκλησίαν αὐτοὺς αγει, ινα ἐλεήσῃ καὶ οἰκήσωσιν εἰς τὸν οικον Κυρίου, εἰς μακρότητα ἡμερῶν, καὶ εἰς τὴν ἐν οὐρανοῖς ἁγίαν ἐκκλησίαν, καὶ μακρήμεροι γένωνται.
 [00971]  Ημαρτε γὰρ, οτε ἐδίωκε τὴν ἐκκλησίαν τοῦ Θεοῦ.
 [01337]  Αυτη μὲν ουν ἡ τελεία Χριστοῦ νύμφη, ης οὐκ αν ἁμάρτοις, θυγατέραν λέγων τὴν ἐπὶ γῆς ἐκκλησίαν.
 [01351]  Θυγατέρα δὲ κα λοῦσιν τὴν ἐκκλησίαν, ατε δὴ αὐτὴν προ κοσμιθεῖσαν τῷ οὐρανίῳ νυμφίῳ.
 [01352]  Θεοῦ γὰρ γεγόνασιν συνεργοὶ Θεοῦ διάκονοι, καταλ λάσσοντες αὐτῷ διὰ τῆς πίστεως τὴν ὑπ' οὐ ρανῶν, τὴν ἐξ ἐθνῶν, φησὶν, ἐκκλησίαν·
 [01365]  Προ τρεπόμενος ουν εἰς ὑπακοὴν τὴν ἐκκλησίαν ὁ λόγος, καὶ θυγάτηρ, φησὶ, Τύρου ηξει μετὰ δώρων, καὶ τὸ σὸν πρόσωπον δὲ πλου σίοι τοῦ λαοῦ λιτανεύσουσιν ἐν δώροις, οὐ γὰρ αὐτὴν προσκυνοῦσιν, ἀλλὰ τὴν κεφαλὴν αὐτῆς, ος ἐστιν ὁ Χριστὸς ον νῦν καταση μαίνει.
 [01752]  εἰ γὰρ ησαν ἐξ ἀνθρώπων ἀφανισ θέντες, μηδαμοῦ μηδαμῶς ἐν ζωῇ οντες, οὐκ αν ειδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ' αν εγ νωσαν ἀνθοῦσαν τὴν ἐμὴν ἐκκλησίαν.
 [01753]  ∆ια σκόρπισον τοίνυν αὐτοὺς ἁπανταχῆ γῆς, εν θα μέλλει καὶ ἡ ἐκκλησία συνίστασθαι, ο πως βλέποντες τὴν ὑπ' ἐμοῦ θεμελιωθεῖσαν ἐκκλησίαν, εἰς ζῆλον ερχοιντο θεοσεβείας.
 [01918]  Οικον Θεοῦ τὴν ἐκκλησίαν ἐπιστέλλων ὁ Παῦλος Τιμοθέῳ καλεῖ.
 [01986]  καν ελθῃς ἐπὶ τὴν Χριστοῦ παρου σίαν, μέλι μὲν οψῃ τὴν ἐκκλησίαν·
 [02047]  [Νόει] ὀρφανοὺς τὰ εθνη, ὡς μὴ εχοντα τὸν Θεὸν πατέρα, χήραν δὲ τὴν ἐκκλησίαν, ὡς μὴ λαβοῦσαν ανδρα τὸν Χριστὸν, τούτων γὰρ ενεκεν καὶ ἀπόθανεν.
 [02195]  σκεύη δὲ ψαλμοῦ, δι' ων υμνους ἀναπέμπει Χριστὸς τῷ Πατρὶ, οἱ καθ' ἑκάστην ἐκκλησίαν λαοὶ, ων ηρμοσε τὰς ψυχὰς, παραστήσας αὐτοῖς τὴν ἀλήθειαν, ἀλλ' οὐ τύπους καὶ σύμβολα νομικὰ, γλῶσσαν εχων καὶ χείλη τοὺς αὐ τῶν διδασκάλους.
 [02408]  Νόει νῦν τὸ μὲν πλῆθος τὴν ἐκκλησίαν ειναι, τὴν ἀπὸ ἐθνῶν κεκλη μένην καὶ ὑπακούσασαν τῷ καλέσαντι·
 [02755]  Οιδα κατὰ τροπολογίαν πολλοὺς ποτα μοὺς Αἰγύπτου ἐναντίους Χριστῷ, τῷ ἀληθι νῷ ποταμῷ, ου τὰ ὀμβρήματα τὴν ἐκκλησίαν εὐφραίνει·
 [03050]  ὁ δὲ Θεὸς ἀεὶ εθνος ἐπὶ γῆς ἑαυτῷ καταρτίζων, καὶ μετὰ τὴν τοῦ προτέρου λαοῦ πτῶσιν, τὴν ἐξ ἐθνῶν ἐκκλησίαν συνεστήσατο, τὸ καινὸν καὶ νέον εθνος, τὸ καθόλου τῆς οἰ κουμένης.
 [03614]  Αλλοι δὲ οἰήσονται χιτῶνα καὶ ζώνην ειναι τὴν δύναμιν, οἰκουμένην δὲ στερεωθεῖσαν ὑ πὸ τοῦ βασιλεύσαντος Κυρίου, καὶ μὴ σαλευ θεῖσαν νομίζω ειναι τὴν ἐκκλησίαν.
 [03637]  Ποταμοὺς δὲ [νόει] τοὺς ἱεροὺς ἀποστό λους καὶ τοὺς εὐαγγελιστὰς, οἱ τὴν τοῦ Θεοῦ ἐκκλησίαν τοῖς πνευματικοῖς κατηύφραναν νάμασι·
 [03781]  Εθεμε λίωσε γὰρ ἐπὶ τὴν πέτραν τὴν ἐκκλησίαν, καὶ πύλαι ᾳδου οὐ κατισχύουσιν αὐτῆς.
 [03924]  Πύλας τοῦ Κυρίου τὴν ἐπὶ γῆς ἐκκλησίαν φησιν, ἐν ῃ ἐξομολογεῖσθαι δεῖ πρότερον ἐξαγγέλλοντας τὰ ἁμαρτήμα τα, τάς τε εἰς ἡμᾶς γενομένας ἀφηγεῖσθαι εὐεργεσίας.
 [06635]  Τὴν ἐξ ἀμφοτέρων τῶν λαῶν ἐκκλησίαν φησὶν, εργα δὲ αὐτοῦ α πεποίη ται ἐν τῇ οἰκονομίᾳ.
000-00-00 Serial Number=0694924235
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00604]  «Ἡρμοσάμην ὑμᾶς «ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ χριστῷ», νύμφην λέγων τὴν ὅλην ἐκκλησίαν, τυγχάνουσαν ἁγνὴν παρθένον διὰ τὴν τῶν δογ μάτων καὶ ἠθῶν ὀρθότητα.
000-00-00 Serial Number=0256394923
Homiliae in Lucam Ante [Go Back]  
 [00053]  οὕτω γὰρ καὶ ὁ Χριστὸς «παρέστη σεν ἑαυτῷ τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα», οὐχ ὅτι οὐδέποτε ἐσπίλωται ὁ ἐκκλησιαστικὸς ἢ γέγονεν ἐν ῥυτίδι τοῦ «παλαιοῦ ἀνθρώπου», ἀλλὰ ὅτι οὐκ ἔχει ἔτι «ῥυτίδα».
 [00377]  Οἷον γὰρ κοινωνοί εἰσι τοῦ ἔργου ἀμφότεροι ἐπίσκοποι, ὁ νοητὸς λέ γω δὴ ὁ ἄγγελος ὁ πεπιστευμένος τὴν ἐκκλησίαν καὶ ὁ αἰσθητός.
 [00756]  [34.194] πανδοχεῖον δὲ καὶ τὴν ἐκκλησίαν φησί, τὴν πάντων γενομένην δεκτι κὴν καὶ χωρητικήν·
000-00-00 Serial Number=0024802685
In Jeremiam Ante [Go Back]  
 [01355]  Μετέβησαν οἱ ἀρχιτέκτονες, ἦλθον ἐπὶ τὴν ἐκκλησίαν, ἔθηκαν τὸν θεμέλιον Ἰησοῦν Χριστόν·
 [01700]  Παῦλος εἶχε τὴν ὕλην τοῦ ἐπαίρεσθαι αὐτὸν διὰ τὰς ὀπτασίας, διὰ τὰ ὁράματα, διὰ τὰ τέρατα καὶ σημεῖα, διὰ τοὺς καμάτους οὓς ἔκαμεν ὑπὲρ Χριστοῦ, διὰ τὰς ἐκκλησίας ἃς ἔπηξε φιλοτιμούμενος, ὅπου μὴ ὠνομάσθη Χριστός, θεμελιοῦν ἐκκλησίαν.
 [02023]  ἐὰν ἴδῃς μοι τοὺς πανταχοῦ μάρτυρας δικαζομένους <καὶ> καθ' ἑκάστην ἐκκλησίαν παρισταμένους τοῖς δικασταῖς, ὄψει τίνα τρόπον Ἰησοῦς Χριστὸς ἐν ἑκάστῳ τῶν μαρτύρων δικάζεται·
 [02169]  ὥσπερ καὶ ἐπὶ τοῦ παρόντος ἔδει † γενέσθαι τοιοῦτον εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ.
 [02200]  καταλέλοιπε γὰρ ὁ λόγος τοῦ θεοῦ τὸ Ἰουδαίων συνέδριον καὶ ἄλλο συνέδριον καὶ ἐκκλησίαν ἑαυτῷ πεποίηκε τὴν ἀπὸ τῶν ἐθνῶν.
000-00-00 Serial Number=0048619926
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00019]  Ἤγουν «ἄδυτον» τὴν ἀξιέραστον λέγει ψυχὴν ἢ ἐκκλησίαν ἢ τὸ ἡγεμονικὸν τοῦ Χριστοῦ, εἰς ὃ Παῦλος εἰσελ θὼν ἔφη·
 [00056]  Ἁρμόσει δὲ καὶ πρὸς τὴν ἐκκλησίαν ὁ λόγος.
000-00-00 Serial Number=0927546620
Philocalia Ante [Go Back]  
 [00052]  ὧν οἱ θεόπνευστοι κήρυκες διὰ τῆς οἰκείας πανσόφου διδασκαλίας, κατὰ τὸ δεδομένον αὐτοῖς ἄνωθεν τῆς διακριτικῆς δυνάμεως πτύον, τοῦ ἀχύρου τὸν σῖτον ἀποκαθάραντες, τὸν μὲν εἰς τὴν καλὴν ἀποθήκην τὴν ἐκκλησίαν εἰσήγαγον, τὸ δὲ τῷ πυρὶ παραδεδώκασι τῷ ἀσβέστῳ, κἂν Ὠριγένης μὴ βούληται.
 [00486]  εἰ δὲ καὶ ἡ Εὔα ἐπιτέτευκται τῷ Παύλῳ εἰς τὴν ἐκκλησίαν ἀναγο μένη, οὐ θαυμαστὸν, τοῦ Κάιν ἐκ τῆς Εὔας γεγενημένου, καὶ πάντων τῶν ἑξῆς τὴν ἀναγωγὴν ἐχόντων ἐπὶ τὴν Εὔαν, ἐκτυπώματα τῆς ἐκκλησίας τυγχάνειν·
 [02494]  καὶ πολλοὶ τῶν νῦν Αἰγυπτίων καὶ Ἰδουμαίων τῷ Ἰσραὴλ προσελθόντες, ἐπὰν καρποφορήσωσιν ἐπὶ πλεῖον, εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου, οὐκ ἔτι Αἰγύπτιοι καὶ Ἰδουμαῖοι εἶναι λελογισμένοι ἀλλ' ἐσόμενοι Ἰσραηλῖται·
000-00-00 Serial Number=0627131283
Selecta in Psalmos Ante [Go Back]  
 [03626]  Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω, κ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»