0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐσθίειν [56]


000-00-00 Serial Number=0195139945
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00167]  εἰ δέ τις τὰ ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλομένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν ὡς ἐν ἑνὶ τόπῳ θύεθαι τὸ πάχα προσέταξεν ὁ θεός, τούτου δὲ μὴ ἱσταμένου νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν.
000-00-00 Serial Number=0100657463
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00695]  [1.37.267] Ὥσπερ τοίνυν παρὰ τὴν ἐνέργειαν ἐκ τοῦ φωτίζειν τὸν κόσμον, οὗ φῶς ἐστι, «φῶς κόσμου» προσαγορεύεται, καὶ παρὰ τὸ ποιεῖν ἀποτίθεσθαι τὴν νεκρό τητα τοὺς γνησίως αὐτῷ προσιόντες καὶ ἀναλαμβάνειν καινότητα ζωῆς ἀνισταμένους «ἀνάστασις» καλεῖται, καὶ παρ' ἑτέραν πρᾶξιν ποιμὴν καὶ διδάσκαλος καὶ βασιλεύς, βέλος τε ἐκλεκτὸν καὶ δοῦλος, πρὸς τούτοις παράκλητος καὶ ἱλασμὸς καὶ ἱλαστήριον, οὕτως καὶ λόγος, καὶ πᾶν ἄλογον ἡμῶν περιαιρῶν καὶ κατὰ ἀλήθειαν λογικοὺς κατασκευάζων, πάντα εἰς δόξαν θεοῦ πράττοντας μέχρι τοῦ ἐσθίειν καὶ τοῦ πίνειν, εἰς δόξαν θεοῦ ἐπιτελοῦντας διὰ τὸν λόγον καὶ τὰ κοινότερα καὶ <τὰ> τελειότερα τοῦ βίου ἔργα.
 [02424]  [6.57.294] Τῆς γὰρ Ἰησοῦ μόνου φιλανθρωπίας ἦν μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίειν καὶ πίνειν, καὶ παρέχειν ἑαυτοῦ τοὺς πόδας τοῖς δακρύοις τῆς μετανοούσης ἁμαρτωλοῦ, καὶ μέχρι θανάτου καταβαίνειν ὑπὲρ ἀσεβῶν, οὐχ ἁρπαγμὸν ἡγουμένου τὸ εἶναι ἴσα θεῷ, καὶ κενοῦν ἑαυτὸν τὴν τοῦ δούλου λαμβάνοντος μορφήν.
 [02793]  [10.18.106] Ἀρκτέον δὲ ἐν τῷ ἐσθίειν ἀπὸ τῆς κεφαλῆς, τουτέστιν τῶν κορυφαιοτάτων καὶ ἀρχικῶν δογ μάτων περὶ τῶν ἐπουρανίων, καὶ καταληκτέον ἐπὶ τοὺς πόδας, τὰ ἔσχατα τῶν μαθημάτων τὰ ζητοῦντα περὶ τῆς τελευταίας ἐν τοῖς οὖσιν φύσεως, ἤτοι τῶν ὑλικωτέρων ἢ τῶν καταχθο νίων ἢ τῶν πονηρῶν πνευμάτων καὶ ἀκαθάρτων δαιμονίων.
 [03949]  [13.34.223] Ἔτι μὴν ἐν τῇ Γενέσει εἰς τὸν παράδεισον τῆς τρυφῆς τίθεται τὸν ἄνθρωπον ὁ θεὸς νόμους περὶ τοῦ ἐσθίειν τάδε τινὰ καὶ μὴ ἐσθίειν τάδε διδούς.
000-00-00 Serial Number=0644786060
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00482]  Καί εἰσιν, οἶμαι, μέχρι τοῦ δεῦρο καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ πλήρεις κόφινοι δώδεκα τῶν κλασμάτων ἄρτου ζῶντος, οὓς μὴ δύνανται οἱ ὄχλοι ἐσθίειν, παρὰ τοῖς τῶν ὄχλων κρείττοσι μαθηταῖς τοῦ Ἰησοῦ.
 [00616]  Ἡμεῖς δὲ οὐ κατὰ τὴν τῶν παρ' ἐκείνοις πρεσβυτέρων παράδοσιν, ἀλλὰ κατὰ τὸ εὔλογον καθαίρειν πειρώμεθα ἑαυτῶν τὰς πράξεις καὶ οὕτως τὰς τῶν ψυχῶν νίπτεσθαι χεῖρας, ὅταν μέλλωμεν ἐσθίειν οὓς αἰτοῦμεν ἀπὸ τοῦ φίλου ἡμῖν θέλοντος εἶναι Ἰησοῦ «τρεῖς ἄρτους»·
 [00768]  Πολλὰ δ' ἂν καὶ περὶ αὐτοῦ λέγοιτο τοῦ λόγου, ὃς γέγονε «σὰρξ» καὶ «ἀληθινὴ βρῶσις», ἥντινα ὁ φαγὼν πάντως «ζήσεται εἰς τὸν αἰῶνα», οὐδενὸς δυναμένου φαύλου ἐσθίειν αὐτήν·
 [00769]  εἰ γὰρ οἷόν τε ἦν ἔτι φαῦλον μένοντα ἐσθίειν τὸν γενόμενον σάρκα λόγον, ὄντα καὶ ἄρτον ζῶντα, οὐκ ἂν ἐγέγραπτο ὅτι «πᾶς ὁ φαγὼν τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα».
 [00786]  ἀλλά, εἰ δεῖ τολμήσαντα εἰπεῖν, κοινοῖ τὸ ἀνίπτῳ καρδίᾳ ὁτιποτοῦν φαγεῖν, ὃ πέφυκε τὸ ἡγεμονικὸν ἡμῶν ἐσθίειν.
 [00844]  Ζητήσαι δ' ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ τέκνα ἐσθίειν ἄρτους καὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, <ὡς> οὐχ οἷόν τε κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ' ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια.
 [00854]  ὁμοίως δὲ καὶ ἀλογωτέρα προαίρεσις παρὰ τὸ τοῦ λόγου ἠμεληκέναι ἐπιστρέφει ποτὲ εἰς τὸ λογικὴ εἶναι, ὡς τό ποτε κυνίδιον, τὸ ἀγαπῶν ἐσθίειν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτοῦ, ἥκειν εἰς κατάστασιν τέκνου.
 [00990]  ἦν γάρ τι φύραμα διδασκαλίας καὶ ζύμης ἀληθῶς παλαιᾶς, τῆς κατὰ τὸ ψιλὸν γράμμα καὶ διὰ τοῦτο οὐκ ἀπηλλαγμένης τῶν ἀπὸ κακίας, ὅπερ παρεῖχον Φαρισαῖοι καὶ Σαδδουκαῖοι ἀφ' ἧς οὐ βούλεται Ἰησοῦς ἐσθίειν ἔτι τοὺς ἰδίους μαθητὰς ποιήσας αὐτοῖς «νέον» καὶ πνευματικὸν «φύραμα», ἑαυτὸν παρασχὼν (τοῖς ἀπο στᾶσι τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ προσ εληλυθόσιν αὐτῷ) ἄρτον ζῶντα ἐξ οὐρανοῦ καταβεβηκότα καὶ ζωὴν διδόντα «τῷ κόσμῳ».
 [01007]  «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», οὐ δυνάμεθα «νη στεύειν» οὐδὲ ἀπορεῖν τροφῆς, ὡς διὰ τὴν ἀπορίαν αὐτῆς ζητεῖν κἂν παρὰ Φαρισαίων καὶ Σαδδουκαίων τῆς ἀπηγορευμένης ζύμης λαμβάνειν καὶ ἐσθίειν.
 [01369]  εἶθ' ὥσπερ ἔστιν ἐπὶ τῶν κοινοτέρων τροφῶν ποτὲ μὲν αὐτῶν γεύσασθαι μόνον, ποτὲ δὲ ἐπὶ πλεῖον αὐτῶν ἐσθίειν, οὕτω καὶ ἐπὶ τούτων τῶν ἄρτων ὁ μέν τις ἐνδεεστέρως ἐσθίει γευό μενος αὐτῶν, ὁ δὲ καὶ ἐμφορεῖται, ἀγαθὸς μὲν ὢν ἢ ὁδεύων ἐπὶ τὸ ἀγαθὸς εἶναι τοῦ ζῶντος ἄρτου καὶ ἐξ οὐρανοῦ καταβεβηκότος, μοχθη ρὸς δὲ τοῦ νεκροῦ ἄρτου, ὅς ἐστιν ὁ θάνατος.
 [03178]  κατὰ γὰρ τὸ ἐσθίειν τὸν Χριστόν, ἐν τῷ ποιεῖν «τὸ θέλημα τοῦ πέμψαντος» αὐτὸν καὶ τελειοῦν ἐκείνου «τὸ ἔργον», τὸ καὶ πίνειν <αὐτόν ἐστιν, ἐν τῷ νοεῖν> «τὸ θέλημα τοῦ πέμψαντος» αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὴν γνῶσιν.
 [03719]  καὶ εἰς ταῦτα δὲ νόησόν τινα τὰ τῆς πί στεως ἐπαγγελλόμενον καὶ οἰόμε νον ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐσθίειν καὶ πίνειν καὶ τὸν Ἰησοῦν «ἐν ταῖς πλατείαις» τῆς ψυχῆς αὐτοῦ δεδιδα χέναι.
 [04474]  καὶ ὥσπερ πλα νῶνται οἱ διὰ τὸ μὴ τροπολογεῖν τὰ προφητικὰ οἰόμενοι μέλλειν ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἐσθίειν καὶ πί νειν σωματικὰ βρώματα <καὶ πό ματα>, ἐπεὶ <καὶ> αἱ λέξεις τῶν <προφητικῶν> γραφῶν τοιαῦτα πε ριέχουσιν, οὕτως καὶ τὰ περὶ γάμων γεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν τηροῦντες ἐπὶ τοῦ ῥητοῦ καὶ οἰόμενοι συνουσίαις ἡμᾶς καὶ τότε χρήσεσθαι, δι' ἃς οὐδὲ σχολάζειν ἐστὶ «τῇ προσ ευχῇ» δυνατὸν ἐν μολυσμῷ πως ὄντων καὶ ἀκαθαρσίᾳ τινὶ τῶν χρω μένων ἀφροδισίοις.
000-00-00 Serial Number=0167856812
Contra Celsum Ante [Go Back]  
 [04046]  ὅσιον γὰρ παρὰ τοῖσδε μὲν σέβειν κροκόδειλον καὶ ἐσθίειν τῶν παρ' ἄλλοις τι προσκυνουμένων, καὶ ὅσιον ἑτέροις τὸ σέβειν τὸν μόσχον, καὶ παρ' ἄλλοις τὸν τράγον νομίζειν θεόν.
 [04310]  Ἀλλ' ἐπεὶ οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, καὶ βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ, οὐ μέγα φρονοῦμεν μὴ ἐσθίοντες οὐδ' ἀπὸ γαστριμαργίας ἥκομεν ἐπὶ τὸ ἐσθίειν.
 [05587]  Τί γὰρ ἄλλο ἦν θεῷ τὸ προβάτων σάρκας ἐσθίειν καὶ χολὴν ἢ ὄξος πίνειν πλὴν σκατοφαγεῖν;
 [06118]  Ἔστω τι ὑγιεινὸν βρῶμα καὶ ἰσχύος τοῖς ἐσθίουσιν ἐμποιητικόν, τοῦτο δὲ οὕτως μὲν σκευασθὲν καὶ τοιοῖσδε ἡδύσμασιν ἀρτυθὲν λαμβανέτωσαν οὐχ οἱ μὴ μαθόντες ἄγροικοι καὶ ἐν ἐπαύλεσιν ἀνατεθραμμένοι καὶ πένητες τὰ τοιάδε ἐσθίειν ἀλλ' οἱ πλούσιοι καὶ ἁβροδίαιτοι μόνοι·
 [06119]  οὐκ ἐκείνως δὲ καὶ ὡς δοκεῖ τοῖς νομιζομένοις καθαριωτέροις σκευασθέν, ἀλλ' ὡς μεμαθήκασιν ἐσθίειν οἱ πένητες καὶ οἱ ἀγροικότεροι καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων, ἐσθιέτωσαν μυριάδες ὅλαι.
 [06450]  Πολὺ δ' ἂν εἴη νῦν λέγειν, διὰ τί αἱ κατὰ τὸν τοῦ θεοῦ νόμον ἑορταὶ ἄρτον κακώσεως διδάσκουσιν ἐσθίειν ἢ ἄζυμα μετὰ πικρίδων, ἢ διότι φασί·
 [06509]  Εἶτ' ἐπεὶ ἔχει τινὰ ἀσάφειαν ταῦτα, εἰ μὴ τύχοι διαρθρώσεως, Ἔδοξε τοῖς τοῦ Ἰησοῦ ἀποστόλοις καὶ τοῖς ἐν Ἀντιοχείᾳ συναχθεῖσιν ἐπὶ τὸ αὐτὸ πρεσβυ τέροις καί, ὡς αὐτοὶ οὗτοι ὠνόμασαν, καὶ τῷ ἁγίῳ πνεύματι γράψαι τοῖς ἀπὸ τῶν ἐθνῶν πιστεύουσιν ἐπιστο λήν, μόνα <τά>, ὡς ὠνόμασαν, ἐπάναγκες ἀπαγορεύουσαν ἐσθίειν·
 [06519]  ἀφεκτέον γὰρ τοῦ ἐσθίειν κατὰ γαστριμαργίαν ἢ κατὰ τὸ ἄγεσθαι ὑφ' ἡδονῆς χωρὶς τῆς εἰς ὑγείαν τοῦ σώματος καὶ θεραπείαν αὐτοῦ προθέσεως.
000-00-00 Serial Number=0319774926
De oratione Ante [Go Back]  
 [00186]  ἄλλως τε καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιστήσας τις ὁράτω, εἰ μὴ ἀναιδῶς ἐρεῖ μὴ αὐτὸς θέλειν καὶ μὴ αὐτὸς ἐσθίειν καὶ μὴ αὐτὸς περιπατεῖν μηδὲ αὐτὸς συγκατατίθεσθαι καὶ παραδέχεσθαι ὁποῖα δή ποτε τῶν δογμάτων μηδὲ αὐτὸς ἀνανεύειν πρὸς ἕτερα ὡς ψευδῆ.
000-00-00 Serial Number=0138129473
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00714]  ἑτοιμότητος γὰρ καὶ τὸ ἐσθίειν μετὰ πουδῆ καὶ τὸ ὑποδεδεμένον ἐσθίειν, ἵνα ἰσχυροποιηθέντες ὑπὸ τῶν τροφῶν ὁδεῦσαι δυνηθῶσιν.
000-00-00 Serial Number=0548239172
Fragmenta in Psalmos Ante [Go Back]  
 [00622]  Κἀγὼ διαθήσομαι ὑμῖν δια θήκην, ἐσθίειν καὶ πίνειν ἑπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ.
 [01008]  Αἱ ἑορταὶ τοῦ Θεοῦ αρτον κακώσεως λέ γουσι δεῖν ἐσθίειν·
000-00-00 Serial Number=0659890056
In Jeremiam Ante [Go Back]  
 [01450]  χρονίζει μου ὁ κύριος ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.».
 [02217]  τί βούλεται ὁ λόγος λέγων ὅτι δεῖ τὸν ἑορτάζοντα τῷ θεῷ «ἄζυμα ἐπὶ πικρίδων» ἐσθίειν, κατανοητέον.
 [02536]  «ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπο λείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους».
000-00-00 Serial Number=0486497462
In Jesu Nave homiliae Ante [Go Back]  
 [00139]  Ἰστέον μέντοι γε, ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολ λάκις γίνεται ἡ ὠφέλεια, οἷον πολλάκις τροφήν τινα διατασσόμεθα ἐσθίειν ὀξυδερκικὴν καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν αἰσθανόμεθα, ὅτι ὠφελούμεθα τὸν ὀφθαλμόν, ἀλλ' ἡμέρας διαγενομένης δευτέρας καὶ [420] τρίτης ἡ ἀνάδοσις τῆς τροφῆς τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πιστεῦσαι, ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα.
000-00-00 Serial Number=0959495068
Philocalia Ante [Go Back]  
 [00955]  ἰστέον μέντοι γε ὅτι καὶ ἀνεπαισθήτως ἡμῶν πολλάκις γίνεται ἡ ὠφέλεια, οἷον πολλάκις τροφήν τινα διατασ σόμεθα ἐσθίειν ὀξυδερκικὴν, καὶ οὐ δήπου ἐν τῷ ἐσθίειν αἰσθανόμεθα ὅτι ὠφελούμεθα τὸν ὀφθαλμὸν, ἀλλ' ἡμέρας διαγενομένης δευτέρας καὶ τρίτης, ἡ ἀνάδοσις τῆς τροφῆς τῆς ὠφελούσης τὸν ὀφθαλμὸν ποιεῖ ἡμᾶς τῇ πείρᾳ πι στεῦσαι, ὅτι τὸν ὀφθαλμὸν ὠφελήμεθα.
 [01143]  ἔστω τι ὑγιεινὸν βρῶμα καὶ ἰσχύος τοῖς ἐσθίουσιν ἐμποιητικὸν, τοῦτο δὲ οὕτω μὲν σκευασθὲν καὶ τοιοῖσδε ἡδύσμασιν ἀρτυ θὲν λαμβανέτωσαν οὐχ οἱ μὴ μαθόντες ἄγροικοι καὶ ἐν ἐπαύλεσιν ἀνατεθραμμένοι καὶ πένητες τὰ τοιάδε ἐσθίειν, ἀλλ' οἱ πλούσιοι καὶ ἁβροδίαιτοι μόνοι·
 [01144]  οὐκ ἐκείνως δὲ καὶ ὡς δοκεῖ τοῖς νομιζομένοις καθαριωτέροις σκευασθὲν, ἀλλ' ὡς μεμαθήκασιν ἐσθίειν οἱ πένητες καὶ οἱ ἀγροικότεροι καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων, ἐσθιέτωσαν μυριάδες ὅλαι.
 [02539]  ὅσιον γὰρ παρὰ τοῖσδε μὲν σέβειν κροκόδειλον καὶ ἐσθίειν τῶν παρ' ἄλλοις τι προσκυνουμένων·
 [03386]  διὰ τὰ μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετὰ τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν ἡμᾶς μέλλειν τὰ τοιάδε βρώματα καὶ πίνειν, τινὲς δὲ καὶ τεκνοποιεῖν.
000-00-00 Serial Number=0369542778
Philocalia sive Ecloga Ante [Go Back]  
 [00539]  ∆ιὰ τὰ μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετὰ τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν ἡμᾶς μέλλειν τὰ τοιάδε βρώματα καὶ πίνειν, τινὲς δὲ καὶ τεκνοποιεῖν.
000-00-00 Serial Number=0589778066
Scholia in Lucam Ante [Go Back]  
 [00760]  οὔτε ἀντὶ ἰχθύος ὄφιν, ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες.
000-00-00 Serial Number=0765436947
Scholia in Matthaeum Ante [Go Back]  
 [00056]  οὔτε ἀντὶ ἰχθύος ὄφιν, ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθὺν ἐσθίειν Αἰθίοπες.
000-00-00 Serial Number=0166866064
Selecta in Ezechielem Ante [Go Back]  
 [00194]  Ὅσον μὲν οὖν ἐχρῆν ἡμᾶς ἐπὶ τοῖς ἁμαρτή μασιν ἐν βολβίτοις τῆς κόπρου ἀνθρωπίνης ἐσθίειν τὸν τοιοῦτον ἄρτον·
 [00232]  Ὅτι δὲ κεῖται τὸ ἐσθίειν τὰς σάρκας τινὸς ἐπὶ τοσαύτης ἀκαταστασίας καὶ στάσεως, ἔστι μαθεῖν ἐκ τοῦ κʹ ψαλμοῦ·
000-00-00 Serial Number=0864861429
Selecta in Genesim Ante [Go Back]  
 [00112]  ν καρπὸν δι' ὑπομονῆς ἐσθίειν, κατὰ τὸ εἰ ρημένον·
000-00-00 Serial Number=0001527190
Selecta in Psalmos Ante [Go Back]  
 [01445]  διὰ τὰ μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετὰ τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν ἡμᾶς μέλλειν τὰ τοιάδε βρώματα, καὶ πίνειν·
 [03430]  «Κἀγὼ θήσομαι ὑμῖν ∆ιαθήκην, ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ.».
 [03690]  μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν.
 [03691]  Ἢ τὰς σάρκας ἡμῶν λέγον ται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα.
 [06359]  Φασὶ, τοὺς λέοντας, ἐπει δάν τινος ἐπιλάβωνται ζώου, ῥοφεῖν τε τὸ αἷμα, καὶ ἁρπακτικῶς ἐσθίειν τὸ προσπεσὸν, καὶ μάλιστα τὰ κυριώτερα τῶν μελῶν, τὰ δὲ περιττὰ καταλιμπάνειν·
 [06360]  ταῦτα δὲ τὰς ἀλώπεκας εὑρούσας ἐσθίειν·
 [07595]  Τὸ «ἐσθίειν» ἐνταῦθα τὸ «γινώσκειν» σημαίνει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»