0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἤπερ [85]


000-00-00 Serial Number=0218740821
Commentarii in Genesim Ante [Go Back]  
 [00224]  Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων, καὶ αὐτῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν.
000-00-00 Serial Number=0752816260
Commentarii in Romanos Ante [Go Back]  
 [00177]  ∆οκεῖ δή μοι οἰκειότερον εἶναι | τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι' οὗ», καὶ προσεχέστερον τὸ «ἔκ τινος» τῷ «ἐξ οὗ» ἤπερ τὸ «διά τινος» τῷ «δι' οὗ».
 [00205]  [4,] [1] [8]] «Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπά τορα ἡμῶν κατὰ σάρκα;» δύο προειπὼν εἶναι νόμους, ὧν τὸν μὲν ἕτερον νόμον ἔργων ὠνόμασεν, τὸν δὲ ἕτερον νόμον πίστεως, καὶ φήσας ἐκκεκλεῖσθαι τὴν καύχησιν οὐ διὰ τοῦ νόμου τῶν ἔργων ἀλλὰ διὰ τοῦ νό|μου τῆς πίστεως καὶ τούτοις ἐπαγαγὼν ὡς ἄρα δύνασθαι δὲ πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων νόμου *** δεύτερον δὲ περὶ τοῦ Ἀβραὰμ παριστὰς ὅτι ἐκ πίστεως μᾶλλον ἐδικαιώθη ἤπερ ἐξ ἔργων *** οὐδὲν ἧττόν φησιν αὐτὸν κατορθῶσαι τὰ ἔργα ὡς φιλοῦντα παρακολουθεῖν τῇ ἀξίᾳ δικαιώσεως πί[σ]τει *** καθ' ὅλον δὲ τοῦτον | τὸν τόπον δύο ἔοικεν ὑποβάλλειν δικαιώσεις <ὧν> τὴν μὲν ἑτέραν ἐξ ἔργων ὠνόμασεν, τὴν δὲ λοιπὴν ἐκ πίστεως ····θαι ἀπὸ νόμου Θεοῦ *** ἡμεῖς δέ φαμεν ὅτι ·η·[······]·ς ἀνθρώπους ἔχει καύ χημα ὁ ἐξ ἔργων δικαιούμενος [·····] πᾶσαν λογικὴν φύσιν τὴν ἔξω [180] τοιούτων σωμάτων [·····]αν εἴη ὁ τελεί|ως προνοῶν καλὰ τοῦ Θεοῦ μὲν ἐνώπιον ἐν πίστ[ει ἣν λο]γίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, ἀνθρώπων δὲ ἐνώπιον καὶ τῶν λοιπῶν λ[ο]γικῶν φύσεων ἐξ ἔργων ἀφ' ὧν δίκαιον ἀποφαίνουσιν τὸν ποιητὴν καὶ μόνοι ἄλλοθεν μὴ δυνάμενοι δικαιοῦν τινα *** δικαιοσύνην οὖν ἀσκητέον συνέντας ὅτι ἡ ζωὴ δικαίῳ καὶ οὐκ ἄλλῳ τινὶ γίνεται προσπα|ραλαμβάνοντι τῇ δικαιοσύνῃ τὴν εἰς Θεὸν πίστιν τὴν ε··
000-00-00 Serial Number=0831925392
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00502]  τάχα δὲ καὶ ὅτε ἁμαρτάνομεν βασιλευούσης τῆς ἁμαρτίας ἐν τῷ θνητῷ ἡμῶν σώματι οὐδὲν ἄλλο ἐσμὲν ἤπερ τὸ θνητὸν σῶμα καὶ άρκε·
000-00-00 Serial Number=0238091648
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00481]  [1.26.168] Ζητῶ δὲ εἰ ταὐτόν ἐστι τὸ «φῶς τοῦ κόσμου» τῷ «φωτὶ τῶν ἀνθρώπων», καὶ ἡγοῦμαι πλείονα δύναμιν παρί στασθαι τοῦ φωτὸς ὅτε «φῶς τοῦ κόσμου» προσαγορεύεται ἤπερ «φῶς τῶν ἀνθρώπων»·
 [01543]  [6.2.9] Ἔπειτα τοῦ ἐχθροῦ πικρότατα ἡμῶν καταστρατευσαμένου διὰ τῶν καινῶν αὐτοῦ γραμμάτων τῶν ἀληθῶς ἐχθρῶν τῷ εὐαγγελίῳ καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἀνέμους τῆς πονηρίας καθ' ἡμῶν ἐγείραντος, στῆναι μᾶλλόν με πρὸς τὸν ἀγῶνα παρεκάλει ὁ λόγος καὶ τηρῆσαι τὸ ἡγεμονικόν, μήποτε μοχθηροὶ λογισμοὶ ἐξισχύσωσι τὸν χειμῶνα καὶ τῇ ψυχῇ μου ἐπεισαγαγεῖν, ἤπερ ἀκαίρως, πρὶν γαλήνην τὴν διάνοιαν λαβεῖν, συνάπτειν τὰ ἑξῆς τῆς γραφῆς·
 [01757]  Καὶ <αἱ> ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν;» [6.14.81] Οὐδὲν οὖν θαυμαστόν, ὥσπερ ἐπὶ τοῦ σωτῆρος, πολλῶν ἐγνωκότων τὴν ἐκ Μαρίας γένεσιν αὐτοῦ, ἄλλους ἠπατῆσθαι, οὕτω καὶ ἐπὶ τοῦ Ἰωάννου οὓς μὲν μὴ λεληθέναι τὴν ἐκ Ζαχαρίου γένεσιν αὐτοῦ, ἑτέρους δὲ διστάζειν, μήποτε ὁ προσδοκώμενος Ἠλίας ἐπεφάνη κατὰ τὸν Ἰωάννην [6.14.82] καὶ οὐ χώραν γε μᾶλλον ἔχει ἡ περὶ τοῦ Ἰωάννου ἐπαπόρησις, μήποτε εἴη Ἠλίας, ἤπερ ἡ περὶ τοῦ σωτῆρος, μὴ ἄρα αὐτὸς τυγχάνῃ Ἰωάννης ὧν τοῦ Ἠλίου μὲν τὸν χαρακτῆρα ἀπὸ μόνης τῆς λέξεως, καὶ οὐχὶ ἀπὸ τῆς αἰσθή σεως ἀπολαβέσθαι διὰ τὸ «Ἀνὴρ δασὺς καὶ ζώνην δερμα τίνην περιεζωσμένος περὶ τὴν ὀσφὺν αὐτοῦ»·
 [02392]  εὐδοκοῦντος τοῦ θεοῦ μᾶλλον ἡμᾶς ἀναδέξασθαι πάσας χαλεπωτάτας αἰκίας ἐν τῷ ὁμολο γεῖν αὐτοῦ τὴν θειότητα, ἤπερ ἀπαλλαγῆναι τῶν τοσούτων νομιζομένων κακῶν πρὸς βραχὺν χρόνον, λόγῳ συμπεριενεχ θέντας τῷ θελήματι τῶν ἐχθρῶν τῆς ἀληθείας.
 [02425]  [6.57.295] Ταῦτα δὲ πάντα ἐπιτελῶν μᾶλλον τὸ θέλημα τοῦ πατρὸς τοῦ παραδόντος αὐτὸν ὑπὲρ ἀσεβῶν ἐπετέλει ἤπερ τὸ ἑαυτοῦ·
 [03010]  <Τὸ> δὲ καὶ κοπτομένους κλάδους ἀπὸ τῶν δένδρων στρώννυσθαι ἐν τῇ ὁδῷ ὄνων διερχομένων ἐμπόδιον μᾶλλον δόξαι ἂν εἶναι τοῦ ὀχλουμένου ἤπερ λελογισμένη ἀποδοχή.
 [03968]  [13.36.229] Καὶ πρέπον γε μᾶλλον οὕτω νοεῖν ἡμᾶς ποιεῖσθαι ὑπὸ τοῦ υἱοῦ τὸ θέλημα τοῦ πατρός, ἀφ' οὗ θελήματος καὶ τὰ ἔξω τοῦ θέλοντος καλῶς ἐγένετο, ἤπερ μὴ περιεργασαμέ νους ἡμᾶς τὰ περὶ τοῦ θελήματος νομίζειν εἶναι τὸ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος ἐν τῷ τάδε τινὰ τὰ ἔξω ποιεῖν.
 [04279]  Καὶ βέλτιόν γέ ἐστιν αὐτόπτην γενέσθαι τοῦ λόγου καὶ χωρὶς ὀργάνων διδάσκοντος ἀκούειν αὐτοῦ καὶ φαντασιοῦντος οὐ διὰ τῶν διδασκόντων τὸ ἡγε μονικὸν εὑρίσκον τρανότατα τοὺς τῆς ἀληθείας τύπους, ἤπερ μὴ ὁρῶντα αὐτὸν μηδὲ ἀπὸ τῆς δυνάμεως φωτιζόμενον αὐτοῦ διὰ διακόνων τῶν ἑωρακότων αὐτὸν ἀκούειν τὸν περὶ αὐτοῦ λόγον.
 [05214]  [20.10.66] Οἱ ἕν τι ἐπιλεξάμενοι τῶν τοῦ Ἀβραὰμ ἔργων, τὸ «Ἐπίστευσεν «δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», καὶ τοῦτο νομίζοντες εἶναι ἐφ' ὃ ἀναφέρεται τὸ «Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε» ἵνα καὶ συγχωρηθῇ αὐτοῖς ὅτι ἔργον ἐστὶν ἡ πίστις, οὐ συγχωρηθὲν ἂν ὑπὸ τῶν παραδεχομένων τὸ «Πίστις χωρὶς ἔργων νεκρά ἐστιν» οὐδ' ὑπὸ τῶν ἀκουόντων ὅτι διαφέρει τὸ δικαιοῦσθαι «ἐκ πίστεως» ἤπερ «ἐξ ἔργων νόμου», ἀπολεγέτωσαν διὰ τί οὐκ εἴρηται·
 [05358]  [7ἡμεῖς] μᾶλλον ἕνα πατέρα ἔχομεν τὸν θεόν, ἤπερ σύ, ὁ φάσκων μὲν ἐκ παρθένου γεγεννῆσθαι, ἐκ πορνείας δὲ γεγεννημένος, καὶ διὰ τὸ αὐχεῖν τὸ ἐκ παρθένου γεγεννῆσθαι λέγων ἕνα πατέρα ἔχειν μόνον τὸν θεόν7, τῶν ὁμολογούντων τὸν πατέρα θεὸν οὐκ ἀρνουμένων καὶ [20.16.131] ἄνθρωπον πατέρα.
 [05529]  ἀλλ' ὅρα μήποτε κἂν πάνυ πιθανὸς εἶναι ὁ λό γος οὗτος δοκῇ, συναρπάζειν μᾶλλον καὶ σοφίζεσθαι δύναται ἀνομοίως παραβεβλημένος ἤπερ πείθειν τὸν ἀκριβῶς τῷ παραδείγ ματι ἐπιστήσαντα·
 [05550]  εἴποιμεν δ' ἂν πρὸς αὐτὸν ὅτι εἰ μὴ φύσει, ἀλλὰ ἀξίᾳ γεέννης τέκνα ὀνομάζεται καὶ σκότους καὶ ἀνομίας (20φθοροποιὰ γὰρ ταῦτα καὶ ἀνα λίσκοντα μᾶλλον ἤπερ συνιστάντα), πῶς ὁ Παῦλός φησί που τὸ «Ἤμεθα † φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί»;
 [06202]  «Λάζαρε, δεῦρο ἔξω» (ἡ γὰρ μεγάλη φωνὴ καὶ ἡ κραυγὴ οὐκ ἂν ἀτόπως λέγοιτο ἐξυπνικέναι αὐτόν) καὶ ἤδη δύνασθαι ἀποφήνασθαι ἐν τούτῳ μᾶλλον πεπληρῶσθαι τὸ «Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν», ἤπερ ἐν τῷ τῆς εὐχῆς τοῦ υἱοῦ ἀκούσαντος τὸν πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν [28.9.69] ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα·
000-00-00 Serial Number=0026611924
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00645]  Εἴ τις οὖν καὶ τῶν λεγομένων ἐν ἡμῖν πρεσβυτέρων, ἢ ὅπως ποτὲ ἀρχόντων τοῦ λαοῦ, μᾶλλον τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἂν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων καὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν.
 [01847]  τὰ οὖν ἐρχόμενα σκάν δαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζη τοῦντα ὄργανα δι' ὧν ἐνεργήσει εὑ ρίσκει πολλάκις μὲν τοὺς πάντη ξέ νους τῆς εὐσεβείας, ἔσθ' ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ «Τύρῳ καὶ Σιδῶνι ἀνε κτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως» ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα ὁ Ἰησοῦς καὶ τέρατα, οὐκ ἐπιστεύθη δέ.
 [01869]  καὶ γὰρ πολλῷ βέλτιον εἰσελθεῖν εἰς τὴν ζωὴν τὸ λοιπὸν σῶμα (λεῖπον τῷ σκανδαλίσαντι ποδὶ ἢ τῇ σκανδαλισάσῃ χειρί), ἤπερ διαδοθέν τος τοῦ σκανδάλου ἐπὶ <ὅλον τὸ σῶμα> ὅλον τὸ σῶμα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς μετὰ τῶν δύο ποδῶν ἢ τῶν δύο χειρῶν.
 [02432]  εἰ γὰρ ἐν τοῖς καρποῖς «τοῦ πνεύ ματος» κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρ ποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμη τέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρησίμως λέγον·
 [02546]  ἢ καὶ μᾶλλον ἔστι τινὰ ἀναλογίαν προσεχῆ ἰδεῖν ἐπὶ τῆς ἀγαθότητος τοῦ θεοῦ πρὸς τὸν σωτῆρα ὄντα εἰκόνα «τῆς ἀγα θότητος αὐτοῦ», ἤπερ ἐπὶ τοῦ σω τῆρος πρὸς ἀγαθὸν ἄνθρωπον καὶ ἀγαθὸν ἔργον καὶ ἀγαθὸν δένδρον.
 [02547]  πλείων γὰρ ἡ ὑπεροχὴ πρὸς τὰ ὑποδεέστερα ἀγαθὰ ἐν τῷ σωτῆρι, καθό ἐστιν «εἰκὼν τῆς ἀγαθότητος» αὐτοῦ τοῦ θεοῦ, ἤπερ ἡ ὑπεροχὴ τοῦ θεοῦ ὄντος ἀγαθοῦ πρὸς τὸν εἰπόντα σωτῆρα·
 [02708]  ἀλλὰ καὶ μᾶλλον θέλο μεν, ἐπεὶ ἀγαπῶμεν τὴν ἐπιθυμίαν, τυχεῖν τῶν καὶ φαύλως ἐπιθυμου μένων ἢ ἀπαλλαγῆναι τῆς ἐπιθυ μίας, καὶ μᾶλλον μὴ περιπεσεῖν οἷς φανταζόμεθα φοβεροῖς ἤπερ ἀπο θέσθαι τὸν ἐχθρὸν τῷ φόβῳ τοῦ θεοῦ φόβον.
 [03273]  πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, ἀλλὰ πολλῷ πλέον οἶδα ἓν εἶναι Ἰησοῦν τὸν Χριστὸν καὶ τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν πρωτότοκον «πάσης κτίσεως» ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον (εἰ δεῖ οὕτως ὀνομάσαι) εἶναι ἓν ὅλον τοῦτο, ἤπερ «ὁ κολλώ μενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν».
 [03449]  χρείαν δ' αὐτῶν ἔχει, ἵνα αὐτοῖς ἐπικαθίσας ἀναπαύσῃ μᾶλλον ἤπερ ἀναπαύσηται τοὺς οἷς ἐπικαθέζεται.
 [04235]  ποία γὰρ παγὶς ἦν ἐν τῷ ἀποκρίνεσθαι τὸν Ἰησοῦν, εἴτε βούλεται κῆνσον δίδοσθαι Καίσαρι εἴτε μή, εἰ μὴ (ὡς ἀποδεδώκαμεν) κωλύοντος μὲν αὐτοῦ διδόναι κῆνσον Καί σαρι, ἔμελλον Ἡρωδιανοὶ παρα διδόναι αὐτὸν Ῥωμαίοις, ὡς ἀπο στασίαν διδάσκοντα, ἐπιτρέποντος δὲ οἱ Φαρισαῖοι ἔμελλον κατηγο ρεῖν τοῦ Ἰησοῦ ὡς βλέποντος εἰς πρόσωπον ἀνθρώπου μᾶλλον ἤπερ διδάσκοντος ἐν ἀληθείᾳ τὴν ὁδὸν τοῦ θεοῦ;
000-00-00 Serial Number=0827493966
Contra Celsum Ante [Go Back]  
 [00185]  Ἔτι δὲ ὅτι καὶ κατὰ τὸ τῷ λόγῳ ἀρέσκον πολλῷ διαφέρει μετὰ λόγου καὶ σοφίας συγκατατίθεσθαι τοῖς δόγμασιν ἤπερ μετὰ ψιλῆς τῆς πίστεως, καὶ ὅτι κατὰ περίστασιν καὶ τοῦτ' ἐβουλήθη ὁ λόγος, ἵνα μὴ πάντῃ ἀνωφελεῖς ἐάσῃ τοὺς ἀνθρώπους, δηλοῖ ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητὴς Παῦλος εἰπών·
 [00278]  [1.25] Καὶ τάχα οὐκ ἐλάττων ὁ κίνδυνος τῷ τὸ ὄνομα τοῦ θεοῦ ἢ τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐφ' ἃ μὴ χρὴ κατάγοντι, ἤπερ τῷ τὰ κατά τινα ἀπόρρητον λόγον ὀνόματα ἐναλλάσσοντι καὶ τὰ μὲν κατὰ τῶν ἐλαττόνων φέροντι ἐπὶ τὰ κρείττονα τὰ δὲ κατὰ τῶν κρειττόνων ἐπὶ τὰ ἥττονα.
 [00534]  Καὶ ἐπεὶ περιΐστατο τὴν περιαυτολογίαν καὶ τοῖς ἔργοις μᾶλλον ἐβούλετο δηλοῦν εἶναι Χριστὸς ἤπερ τῇ λέξει, διὰ τοῦτό φασιν οἱ Ἰουδαῖοι πρὸς αὐτόν·
 [01588]  Καὶ μᾶλλον κατὰ τὸν ἀπιστοῦντα Μωϋσεῖ ἐστι δυνατὸν παρα θέσθαι τὸν Ζάμολξιν καὶ Πυθαγόραν τοὺς τερατευσαμένους ἤπερ τὸν Ἰουδαῖον, οὐ πάνυ φιλομαθῶς ἔχοντα πρὸς τὰς Ἑλλήνων ἱστορίας.
 [01850]  Καὶ περὶ αὐτοῦ δὲ τοῦ Μωϋσέως νόμου ἡμεῖς μᾶλλον δυνησόμεθα ἀπολογήσασθαι, ἅτε συνετώτερον διδαχθέντες ὑπὸ τοῦ Ἰησοῦ ἀκούειν τῶν νομικῶν γραμμάτων ἤπερ ὁ Ἰουδαῖος.
 [02213]  Οἶμαι δὲ καὶ τὸν Ἰησοῦν διὰ τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρῆσθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν ὑπόνοια πιθανῶν σοφισμάτων, λαμπρῶς δὲ τοῖς συνιέναι δυναμένοις ἐμφαίνηται ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων, ἐχούσης πολὺ τό, ἵν' οὕτως ὀνομάσω, ἀφελές, ἠξιώθη θειοτέρας δυνάμεως, πολλῷ μᾶλλον ἀνυούσης ἤπερ ἀνύειν δύνασθαι δοκεῖ περιβολὴ λόγων καὶ λέξεων σύνθεσις καὶ μετὰ διαιρέσεων καὶ τεχνολογίας ἑλληνικῆς ἀκολουθία.
 [02498]  Ἡμεῖς δέ, εἴ τις κατανοήσαι ἡμῶν εὐγνωμόνως τὸ ἄθροισμα, πλείονας ἔχομεν παραστῆσαι τοὺς οὐκ ἀπὸ χαλεποῦ πάνυ βίου, ἤπερ τοὺς ἀπὸ ἐξωλεστάτων ἁμαρτημάτων ἐπιστρέψαντας.
 [02841]  Καὶ γάρ τινες τῶν λόγων τὰ τοιαδὶ ἤθη κατὰ τὸ ψεῦδος μᾶλλον λεγόμενοι ἐπιστρέφουσιν, ὥσπερ καὶ τῶν ἰατρῶν ποτε λόγοι τοιοίδε πρὸς τοὺς κάμνοντας, ἤπερ κατὰ τὸ ἀληθές.
 [03167]  Πολλῷ γὰρ κρείττονα τῶν κατὰ τὸν Βελλεροφόντην ἱστορουμένων ἴδοιμεν ἂν τὸν Ἰωσήφ, ἑλόμενον κατακλεισθῆναι ἐν φυλακῇ ἤπερ ἀπολέσθαι τὸν σώφρονα·
 [03477]  Καὶ γὰρ κρεῖττον ἦν τοῖς μὴ μέλλουσι τὰ θεῖα ζητεῖν καὶ φιλοσοφεῖν τὸ ἀπορεῖν ὑπὲρ τοῦ τῇ συνέσει χρήσασθαι πρὸς εὕρεσιν τεχνῶν, ἤπερ ἐκ τοῦ εὐπορεῖν πάντῃ τῆς συνέσεως ἀμελεῖν.
 [03884]  ἆρ' οὖν, εἰ προφητεύουσιν οὗτοι τὰ τηλικαῦτα, οὐχὶ μᾶλλον τῷ θεῷ, ᾧ ὑπουργοῦντες προφητεύουσι, προσκυνητέον κἀκεῖνον σεπτέον ἤπερ τοῖς προφήταις αὐτοῦ;
 [05494]  Πῶς δ' ἂν οὐκ ἄνδρα μᾶλλον προφητεύειν ἐβούλετο ἤπερ γυναῖκα;
 [05495]  Εἰ δὲ καὶ τὸ θῆλυ ἤθελεν, ὡς τάχα μὴ δυνάμενος ἢ μὴ τερπόμενος ἄλλῳ τινὶ ἢ τοῖς κόλποις τῶν γυναικῶν, πῶς οὐχὶ παρθένον μᾶλλον ἐχρῆν αὐτὸν ἐπιλέ ξασθαι ἤπερ γυναῖκα τὴν τὸ βούλημα αὐτοῦ θεσπίζουσαν;
 [05674]  ὅπερ ὡς πρὸς τὴν ἱστορίαν μηνίοντος, ἵν' οὕτως ὀνομάσω, τοῦ θεοῦ γεγένηται μετὰ τὴν Ἰησοῦ ἐπιδημίαν ἤπερ εὐλογίας ἀποδιδόντος.
 [06080]  [7.57] Εἶθ' ἑξῆς ὡσπερεὶ σκοπὸν ἔχων τὸ συμπληροῦν βιβλίον ἐβούλετο ἡμᾶς μᾶλλον τὸν Ἰωνᾶν νομίσαι θεὸν ἤπερ Ἰησοῦν, Ἰωνᾶν, τὸν κηρύξαντα μετάνοιαν μιᾷ πόλει τῇ Νινευή, προκρίνων Ἰησοῦ, τοῦ κηρύξαντος μετάνοιαν ὅλῳ τῷ κόσμῳ καὶ μᾶλλον ἐκείνου ἀνύσαντος.
 [06083]  Ἑξῆς δέ φησιν ὅτι ἔδει μᾶλλον τὸν ∆ανιήλ, ἀναβάντα ἀπὸ τῶν λεόντων, προσκυνεῖσθαι ὑφ' ἡμῶν ἤπερ τὸν Ἰησοῦν, τὴν ἀγριότητα πάσης δυνάμεως ἀντικειμένης καταπατήσαντα καὶ ἡμῖν δόντα ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
 [06123]  Τῆς ἴσης δεδόσθω γάρ ὑγιείας καὶ εὐεξίας ἐγγινομένης ἀπὸ τῶν οὑτωσὶ σκευασθέντων ἢ οὑτωσί, ἀλλὰ φανερὸν ὅτι αὐτὸ τὸ φιλάνθρωπον καὶ τὸ κοινωνικὸν ὑποβάλλει κοινωφελέστερον εἶναι ἰατρὸν τὸν τῆς τῶν πολλῶν ὑγιείας προνοησάμενον ἤπερ τὸν τῆς ὀλίγων μόνων.
 [06313]  Ἐκεῖνος δέ, πολλοὺς ἡμᾶς διδάσκων σέβειν θεούς, θεῶν μᾶλλον ὤφειλεν, εἰ τὰ ἀκόλουθα ἑαυτῷ ἐσκόπει, λέγειν βασιλείαν ἤπερ θεοῦ.
 [06631]  [8.42] Οὐκ οἶδα δ' ὅπως ὁ Κέλσος ἄκων ἐνέπεσεν εἰς τό, οὓς πρὸ βραχέος ὕμνησε δαίμονας ἢ θεούς, νῦν τῷ ἔργῳ ἀποδεικνύναι φαυλοτάτους εἶναι καὶ τιμωρουμένους μᾶλλον ἀμυντικῶς ἤπερ κολάζοντας διορθωτικῶς, ἐπὰν αὐτοῖς λοιδορῆταί τις.
 [06695]  φέρ' ἅπαντα παραθῶμεν ἀλλήλοις καὶ τὸ τέλος ἴδωμεν τοῦ βουλήματος τῶν ἐνεργησάντων καὶ τὴν ἀπὸ τούτου ὠφέλειαν ἢ βλάβην ἢ οὐδέτερα τῶν τὰς νομιζομένας εὐεργεσίας πεπονθότων, εἰ μὴ φιλόσοφον μὲν ὄψεται τὸ πάλαι Ἰουδαίων ἔθνος, πρὶν ἐξυβρίσωσιν εἰς τὸ θεῖον, ὑφ' οὗ διὰ τὴν πολλὴν κακίαν ἐγκατελείφθησαν, παραδόξως δὲ συστάντας Χριστιανοὺς κατὰ τὴν ἀρχὴν μᾶλλον ὑπὸ τῶν τεραστίων ἤπερ τῶν προτρεπτικῶν λόγων προσαγομένους τῷ καταλιπεῖν μὲν τὰ πάτρια αἱρεῖσθαι δὲ τὰ τῶν πατρίων ἀλλότρια.
 [06826]  Ὥρα δ' ἡμῖν κατὰ τὸν Κέλσον μαγγανεύειν μᾶλλον καὶ γοητεύειν ἤπερ χριστιανίζειν, καὶ ἀπείρῳ τινὶ ἀριθμῷ δαιμόνων μᾶλλον πιστεύειν ἢ τῷ αὐτόθεν ἐμφανεῖ καὶ ζῶντι καὶ ἐναργεῖ θεῷ τῷ ἐπὶ πᾶσι διὰ τοῦ πολλῇ δυνάμει ἐπισπείραντος τὸν καθαρὸν τῆς θεοσεβείας λόγον τῇ πάσῃ τῶν ἀνθρώπων οἰκουμένῃ, οὐ ψεύσομαι δὲ προστιθεὶς καὶ λέγων ὅτι καὶ τῶν ἄλλων λογικῶν καὶ δεομένων διορθώ σεως καὶ θεραπείας καὶ μεταβολῆς τῆς ἀπὸ τῆς κακίας.
 [06844]  Ἡμεῖς οὖν αἱρούμεθα, εἰ μέλλει διὰ θεραπείας τοιούτων δαιμόνων ἡ ὑγίεια ἡμῖν παραγίνεσθαι καὶ ἡ ἐν βιωτικοῖς εὐτυχία, νοσεῖν μᾶλλον καὶ ἐν βιωτικοῖς δυστυχεῖν μετὰ συνειδότος τοῦ πρὸς τὸν θεὸν τῶν ὅλων καθαρῶς εὐσεβοῦς, ἤπερ μετὰ τοῦ σχίζεσθαι καὶ ἀποπίπτειν τοῦ θεοῦ καὶ τὴν ψυχὴν ἐσχάτως νοσεῖν καὶ κακοδαιμονεῖν ὑγιαίνειν τῷ σώματι καὶ ἐν βιωτικοῖς ἀπαλλάσσειν εὐτυχέστερον·
 [06975]  Ἡμεῖς δὲ καὶ ταῖς εὐχαῖς πάντας δαίμονας, τοὺς ἐγείροντας τὰ πολεμικὰ καὶ ὅρκους συγχέοντας καὶ τὴν εἰρήνην ταράσσοντας, καθαιροῦντες μᾶλλον βοηθοῦμεν τοῖς βασιλεύουσιν ἤπερ οἱ δοκοῦντες στρατεύεσθαι.
000-00-00 Serial Number=0363019228
De oratione Ante [Go Back]  
 [00147]  ἀπολειπόμεθα δὲ οἱ ἄνθρωποι πλεῖον τοῦ θεοῦ ἤπερ τὰ κο μιδῇ παιδία τοῦ νοῦ τῶν γεγεννηκότων.
 [00475]  [16.3] μᾶλλον οὖν κεκαρποφορήκει ἀπό τινος στειρώσεως μετα βαλοῦσα ἡ τῆς Ἄννης ψυχὴ ἤπερ τὸ σῶμα, κυῆσαν τὸν Σαμουήλ·
 [00476]  καὶ μᾶλλον ὁ Ἐζεκίας θεῖα γεγεννήκει τέκνα νοῦ ἤπερ σώματος, ἐκ τοῦ σωματικοῦ σπέρματος αὐτῶν γεγεννημένων·
 [00477]  ἐπὶ πλεῖόν τε ἀπὸ νοητῶν ἐπιβουλῶν ῥυσθέντες ἐτύγχανον Ἐσθὴρ καὶ Μαρδοχαῖος καὶ ὁ λαὸς ἤπερ ἀπὸ τοῦ Ἀμὰν καὶ τῶν συμπνεόντων ......
 [00480]  «δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ,» ἐπὶ πλεῖον ἐγγεγονέναι ἤπερ τὴν σωματικὴν δρόσον, τὴν φλόγα νικῶσαν τοῦ Ναβουχοδονόσορ;
 [00481]  μᾶλλον δὲ πεφίμωντο τῷ προφήτῃ ∆ανιὴλ οἱ ἀόρατοι λέοντες, οὐ δὲν ἐνεργῆσαι δυνάμενοι κατὰ τῆς ψυχῆς αὐτοῦ, ἤπερ οἱ αἰσθητοὶ, περὶ ὧν πάντες οἱ ἐντυγχάνοντες αὐτῇ τῇ γραφῇ ἐξειλήφαμεν.
 [00703]  μὴ συνιδὼν δὲ ὁ Τατιανὸς τὸ «γενηθήτω» οὐ πάντοτε σημαίνειν τὸ εὐκτικὸν ἀλλ' ἔσθ' ὅπου καὶ προστακτικὸν, ἀσεβέστατα ὑπείληφε περὶ τοῦ εἰπόντος «γενηθήτω φῶς» θεοῦ, ὡς εὐξαμένου μᾶλλον ἤπερ προστάξαντος γενηθῆναι τὸ φῶς·
 [00847]  πολλάκις γοῦν ἀπεδεξάμεθα ἰδιωτικὴν καὶ ἁπλουστέραν μετὰ εὐσυνειδησίας ἑστίασιν, ξενιζόμενοι παρὰ τοῖς πλέον ἡμῖν παρα σχεῖν μὴ δυναμένοις, ἤπερ λόγων ὕψος ἐπαιρομένων «κατὰ τῆς γνώσεως τοῦ θεοῦ,» μετὰ πολλῆς πιθανότητος ἀλλότριον καταγγέλλον τοῦ «τὸν νόμον καὶ τοὺς προφήτας» δεδωκότος πατρὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ δόγμα.
 [01108]  μᾶλλον γὰρ ἡ ἀντιμισθία «τῆς πλά νης» αὐτοῖς ἐγγίνεται, παραδιδομένοις «εἰς πάθη ἀτιμίας,» ἤπερ τῷ φρονίμῳ πυρὶ καθαιρομένοις καὶ ἐν τῇ φυλακῇ ἐκπρασσομένοις μέχρι τοῦ ἐσχάτου κοδράντου ἕκαστον τῶν ὀφλημάτων.
000-00-00 Serial Number=0629429281
De principiis Ante [Go Back]  
 [00138]  ὥσπερ γάρ τινα καὶ ἰατροὶ δυνάμενοι τάχιον ἰάσασθαι, ὅταν ἐγκε κρυμμένον ἰὸν ὑπονοῶσιν ὑπάρχειν περὶ τὰ σώματα, τὸ ἐναντίον τῷ ἰάσασθαι ἐργάζονται, διὰ τὸ ἰᾶσθαι βούλεσθαι ἀσφαλέστερον τοῦτο ποιοῦντες, ἡγούμενοι κρεῖττον εἶναι πολλῷ χρόνῳ παρακατασχεῖν τινα ἐν τῷ φλεγμαίνειν καὶ κάμνειν ὑπὲρ τοῦ βεβαιότερον αὐτὸν τὴν ὑγείαν ἀπολαβεῖν ἤπερ τάχιον μὲν ῥῶσαι δοκεῖν, ὕστερον δὲ ἀναδῦναι καὶ πρόσκαιρον γενέσθαι τὴν ταχυτέραν ἴασιν·
000-00-00 Serial Number=0148741603
Dialogus cum Heraclide Ante [Go Back]  
 [00368]  Αἱ γὰρ κολαζόμεναι ψυχαὶ ζητήσουσιν τὸν θάνατον, θελήσουσιν μᾶλλον εἰ μὴ ἔσονται ἤπερ ἵνα ὦσιν μέν, κολάζωνται δέ·
000-00-00 Serial Number=0822677195
Exhortatio ad martyrium Ante [Go Back]  
 [00045]  καὶ ἔστι γε εἰπεῖν ὅτι μᾶλλόν ἐστι «τοῖς χείλεσι» τιμᾶν τὴν καρδίαν «πόῤῥω» ἔχοντα ἀπὸ θεοῦ, ἤπερ τῇ «καρδίᾳ» τιμᾶν αὐτὸν, τοῦ στόματος μὴ ὁμολογοῦντος «εἰς σωτηρίαν».
 [00291]  ἀλλὰ καὶ ὡσπερεὶ βασιλεὺς ἀποφαινόμενος κατὰ τῶν ὑπ' αὐτῷ δικαζομένων ἀπεφήνατο κρίσιν τὴν κατὰ τοῦ τυράννου, δικάζων μᾶλλον αὐτὸν ἤπερ δικαζόμενος·
 [00559]  ποῖος οὖν ἄλλος εὐπρόσδεκτος καιρὸς, ἢ ὅτε διὰ τὴν εἰς θεὸν ἐν Χριστῷ εὐσέβειαν ὑπὸ φρουρὰν πομπεύον τες ἐν τῷ κόσμῳ καὶ θριαμβεύοντες μᾶλλον ἤπερ θριαμβευόμενοι ἀπ αγόμεθα;
 [00616]  ἵνα μὴ <μόνον> πρὸς τὸ μὴ πεσεῖν ἀλλὰ μηδὲ σαλευθῆναι τὴν ἀρχὴν τὴν οἰκίαν πάθωσι μᾶλλον ὑφ' ἡμῶν τὰ ἐνεργοῦντα ἤπερ δράσωσι.
000-00-00 Serial Number=0542752743
Expositio in Proverbia Ante [Go Back]  
 [00884]  ἀλαζὼν, ὁ μείζοσιν ἑαυτὸν ἤπερ ἔχει σεμνύνων·
000-00-00 Serial Number=0844379127
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00484]  <«χαριζόμενοι> ἑαυτοῖς» ἑτέρου ὄντος παρὰ τὸ «χαριζόμενοι ἀλλήλοις,» ἐπείπερ ὅσα ἂν ἐν τῷ εὐεργετεῖν ποιῶμεν ἑτέρους καλῶς, ταῦτα καὶ διὰ τὸ τέλος καὶ διὰ τὸ υώμου ἡμᾶς εἶναι μᾶλλον εἰς ἡμᾶς ἀναφέρεται ἤπερ εἰς οὓς δοκοῦμεν εὖ πεποιηκέναι.
000-00-00 Serial Number=0491440892
Homiliae in Lucam Ante [Go Back]  
 [00532]  Ἐπειδὴ δὲ ἤμελλε «πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον» εἶναι, τοῦτ' ἔστι τῆς ἐξ ἐθνῶν ἐκκλησίας, «ἤπερ τῆς ἐχούσης» ὡς «ἄνδρα» τὸν νόμον, τῆς Ἰουδαίων φημὶ συναγω γῆς, διὰ τοῦτο «ἐγένετο ῥῆμα θεοῦ πρὸς Ἰωάννην ἐν τῇ ἐρήμῳ».
 [00720]  ἡμεῖς δὲ οἱ ἀλλότριοι τῶν διαθη κῶν καὶ ξένοι τῶν ἐπαγγελιῶν ἐδεξά μεθα τοὺς προφήτας ὅλῃ ψυχῇ προ κηρύξαντας Χριστὸν ἤπερ ἐκεῖνοι·
000-00-00 Serial Number=0081932843
In Jeremiam Ante [Go Back]  
 [00837]  καὶ τάχα ὡσπερεὶ λυπεῖται μᾶλλον ἐπὶ τῷ μὴ αἰσθάνεσθαι ἤπερ ἐπὶ τῷ αἰσθάνεσθαι ὁ μὴ αἰσθανόμενος ἀπὸ πόνων αὐτῷ προσφερομένων, εὐχόμενος μᾶλλον πονεῖν εἰ προσάγοιτο τὰ ἐπίπονα, ἐπεὶ σημεῖόν ἐστι τοῦτο τοῦ ζῆν αὐτόν, ἀηδι ζόμενος δὲ ἐπὶ τῷ μὴ αἰσθάνεσθαι ἐπὶ τοῖς ἐπιπόνοις.
 [02188]  εἴ ποτε ἑώρακε τὸ συνέδριον ὁ προφήτης οὐ σπουδαζόντων ἀλλὰ παιζόντων, ἔφευγε μᾶλλον τὸ συνάγεσθαι ἤπερ ἔσπευδεν ἐπὶ συναγωγὴν παιζόν των.
 [02195]  δύο προκειμένων, καθέζεσθαι ἐν συνεδρίῳ παιζόντων καὶ σοὶ τῷ θεῷ προσκόπτειν καὶ σοὶ μὴ ἀρέσκειν, ἢ ἐγείρεσθαι ἀπὸ συνεδρίου παιζόν των καὶ ποιεῖν ταῦτα ἃ σοὶ φίλον ἦν, εἱλόμην μᾶλλον ἀνίστασθαι ἀπὸ τοῦ συνεδρίου τῶν παιζόντων καὶ σοὶ φίλος εἶναι, ἤπερ τὸ ἐναντίον ποιῶν ἐχθρὸς γενέσθαι τῇ μακαριότητί σου.
000-00-00 Serial Number=0152925253
Philocalia Ante [Go Back]  
 [01148]  τῆς ἴσης (δεδόσθω γὰρ) ὑγιείας καὶ εὐεξίας ἐγγινομένης ἀπὸ τῶν οὑτωσὶ σκευασθέντων ἢ οὑτωσὶ, ἀλλὰ φανερὸν ὅτι αὐτὸ τὸ φιλάνθρωπον καὶ τὸ κοινωνικὸν ὑποβάλλει, κοινωφελέ στερον εἶναι ἰατρὸν τὸν τῆς τῶν πολλῶν ὑγιείας προνοησά μενον, ἤπερ τὸν τῆς τῶν ὀλίγων μόνον.
 [01324]  [17.2] Καὶ τάχα οὐκ ἐλάττων ὁ κίνδυνος τῷ τὸ ὄνομα τοῦ θεοῦ ἢ τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐφ' ἃ μὴ χρὴ κατάγοντι, ἤπερ τῷ τὰ κατά τινα ἀπόρρητον λόγον ὀνόματα ἐναλλάσσοντι, καὶ τὰ μὲν κατὰ τῶν ἐλαττόνων φέροντι ἐπὶ τὰ κρείττονα, τὰ δὲ κατὰ τῶν κρειττόνων ἐπὶ τὰ ἥττονα.
 [01463]  ἔτι δὲ ὅτι καὶ κατὰ τὸ τῷ λόγῳ ἀρέσκον πολλῷ διαφέρει μετὰ λόγου καὶ σοφίας συγκατατίθεσθαι τοῖς δόγμασιν ἤπερ μετὰ ψιλῆς τῆς πίστεως·
 [01749]  οἶμαι δὲ καὶ τὸν Ἰησοῦν διὰ τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρήσασθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν ὑπόνοια πιθανῶν σοφισμάτων, λαμπρῶς δὲ τοῖς συνιέναι δυναμένοις ἐμφαίνηται ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων, ἐχούσης πολὺ τὸ, ἵν' οὕτως ὀνομάσω, ἀφελὲς, ἠξιώθη θειο τέρας δυνάμεως, πολλῷ μᾶλλον ἀνυούσης ἤπερ ἀνύειν δύνασθαι δοκεῖ περιβολὴ λόγων καὶ λέξεων σύνθεσις καὶ μετὰ διαιρέσεων καὶ τεχνολογίας ἑλληνικῆς ἀκολουθία.
 [01819]  καὶ γὰρ κρεῖττον ἦν τοῖς μὴ μέλλουσι τὰ θεῖα ζητεῖν καὶ φιλοσοφεῖν τὸ ἀπορεῖν ὑπὲρ τοῦ τῇ συνέσει χρήσασθαι πρὸς εὕρεσιν τεχνῶν, ἤπερ ἐκ τοῦ εὐπορεῖν πάντη τῆς συνέσεως ἀμελεῖν.
 [02317]  ἡγούμενοι κρεῖττον εἶναι πολλῷ χρόνῳ παρακατασχεῖν τινὰ ἐν τῷ φλεγμαίνειν καὶ κάμνειν ὑπὲρ τοῦ βεβαιότερον αὐτὸν τὴν ὑγείαν ἀπολαβεῖν, ἤπερ τάχιον μὲν ῥῶσαι δοκεῖν ὕστερον δὲ ἀναδῦναι καὶ πρόσκαι ρον γενέσθαι τὴν ταχυτέραν ἴασιν·
 [02871]  εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν.
 [03410]  καὶ διὰ τοῦτο τὴν ἐπιγραφὴν τοῦ καλοῦ δεόντως μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ θεοῦ ἤπερ τῷ ἀν θρωπίνῳ θέλειν καὶ τρέχειν.
000-00-00 Serial Number=0100043237
Philocalia sive Ecloga Ante [Go Back]  
 [00260]  Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν.
 [00563]  καὶ διὰ τοῦτο τὴν ἐπιγραφὴν τοῦ καλοῦ δεόντως μᾶλλον ἀνατιθέναι τῷ ἐλέῳ τοῦ θεοῦ ἤπερ τῷ ἀνθρωπίνῳ θέλειν καὶ τρέχειν.
000-00-00 Serial Number=0715903640
Scholia in Lucam Ante [Go Back]  
 [00358]  Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον εἶναι, τουτ έστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἤπερ τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόμον τῆς Ἰουδαίων συναγωγῆς φημι.
000-00-00 Serial Number=0684179366
Selecta in Psalmos Ante [Go Back]  
 [01468]  Τάχα γοῦν ὁρῶν ὁ ἱερὸς Ἀπόστολος πολὺ ἔλαττον τὸ ἡμέτερον προαιρετικὸν τῆς τοῦ Θεοῦ δυνάμεως πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν, φησὶ τὸ τέλος, «οὐ τοῦ θέλον τος εἶναι, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ·» οὐχ ὡς χωρὶς τοῦ θέλειν, καὶ τοῦ τρέχειν ἐλεοῦντος Θεοῦ, ἀλλ' ὡς οὐδενὸς ὄντος τοῦ θέλειν, καὶ τοῦ τρέχειν, συγκρίσει τοῦ ἐλέους τοῦ Θεοῦ, καὶ διὰ τοῦτο τὴν ἐπιγραφὴν τοῦ καλοῦ δέοντος μᾶλλον ἀνα τιθέναι τῷ ἐλέῳ τοῦ Θεοῦ ἤπερ τῷ ἀνθρωπίνῳ θέλειν καὶ τρέχειν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»