0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἰουδαῖοι [189]


000-00-00 Serial Number=0253893614
Commentarii in Romanos Ante [Go Back]  
 [00335]  «Ἐνώπιον τοῦ Θεοῦ καὶ ἐναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν», καὶ χρησαμένου τῇ «ἐναντίον», ὡς καὶ πολλαχοῦ ἡ παλαιὰ διαθήκη περιέχει, λέξει ἁ|πλούστερον οἱονεὶ «ἐν ὀφθαλμοῖς» τοῦ Θεοῦ, οἱ ἀπὸ Μαρκίωνος κακουργότερον ἤκουσαν τοῦ «Κατεναντίον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν» οἱονεὶ ἐναντίως τῷ βουλήματι τοῦ Θεοῦ οὗ λέγουσιν ἑτέρου παρ' αὐτὸν δημιουργοῦ, ἐν Χριστῷ δέ φασιν λαλεῖν τὸν Παῦλον ἀμφότερα τό τε ἐνώπιον τοῦ ὡς λέγουσιν ἀγαθοῦ καὶ τὸ ἐναντίον ὥς φασιν τοῦ δημιουργοῦ | *** Τὸ γὰρ πιστεύειν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ἐκεῖνοι μὲν ἀκούσονται ὡς ἕτερον τοῦ Θεοῦ ᾧ ἐπίστευσεν Ἀβραὰμ καί φασιν ὅτι Ἰουδαῖοι πιστεύουσιν μὲν τῷ Θεῷ ὡς ἐπίστευσεν Ἀβραάμ, οὐ μὴν πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν *** καὶ Ἰουδαῖοι δὲ μὴ πιστεύοντες | ὅτι ἠγέρθη Ἰησοῦς ὁ Κύριος ἡμῶν ἐκ νεκρῶν οὐ πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν·
000-00-00 Serial Number=0266864717
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00177]  τοιοῦτος ἦν Μωυσῆς καὶ οἱ προφῆται, Ἰουδαῖοι ὄντες καὶ πιστευθέντες τὰ λόγια τοῦ θεοῦ, καὶ εἴ τις παρ' αὐτοῖς τούτοις παραπλήσιος.
 [00186]  ὥσπερ δὲ οἱ προειρημένοι Ἰουδαῖοι πρῶτοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ, οὕτως καί τινες ἠπίστησαν·
 [00213]  βούλεται ῥητὰ συναγαγεῖν πῶς ἅπαντες Ἰουδαῖοι καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ καθὼς γέγραπται οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν·
 [00701]  καὶ οἱ κατὰ τὸ γράμμα ζῶντες Ἰουδαῖοι καὶ τὴν ἐν φανερῷ περιτομὴν ἐν αρκὶ ἀσκοῦντες, οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν·
 [00702]  οἱ δὲ κατὰ πνεῦμα, οἱ ἐν κρυπτῷ Ἰουδαῖοι, οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, <οὗ>τοι φρονοῦσι τὰ τοῦ πνεύματος.
000-00-00 Serial Number=0806259513
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00133]  [1.7.41] Καὶ Παῦλος μὲν καὶ Πέτρος, ἐν φανερῷ πρότερον ὄντες Ἰουδαῖοι καὶ περιτετμημένοι, ὕστερον καὶ ἐν τῷ κρυπτῷ τοιοῦτοι τυγχάνειν ἀπὸ Ἰησοῦ εἰλήφασι, τὸ ἐν φανερῷ εἶναι Ἰουδαῖοι διὰ τὴν τῶν πολλῶν σωτηρίαν κατ' οἰκονομίαν οὐ μόνον λόγοις ὁμολογοῦντες ἀλλὰ καὶ διὰ τῶν ἔργων δεικνύντες Τὸ δ' αὐτὸ καὶ περὶ τοῦ χριστιανισμοῦ αὐτῶν λεκτέον.
 [00677]  [1.35.259] Οὗτος ὁ ἀρχιερεὺς κατά τινα ἑτέραν παρὰ τὰ εἰρημένα ἐπίνοιαν «Ἰούδας» ὀνομάζεται, ἵνα οἱ ἐν κρυπτῷ Ἰουδαῖοι μὴ ἀπὸ τοῦ υἱοῦ Ἰακὼβ Ἰούδα Ἰουδαῖοι χρηματίζωσιν,ἀλλὰ ἀπὸ τούτου, ὄντες αὐτοῦ ἀδελφοὶ καὶ αἰνοῦντες αὐτόν, ἀντιλαμβανόμενοι τῆς ἐλευθερίας, ἣν ἠλευθέρωνται ὑπ' αὐτοῦ ῥυσθέντες ἀπὸ τῶν ἐχθρῶν, αὐτοῦ τὰς χεῖρας αὐτοῦ τῷ νώτῳ αὐτῶν ἐπιθέντος καὶ ὑποτάξαντος αὐτούς.
 [01649]  Ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι, ὡς συγγενεῖς ὄντεςτοῦ βαπτιστοῦ ἀπὸ γένους ἱερατικοῦ τυγχάνοντος, ἱερεῖς πέμπουσι καὶ λευΐτας πευσομένους, ὅστις ποτὲ εἴη ὁ Ἰωάν νης.
 [01675]  [6.9.n] Τότε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ λευΐτας, ἵνα ἐρωτήσωσιν αὐτόν·
 [01681]  ἀλλ' ὅπερ Ἰουδαῖοι πρὸς Ἰωάννηνποιοῦσι, τοῦτο Ἰωάννης πρὸς Χριστὸν διὰ τῶν ἰδίων μαθητῶν πυνθανόμενος·
 [01707]  Εἰκὸς οὖν θερμότερον τῆς Χριστοῦ ἐπιδημίας προσδοκωμένης καὶ λαλουμένης οἱ Ἰουδαῖοι ἀπὸ Ἱεροσολύμων τοὺς ἱερεῖς καὶ λευΐτας πέμπουσι πρὸς τὸν Ἰωάννην διὰ τοῦ «Σὺ τίς εἶ;» μαθεῖν βουλόμενοι, εἰ αὐτὸς Χριστὸς εἶναι ὁμολογήσει.
 [02015]  Μήποτ' οὖν πρὸ τούτων οἱ πρὸ τούτων ἀποστείλαντες ἀπὸ Ἱεροσολύμων Ἰουδαῖοι παραδεξάμενοι τοὺς Ἰωάννου λόγους, ἅτε πρότεροι τῶν φαρισαίων πέμψαντες, καὶ πρότεροι ἔρχονται.
 [02477]  Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ·
 [02481]  Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι·
 [02948]  [10.24.138] Οἶμαι δὲ ἔτι καὶ σημεῖον πεποιηκέναι αὐτὸν διὰ τῶν εἰρημένων βαθύτερον, ὥστε σύμβολον ἡμᾶς νοεῖν γεγονέναι ταῦτα τοῦ μηκέτι μέλλειν τὴν περὶ τὸ ἱερὸν ἐκεῖνο λατρείαν ὑπὸ τῶν ἱερέων κατὰ τὰς αἰσθητὰς θυσίας ἐπιτε λεῖσθαι, μηδὲ τὸν νόμον τηρεῖσθαι κἂν ὡς ἐβούλοντο οἱ σωμα τικοὶ Ἰουδαῖοι, δύνασθαι ἔτι.
 [03000]  [10.27.163] Καὶ Ἰουδαῖοι δὲ συνεξετάζοντες τὸν τῆς προφητείας εἱρμὸν τοῖς περὶ Ἰησοῦ ἀναγεγραμμένοις, οὐκ εὐκαταφρονήτως ἡμᾶς θλίβουσιν ἀπαιτοῦντες πῶς ὁ Ἰησοῦς ἐξωλόθρευσεν ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξωλόθρευσεν τόξον πολεμικὸν καὶ τὰ ἑξῆς πεποίηκεν.
 [03115]  [10.35.n] Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ·
 [03193]  [10.38.n] Εἶπαν οὖν οἱ Ἰουδαῖοι·
 [03195]  [10.38.254] Πῶς τεσσεράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομῆσθαί φασι τὸν ναὸν οἱ Ἰουδαῖοι λέγειν οὐκ ἔχομεν, εἰ τῇ ἱστορίᾳ κατακολουθήσομεν.
 [03201]  [10.38.257] Πῶς οὖν οἱ Ἰουδαῖοι λέγουσιν·
 [03507]  Καὶ τάχα οὐκ ἦν ἀληθὲς τὸ «Οὐ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.».
 [03569]  [13.12.78] Οἱ δὲ Ἰουδαῖοι τὸ Σιὼν θεῖόν τι νενομικότες καὶ οἰκεῖον τοῦ θεοῦ ἐκεῖνον οἴονται εἶναι τὸν ἐκλελεγμένον ὑπὸ τοῦ πατρὸς τῶν ὅλων τόπον, καὶ διὰ τοῦτο ἐν αὐτῷ ᾠκοδομῆσθαι τὸν ναὸν ὑπὸ τοῦ Σολομῶνος λέγουσιν καὶ πᾶσαν τὴν λευϊτικὴν καὶ ἱερατικὴν λατρείαν ἐκεῖ ἐπιτελεῖσθαι.
 [03571]  [13.13.80] Καὶ εἴ ποτε δὲ μέχρι τοῦ δεῦρο συγκαταβαίνοιεν ἀλλήλοις εἰς λόγον Σαμαρεῖς καὶ Ἰουδαῖοι, ἑκάτερος πρὸς τὸν λοιπὸν ἐπαπορήσει, καὶ ἐρεῖ γε ὁ Σαμαρεὺς τῷ Ἰουδαίῳ τὸν τῆς ἐνθάδε ἀναγεγραμμένον γυναικὸς λόγον·
 [03573]  [13.13.81] Ἀλλ' ἐπεὶ Ἰουδαῖοι μέν ἀπ' [13.13.81] αὐτῶν γὰρ ἡ σωτηρία εἰκόνες εἰσὶν τῶν τοὺς ὑγιαί νοντας φρονούντων λόγους, Σαμαρεῖς δὲ τῶν ἑτεροδόξων, ἀκολούθως τὸ μὲν Γαριζεὶν θεοποιοῦσιν οἱ Σαμαρεῖς, ὅπερ ἑρμηνεύεται «διατομὴ ἢ διαίρεσις» καὶ τῆς κατὰ τὴν ἱστορίαν διατομῆς καὶ διαιρέσεως τῶν δέκα φυλῶν διατετμη μένων ἀπὸ τῶν λοιπῶν δύο γεγενημένης κατὰ τοὺς τοῦ Ἱεροβοὰμ χρόνους, ὃς καὶ αὐτὸς ἑρμηνεύεται «δικασμὸς λαοῦ» .
 [03574]  Ἰουδαῖοι δὲ τὸ Σιών, ὅπερ ἐστὶν «σκοπευτήριον».
 [03608]  Ἱεροσόλυμα δὲ τὴν κτίσιν ἢ τὸν κτίστην, ᾧ προσεκύνουν οἱ Ἰουδαῖοι.
 [03610]  Ἱεροσόλυμα δὲ τὸν κτίστην <ᾧ> οἱ Ἰουδαῖοι ἐλάτρευον.
 [03615]  [13.16.99] Ὥσπερ γάρ καθὼς ὁμολογήσαιεν ἂν καὶ οἱ Ἰουδαῖοι οἱ ἄγγελοι οὐκ ἐν Ἱεροσολύμοις προσκυνοῦσιν τῷ πατρί, τῷ κρειττόνως παρὰ τὸ ἐν Ἱεροσολύμοις προσκυνεῖν τῷ πατρί, οὕτως οἱ ἤδη τῇ διαθέσει τὸ ἰσάγγελοι εἶναι ἐσχηκότες οὐδὲ ἐν Ἱεροσολύ μοις προσκυνήσουσιν τῷ πατρί, ἀλλὰ βέλτιον ἢ οἱ ἐν Ἱερο σολύμοις, κἂν διὰ τοὺς ἐν Ἱεροσολύμοις συμπεριφέρωνται τοῖς ἐν Ἱεροσολύμοις, τοῖς Ἰουδαίοις γινόμενοι Ἰουδαῖοι ἵναἸουδαίους κερδήσωσιν.
 [03616]  Ἱεροσόλυμα δέ μοι νοείσθω καθὼς προαποδεδώκαμεν, ὁμοίως δὲ καὶ οἱ Ἰουδαῖοι.
 [03622]  τὸ δὲ «ἡμεῖς», ὅσον ἐπὶ τῷ ῥητῷ, οἱ Ἰουδαῖοι·
 [03625]  [13.17.102] Ὅρα δὲ εἰ μὴ ἰδίως καὶ παρὰ τὴν ἀκολουθίαν τῶν ῥητῶν ὁ Ἡρακλέων ἐκδεξάμενος τὸ «ὑμεῖς» ἀντὶ τοῦ «Οἱ Ἰουδαῖοι <καὶ οἱ> ἐθνικοὶ» διηγήσατο.
 [03627]  Ὑμεῖς οἱ Ἰουδαῖοι, ἢ πρὸς Σαμαρεῖτιν·
 [04326]  [13.55.373] Καὶ ὀνειδίζονταί γε Ἰουδαῖοι ἀπὸ τοῦ λέγοντος πρὸς αὐτούς·
 [04606]  [19.3.12] Χρὴ μέντοι γε εἰδέναι, ὅτι οἱ ἑτερόδοξοι νομίζουσιν σαφῶς ἐντεῦθεν παρίστασθαι τὸ μὴ τὸν θεόν, ᾧ ἐλάτρευον Ἰουδαῖοι, πατέρα εἶναι τοῦ χριστοῦ·
 [04861]  [19.15.n] Ἔλεγον οὖν οἱ Ἰουδαῖοι·
 [04864]  [19.15.91] Ἄξιον ζητῆσαι πόθεν κινηθέντες οἱ Ἰουδαῖοι πρὸς τὸ «Ὅπου»ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν» φασὶ τὸ «Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει·
 [04896]  «Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;» καὶ εἰ λέγουσιν δὲ ταῦτα οἱ Ἰουδαῖοι, διστακτικῶς αὐτά φασι·
 [04931]  πρὸς ὃν καὶ ἀπεκρίναντο οἱ Ἰουδαῖοι·
 [04962]  ἀλλὰ καὶ αὐτοὶ ἐπιστησάτωσαν, εἰ δύνανται οἱ Ἰουδαῖοι ὑπονενοηκέναι τὸν Ἰησοῦν ταῦτα εἰρηκέναι, ἑαυτὸν καταδικάζοντα ὡς ἀπελευσόμενον εἰς τόπον κολάσεως, ἔνθα οὐκ ἐδύναντο γενέσθαι, ὅσον ἐπὶ τῇ ἐκ δοχῇ ταύτῃ, οἱονεὶ κρείττονες αὐτοῦ·
 [04964]  [19.19.124] Καὶ ὁ Ἡρακλέων μέντοι γε ὡς ἁπλούστερον εἰρημένου τοῦ «20Μή τι ἀποκτενεῖ ἑαυτόν20;» φησὶν ὅτι [20πονηρῶς] διαλο γιζόμενοι οἱ Ἰουδαῖοι ταῦτα ἔλεγον καὶ μείζονας ἑαυ τοὺς ἀποφαινόμενοι τοῦ σωτῆρος καὶ ὑπολαμβάνοντες ὅτι αὐτοὶ μὲν ἀπελεύσονται πρὸς τὸν θεὸν εἰς ἀνά παυσιν αἰώνιον, ὁ δὲ σωτὴρ εἰς φθορὰν καὶ εἰς θάνατον ἑαυτὸν διαχειρισάμενος, ὅπου ἑαυτοὺς οὐκ ἐλογίζοντο [19.19.125] ἀπελθεῖν20.
 [04965]  καὶ αὐταῖς λέξεσίν φησιν ὅτι Ὤιοντο λέγειν τὸν σωτῆρα οἱ Ἰουδαῖοι ὅτι ἐγὼ ἐμαυτὸν διαχειρισάμενος εἰς φθορὰν μέλλω πορεύεσθαι, ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν20.
 [05170]  ὁ μὲν οὖν σωτὴρ ἑωρακὼς <τὰ> παρὰ τῷ πατρὶ λαλεῖ, οἱ δὲ πεπιστευκότες αὐτῷ Ἰουδαῖοι οὐχ ἑωράκασιν μὲν <τὰ> παρὰ τῷ πατρί, ἤκουσαν δὲ παρὰ τοῦ πατρός, ἵνα ποιῶσιν ἃ ἤκουσαν·
 [05173]  ζητήσαι δ' ἄν τις πότε ἤκουσαν παρὰ τοῦ πατρὸς οἱ πεπιστευκότες τῷ κυρίῳ Ἰουδαῖοι·
 [05353]  [20.16.128] Ζητῶ μήποτε ἐλεγχθέντες ὡς οὐ τέκνα τοῦ Ἀβραὰμ πικρότερον ἀποκρίνονται οἱ λεγόμενοι πεπιστευκέναι αὐτῷ Ἰουδαῖοι, παρακεκαλυμμένως αἰνισσόμενοι ἐκ πορνείας γεγεννῆσθαι τὸν σωτῆρα, ὡς εἰκὸς τοῦτο ὑπονοοῦντες τῷ μὴ παραδέχεσθαι τὴν διαβόητον καὶ [20.16.129] τεθρυλλημένην αὐτοῦ γένεσιν ἐκ τῆς παρθένου.
 [05776]  [20.35.n] Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ·
 [05779]  «Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις», ἐν πολλοῖς [20.35.311] διαφωνοῦντες δόγμασιν παρ' ἐκείνους.
 [05795]  καὶ τρίτος δέ τις τὴν ἑρμηνείαν τοῦ Σαμαρείτου ἐκλαβών, σημαίνοντος [7τὸν] φύλακα7, φήσει ὅτι εἰ καὶ κατ' ἄλλο ἔλεγον Σα μαρείτην αὐτὸν οἱ Ἰουδαῖοι, αὐτὸς τὸ σημαινόμενον ἀπὸ τοῦ ὀνό ματος ἐκλαβὼν οὐκ ἠρνήσατο αὐτό, εἰδὼς ὅτι φύλαξ ἐστὶν τῶν ἀνθρωπίνων ψυχῶν καὶ περὶ οὗ εἴρηται <τὸ> «Ἰδοὺ οὐ νυστάξει οὐδὲ «ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ»·
 [05924]  [20.40.n] Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι·
 [05954]  ὅτε «ἐμάχοντο πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες·
 [05956]  [20.42.388] Καὶ εἰκός γε, ὅτι ἔλεγον οἱ Ἰουδαῖοι ἐπὶ τῶν νῦν ἡμῖν ἐξεταζομένων ῥητῶν τὸ «Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται», με μαθηκότες τίνα τρόπον «δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν «κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος·
 [05972]  καὶ οὐχ ὑγιῶς ἔλεγον, ὡσπερεὶ ἔτι ἐν θανάτῳ [20.42.398] τυγχάνοντος αὐτοῦ, οἱ Ἰουδαῖοι τὸ «Ἀβραὰμ ἀπέθανεν».
 [05980]  οὔτε γὰρ ἔγνωσαν δαιμόνιον ἔχειν τὸν ἐπιτάσσοντα δαιμονίοις (οὐδεὶς γὰρ γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ ἔτι ἦσαν, ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ «Ἀβραὰμ ἀπέθανεν καὶ οἱ «προφῆται».
 [05981]  [20.43.401] Μετὰ ταῦτα ζητοῦμεν τί δήποτε, τοῦ σωτῆρος εἰρηκότος περὶ παντὸς τοῦ τηροῦντος αὐτοῦ τὸν λόγον ὅτι «Θάνατον οὐ θεω ρήσει εἰς τὸν αἰῶνα», οἱ Ἰουδαῖοι μετὰ τὰ προεξετασθέντα, δέον αὐ τοὺς καταλλήλως τῷ «Θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα» εἰρηκέναι·
 [06007]  [20.44.413] Εἴπερ οὖν διαφορά τίς ἐστιν τοῦ γεύσασθαι θανάτου καὶ τοῦ θεωρεῖν τὸν θάνατον, ὡς οὐ συνετοὶ ἀκροαταὶ οἱ Ἰουδαῖοι συγχέοντες τὸν τοῦ κυρίου λόγον, ἀντὶ τοῦ «Θάνατον οὐ θεωρήσει» εἰρήκασιν·
 [06593]  καὶ οἱ μὲν Ἰουδαῖοι «ὠλιγώθησαν καὶ ἐκακώθησαν [καὶ] ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης·
 [06632]  εἶπον γὰρ τῷ Πιλάτῳ οἱ παραδιδόντες αὐτῷ τὸν Ἰησοῦν Ἰουδαῖοι·
 [06641]  «Ἀπεκρίθησαν «οἱ Ἰουδαῖοι·
 [06644]  «Οἱ Ἰουδαῖοι «ἐκραύγαζον λέγοντες πρὸς τὸν Πιλάτον·
 [06648]  «Ἐκραύγασαν οἱ Ἰουδαῖοι·
 [06657]  καὶ ἐζήτουν γε οὗτοι οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ' ἵνα αὐτὸν ἀποκτείνωσιν πρὸς οὓς εἶπεν ἄν·
 [07569]  Ἰουδαῖοι μὲν γάρ, οὓς προέ βλεπεν ἐν τῇ ἑαυτῶν ἁμαρτίᾳ ἀποθανουμένους, οὐκ ἐπὶ βραχυνό μενον χρόνον οὐκ ἐδύναντο ἥκειν ὅπου ὑπῆγεν ὁ Ἰησοῦς·
 [07572]  νυνὶ δὲ καὶ οἱ Ἰουδαῖοι ἀποθνή32.32.393 σκειν ἔμελλον, καὶ ὁ Ἰησοῦς ἀποθανὼν καταβαίνειν εἰς ᾅδου.
000-00-00 Serial Number=0640650809
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00144]  οὐ γὰρ εἶπεν ὁ κύριος, ὅτι λύω τὸν ναόν, ἀλλὰ «λύσατε», καὶ οὐκ εἶπε «λύσατε τὸν ναὸν τοῦ θεοῦ», ἀλλὰ «λύσατε τὸν ναὸν τοῦτον», περὶ τοῦ ἰδίου σώματος λέγων, οἱ δὲ Ἰουδαῖοι καὶ (l.
000-00-00 Serial Number=0217249870
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00068]  Ἐλθὼν δέ τις ἄνθρωπος εἰς τὸν ἀγρόν, εἴτε τὰς γραφὰς εἴτε τὸν Χριστὸν τὸν ἐκ φανερῶν καὶ κρυπτῶν συνεστηκότα, εὑρίσκει τὸν κεκρυμμένον τῆς σοφίας θησαυρόν, εἴτε ἐν Χριστῷ εἴτε ἐν ταῖς γραφαῖς ἐμπεριερχόμενος γὰρ τὸν ἀγρὸν καὶ ἐρευνῶν τὰς γραφὰς καὶ ζητῶν νοῆσαι τὸν Χριστὸν εὑρίσκει τὸν ἐν αὐτῷ θησαυ ρόν , καὶ εὑρὼν κρύπτει, οὐκ ἀκίνδυνον εἶναι νομίζων τὰ τῶν γραφῶν ἀπόρρητα νοήματα ἢ τοὺς ἐν Χριστῷ θησαυροὺς «σοφίας καὶ γνώσεως» ἐκφαίνειν τοῖς τυχοῦσι, καὶ κρύψας ἄπεισι πραγματευόμενος πῶς ἀγοράσει τὸν ἀγρὸν ἤτοι τὰς γραφάς, ἵνα ἴδιον κτῆμα αὐτὰς ποιήσῃ, λαβὼν ἀπὸ τῶν τοῦ θεοῦ «τὰ λόγια τοῦ θεοῦ», ἃ πρῶτον Ἰουδαῖοι «ἐπιστεύθησαν».
 [00346]  ∆ιαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποίας ἐφρόνουν οἱ Σαδδουκαῖοι περὶ ἀναστάσεως νεκρῶν ὡς οὐκ ἐγειρομένων, καὶ περὶ ἀγγέλων ὡς οὐχ ὑπαρχόντων, ἀλλὰ τροπολογουμένων τῶν περὶ αὐτῶν ἀναγεγραμμένων μόνον καὶ μηδὲν ὡς πρὸς τὴν ἱστορίαν ἀληθὲς ἐχόντων·
 [00373]  Τάχα δὲ καὶ ἀφῃρέθησαν τὴν ἐξουσίαν ταύτην Ἰουδαῖοι, τῆς θείας παρασχούσης προνοίας τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἂν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιστευόντων χωρῇ, δοκούσης κατὰ νόμον γίγνεσθαι.
 [00400]  Τὴν δὲ κεφαλὴν τῆς προ φητείας Ἰουδαῖοι οὐκ ἔχουσι, τὸ κεφάλαιον πάσης προφητείας Χριστὸν Ἰησοῦν ἀρνούμενοι.
 [00661]  Ἰουδαῖοι οὖν υἱοὺς ὡς κακολογοῦντας πατέρα ἢ μητέρα τοὺς λέγοντας τῷ πατρὶ ἢ τῇ μητρί·
 [00699]  Ἐμνήσθη <δὲ> καὶ ὁ Μᾶρκος, ἀφ' οὗ χρησίμως παραστησόμεθα περὶ τῆς παραβάσεως τῶν πρεσβυτέρων δοξάντων νίπτειν τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσιν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα·
 [00700]  «Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, καὶ ἀπ' ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσι, καὶ ἄλλα τινά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισ μοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκείων καὶ κλινῶν.».
 [00703]  Σαφῶς διὰ τούτων ὑπὸ τοῦ σωτῆρος διδασκόμεθα, ἀναγινώσκοντες ἐν τῷ Λευϊτικῷ καὶ ἐν τῷ ∆ευτερονομίῳ τὰ περὶ καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων, ἐφ' οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχειρον περὶ τούτων νοῦν.
 [00727]  Πῶς γὰρ ἠδύναντο εἶναι φυτεία τοῦ πατρὸς οἱ ἐπὶ τοῖς Ἰησοῦ σκανδαλισθέντες λόγοις, ἀφιστᾶσι μὲν τοῦ «μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, ἃ ἦν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων», προσάγουσι δὲ τὸν συνετὸν ἑαυτῶν ἀκροατὴν τῷ «τὰ ἄνω» περὶ τούτων ζητεῖν καὶ «μὴ <τὰ> ἐπὶ γῆς», ὡς οἱ Ἰουδαῖοι;
 [01050]  Ἀλλ' οἱ μὲν Ἰουδαῖοι, ὡς ἄξιοι τοῦ ἐπὶ τῇ καρδίᾳ αὐτῶν καλύμματος, ἐψευδοδόξουν περὶ τοῦ Ἰησοῦ·
 [03634]  διόπερ μέχρι σήμερον Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν (οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ), ἔχουσι δὲ μεθ' ἑαυτῶν τὸν ἀπὸ τῶν πνευματικῶν «τῆς πονηρίας» Βαραββᾶν τὸν λῃστὴν ἤδη κεκρατημένον καὶ «εἰς φυλακὴν» κατακεκλεισμένον, ὃν καθ' ἑαυτῶν ἠξίωσαν ἀπολυθῆναι.
 [03986]  οὐ γὰρ φαίνονται Ἰουδαῖοι ἀπο κτείναντες αὐτὸν ὡς υἱὸν τοῦ οἰκο δεσπότου.
 [04218]  Ἰουδαῖοι, ἅτε ἰδίαν ἔχοντες τὴν κατὰ τὸν Μωσέως νόμον διδασκαλίαν καὶ πολιτείαν ἀπεξε νωμένην τῆς τῶν ἐθνῶν ἀγωγῆς καὶ δόγμα ἔχοντες τὸ λέγον·
 [04226]  Καὶ κατὰ τὸν χρόνον οὖν τοῦ σω τῆρος, ἡνίκα φόρον ἐπετάχθησαν δοῦ ναι Ἰουδαῖοι Ῥωμαίοις, σκέψις καὶ βουλὴ ἦν ἐν Ἰουδαίοις περὶ τοῦ πότε ρον καθήκει τοὺς ἀνακειμένους τῷ θεῷ καὶ μερίδα ὄντας αὐτοῦ διδόναι φόρον τοῖς ἄρχουσιν ἢ ὑπὲρ ἐλευθε ρίας πολεμεῖν, εἰ μὴ συγχωροῖντο ζῆν ὡς βούλονται, καὶ μὴ διδόναι φόρον.
000-00-00 Serial Number=0935633838
Contra Celsum Ante [Go Back]  
 [00198]  ταὐτὰ δὲ λέγοντες Ἰουδαῖοι περὶ Αἰγυπτίων, πολλὰ ἀδίκως πεπονθέναι ἀνα γράφοντες ἑαυτοὺς καὶ διὰ τοῦτο λέγοντες αὐτοὺς κεκολάσθαι ὑπὸ θεοῦ, ψεύδονται;
 [00300]  Ἐπαγγέλλεται δὲ διδάξειν ἑξῆς, πῶς καὶ Ἰουδαῖοι ὑπὸ ἀμαθίας ἐσφάλησαν ἐξαπατώμενοι.
 [00301]  Καὶ εἰ μὲν ηὕρισκε τὴν περὶ Ἰησοῦ τοῦ Χριστοῦ ἐν Ἰουδαίοις ἀμαθίαν, μὴ κατακούσασι τῶν περὶ αὐτοῦ προφητειῶν, ἀληθῶς ἂν ἐδίδαξε, πῶς ἐσφάλησαν Ἰουδαῖοι·
 [00390]  Πρὸς οὓς ἐροῦμεν ὅτι ἀναγκαῖον παραδέξασθαι ὅτι καὶ Ἰουδαῖοι προφήτας εἶχον, εἴπερ ἔμελλον συνέχεσθαι ἐν τῇ δοθείσῃ αὐτοῖς νομοθεσίᾳ καὶ πιστεύειν τῷ δημιουργῷ, καθὰ παρειλήφεισαν, καὶ ὅσον ἐπὶ τῷ νόμῳ μὴ ἔχειν ἀφορμὰς ἀποστῆναι εἰς τὴν τῶν ἐθνῶν πολυθεότητα.
 [00396]  Εἴπερ οὖν τῶν ἐθνῶν χρωμένων μαντείαις εἴτε διὰ κληδόνων εἴτε δι' οἰωνῶν εἴτε δι' ὀρνίθων εἴτε δι' ἐγγαστριμύθων εἴτε καὶ διὰ τῶν τὴν θυτικὴν ἐπαγγελλο μένων εἴτε καὶ διὰ Χαλδαίων γενεθλιαλογούντων, ἅπερ πάντα Ἰουδαίοις ἀπείρητο, Ἰουδαῖοι εἰ μηδεμίαν εἶχον παραμυθίαν γνώσεως τῶν μελλόντων, ὑπ' αὐτῆς ἂν τῆς ἀνθρωπίνης περὶ τὴν γνῶσιν λιχνείας τῶν ἐσομένων ἀγόμενοι κατεφρόνησαν μὲν ἂν τῶν ἰδίων ὡς οὐδὲν ἐχόντων θεῖον ἐν ἑαυτοῖς καὶ οὐκ ἂν μετὰ Μωϋσέα προφήτην προσήκαντο οὐδ' ἀνέγραψαν αὐτῶν τοὺς λόγους, αὐτόμολοι δὲ ἐπὶ τὰ τῶν ἐθνῶν μαντεῖα καὶ χρηστήρια μετέστησαν ἢ ἐπεχείρησαν ἂν ἱδρῦσαί τι τοιοῦτον καὶ παρ' ἑαυτοῖς.
 [00479]  Ἔθνη γὰρ ἀμφοτέροις μαρτυρεῖ, Ἰουδαῖοι μὲν Μωϋσεῖ, Χριστιανοὶ δὲ μὴ ἀρνού μενοι τὴν Μωϋσέως προφητείαν ἀλλὰ κἀκεῖθεν ἀποδεικνύντες τὰ περὶ τοῦ Ἰησοῦ παραδέχονται τὰ περὶ αὐτοῦ ἀληθῆ εἶναι παράδοξα ὑπὸ τῶν μαθητῶν αὐτοῦ ἀναγεγραμμένα.
 [00534]  Καὶ ἐπεὶ περιΐστατο τὴν περιαυτολογίαν καὶ τοῖς ἔργοις μᾶλλον ἐβούλετο δηλοῦν εἶναι Χριστὸς ἤπερ τῇ λέξει, διὰ τοῦτό φασιν οἱ Ἰουδαῖοι πρὸς αὐτόν·
 [00538]  Οὐδὲ γὰρ συνάπτουσι τὸν Ἰωάννην οἱ Ἰουδαῖοι τῷ Ἰησουκαὶ τὴν Ἰωάννου τῇ τοῦ Ἰησοῦ κολάσει.
 [00540]  [1.49] Μετὰ ταῦτ' οὐκ οἶδ' ὅπως τὸ μέγιστον περὶ τῆς συστάσεως τοῦ Ἰησοῦ κεφάλαιον, ὡς ὅτι ἐπροφητεύθη ὑπὸ τῶν παρὰ Ἰουδαίοις προφητῶν, Μωϋσέως καὶ τῶν μετ' αὐτὸν ἢ καὶ πρὸ Μωϋσέως, παραπίπτει ἑκών, ὡς οἶμαι τῷ μὴ δύνασθαι ἀπαντᾶν πρὸς λόγον ὡς οὐδὲ Ἰουδαῖοι οὐδ' ὅσαι αἱρέσεις οὐ βούλονται πεπροφητεῦσθαι τὸν Χριστόν.
 [00585]  διὸ καὶ ὁ πᾶς λαὸς Ἰουδαῖοι ὀνομάζονται, τῆς βασιλευούσης φυλῆς ὄντες ἐπώνυμοι.
 [00865]  καὶ τὸ αὐτὸ πεποιήκασιν αὐτῷ οἱ λοιποὶ Ἰουδαῖοι καὶ Βαρνάβας.
 [00977]  Καὶ πρὸς τοῦτο δ' ἔστιν εἰπεῖν ὅτι πλέον τῶν ἄλλων Ἰουδαῖοι διὰ τὴν εἰς Ἰησοῦν ἀπιστίαν καὶ ὅσα ἄλλα αὐτῷ ἐνύβρισαν οὐ μόνον κατὰ τὴν πεπιστευμένην κρίσιν πείσονται ἀλλὰ γὰρ καὶ ἤδη πεπόνθασι.
 [00978]  Ποῖον γὰρ ἔθνος πεφυγάδευται ἀπὸ τῆς ἰδίας μητροπόλεως καὶ τοῦ οἰκείου τόπου τῇ πατρίῳ θρησκείᾳ ἢ μόνοι Ἰουδαῖοι;
 [01315]  Καίτοι οὔτε Ἰουδαῖοι οὔτε Κέλσος οὔτε ἄλλος τις μετὰ ἀποδείξεως ἔχει παραστῆσαι ὅτι ὄλεθρος τοσούτους ἀνθρώπους ἐπιστρέφει ἀπὸ τῆς χύσεως τῶν κακῶν ἐπὶ τὸν κατὰ φύσιν μετὰ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν βίον.
 [01358]  Οὐ πάνυ μὲν οὖν Ἰουδαῖοι τὰ Ἑλλήνων φιλολογοῦσιν.
 [01365]  Οὐκ εἶδε δ' ὅτι οὐχ οὕτω Πιλᾶτος ἦν καταδικάσας αὐτόν, ὅς γε ᾔδει ὅτι διὰ φθόνον παρέδωκαν αὐτὸν οἱ Ἰουδαῖοι, ὡς τὸ Ἰουδαίων ἔθνος·
 [01394]  Ἢ λεγέτωσαν Ἰουδαῖοι, τίς ἐστιν ὁ ἐν τῷ προφήτῃ ταῦτα λέγων, καὶ παραστησάτωσαν ἀπὸ τῆς ἱστορίας τὸν ἀνειληφότα εἰς τὸ βρῶμα ἑαυτοῦ χολὴν καὶ ποτισθέντα ὄξος·
 [01447]  Σαφὲς γὰρ ὅτι καὶ Ἰουδαῖοι ὁμολογήσαιεν ἂν ὅτι οὐ δέκα μόνους εἷλεν οὐδὲ ἑκατὸν οὐδὲ χιλίους, ἀλλ' ἀθρόως ὁτὲ μὲν πέντε χιλιάδας ὁτὲ δὲ τέσσαρας χιλιάδας·
 [01882]  Καὶ σαφὲς ὅτι καὶ τὴν ἐν βίῳ κόλασιν Ἰουδαῖοι μετὰ τὸ διαθεῖναι τὸν Ἰησοῦν ἃ διέθηκαν ἐκολάσθησαν.
 [01883]  Λεγέτωσαν δ' Ἰουδαῖοι, ἐὰν οἱ ἐγκαλοῦντες φάσκωσιν·
 [01895]  Ἀλλ' ἐπεὶ δύναμις τοῦ θεοῦ ὁ Χριστὸς ἦν καὶ σοφία τοῦ πατρός, διὰ τοῦτο ταῦτα πεποίηκε καὶ ἔτι ποιεῖ, κἂν μήτε Ἰουδαῖοι μήτε Ἕλληνες βούλωνται, οἱ ἀπιστοῦντες αὐτοῦ τῷ λόγῳ.
 [01896]  Ἡμεῖς οὖν οὐ παυσόμεθα πιστεύοντες τῷ θεῷ κατὰ τὰς Ἰησοῦ Χριστοῦ ὑποθήκας καὶ τοὺς τυφλώττοντας περὶ θεοσέβειαν ἐθέλοντες ἐπιστρέφειν, κἂν οἱ ἀληθῶς τυφλώτ τοντες λοιδορῶνται ἡμῖν ὡς τυφλώττουσι καὶ οἱ βουκο λοῦντες, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, τοὺς συγκατατιθεμένους αὐτοῖς ἡμῖν ἐγκαλῶσιν ὡς βουκολοῦσι τοὺς ἀνθρώπους·
 [01904]  Φησὶ δὴ ὅτι εὐηθέστατα ἐρίζουσι πρὸς ἀλλήλους Χριστιανοὶ καὶ Ἰουδαῖοι, καὶ λέγει μηδὲν διαφέρειν ἡμῶν τὸν πρὸς ἀλλήλους διάλογον περὶ Χριστοῦ τῆς κατὰ τὴν παροιμίαν καλουμένης ὄνου σκιᾶς μάχης·
 [01919]  [3.4] Εἰ δὲ ταῦθ' οὕτως ἔχει, πῶς περὶ ὄνου σκιᾶς πρὸς ἀλλή λους ζητοῦσιν Ἰουδαῖοι καὶ Χριστιανοί, ἐξετάζοντες ἀπὸ τῶν προφητειῶν, αἷς κοινῇ πεπιστεύκασι, πότερον ὁ προφη τευόμενος ἐλήλυθεν ἢ οὐδαμῶς μὲν ἐπιδεδήμηκεν ἔτι δὲ προσδοκᾶται;
 [01923]  οὐ σφάλλονται τοίνυν κατὰ τὸ προσίεσθαι θεόθεν τοὺς προφήτας λελαληκέναι οὔτε Ἰουδαῖοι οὔτε Χριστιανοί, ἀλλ' οἱ σφαλλόμενοι περὶ τοῦ προφητευομένου προσδοκωμένου ψευδοδοξοῦσιν, ὅστις καὶ ποταπὸς κατὰ τὸν ἀληθῆ τῶν προφητῶν λόγον κεκήρυκται.
 [02659]  [4.2] Ὅτι δὲ καὶ Χριστιανῶν τινες καὶ Ἰουδαῖοι, οἱ μὲν καταβεβηκέναι <λέγουσιν,> οἱ δὲ καταβήσεσθαι εἰς τὴν γῆν τινα θεὸν ἢ θεοῦ υἱὸν τῶν τῇδε δικαιωτήν, τοῦτ' αἴσχιστον, καὶ οὐδὲ δεῖται μακροῦ λόγου ὁ ἔλεγχος.
 [02663]  Ὅρα δὴ ὅτι, εἴπερ μετά τινος κἂν δοκούσης ἀκολουθίας ἐβούλετο ἀνατρέ πειν τὴν περὶ τῶν προφητειῶν ἢ περὶ τοῦ ἐπιδημήσειν ἢ ἐπιδεδημηκέναι τὸν Χριστὸν πίστιν, ἐχρῆν αὐτὸν αὐτὰς ἐκθέσθαι τὰς προφητείας, αἷς ἐν τῷ διαλέγεσθαι πρὸς ἀλλήλους χρώμεθα Χριστιανοὶ καὶ Ἰουδαῖοι·
 [02666]  Οὐκ οἶδε μέντοι γε ὅτι οὐ πάνυ τι Ἰουδαῖοι λέγουσι θεὸν ὄντα τὸν Χριστὸν καταβήσεσθαι ἢ θεοῦ υἱόν, ὡς καὶ ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν.
 [02853]  Ἰουδαῖοι δὴ παρ' αὐτῷ λέγουσι πληρωθέντα τὸν βίον πάσης κακίας δεῖσθαι τοῦ καταπεμπομένου ἀπὸ θεοῦ, ἵν' οἱ μὲν ἄδικοι κολασθῶσι, τὰ δὲ πάντα καθαρθῇ ἀνάλογον τῷ πρώτῳ συμβάντι κατακλυσμῷ.
 [02873]  [4.22] Καὶ Χριστιανοὶ δὲ κατὰ τὸν Κέλσον προστιθέντες τινὰς λόγους τοῖς ὑπὸ Ἰουδαίων λεγομένοις φασὶ διὰ τὰς τῶν Ἰουδαίων ἁμαρτίας ἤδη πεπέμφθαι τὸν υἱὸν τοῦ θεοῦ, καὶ ὅτι Ἰουδαῖοι κολάσαντες τὸν Ἰησοῦν καὶ χολὴν ποτίσαντες ἐπὶ σφᾶς αὐτοὺς ἐκ θεοῦ χόλον ἐπεσπάσαντο.
 [02906]  οὔτε μᾶλλον οἱ ἐν Χριστιανοῖς καὶ Ἰουδαίοις φαῦλοι καὶ ὡς πρὸς τὸ ἀληθὲς οὐ Χριστιανοὶ οὐδὲ Ἰουδαῖοι, τῶν λοιπῶν φαύλων παραβάλλοιντο ἐν γωνίᾳ βορβόρου καλινδουμένοις σκώληξιν.
 [02970]  [4.31] Μετὰ ταῦτα βουλόμενος κατασκευάζειν ὅτι μηδὲν τῶν προειρημένων παρ' αὐτῷ ζῴων διαφέρουσιν Ἰουδαῖοι καὶ Χριστιανοί φησιν Ἰουδαίους ἀπ' Αἰγύπτου δραπέτας γεγονέναι, μηδὲν πώποτε ἀξιόλογον πράξαντας, οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ αὐτούς ποτε γεγενημένους.
 [03002]  Σαφὲς δὴ ὅτι καὶ γενεαλογοῦνται Ἰουδαῖοι ἀπὸ τῶν τριῶν πατέρων τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ·
 [03015]  πῶς οὖν Ἰουδαῖοι ἅτε ἐπιχειρήσαντες ἑαυτοὺς γενεαλογεῖν ἀπὸ πρώτης σπορᾶς τούτων, οὓς γόητας καὶ πλανήτας ἀνθρώπους ὑπείληφεν εἶναι ὁ Κέλσος, ἀναισχύντως ἐπιχειροῦσιν ἑαυτοὺς καὶ τὴν ἀρχὴν αὑτῶν ἐπὶ τούτους ἀνάγειν, ὧν τὰ ὀνόματα ἑβραϊκὰ τυγχάνοντα μαρτυρεῖ Ἑβραίοις, τὰ ἱερὰ αὐτῶν βιβλία ἐν Ἑβραίων ἔχουσι διαλέκτῳ καὶ γράμμασιν, ὅτι οἰκεῖόν ἐστι τὸ ἔθνος αὐτῶν τοῖς ἀνδράσι τούτοις;
 [03023]  Παρέρριψε δ' ἐν τοῖς κατὰ τὰ ὀνόματα ταῦτα, ἀφ' ὧν γενεαλογοῦνται Ἰουδαῖοι, ὅτι οὐδὲ πώποτ' ἐν πολλῷ τῷ πρόσθεν χρόνῳ ἀμφισβήτησις γεγένηται περὶ τῶν τοιῶνδε ὀνομάτων, ἀλλὰ νῦν Ἰουδαῖοι πρὸς ἑτέρους τινάς, οὓς οὐκ ὠνόμασε, περὶ τούτων ἀμφισβητοῦσι.
 [03026]  [4.36] Μετὰ ταῦτα ὁ Κέλσος ἐκτιθέμενος τὰ ἀπὸ τῆς ἔξω τοῦ θείου λόγου ἱστορίας, τὰ περὶ τῶν ἐπιδικασαμένων ἀνθρώπων τῆς ἀρχαιότητος, οἷον Ἀθηναίων καὶ Αἰγυπτίων καὶ Ἀρκάδων καὶ Φρυγῶν, καὶ γηγενεῖς τινας παρὰ σφίσιν γεγονέναι λεγόντων καὶ τεκμήρια τούτων παρεχομένων ἑκάστων, φησὶν ὡς ἄρα Ἰουδαῖοι ἐν γωνίᾳ που τῆς Παλαισ τίνης συγκύψαντες, παντελῶς ἀπαίδευτοι καὶ οὐ προακη κοότες πάλαι ταῦτα Ἡσιόδῳ καὶ ἄλλοις μυρίοις ἀνδράσιν ἐνθέοις ὑμνημένα, συνέθεσαν ἀπιθανώτατα καὶ ἀμουσότατα, ἄνθρωπόν τινα ὑπὸ χειρῶν θεοῦ πλασσόμενόν τε καὶ ἐμφυ σώμενον καὶ γύναιον ἐκ τῆς πλευρᾶς καὶ παραγγέλματα τοῦ θεοῦ καὶ ὄφιν τούτοις ἀντιπράσσοντα καὶ περιγινόμενον τῶν θεοῦ προσταγμάτων τὸν ὄφιν, μῦθόν τινα ὡς γραυσὶ διηγούμενοι καὶ ποιοῦντες ἀνοσιώτατα τὸν θεόν, εὐθὺς ἀπ' ἀρχῆς ἀσθενοῦντα καὶ μηδ' ἕν' ἄνθρωπον, ὃν αὐτὸς ἔπλασε, πεῖσαι δυνάμενον.
 [03029]  Οὐκ Ἰουδαῖοι οὖν συνέθεσαν ἀπιθανώτατα καὶ ἀμουσότατα τὰ περὶ τὸν γηγενῆ ἄνθρωπον, ἀλλ' οἱ κατὰ Κέλσον ἄνδρες ἔνθεοι, Ἡσίοδος καὶ οἱ ἄλλοι αὐτοῦ μυρίοι, τοὺς πολλῷ πρεσβυτέρους καὶ σεμνοτάτους ἐν τῇ Παλαιστίνῃ λόγους μήτε μαθόντες μήτ' ἀκηκοότες, τοιαύτας ἔγραψαν ἱστορίας περὶ τῶν ἀρχαίων, Ἠοίας καὶ Θεογονίας, γένεσιν τὸ ὅσον ἐφ' ἑαυτοῖς περιτιθέντες θεοῖς, καὶ ἄλλα μυρία.
 [03074]  μόνοι δὲ Ἰουδαῖοι ἔδοξάν σοι καὶ ὁ τούτων νομοθέτης καὶ οἱ συγγραφεῖς πάντων ἀνθρώπων εἶναι ἀνοητότατοι, καὶ μόνον τοῦτο τὸ ἔθνος οὐδεμιᾶς δυνάμεως θεοῦ μετειληφέναι, τὸ οὕτως μεγαλοφυέστατα δεδιδαγμένον ἀναβαίνειν ἐπὶ τὴν ἀγένητον τοῦ θεοῦ φύσιν κἀκείνῳ μόνῳ ἐνορᾶν καὶ τὰς ἀπ' αὐτοῦ μόνου ἐλπίδας προσδοκᾶν;
 [03440]  Εἴπερ οὖν Ἰουδαῖοι μετὰ τὸ διαθεῖναι τὸν Ἰησοῦν ἅπερἐτόλμησαν κατ' αὐτοῦ ἡβηδὸν ἀπώλοντο καὶ ἐπυρπολήθησαν, οὐκ ἀπ' ἄλλης ὀργῆς ἢ ἧς ἑαυτοῖς ἐθησαύρισαν ταῦτα πεπόνθασι, τῆς τοῦ θεοῦ κατ' αὐτῶν κρίσεως θεοῦ καταστή ματι γεγενημένης, ὀνομαζομένης ὀργῆς πατρίῳ τινὶ Ἑβραίων ἔθει.
 [03760]  Θεὸς μέν, ὦ Ἰουδαῖοι καὶ Χριστιανοί, καὶ θεοῦ παῖς οὐδεὶς οὔτε κατῆλθεν οὔτ' <ἂν> κατέλθοι.
 [03794]  σαφὲς γὰρ τοῖς τὰ Ἰουδαίων ἐξετάζουσι καὶ τὰ Χριστιανῶν ἐκείνοις συνάπτουσιν ὅτι τῷ μὲν νόμῳ ἀκολου θοῦντες Ἰουδαῖοι, λέγοντι ἐκ προσώπου θεοῦ·
 [03802]  [5.7] Ἀλλὰ καὶ ἑαυτῷ λαβών, ὡς ἄρα θεὸν νομίζουσι τὸν οὐρανὸν Ἰουδαῖοι, τούτῳ ὡς ἄτοπον ἐπιφέρει, ἐγκαλῶν τοῖς προσκυνοῦσι μὲν τὸν οὐρανὸν οὐχὶ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, ὅτι τοῦτο ποιοῦσιν Ἰουδαῖοι ὡς ἐνδεχόμενον τὸ μὲν ὅλον εἶναι <θεόν>, τὰ μέρη δ' αὐτοῦ μὴ θεῖα·
 [03804]  Οὐ λέγουσι μὲν οὖν σαφῶς οὔτε Ἰουδαῖοι οὔτε Χριστιανοὶ τὸν οὐρανὸν θεόν.
 [03817]  Οἱ <δὲ> κατὰ τὸν τοῦ Μωϋσέως νόμον βιοῦντες Ἰουδαῖοι, κἂν μηδὲν εἰδῶσιν ἐκδέχεσθαι κεκρυμμένως εἰρημένον τοῦ νόμου βούλημα καὶ ἀπόρρητόν τι ἐμφαῖνον, οὔτε τὸν οὐρανὸν φήσουσιν εἶναι θεὸν οὔτε τοὺς ἀγγέλους.
 [03829]  Ἐχρῆν οὖν ἢ μηδ' ὅλως ταῦτ' εἰς Ἰουδαίους ἀναφέρειν τὸν τηροῦντα Ἰουδαίους ὡς φυλάσσοντας τὸν νόμον καὶ λέγοντα αὐτοὺς εἶναι τοὺς κατὰ τὸν νόμον βιοῦντας, ἢ ἀναφέροντα παραστῆσαι ὅτι τὰ τοιαῦτα οἱ παρανομοῦντες Ἰουδαῖοι ἐποίουν.
 [04020]  Ἰουδαῖοι μὲν οὖν ἔθνος ἴδιον γενόμενοι καὶ κατὰ τὸ ἐπιχώριον νόμους θέμενοι καὶ τούτους ἐν σφίσιν ἔτι νῦν περιστέλλοντες καὶ θρησκείαν ὁποίαν δή, πάτριον δ' οὖν, φυλάσσοντες ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν, ὅτι ἕκαστοι τὰ πάτρια, ὁποῖά ποτ' ἂν τύχῃ καθεστηκότα, περιέπουσι.
 [04024]  Ἐν τούτοις δὴ ὁ Κέλσος ἐμφαίνει ὅτι οἱ πάλαι Αἰγύπτιοι Ἰουδαῖοι ὕστερον ἔθνος ἐγίνοντο ἴδιον, καὶ νόμους θέμενοι τούτους περιστέλλουσι.
 [04151]  Χριστιανοὺς δὲ τὰ πάτρια κατα λιπόντας καὶ οὐχ ἕν τι τυγχάνοντας ἔθνος ὡς Ἰουδαῖοι ἐγκλήτως προστίθεσθαι τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ.
 [04218]  Εἰ μὲν δὴ κατὰ ταῦτα περιστέλλοιεν Ἰουδαῖοι τὸν ἴδιον νόμον, οὐ μεμπτὰ αὐτῶν, ἐκείνων δὲ μᾶλλον, τῶν καταλιπόντων τὰ σφέτερα καὶ τὰ Ἰουδαίων προσποιουμένων.
 [04239]  Οὐ κατὰ τὰ αὐτὰ οὖν τοῖς λοιποῖς ἔθνεσι περιστέλλοιεν ἂν Ἰουδαῖοι τὸν ἴδιον νόμον.
 [04241]  Κἂν μὴ βούληται δὲ Κέλσος, σοφώτερόν τι εἰσὶν εἰδότες Ἰουδαῖοι οὐ μόνον τῶν πολλῶν ἀλλὰ καὶ τῶν φιλοσοφεῖν δοκούντων, ὅτι οἱ μὲν φιλοσοφοῦντες μετὰ τοὺς σεμνοὺς ἐν φιλοσοφίᾳ λόγους καταπίπτουσιν ἐπὶ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, Ἰουδαίων δὲ καὶ ὁ ἔσχατος μόνῳ ἐνορᾷ τῷ ἐπὶ πᾶσι θεῷ·
 [04247]  οὐχ ὁρῶν ὅτι Ἰουδαῖοι ὡς ἕνα θεὸν ἠπίσταντο, οὕτως ἕνα τὸν τῆς προσευχῆς ἅγιον οἶκον καὶ ἓν τὸ τῶν ὁλοκαρπωμάτων θυσιαστήριον καὶ ἓν τὸ τῶν θυμιαμάτων θυμιατήριον καὶ ἕνα τὸν τοῦ θεοῦ ἀρχιερέα.
 [04289]  [5.48] Κἂν σεμνύνωνται τοίνυν Ἰουδαῖοι τῇ περιτομῇ, χωρίσουσιν αὐτὴν οὐ μόνον τῆς Κόλχων καὶ Αἰγυπτίων περιτομῆς ἀλλὰ καὶ τῆς Ἰσμαηλιτῶν Ἀράβων, καίτοι γε ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἀβραὰμ τοῦ Ἰσμαὴλ γεγενημένου καὶ σὺν ἐκείνῳ περιτεμνομένου.
 [04290]  Λέγουσι δὲ Ἰουδαῖοι τὴν μὲν ὀκταήμερον περιτομὴν εἶναι τὴν προηγουμένην, τὴν δὲ μὴ τοιαύτην ἐκ περιστάσεως·
 [04305]  [5.49] Ἀλλ' οὐδὲ ἐπὶ τῷ συῶν ἀπέχεσθαι ὡς μεγάλῳ τινὶ Ἰουδαῖοι σεμνύνονται, ἐπὶ δὲ τῷ τὴν καθαρῶν καὶ ἀκαθάρτων ζῴων φύσιν μεμαθηκέναι καὶ τὴν τούτου αἰτίαν ἐγνωκέναι καὶ τὸν σῦν ἐν ἀκαθάρτοις τετάχθαι.
 [04401]  Εἶτα δοκεῖ μοι τὸ βιβλίον συμπληρῶσαι θέλων καὶ μέγα δοκεῖν εἶναι ποιῶν εἰκῇ προστιθέναι τινά, ὁποῖά ἐστι καὶ τὰ κατὰ τὸν πρῶτον ἄνθρωπον, ὡς ἄρα λέγομεν τὸν αὐτὸν εἶναι ὡς καὶ Ἰουδαῖοι καὶ τὴν ἀπ' ἐκείνου διαδοχὴν ὁμοίως αὐτοῖς γενεαλογοῦμεν.
 [04409]  [5.60] Εἰ δ' ἀκριβῶς χρὴ ἡμᾶς λέγειν τὰ πρὸς τὸν Κέλσον, οἰόμενον τὰ αὐτὰ ἡμᾶς Ἰουδαίοις περὶ τῶν ἐκκειμένων δοξάζειν, φήσομεν ὅτι τὰ μὲν βιβλία θείῳ γεγράφθαι πνεύματι ὁμολογοῦμεν ἀμφότεροι, περὶ δὲ τῆς ἐκδοχῆς τῶν ἐν τοῖς βιβλίοις οὐκέτι τὰ ὅμοιά φαμεν, οἵ γε οὐδὲ βιοῦμεν ὡς Ἰουδαῖοι τῷ φρονεῖν οὐ τὴν κατὰ τὸ ῥητὸν ἐκδοχὴν τῶν νόμων εἶναι τὴν περιέχουσαν τὸ βούλημα τῆς νομοθεσίας.
 [04759]  Τὴν δὲ Γέενναν ἡμεῖς ἐν τῷ εὐαγγελίῳ γεγραμμένην ὡς κολαστήριον εὑρόντες, ἐζητήσαμεν, εἴ που τῶν παλαιῶν γραμμάτων ὠνομάσθη, καὶ μάλιστα ἐπείπερ καὶ Ἰουδαῖοι χρῶνται τῷ ὀνόματι.
 [04795]  Καὶ ἐν τούτοις δὴ ὁ γενναιότατος φιλόσοφος Κέλσος σαφῶς Χριστιανοὺς συκοφαντεῖ, λέγων τοὺς αὐτούς, ἡνίκα μὲν ἂν Ἰουδαῖοι αὐτοὺς βιάζωνται, τὸν αὐτὸν αὐτοῖς θεὸν ὁμολογεῖν·
 [04797]  Εἴτε γὰρ Ἰουδαίοις διαλεγόμενοι εἴτε καθ' ἑαυτοὺς ὄντες ἕνα καὶ τὸν αὐτὸν ἴσμεν, ὃν καὶ πάλαι ἔσεβον Ἰουδαῖοι καὶ νῦν σέβειν ἐπαγγέλλονται θεόν, οὐδαμῶς εἰς αὐτὸν ἀσεβοῦντες.
 [05324]  ἐπεὶ καὶ Σαμαρεῖς καὶ Ἰουδαῖοι σωματικῶς καὶ τυπικῶς ἐποίουν τὰ προσταττόμενα ὑπὸ τοῦ νόμου, εἶπεν ὁ σωτὴρ πρὸς τὴν Σαμαρεῖτιν·
 [05751]  [7.26] Εἰ δὲ χρὴ κἂν ὀλίγα περὶ τῆς διαφόρου πολιτείας εἰπεῖν, ἥντινα Ἰουδαῖοι κατὰ Μωϋσέα πρότερον ἐπολιτεύοντο, καὶ ἣν Χριστιανοὶ νῦν κατὰ τὴν Ἰησοῦ διδασκαλίαν βούλονται κατορθοῦν, φήσομεν ὅτι οὔτε τῇ κλήσει τῶν ἐθνῶν ἥρμοζε κατὰ τὸν Μωϋσέως ὡς πρὸς τὸ γράμμα πολιτεύεσθαι νόμον, ὑπὸ Ῥωμαίοις τεταγμένων, οὔτε τοῖς πάλαι Ἰουδαίοις οἷόν τ' ἦν τὸ σύστημα τῆς πολιτείας ἔχειν ἀκαθαίρετον, εἰ καθ' ὑπόθεσιν τῇ κατὰ τὸ εὐαγγέλιον πολιτείᾳ ἐπείθοντο.
 [05752]  Ἀναι ρέσει μὲν γὰρ πολεμίων ἢ τῶν παρὰ τὸν νόμον πεποιηκότων καὶ ἀξίων κριθέντων τῆς διὰ πυρὸς ἢ λίθων ἀναιρέσεως οὐχ οἷόν τ' ἦν Χριστιανοὺς χρῆσθαι κατὰ τὸν Μωϋσέως νόμον, εἴ γε οὐδ' οἱ Ἰουδαῖοι θέλοντες κατ' ἐκείνων δύνανται ταῦτα, ὡς ὁ νόμος προσέταξεν, ἐπιτελεῖν.
 [06165]  [7.64] Ὥσπερ οὖν τὸ ἓν τοῦτο πρᾶγμα, ἡ τῆς μοιχείας ἀποχή, ἓν εἶναι δοκοῦσα πολλὰ ἁλίσκεται τυγχάνουσα παρὰ τὰ διάφορα δόγματα καὶ τὰς προθέσεις, οὕτως καὶ τῶν μὴ ἀνεχομένων παρὰ βωμοῖς καὶ ναοῖς καὶ ἀγάλμασι σέβειν τὸ θεῖον Σκύθαι μὲν ἢ Λιβύων οἱ Νομάδες ἢ Σῆρες οἱ ἄθεοι ἢ Πέρσαι ἀπὸ δογμάτων τοῦτο πράττουσιν ἄλλων, ἢ ὧν Χριστιανοὶ καὶ Ἰουδαῖοι οὐκ ἀνέχονται τῆς τοιαύτης ὑπολαμβανομένης εἰς τὸ θεῖον θεραπείας·
 [06167]  Χριστιανοὶ δὲ καὶ Ἰουδαῖοι διὰ τὸ Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις <καὶ> διὰ τὸ Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ καὶ Οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ <ἄνω> καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τῷ ὕδατι ὑποκάτω τῆς γῆς·
 [06705]  ∆ιατίθενται Ἰουδαῖοι καὶ Χριστιανοὶ περὶ τοῦ ὑπ' αὐτῶν καλουμένου μέλλοντος αἰῶνος καὶ τῶν ἐν αὐτῷ γερῶν μὲν ἐπὶ τοὺς δικαίους κολάσεων δὲ ἐπὶ τοὺς ἁμαρτωλούς.
000-00-00 Serial Number=0373438478
De principiis Ante [Go Back]  
 [00358]  Οἵ τε ἀπὸ τῶν αἱρέσεων ἀναγινώσκοντες τὸ «πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου» καὶ «ἐγὼ θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρ τίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν» καὶ «μεταμεμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα» καὶ «ἐγὼ θεὸς ποιῶν εἰρήνην καὶ κτίζων κακά», καὶ ἐν ἄλλοις τὸ «οὐκ ἔστι κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν», ἔτι δὲ καὶ τὸ «κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ», καὶ «πνεῦμα πονηρὸν παρὰ θεοῦ ἔπνιγε τὸν Σαούλ», καὶ μυρία ὅσα τούτοις παραπλήσια, ἀπιστῆσαι μὲν ὡς θεοῦ ταῖς γραφαῖς οὐ τετολμήκασι, πιστεύοντες δὲ αὐτὰς εἶναι τοῦ δημιουργοῦ, ᾧ Ἰουδαῖοι λατρεύουσιν, ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ ἀγαθοῦ τυγχάνοντος τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον καταγγέλλοντα θεόν, ὅν φασι μὴ τὸν δημιουργὸν τυγχά νειν, διαφόρως περὶ τούτου κινούμενοι·
 [00408]  Πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων «ἐπου ρανίων ὑποδείγματι καὶ σκιᾷ» οἱ «κατὰ σάρκα» Ἰουδαῖοι «ἐλάτρευον», καὶ τίνων «μελλόντων ἀγαθῶν ὁ νόμος ἔχει σκιάν».
000-00-00 Serial Number=0468654931
Excerpta in Psalmos Ante [Go Back]  
 [00570]  Ἰουδαῖοι δὲ, βλασφημοῦν τες αὐτὸν, εἰς τέλος ὀλοθρεύονται.
000-00-00 Serial Number=0394614458
Expositio in Proverbia Ante [Go Back]  
 [00495]  Σῖτος ὁ θεῖος λόγος, ὂν κατακρύψαντες οἱ Ἰουδαῖοι, κατέλιπον αὐτὸν τοῖς ἔθνεσιν.
000-00-00 Serial Number=0669409215
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00659]  καὶ οὐκ ἀγνοητέον γε ὅτι κατὰ τὸ ῥητὸν ἡγοῦνται τοῦτο γίνεσθαι οἱ Ἰουδαῖοι·
000-00-00 Serial Number=0624504924
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00557]  γέννημα γὰρ χώρας ὁ Χριστός, ὁ ἐν Βηθλεὲμ γεννηθείς, ὅπερ Οἶκος ἄρτου σημαίνεται, οὗπερ ἄγευστοι γεγονότες Ἰουδαῖοι εἰς δαιμόνων ἀπήχθησαν χώραν.
000-00-00 Serial Number=0608277857
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00404]  ἐπεὶ δὲ Ἰουδαῖοι οὐκέτι κατὰ τὴν διάταξιν ἀλλὰ κατὰ τὰς ἰδίας ὀρέξεις τε καὶ ἡδονὰς ἦγον τὰς ἑορτάς, οὐ πάσχα τοῦ θεοῦ ἀλλὰ τῶν Ἰουδαίων ὁ εὐαγγελιστὴς λέγει.
 [00414]  καὶ αὐτοὶ γοῦν οἱ Ἰουδαῖοι καταπλαγέντες ἐπὶ τῷ τολμηθέντι φασὶν ἐν τοῖς ἑξῆς πρὸς αὐτόν·
 [00707]  [53] Ἴσως δ' <ἂν> ἐπιζητήσειέ τις τὴν αἰτίαν δι' ἣν Ἰουδαῖοι οὐ συγχρῶνται Σαμαρείταις, ἥντινα εὑρεῖν δυνατὸν ἐν τῇ τρίτῃ καὶ τε τάρτῃ τῶν Βασιλειῶν ἱστοριῶν, ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ τῶν Παρα λειπομένων.
 [00861]  Ἐπεὶ ἐξέβαλον αὐτὸν οἱ Ἰουδαῖοι ἔξω ἀπ' αὐτῶν διὰ τὴν ἐπὶ τῷ σωτῆρι παρρησίαν, διὰ τοῦτο εὗρεν αὐτὸν ὁ Ἰησοῦς.
 [00889]  Οὐκ ἔλαττον δὲ καὶ τὸ τῆς λιθοβολίας δρᾶμα θεωρῶν, ἐπειδὴ καὶ τοῦτο πειρᾶται τροπολογῆσαι τοῦ εὐαγγελικοῦ καταψεύδεται γράμματος Οὐ πάνυ τι , λέγων, εὕραμεν ζητήσαν τες ἐν τοῖς πρὸ τούτου ὅτι ἐβάστασαν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν .
 [01010]  εἴπερ δὲ σύμβολόν ἐστι Μαρία μὲν τοῦ θεωρητικοῦ βίου, Μάρθα δὲ τοῦ πρακτικοῦ, Λάζαρος δὲ τοῦ μετὰ τὴν πίστιν ἐν ἁμαρτίαις γενομένου, εἰκότως Μαρία καὶ Μάρθα πενθοῦσι τὸν Λάζαρον, καὶ πενθοῦσαι δέονται τῆς περὶ τοῦ ἀδελφοῦ παραμυθίας, ἣν βούλονται μὲν προσ άγειν αὐταῖς Ἰουδαῖοι.
 [01240]  πολλῷ γε μᾶλλον οἱ Ἰουδαῖοι ἐπὶ τοῦ βαπτισμοῦ.
000-00-00 Serial Number=0547278881
In Jeremiam Ante [Go Back]  
 [01136]  «πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν», καὶ τὸ ὄνομα τοῦ Ἰούδα ἐὰν παραστήσω κατὰ τὴν γραφὴν ἐπὶ τὸν Χριστὸν ἀναφερόμενον, ἄνδρες Ἰούδα οἱ ἀπιστοῦντες τῷ Χριστῷ Ἰουδαῖοι οὐκ ἔσονται, ἀλλ' ἡμεῖς ὅσοι πιστεύο μεν ἐπὶ τὸν Χριστόν.
 [01295]  Ὅτι μὲν ἐσταύ ρωσαν αὐτὸν Ἰουδαῖοι, δῆλον τοῦτό ἐστιν καὶ παρρησίᾳ τοῦτο κηρύσσομεν·
 [01345]  οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου» ἐκώλυσαν Ἰουδαῖοι διδάσκειν Ἰησοῦν »εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν.
 [02875]  τὸ ὄρος ἐγὼ ζητῶ οὐχ ὡς Ἰουδαῖοι οὕτως ἐν ἀψύχοις ὕλαις.
 [03002]  ἔδοξαν δεδιψηκέναι μιᾶς πηγῆς τῶν ὑδάτων, τοῦ θεοῦ, Ἰουδαῖοι·
 [03090]  ταῦτα οἱ ἀκέραιοι ἴσασιν ἐπὶ τὸν τότε μόνον καιρόν, ὅτε ἐμαστίγωσεν αὐτὸν ὁ Πιλᾶτος, ὅτε ἐβουλεύσαντο κατ' αὐτοῦ Ἰουδαῖοι.
 [03634]  καὶ «διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο» [οἱ διώκοντες αὐτὸν Ἰουδαῖοι·
 [03639]  διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο», οἱ διώκοντες αὐτὸν Ἰουδαῖοι·
000-00-00 Serial Number=0746816337
In Jesu Nave homiliae Ante [Go Back]  
 [00305]  Ἀδελφοὶ γὰρ ἡμῶν οἱ πρὸ τῆς παρουσίας Ἰουδαῖοι καὶ τὸ ἀληθινὸν μυστήριον ᾔδεσαν ὡς οὐκ ἔχουσιν.
000-00-00 Serial Number=0036082387
Philocalia Ante [Go Back]  
 [00255]  ἀπιστῆσαι μὲν ὡς θεοῦ ταῖς γραφαῖς οὐ τετολμήκασι, πιστεύοντες δὲ αὐτὰς εἶναι τοῦ δημιουργοῦ, ᾧ Ἰουδαῖοι λατρεύουσιν, ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ ἀγαθοῦ τυγχάνοντος τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον καταγγέλλοντα θεόν, ὅν φασι μὴ τὸν δημιουργὸν τυγχάνειν, διαφόρως περὶ τού του κινούμενοι·
 [00317]  πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων ἐπουρανίων ὑποδείγματι καὶ σκιᾷ οἱ κατὰ σάρκα Ἰουδαῖοι ἐλάτρευον, καὶ τίνων μελ λόντων ἀγαθῶν ὁ νόμος ἔχει σκιάν.
 [02510]  «Ἰουδαῖοι μὲν οὖν ἔθνος ἴδιον γενόμενοι, καὶ κατὰ τὸ ἐπιχώριον νόμους θέμενοι, καὶ τούτους ἐν σφίσιν ἔτι νῦν περιστέλλοντες, καὶ θρησκείαν ὁποίαν δὴ πάτριον δ' οὖν φυλάσσοντες, ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν·
 [02515]  ἐν τούτοις δὴ ὁ Κέλσος ἐμ φαίνει ὅτι οἱ πάλαι Αἰγύπτιοι Ἰουδαῖοι ὕστερον ἔθνος ἐγίγνοντο ἴδιον, καὶ νόμους θέμενοι τούτους περιστέλλουσι.
 [02550]  χριστιανοὺς δὲ τὰ πάτρια καταλι πόντας, καὶ οὐχ ἕν τι τυγχάνοντας ἔθνος ὡς Ἰουδαῖοι, ἐγκλήτως προστίθεσθαι τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ.».
000-00-00 Serial Number=0692148983
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00608]  καὶ ἐν τῷ ᾅδῃ δὲ τὸν Χριστὸν ἐζήλωσαν οἱ Ἰουδαῖοι, ὑποφθείραντες τοὺς στρατιώτας.
000-00-00 Serial Number=0589854956
Scholia in Lucam Ante [Go Back]  
 [00132]  Εἰ γὰρ καὶ μὴ πάντες Ἰουδαῖοι, ἀλλὰ πολλοὶ ἐχάρησαν ἐπὶ τῇ παρουσίᾳ τοῦ προδρόμου διαγγέλλοντος τὴν τοῦ Σωτῆρος ἐπιδημίαν.
 [00368]  Τοι οῦτοι καὶ οἱ Ἰουδαῖοι, τοὺς πνευματικοὺς αὐτῶν πα τέρας καὶ διδασκάλους διαφθείροντες χερσίν.
000-00-00 Serial Number=0986519754
Selecta in Deuteronomium Ante [Go Back]  
 [00144]  Ἐπεὶ οὖν καὶ Ἰουδαῖοι μίαν διαθήκην ἔχουσιν·
000-00-00 Serial Number=0464677215
Selecta in Exodum Ante [Go Back]  
 [00136]  Ἰουδαῖοι ταῦτα νομίζουσιν, οὐκ ἀπαλλάττοντες ἄλλον θεόν.
000-00-00 Serial Number=0213249266
Selecta in Leviticum Ante [Go Back]  
 [00023]  Ἐπειδὴ ἔχαιρον ταῖς θυσίαις οἱ Ἰουδαῖοι ἐν Αἰγύπτῳ ταύταις προσεθίσαντες, ὡς καὶ ἡ ἐν τῇ ἐρήμῳ μοσχοποιία μαρτυρεῖ, ἐπέτρεψεν ὁ Θεὸς ταύτας αὐτῷ προσαγαγεῖν, ταύτῃ χαλινώσας τῆς πολυθεΐας τὰς ἀτάκτους ὁρμὰς καὶ τοῦ μὴ θύειν δαί μοσι.
000-00-00 Serial Number=0855899811
Selecta in Psalmos Ante [Go Back]  
 [00877]  Οἱ δὲ τὸν Σωτῆρα θλίβοντες σαρκίνως οἱ Ἰουδαῖοι οἱ κεκραγότες·
 [02445]  Οὐχ ὡς Ἕλληνες καὶ οἱ Ἰουδαῖοι, κἀγὼσπείσω τὰς σπονδὰς ἐξ αἱμάτων.
 [03322]  Ἰουδαῖοι μὲν τὸν γραπτὸν νόμον τηροῦντες καὶ τὰ αἰσθητὰ ἱμάτια τοῦ Λόγου διαμερίζονται·
 [04907]  Εἰ μὲν ὁ Σω τὴρ λέγει, ἔθνος οὐχ ὅσιον Ἰουδαῖοι·
 [06493]  Ἐπὶ τοῖς Ἰησοῦ Χριστοῦ σημείοις ἐφοβήθησαν καὶ οἱ ἐν τοῖς πέρασι, μᾶλλον Ἰουδαῖοι, καὶ τοῦτο ἀκούσαντες, μᾶλλον δὲ καὶ ἰδόντες.
 [09999]  Ὁμοίως καὶ Ἰουδαῖοι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»