0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἰουδαῖος [83]


000-00-00 Serial Number=0410599172
Commentarii in Romanos Ante [Go Back]  
 [00051]  Ἔοικεν οὖν πλείοσιν ῥητοῖς κεχρῆσθαι ἵνα διδάξῃ πῶς οἶδεν ἡ γραφὴ αἰτιαθέντας Ἰου|δαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι *** καὶ εἴπερ τοὺς μὴ Ἰουδαίους Ἕλληνας ὀνομάζει πάντας, τὸ «Ἰουδαῖος» ὄνομαοὐκ ἔθνους ἀλλὰ προαιρέσεώς ἐστιν ὄνομα.
 [00052]  Κἂν γὰρ μὴ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τις ᾖ, ἀλλογενὴς ἀσπασάμενος τὰ Ἰουδαίων καὶ γενόμενος προσήλυ τος, εὐλόγως ἂν οὗτος Ἰουδαῖος χρηματίζοι | π·τε αυτα εἴ τις ἐν Ἰουδαίοις γεννηθεὶς τὰ τῶν ἐθνῶν ἀσπάζ[οι]το, οὗτος ἐξομοσάμενος τὸν Ἰουδαισμὸν προσήλυτος ἂν χρηματίζοι ἐκείνων ὧν ἀπεδέξατο τοὺς νόμους καὶ τὸν λόγον *** καὶ εἰ μὲν προτίθεταί τις βιῶσαι κατὰ τὸ γράμμα τοῦ νόμου, ἐν φανερῷ Ἰουδαῖός ἐστιν·
 [00053]  εἰ δὲ κατὰ τὸν πνευματικὸν νόμον, ἐν κρυπτῷ Ἰουδαῖος | ἂν τοιοῦτος λέγοιτο *** περὶ δὲ Ἑλλήνων εὐλόγως ἐπιστήσαι τις [136] ἂν πῶς γεγόνασιν ὑπὸ ἁμαρτίαν, λέγοντος Παύλου·
 [00061]  Ἡ δὲ Μαρία δικαιοῦται μὲν ἐνώπιον πολλῶν, οὐχὶ δὲ καὶ ἐνώπιον | Ἀαρὼν καὶ Μωσέως *** πῶς οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, Ἰουδαῖος μὲν κἂν προφήτης ᾖ, Ἕλλην δὲ κἂν ἀποστολικός τις ᾖ, ὁποῖος ὁ μαθητευθεὶς Παύλῳ Τίτος ἐτύγχανεν *** Ποῖα δὲ ἀποκείμενα ἢ ὅτε πληροῦται τὸ «Εἶπεν Κύριος τῷ Κυρίῳ μου·
 [00412]  Ιδε σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ [2.18] καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατη [2.19] χούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, [2.20] φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ·
000-00-00 Serial Number=0160700679
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00773]  παραπλησίως ἐκείνῳ ἀναλαμβάνει τὴν τοῦ δούλου μορφήν, καὶ γίνεται τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα τοὺς Ἰουδαίους κερδήσῃ,καὶ πᾶσιν ἑαυτὸν ποιεῖ δοῦλον ἐλεύθερος ὢν ἐκ πάντων κατὰ τὴν ὑψηλοτάτην δουλείαν τὴν πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ καθὸ ἄγαμος ὡς μὴ δοῦλος ὢν τῆς γυναικὸς ἀλλ' ἐλεύθερος, ἐν τούτῳ δοῦλός ἐστι Χριστοῦ ὡς μὴ μεριζόμενος τῇ κἀκεῖσε ἀλλὰ μόνα μεριμνῶν τὰ τοῦ κυρίου, καὶ οὐ περισπώμενος ἀπὸ τῆς πρὸς τὸν λόγον δουλείας, καὶ καθὸ δουλεύει τῷ ὠνησαμένῳ αὐτὸν ἰδίῳ αἵματι, δοῦλός ἐστι αὐτοῦ.
000-00-00 Serial Number=0720393717
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [02569]  [10.7.29] Εἰ δὲ καὶ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος γίνεται, ἵνα Ἰουδαίουςκερδήσῃ, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, <ἵνα τοὺς ὑπὸ νόμον> κερδήσῃ, τοῖς τε ἀνόμοις ὡς ἄνομος, «μὴ ὢν ἄνομος θεοῦ ἀλλ' ἔννομος Χριστοῦ», ἵνα κερδήσῃ τοὺς ἀνόμους, καὶ τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ, δῆλον ὅτι ἐξεταστέον αὐτοῦ τοὺς λόγους, ἰδίᾳ μὲν τοὺς Ἰουδαίους, ἰδίᾳ δὲ ὅτε ἐστὶν ὡς ὑπὸ νόμον, καὶ ἄλλοτε ὅτε ἐστὶν ὡς ἄνομος, ἔσθ' ὅτε δὲ ὅτε γίνεται ἀσθενής.
 [02571]  «Τίς, γάρ φησιν, ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ;» ὅτε δὲ ξύρεται καὶ προσφορὰν προσφέρει ἢ τὸν Τιμόθεον περιτέμνει, Ἰουδαῖος γίνεται·
 [04388]  οὐδὲ γὰρ σαφῶς εὑρίσκεται Ἰουδαῖος ὤν, ἐπείπερ οὐκ ἀκολουθεῖ <τῷ> τὸν υἱὸν αὐτοῦ ἠσθενηκέναι ἐν Καφαρναοὺμ οἰκεῖον αὐτὸν εἶναι τῶν κατὰ τοὺς τόπους.
 [06815]  Εἰ σὺ Ἰουδαῖος «ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῆς, πῶς τὰ ἔθνη ἀναγκάζεις «ἰουδαΐζειν;» καὶ τὰ ἑξῆς·
000-00-00 Serial Number=0048821926
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00611]  Ἀλλ' ὡσπερεὶ καθηκόντως καὶ Παῦλος «τοῖς Ἰουδαίοις Ἰουδαῖος» ἐγένετο, «ἵνα Ἰουδαίους κερδήσῃ»,τί ἄτοπον τοὺς ἀποστόλους ἐν Ἰουδαίοις ποιουμένους τὰς διατριβάς, κἂν τὰ πνευματικὰ νοῶσι τοῦ νόμου, χρῆσθαι τῇ συμπεριφορᾷ, ὡς καὶ Παῦλος Τιμόθεον περιτεμὼν καὶ θυσίαν κατά τινα νομικὴν εὐχὴν προσαγαγών, ὡς ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσι;
 [04470]  εἴτε τῷ Ἰησοῦ, ὡς κατὰ σάρκα Ἰουδαῖος τὸ τοιοῦτο ποιήσει·
000-00-00 Serial Number=0728515327
Contra Celsum Ante [Go Back]  
 [00367]  Ἐὰν δὲ Ἰουδαῖος εὑρεσιλογῶν τὸ Ἰδοὺ ἡ παρθένος μὴ γεγράφθαι λέγῃ ἀλλ' ἀντ' αὐτοῦ Ἰδοὺ ἡ νεᾶνις, φήσομεν πρὸς αὐτὸν ὅτι ἡ μὲν λέξις ἡ ἀαλμά, ἣν οἱ μὲν ἑβδομήκοντα μετειλήφασιν εἰς τὴν παρθένον ἄλλοι δ' εἰς τὴν νεᾶνιν, κεῖται, ὥς φασι, καὶ ἐν τῷ ∆ευτερονομίῳ ἐπὶ παρθένου, οὕτως ἔχουσα·
 [00438]  ἔστι δ' ὁ Ἰουδαῖος αὐτῷ ἔτι ταῦτα λέγων, πρὸς ὃν ὁμολογοῦμεν εἶναι κύριον ἡμῶν τὸν Ἰησοῦν·
 [00507]  [1.48] Εἰ καὶ μὴ ἀπολογήσεται οὖν ὁ Ἰουδαῖος περὶ Ἰεζεκιὴλ καὶ Ἡσαΐου, κοινοποιούντων ἡμῶν τὰ περὶ τῆς ἀνοίξεως τῶν οὐρανῶν ἐπὶ Ἰησοῦ καὶ τῆς ἀκουσθείσης αὐτῷ φωνῆς καὶ τὰ ὅμοια εὑρισκόντων ἐν τῷ Ἰεζεκιὴλ ἀναγεγραμμένα καὶ ἐν τῷ Ἡσαΐᾳ ἢ καί τινι ἄλλῳ προφήτῃ, ἀλλ' ἡμεῖς γε τὸν λόγον ὅση δύναμις ἡμῖν παραστήσομεν λέγοντες ὅτι, ὥσπερ ὄναρ πεπίστευται πολλοὺς πεφαντασιῶσθαι τινὰ μὲν θειότερα τινὰ δὲ περὶ μελλόντων βιωτικῶν ἀναγγέλλοντα εἴτε σαφῶς εἴτε καὶ δι' αἰνιγμάτων, καὶ τοῦτ' ἐναργές ἐστι παρὰ πᾶσι τοῖς παραδεξαμένοις πρόνοιαν, οὕτως τί ἄτοπον τὸ τυποῦν τὸ ἡγεμονικὸν ἐν ὀνείρῳ δύνασθαι αὐτὸ τυποῦν καὶ ὕπαρ πρὸς τὸ χρήσιμον τὸ ἐν ᾧ τυποῦται ἢ τοῖς παρ' αὐτοῦ ἀκουσομένοις;
 [00543]  καὶ οὐκ ἂν Ἰουδαῖος ὁ ἐν τῇ προσωποποιΐᾳ ἔφασκεν·
 [00548]  Ἰουδαῖος δὲ οὐκ ἂν ὁμολογήσαι ὅτι προφήτης τις εἶπεν ἥξειν θεοῦ υἱόν·
 [00562]  Αὕτη δ' ἡ προφητεία οὐδενὶ ἁρμόσαι ἂν τῶν, ὥς φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, ἐνθουσιώντων καὶ ἀγειρόντων καὶ λεγόντων ἄνωθεν ἥκειν, ἐὰν μὴ σαφῶς δεικνύηται ἐν Βηθλεὲμ γεγεννημένος ἤ, ὡς ἂν εἴποι τις ἄλλος, ἀπὸ Βηθλεὲμ ἐπὶ τὸ ἡγεῖσθαι τοῦ λαοῦ ἐρχόμενος.
 [00616]  [1.55] Μέμνημαι δέ ποτε ἔν τινι πρὸς τοὺς λεγομένους παρὰ Ἰουδαίοις σοφοὺς ζητήσει ταῖς προφητείαις ταύταις χρησά μενος, ἐφ' οἷς ἔλεγεν ὁ Ἰουδαῖος ταῦτα πεπροφητεῦσθαι ὡς περὶ ἑνὸς τοῦ ὅλου λαοῦ, καὶ γενομένου ἐν τῇ διασπορᾷ καὶ πληγέντος, ἵνα πολλοὶ προσήλυτοι γένωνται τῇ προφάσει τοῦ ἐπεσπάρθαι Ἰουδαίους τοῖς λοιποῖς ἔθνεσι.
 [00652]  Τινὲς δὲ καὶ ἐλέγξουσιν, ὥς φησιν ὁ παρὰ Κέλσῳ Ἰουδαῖος, μυρίοι τὸν Ἰησοῦν φάσκοντες περὶ ἑαυτῶν ταῦτα εἰρῆσθαι, ἅπερ περὶ ἐκείνου ἐπροφητεύετο.
 [00669]  [1.58] Μετὰ ταῦτα ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ἀντὶ τῶν ἐν τῷ εὐαγγελίῳ μάγων Χαλδαίους φησὶν ὑπὸ τοῦ Ἰησοῦ λελέχθαι κινηθέντας ἐπὶ τῇ γενέσει αὐτοῦ ἐληλυθέναι, προσκυνήσοντας αὐτὸν ἔτι νήπιον ὡς θεόν·
 [00695]  [1.61] Εἰ δ' Ἡρώδης ἐπεβούλευσε τῷ γεννηθέντι, κἂν μὴ πιστεύσῃ ἀληθῶς τοῦτο γεγονέναι ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, οὐ θαυμαστόν.
 [00758]  τοῦτο πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι πρὸς τὸν Ἰησοῦν ὁ παρ' αὐτῷ Ἰουδαῖος ὅτι μετὰ τῶν μαθητῶν τῇδε κἀκεῖσε ἀποδιδράσκεις.
 [00767]  [1.66] Ἐπὶ δὲ τούτοις ἑξῆς ὁ Ἰουδαῖος πρὸς τὸν Ἰησοῦνπαρὰ τῷ Κέλσῳ λέγει·
 [00792]  [1.67] Μετὰ ταῦτά φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὡς φιλομαθής τις Ἕλλην καὶ τὰ Ἑλλήνων πεπαιδευμένος ὅτι οἱ μὲν παλαιοὶ μῦθοι Περσεῖ καὶ Ἀμφίονι καὶ Αἰακῷ καὶ Μίνωϊ θείαν σπορὰν νείμαντες οὐδ' αὐτοῖς ἐπιστεύσαμεν ὅμως ἐπέδειξαν αὐτῶν ἔργα μεγάλα καὶ θαυμαστὰ ἀληθῶς τε ὑπὲρ ἄνθρωπον, ἵνα μὴ ἀπίθανοι δοκῶσι·
 [00842]  Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς, ἀρξόμεθα ἐν τοῖς ἑξῆς δευτέρας προσωποποιΐας, ἐν ᾗ ὁ Ἰουδαῖος αὐτῷ πεποίηται λέγων πρὸς τοὺς πεισθέντας τῷ Ἰησοῦ τὰ μετὰ ταῦτα.
 [00863]  Καὶ ἐκ τῶν ἑξῆς δηλοῦται ὅτι ὀπτασίας ἐδεήθη, ἵνα κοινωνήσῃ τῶν λόγων τῆς πίστεως τῷ μὴ κατὰ σάρκα Ἰσραηλίτῃ Κορνηλίῳ καὶ τοῖς σὺν αὐτῷ ὡς ἔτι Ἰουδαῖος καὶ κατὰ τὰς Ἰουδαίων παραδόσεις ζῶν, καταφρονῶν τῶν ἔξω τοῦ ἰουδαϊσμοῦ.
 [00868]  ὅτε καὶ αὐτὸς ὁ Παῦλος τοῖς Ἰουδαίοις Ἰουδαῖος ἐγίνετο, ἵνα Ἰουδαίους κερδήσῃ.
 [00897]  [2.3] Νῦν δὲ πρόκειται ἐλέγξαι τὴν τοῦ Κέλσου ἀμαθίαν, παρ' ᾧ ὁ Ἰουδαῖος λέγει τοῖς πολίταις καὶ Ἰσραηλίταις πιστεύσασιν ἐπὶ τὸν Ἰησοῦν τό·
 [00910]  Καὶ ὡς συγκεχυμένως γε ταῦθ' ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος λέγει, δυνάμενος πιθανώτερον εἰπεῖν ὅτι τινὲς μὲν ὑμῶν καταλελοίπασι τὰ ἔθη προφάσει διηγήσεων καὶ ἀλληγοριῶν, τινὲς δὲ καὶ διηγούμενοι, ὡς ἐπαγγέλλεσθε, πνευματικῶς οὐδὲν ἧττον τὰ πάτρια τηρεῖτε, τινὲς δὲ οὐδὲ διηγούμενοι βούλεσθε καὶ τὸν Ἰησοῦν παρα δέξασθαι ὡς προφητευθέντα καὶ τὸν Μωϋσέως νόμον τηρῆσαι κατὰ τὰ πάτρια, ὡς ἐν τῇ λέξει ἔχοντες τὸν πάντα τοῦ πνεύματος νοῦν.
 [00914]  [2.4] Εἶτα λέγει ὁ παρ' αὐτῷ Ἰουδαῖος πρὸς τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύσαντας ὅτι χθὲς καὶ πρώην καὶ ὁπηνίκα τοῦτον ἐκολάζομεν βουκολοῦντα ὑμᾶς, ἀπέστητε τοῦ πατρίου νόμου, οὐδὲν ἀκριβὲς εἰδὼς ἐν οἷς ἔλεγεν, ὡς ἐδείξαμεν.
 [00929]  ποῖον δὲ ἔγκλημα χριστιανισμῷ ἐστιν, εἰ ὁ βαπτίσας τὸν Ἰησοῦν Ἰωάννης Ἰουδαῖος ἦν;
 [00930]  Οὐ γάρ, ἐπεὶ Ἰουδαῖος ἦν, συνάγεταιὅτι δεῖ πάντα τὸν πιστεύοντα, εἴτ' ἀπὸ τῶν ἐθνῶν προσέρχεται τῷ λόγῳ εἴτε ἀπὸ Ἰουδαίων, κατὰ τὸ γράμμα τὸν Μωϋσέως τηρεῖν νόμον.
 [00932]  Εἶτ' ἐπεὶ ὡς ἕωλα τὰ περὶ ἀναστάσεως νεκρῶν καὶ κρίσεως θεοῦ καὶ τιμῆς μὲν ἐπὶ τοὺς δικαίους πυρὸς δ' ἐπὶ τοὺς ἀδίκους εὐτελίζει ὁ παρ' αὐτῷ Ἰουδαῖος, μηδὲν δὲ καινὸν ἐν τούτοις διδάσκεσθαι φάσκων Χριστιανοὺς οἴεται ἀνατρέπειν χριστιανισμόν·
 [00954]  Τίνα δὲ καὶ τὰ ἀνόσια τοῦ Ἰησοῦ, ἀπαγγελλέτω καὶ μάλιστα ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος.
 [00957]  Μὴ πολλοὺς οὖν ἀλλὰ μηδ' ὀλίγους ἀλλὰ κἂν ἕνα δεικνύτω ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος τοιοῦτον, ὁποῖος ἦν ὁ Ἰησοῦς, λόγον καὶδόγματα μετὰ τῆς ἐν αὐτῷ δυνάμεως βιωφελῆ ἐπεισάγοντα τῷ γένει τῶν ἀνθρώπων καὶ ἐπιστρέφοντα ἀπὸ χύσεως ἁμαρτημάτων.
 [00974]  Λέγει δ' ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος·
 [00980]  [2.9] Μετὰ ταῦτά φησιν ὁ Ἰουδαῖος·
 [01056]  [2.11] Εἶτα ὅτι μὲν ὑφ' ὧν ὠνόμαζε μαθητῶν προὐδόθη, ἔμαθεν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ἀπὸ τῶν εὐαγγελίων, πολλοὺς εἰπὼν μαθητὰς τὸν ἕνα Ἰούδαν, ἵνα δόξῃ αὔξειν τὴν κατηγορίαν·
 [01099]  [2.13] Μετὰ ταῦτά φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι πολλὰ ἔχων λέγειν περὶ τῶν κατὰ τὸν Ἰησοῦν γενομένων καὶ ἀληθῆ καὶ οὐ παραπλήσια τοῖς ὑπὸ τῶν μαθητῶν τοῦ Ἰησοῦ γραφεῖσιν ἑκὼν ἐκεῖνα παραλείπω.
 [01100]  Τίνα οὖν ἄρα τἀληθῆ καὶ οὐχ ὁποῖα ἐν τοῖς εὐαγγελίοις γέγραπται, ἃ παραλείπει ὁ παρὰ Κέλσῳ Ἰουδαῖος;
 [01121]  Ὁ δὲ ἀπιστῶν παρὰ τῷ Κέλσῳ Ἰουδαῖος περὶ τοῦ Ἰησοῦ, ὅτι πάντα τὰ συμβάντα αὐτῷ προῄδει, κατανοησάτω, τίνα τρόπον ἔτι συνεστώσης τῆς Ἱερουσαλὴμ καὶ πάσης τῆς ἰουδαϊκῆς λατρείας γινομένης ἐν αὐτῇ προεῖπεν Ἰησοῦς τὰ συμβησόμενα αὐτῇ ὑπὸ Ῥωμαίων.
 [01175]  [2.18] Ἑξῆς δὲ τούτῳ καὶ ἄλλο εὔηθές φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, ὅτι πῶς, εἴπερ προεῖπε καὶ τὸν προδώσοντα καὶ τὸν ἀρνησόμενον, οὐκ ἂν ὡς θεὸν ἐφοβήθησαν, ὡς τὸν μὲν μὴ προδοῦναι ἔτι τὸν δὲ μὴ ἀρνήσασθαι;
 [01281]  Οὕτω τοίνυν καὶ ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ἐκτεθειμένος τὸ Ὦ πάτερ, εἴθε δύναιτο τὸ ποτήριον τοῦτο παρελθεῖν, οὐκέτι δὲ καὶ τὰ ἑξῆς καὶ τὰ παριστάντα τὴν Ἰησοῦ πρὸς τὸ πάθος παρασκευὴν καὶ εὐτονίαν.
 [01297]  [2.26] Ἔτι δὲ λέγει ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος πρὸς τοὺς Ἰησοῦ μαθητὰς ὡς πλασαμένους ταῦτα, ὅτι οὐδὲ ψευδόμενοι τὰ πλάσματα ὑμῶν πιθανῶς ἐπικαλύψαι ἠδυνήθητε.
 [01306]  [2.28] Ἐπεὶ δὲ μετὰ ταῦτα καὶ τὸ προφήταις χρῆσθαι Χριστιανοὺς προκηρύξασι τὰ περὶ Ἰησοῦ ὀνειδίζει ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, φήσομεν πρὸς τοῖς ἀνωτέρω εἰς τοῦτο λελεγμένοις καὶ ὅτι ἐχρῆν αὐτόν, ὥς φησι, φειδόμενον ἀν θρώπων, αὐτὰς ἐκθέσθαι τὰς προφητείας καὶ συναγορεύσαντα ταῖς πιθανότησιν αὐτῶν τὴν φαινομένην αὐτῷ ἀνατροπὴν τῆς χρήσεως τῶν προφητικῶν ἐκθέσθαι.
 [01310]  νυνὶ δὲ ὅπερ Ἰουδαῖος ἂν οὐκ εἶπε περιέθηκεν ὁ Κέλσος τῷ τοῦ Ἰουδαίου προσώπῳ.
 [01311]  Οὐ συγκαταθήσεται γὰρ ὁ Ἰουδαῖος ὅτι μυρίοις ἐφαρμοσθῆναι δύναται τὰ προφη τικὰ πολὺ πιθανώτερον ἢ τῷ Ἰησοῦ, ἀλλὰ περὶ ἑκάστου τὴν φαινομένην αὐτῷ διήγησιν ἀποδιδοὺς στῆναι πειράσεται πρὸς τὴν τῶν Χριστιανῶν ἐκδοχήν, οὐ πάντως μὲν πιστικὰ λέγων πειρώμενος δὲ τὸ τοιοῦτο ποιεῖν.
 [01356]  [2.34] Παίζων δ' ὡς οἴεται τὸν Ἰησοῦν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος εἰδέναι ἀναγέγραπται τὸν Εὐριπίδου Βάκχον λέγοντα·
 [01398]  [2.38] Μετὰ ταῦτά φησιν ἔτι πρὸς ἡμᾶς ὁ Ἰουδαῖος·
 [01446]  [2.46] Πῶς δ' οὐ ψεύδεται ὁ λέγων παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι παρὼν δέκα ναύτας καὶ τελώνας τοὺς ἐξωλεστάτους μόνους εἷλε καὶ οὐδὲ τούτους ἅπαντας;
 [01541]  [2.53] Καὶ ὅλα δέ, ἅπερ ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος λέγει πρὸς τοὺς πιστεύοντας εἰς τὸν Ἰησοῦν, δύναται κοινοποιεῖσθαι εἰς τὴν Μωϋσέως κατηγορίαν·
 [01543]  Οἷον περὶ μὲν Χριστοῦ ὁ παρὰ Κέλσῳ Ἰουδαῖος λέγει·
 [01567]  [2.54] Μετὰ ταῦτά φησι πρὸς ἡμᾶς δῆθεν ἵνα τηρήσω τὸ ἀπ' ἀρχῆς τῷ Ἰουδαίῳ προτεθέν ὁ τοῦ Κέλσου Ἰουδαῖος ἐν τῷ πρὸς τοὺς πολίτας ἑαυτοῦ λόγῳ πιστεύσαντας·
 [01575]  Ὡς γὰρ διαβάλλει ὁ Ἰουδαῖος ὅτι προεῖπεν, ὡς ἀποθανὼν ἀναστήσεται, πρὸς τὸν λέγοντα ταῦτα ὁ περὶ Μωϋσέως τὸ ὅμοιον φάσκων ἐρεῖ ὅτι καὶ Μωϋσῆς ἀνέγραψεν αὐτοῦ γάρ ἐστι καὶ τὸ ∆ευτε ρονόμιον ὅτι Οὐδεὶς οἶδε τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης, σεμνύνων καὶ ἐπαίρων καὶ τὴν ταφὴν αὐτοῦ ὡς οὐκ ἐγνωσμένην ἀνθρώπων γένει.
 [01576]  [2.55] Μετὰ ταῦτά φησιν ὁ Ἰουδαῖος πρὸς τοὺς ἑαυτοῦ πολίτας τῷ Ἰησοῦ πιστεύοντας·
 [01595]  [2.56] Ἐπεὶ δὲ τὰς ἡρωϊκὰς ἱστορίας περὶ τῶν εἰς ᾅδου καταβεβηκέναι λεγομένων κἀκεῖθεν ἀνεληλυθέναι τερατείας εἶναί φησιν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, ὡς τῶν ἡρώων ἀφανῶν ἐπί τινα γενομένων χρόνον καὶ ὑπεκκλεψάντων ἑαυ τοὺς τῆς ὄψεως πάντων ἀνθρώπων καὶ μετὰ ταῦτα ἑαυτοὺς ἐπιδειξάντων, ὡς ἀπὸ ᾅδου ἀνεληλυθότων τοιαῦτα γὰρ ἔοικε περὶ τοῦ ἐν Ὀδρύσαις Ὀρφέως καὶ τοῦ ἐν Θεσσαλίᾳ Πρωτεσιλάου καὶ τοῦ ἐπὶ Ταινάρῳ Ἡρακλέος ἔτι δὲ καὶ περὶ Θησέως ἐμφαίνειν αὐτοῦ ἡ λέξις , φέρε παραστήσωμεν ὅτι οὐ δύναται τὸ κατὰ τὸν Ἰησοῦν ἱστορούμενον ἐκ νεκρῶν ἐγηγέρθαι τούτοις παραβάλλεσθαι.
 [01601]  [2.57] Πρόσχες δὲ εἰ μὴ πάνυ τυφλῶς ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὡς ἀδυνάτου ὄντος τοῦ ἀνίστασθαί τινα ἐκ νεκρῶν αὐτῷ σώματί φησιν·
 [01603]  Οὐκ ἂν γὰρ εἶπεν ὁ Ἰουδαῖος ταῦτα, πιστεύων τοῖς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγεγραμμένοις καὶ τῇ τετάρτῃ περὶ παιδαρίων, ὧν τὸν μὲν ἕτερον Ἠλίας ἀνέστησεν τὸν δὲ λοιπὸν ὁ Ἐλισσαῖος.
 [01605]  [2.58] Ἐπεὶ δὲ μεθ' ἃς παρέθετο ὁ Ἰουδαῖος ἱστορίας ἑλληνικὰς περὶ τῶν ὡσανεὶ τερατευσαμένων καὶ περὶ τῶν ὡς ἀναστάντων ἐκ νεκρῶν φησι πρὸς τοὺς ἀπὸ Ἰουδαίων τῷ Ἰησοῦ πιστεύοντας·
 [01724]  [2.68] Ἴδωμεν δὲ τίνα τρόπον φησὶν ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι εἰ δ' οὖν τό γε τοσοῦτον ὤφειλεν εἰς ἐπίδειξιν θεότητος, ἀπὸ τοῦ σκόλοπος γοῦν εὐθὺς ἀφανὴς γενέσθαι.
 [01787]  Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, οὐκ ἀναγέ γραπται εἰς ἐπήκοον τοῖς ὄχλοις γεγονέναι, ὅπερ ᾠήθη ὁ Κέλσου Ἰουδαῖος.
 [01795]  [2.73] Ἐκτίθεται δὲ μετὰ ταῦτα ὁ Κέλσου Ἰουδαῖος ὡς ἀκόλουθον τὸ μὴ ἀκόλουθον.
 [01802]  [2.74] Καὶ πᾶσί γε τούτοις ἐπιλέγει ὁ Κέλσου Ἰουδαῖος·
 [01807]  Ἐπεὶ δὲ προστίθησι τούτοις ὁ Ἰουδαῖος αὐτοῦ ὅτι ὅλως, ὦ Ὕψιστε καὶ Οὐράνιε, τίς θεὸς παρὼν εἰς ἀνθρώπους ἀπιστεῖται;
 [01847]  Οὐχ ὁρᾷς ὅτι ἅπερ κατηγορῶν λέγει ὁ παρὰ σοὶ Ἰουδαῖος τοῦ Ἰησοῦ ταῦτα ἂν λέγοιτο πρὸς αὐτὸν περὶ τοῦ θεοῦ;
 [01848]  Ἄντικρυς γὰρ ἐν τοῖς ὁμοίοις εὑρίσκεται ὤν, ὡς οἴεται ὁ Ἰουδαῖος, ἐγκλήμασιν ὁ ἐν τοῖς προφήταις θεὸς ὡς πεῖσαι ἀδυνατῶν.
 [01849]  Ἔτι δὲ φήσαιμ' ἂν περὶ αὐτῶν τοῖς οἰομένοις τὸν παρὰ τῷ Κέλσῳ Ἰουδαῖον εὖ ταῦτα τῷ Ἰησοῦ ἐγκαλεῖν ὅτι ἀραὶ πλεῖσται ὅσαι ἀναγεγραμμέναι εἰσὶν ἐν Λευϊτικῷ καὶ ∆ευτερονομίῳ, περὶ ὧν ὡς ἐὰν ἀπολογήσηται ὁ Ἰουδαῖος παριστάμενος τῇ γραφῇ, ἢ τοιούτως ἢ καὶ ἔτι βέλτιον ἀπολογησόμεθα περὶ τῶν νομιζομένων ὑπὸ τοῦ Ἰησοῦ εἰρῆσθαι λοιδοριῶν καὶ ἀπειλῶν.
 [01850]  Καὶ περὶ αὐτοῦ δὲ τοῦ Μωϋσέως νόμου ἡμεῖς μᾶλλον δυνησόμεθα ἀπολογήσασθαι, ἅτε συνετώτερον διδαχθέντες ὑπὸ τοῦ Ἰησοῦ ἀκούειν τῶν νομικῶν γραμμάτων ἤπερ ὁ Ἰουδαῖος.
 [01861]  [2.77] Μετὰ ταῦτα ὁ Ἰουδαῖος αὐτῷ λέγει, δηλονότι κατὰ τὸ Ἰουδαίοις ἀρέσκον, ὅτι ἐλπίζομεν δή που ἀναστήσεσθαι ἐν σώματι καὶ βιοτὴν ἕξειν αἰώνιον, καὶ τούτου παράδειγμα καὶ ἀρχηγέτην τὸν πεμπόμενον ἡμῖν ἔσεσθαι, δεικνύντα ὅτι οὐκ ἀδύνατόν τινα τῷ θεῷ σὺν τῷ σώματι <ἀναστῆσαι>.
 [01862]  Οὐκ οἴδαμεν οὖν εἰ τὸν προσδοκώμενον Χριστὸν ὁ Ἰουδαῖος ἐρεῖ παράδειγμα τῆς ἀναστάσεως ἐν ἑαυτῷ δεικνύναι·
 [01867]  Ἐπεὶ δ' ὁ Ἰουδαῖος ἔτι λέγει καὶ προσίεται παρὰ τῷ Κέλσῳ τὴν ἀνάστασιν τῶν σωμάτων, οὐχ ἡγοῦμαι νῦν εὔκαιρον εἶναι περὶ τούτου διεξελθεῖν πρὸς τὸν καὶ πιστεύοντα καὶ λέγοντα ἀνάστασιν εἶναι σωμάτων, καὶ εἴτε διαρθροῦντα τὸ τοιοῦτον παρ' ἑαυτῷ καὶ δυνάμενον πρεσβεῦσαι περὶ τοῦ λόγου καλῶς εἴτε μή, ἀλλὰ μυθικώτερον συγκατατιθέμενον τῷ λόγῳ.
 [01875]  [2.78] Μετὰ ταῦτα λέγει ὁ Ἰουδαῖος·
 [01900]  Καὶ ἐπεὶ ταῦτα ὁ παρὰ τῷ Κέλσῳ Ἰουδαῖος εἰσῆκται λέγων ὡς δῆθεν κατὰ τὸν ἑαυτοῦ νόμον καὶ αὐτοῦ που κατέπαυσε τὸν λόγον, καὶ ἄλλα εἰπὼν οὐ μνήμης ἄξια, καὶ αὐτὸς ἐνθάδε καταπαύσω τὸ δεύτερον τῶν πρὸς τὸ σύγγραμμα αὐτοῦ ὑπαγορευθέντων μοι.
000-00-00 Serial Number=0632001042
De principiis Ante [Go Back]  
 [00513]  ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι».
000-00-00 Serial Number=0281346142
Homiliae in Exodum Ante [Go Back]  
 [00056]  «γέγονα τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω».
000-00-00 Serial Number=0691404104
In Jeremiam Ante [Go Back]  
 [01789]  ὁ Ἰουδαῖος οὐκ ἀκούει κεκρυμμένως τοῦ νόμου·
 [01794]  ὁ δὲ πολὺς οὗτος Ἰουδαῖος διὰ τοῦτο τὸν κύριον Ἰησοῦν ἀπέκτεινε καὶ ἔνοχος καὶ σήμερόν ἐστι τῷ φόνῳ Ἰησοῦ, ἐπεὶ μὴ κεκρυμμένως μήτε τοῦ νόμου μήτε τῶν προφητῶν ἤκουσεν.
000-00-00 Serial Number=0074450433
Philocalia Ante [Go Back]  
 [00476]  ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι.
 [01527]  τοῦτο πάλιν κακουργῶν ὁ Κέλσος διαβάλλει, καί φησι πρὸς τὸν Ἰησοῦν ὁ παρ' αὐτῷ Ἰουδαῖος ὅτι «Μετὰ τῶν μαθητῶν τῇδε κἀκεῖσε ἀποδιδράσκεις.».
000-00-00 Serial Number=0023150802
Selecta in Exodum Ante [Go Back]  
 [00140]  Ὁ δὲ ἐκκλησιαστικὸς, οὔτε ὡς Ἰουδαῖος σωματικῶς ἀκούει τῶν λεγομένων, οὔτε ὡς αἱρετικὸς ἀναπλάσσει ἄλλον, ἀλλ' ἕστηκεν ἀμφοτέρων μέσος, καὶ λέγει καλῶς μὲν ταῦτα γε γράφθαι·
000-00-00 Serial Number=0071031630
Selecta in Leviticum Ante [Go Back]  
 [00036]  ὡς ὁ γεγονὼς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσῃ, καὶ περιτεμὼν τὸν Τιμόθεον.
000-00-00 Serial Number=0682943344
Selecta in Psalmos Ante [Go Back]  
 [00061]  Τούτων εἰρημένων εἰς τοὺς ψαλμοὺς οἳ ἀπὸ Ἑβραίων ἀναφέρονται εἰς Μωϋσέα, ἀνθυποφο ρὰν ὑπειδόμενος ὁ Ἰουδαῖος, ἔθηκεν αὐτὴν τὴν φαι νομένην αὐτῷ λύσιν αὐτῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»