0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βίον [184]


000-00-00 Serial Number=0771290064
Commentarii in Genesim Ante [Go Back]  
 [00198]  Οὐκ οἶδα δ' ὅπως δυνή σονται σῶσαι τὸ, τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτη ριαζομένους καὶ ἑλκουμένους, καὶ φλεγμονῇ περιπεσομένους καὶ τραύμασι, καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους·
000-00-00 Serial Number=0270827711
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00454]  (Ὠριγενοῦς) [οὐ γὰρ μόνον τὴν ἀθάνατον ζωὴν ἀναμένομεν, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον ὡς προσοικειωθέντες τῷ θεῷ σεμνυνόμεθα, τὰ κατὰ τὸν δεσπότην Χριστὸν λογιζόμενοι, ὃς μεσίτης ἡμῶν γενόμενος τὴν εἰρήνην ἐπραγματεύσατο.] [29] vi [5] εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.
000-00-00 Serial Number=0625913501
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00579]  «Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος», ὥσπερ πλέον ἔχων παρὰ ἀνθρώπους κατὰ τὴν ἐκ παρθένου γένεσιν καὶ κατὰ τὸν λοιπὸν ἐν παραδόξοις βίον, οὕτως ἐν νεκροῖς κατὰ τὸ μόνος ἐκεῖ εἶναι ἐλεύθερος·
 [01295]  [2.30.180] Ἔτι δὲ πληκτικώτερον πρὸς τὸ ἑτέρωθέν ποθεν ἀπεστάλθαι τὸν Ἰωάννην ἐνσωματούμενον ὑπόθεσιν οὐκ ἄλλην τῆς εἰς τὸν βίον ἐπιδημίας ἔχοντα ἢ τὴν περὶ τοῦ φωτὸς μαρτυρίαν, τὸ πνεύματος ἁγίου πλησθῆναι ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, λεγόμενον ὑπὸ Γαβριὴλ εὐαγγε λιζομένου τῷ μὲν Ζαχαρίᾳ τὴν Ἰωάννου γένεσιν τῇ δὲ Μαριὰμ τὴν τοῦ σωτῆρος ἡμῶν ἐν ἀνθρώποις ἐπιδη μίαν, καὶ τὸ «ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου».
 [01307]  [2.30.185] ∆όξει δὲ οὐ πρὸς τὸ προκείμενον παρειλῆφθαι τὰ παραδείγματα ἀποστολῆς τῆς εἰς τὸν βίον ζητουμένης, «ἀποστολὴν» λέγοντα οὐ γυμνῶς τὴν ἔξωθεν τοῦ βίου ἐπὶ τὸν βίον.
 [01308]  Πλὴν καὶ οὕτως οὐκ ἀπίθα νον μετάγειν τὸν λόγον ἐπὶ τὸ ζητηθέν, φάσκοντα ὅτι ὥσπερ μόνους τοὺς ἁγίους, ἐφ' ὧν παρεθέμεθα, ἀποστέλλειν λέγεται ὁ θεός, οὕτως καὶ ἐπὶ τῶν εἰς τὸν βίον ἀποστελλομένων ἐκδεκτέον.
 [01743]  ∆ιὰ τοῦτο οὖν λέγει «Οὐκ εἰμὶ Ἠλίας» ὁ Ἰωάννης, ἐπεὶ ἀγνοεῖ τὸν ἴδιον πρότερον βίον.
 [02069]  Εἴγε ἐγώ, ὁ τηλικαύτην χωρήσας χάριν ὡς καὶ προφητείας ἠξιῶσθαί με, προλεγούσης τὰ περὶ τῆς εἰς τὸν βίον τῶν ἀνθρώπων ἐπιδημίας μου ἐν τῷ «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ» καὶ «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου»·
 [02372]  [6.53.273] Ἐὰν δὲ τὸν λόγον ἐξετάζωμεν τὸν περὶ τοῦ δεικνυμένου Ἰησοῦ ὑπὸ τοῦ Ἰωάννου κατὰ τὸ «Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἱστάμενοι ἐπ' αὐτὴν τὴν οἰκονομίαν τῆς σωματικῆς τοῦ υἱοῦ τοῦ θεοῦ εἰς τὸν τῶν ἀνθρώπων βίον ἐπιδημίας, τὸν ἀμνὸν οὐκ ἄλλον τοῦ ἀνθρώπου ὑποληψόμεθα.
 [02798]  Ἕως γὰρ τῆς ἀνατολῆς τῆς ἡμέρας τῶν μετὰ τὸν βίον τοῦτον οὐδὲν καταλειπτέον ἔσται ἡμῖν τῆς ἐπὶ τοῦ παρόντος μόνου χρησίμου ἡμῖν οὕτω τροφῆς.
 [03596]  πεπει σμένην τέ φησιν αὐτὴν ὅτι προφήτης εἴη, ἐρωτᾶν αὐτὸν ἅμα τὴν αἰτίαν ἐμφαίνουσαν δι' ἣν ἐξεπόρνευσεν, ἅτε δι' ἄγνοιαν θεοῦ καὶ τῆς κατὰ τὸν θεὸν λατρείας ἀμελήσασαν καὶ πάντων τῶν κατὰ τὸν βίον αὐτῇ ἀναγκαίων, καὶ ἄλλως ἀεὶ τῶν ἐν τῷ βίῳ τυγχάνουσαν·
 [04128]  τὸ δὲ ἀπὸ τῶν ψαλμῶν δοκεῖ μοι δηλοῦν περὶ τῆς καθόδου τῶν εὐγενεστέρων ψυχῶν παραγινομένων εἰς τὸν βίον τοῦτον μετὰ τῶν σωτηρίων σπερμάτων, καὶ παρα γινομένων γε οἱονεὶ ἀκουσίως μετὰ στεναγμοῦ, ἐπανερχο μένων δὲ ἐν ἀγαλλιάσει διὰ τὸ καλῶς γεγεωργηκέναι καὶ ηὐξηκέναι καὶ πεπληθυγκέναι τὰ σπέρματα, μεθ' ὧν ἐληλύ θασιν.
 [04404]  [13.58.403] Φαίνεται δὲ μέλειν τοῖς προεξεληλυθόσιν τὸν βίον τοῦτον ἁγίοις περὶ τοῦ λαοῦ, ὡς ἐν τοῖς Μακκαβαϊκοῖς γέγραπται μετὰ πλεῖστα ὅσα ἔτη τῆς Ἱερεμίου ἀναλήψεως·
 [04716]  πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς «ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς «πάντα τὸν βίον ἑαυτῆς, <ὃν> εἶχεν, ἔβαλεν»·
 [04724]  αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς [19.7.43] «πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς».
 [04739]  κατανόει δὲ καὶ τὰ τῆς χήρας ὑστερήματα καὶ ὅτι βιασαμένη ἑαυτὴν πάντα ὃν εἶχεν βίον ἤνεγκεν εἰς τὸ ἐν τῷ ἱερῷ γαζοφυλάκιον, προσφέρουσα πᾶσαν τὴν δύναμιν ἑαυτῆς τῷ θεῷ.
 [04942]  ἅμα δὲ καὶ παρατηρήσεις διὰ τὰ εἰρημένα ἡμῖν περὶ τοῦ πῶς τὸν βίον ἐξελήλυθεν τὸ «Καὶ ἀναβαίνων εἰς Ἱεροσό «λυμα ὁ Ἰησοῦς παρέλαβεν τοὺς δώδεκα κατ' ἰδίαν, καὶ ἐν τῇ ὁδῷ «εἶπεν αὐτοῖς·
 [05152]  εἰ μὴ ἄρα δυσωπήσαι τις ἡμᾶς, καὶ εἰς τοῦτο ἅμα παρατιθέμενος τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν οὐκ ἀπογινώσκουσαν καὶ τοὺς κακίστους καὶ χωρὶς ἀρίστων σπερμάτων εἰσεληλυθότας εἰς τὸν βίον, καὶ δυσωπήσαι ἀπὸ τοῦ «∆ύναται ὁ θεὸς ἐκ τῶν λίθων «τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ».
 [05782]  εἰκὸς δὲ ὅτι τινὲς καὶ ᾤοντο αὐτὸν μὴ ἀπὸ διαθέσεως τὰ περὶ μέλλοντος αἰῶνος καὶ τὰ περὶ κρίσεως καὶ ἀναστάσεως διδάσκειν, διακείμενον μὲν Σαμαρειτικῶς, ὡς μηδε νὸς μετὰ τὸν βίον ἀποκειμένου τοῖς ἀνθρώποις, προσποιήσεως δὲ ἕνεκεν κατὰ τὸ ἔνδοξον καὶ ἀρέσκον τοῖς Ἰουδαίοις τὰ περὶ ἀναστά [20.35.313] σεως καὶ τῆς αἰωνίου ζωῆς προφερόμενον·
 [05823]  ἀλλὰ σαφὲς ὅτι ἀληθεῖς αἱ πᾶσαι γραφαὶ καὶ οὐκ ἀεὶ οὐδὲ ἐξ ἀρχῆς ἐδύναντο λέγειν οὐδ' οἱ μεταβάλλοντες ἐπὶ τὸν κατὰ ἀρετὴν βίον τὸ «Ἐγὼ δαιμόνιον οὐκ ἔχω», ἀλλ' ἡ μόνου τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου ἀρχῆθεν ἦν φωνή, διὰ τοῦτο κυριώτατα καὶ ἀληθέστατα μόνου τὸν πατέρα τιμήσαντος·
 [06177]  καὶ νόμισον εἶναι ἐν ᾅδου μετὰ τῶν σκιῶν καὶ τῶν νεκρῶν καὶ ἐν χώρᾳ νεκρῶν ἢ μνημείοις τὸν μετὰ τὸ λαβεῖν ἐπίγνωσιν ἀληθείας καὶ φωτισθέντα, γευσάμενόν τε τῆς δωρεᾶς τῆς ἐπουρα νίου καὶ μέτοχον γενόμενον πνεύματος ἁγίου καὶ καλὸν γευσάμενον θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος, ἀποστατήσαντα τοῦ [28.7.56] χριστοῦ καὶ ἐπὶ τὸν ἐθνικὸν παλινδρομήσαντα βίον.
 [07272]  εἰ γὰρ ἀνέ κειτο, φησίν, εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ὁ Λάζαρος, ἕτερος πρὸ τοῦ τοῦτον ἐξελθεῖν τὸν βίον ἦν <ἂν> ἐν τῷ κόλπῳ τοῦ Ἀβραάμ, καὶ πρὸ [32.20.266] ἐκείνου ἄλλος.
000-00-00 Serial Number=0187059939
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00155]  Βέβληται δὲ ἡ σαγήνη αὕτη εἰς τὴν θάλασσαν, τὸν πανταχοῦ τῆς οἰκουμένης τῶν ἀνθρώπων κυματούμενον βίον, *** καὶ ἐν τοῖς ἁλμυροῖς πράγμασι τοῦ βίου νηχομένων.
 [00320]  Ἀτιμάζεσθαι τοίνυν ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἁμαρτάνουσι, βαρουμένοις τῷ βίῳ τοῦ δικαίου, χρὴ τὸν ζηλοῦντα βίον προφητικὸν καὶ χωρήσαντα τὸ ἐν ἐκείνοις πνεῦμα.
 [00353]  Λέγοι δ' ἄν τις τὴν τῆς μετενσωματώσεως ψευδοδοξίαν γεγονέναι ἐν τῷ Ἡρώδῃ καί τισι τῶν ἀπὸ τοῦ λαοῦ, ἀφ' ἧς ᾤοντο τόν ποτε Ἰωάννην ἐν γενέσει γενέσθαι καὶ ἐκ νεκρῶν ἐληλυθέναι εἰς τὸν βίον ὡς Ἰησοῦν.
 [00925]  Οἱ πρὸς ἀλλήλους διαφωνοῦντες περὶ τῶν ἀναγκαιοτάτων δογμάτων Σαδδουκαῖοι καὶ Φαρισαῖοι πρεσβεύουσι γὰρ οἱ μὲν Φαρισαῖοι τὴν τῶν νεκρῶν ἀνάστασιν ἐλπίζοντες εἶναί τινα μέλλοντα αἰῶνα, οἱ δὲ Σαδδουκαῖοι οὐδὲν ἴσασι μετὰ τὸν βίον τοῦτον ἀνθρώπῳ ἀποκείμενον, ἤτοι ὡς ἐπ' ἀρετὴν προκόψαντι ἢ μηδὲ τὴν ἀρχὴν ἐπιτηδεύσαντι ἐξελ θεῖν τῶν τῆς κακίας ὅρων οὗτοι, ἵνα πειράσωσι τὸν Ἰησοῦν, ὁμονοοῦ σιν.
 [01261]  ἀρνεῖται δὲ ἑαυτὸν ὁ τὸν ἑαυ τοῦ πρότερον κατὰ κακίαν βίον γεγε νημένον τῇ ἀξιολόγῳ μεταβολῇ ἀπα λείφων, οἷον (ὡς ἐπὶ παραδείγματος) ὁ πάλαι ἀκόλαστος ἀρνεῖται αὑτὸν ἀκόλαστον σωφρονήσας καὶ καθεξῆς.
 [01453]  [12.41] Ἐπεὶ δὲ μηδέπω περιερ γασάμενοι τροπολογεῖν τὰ κατὰ τὸν τόπον ὡς πρὸς τὸ ῥητὸν βασα νίζοντες ταῦτα εἴπομεν, τούτοις ἀκολούθως ἴδωμεν, μήποτε ἀνα βιβασθέντες εἰς τὸ ὕψος τῶν τῆς ἀληθείας δογμάτων καὶ τὴν μετα μόρφωσιν ἰδόντες τοῦ Ἰησοῦ καὶ τῶν ὀφθέντων «ἐν δόξῃ» μετ' αὐτοῦ Μωσέως καὶ Ἠλίου ὁ ἀποδεδο-μένος Πέτρος καὶ οἱ τῆς «βροντῆς υἱοὶ» βούλοιντ' ἂν ἐν αὑτοῖς σκηνὰς ποιῆσαι τῷ τοῦ θεοῦ λόγῳ κατοι κήσοντι ἐν αὐτοῖς καὶ τῷ νόμῳ αὐτοῦ μετὰ δόξης τεθεωρημένῳ καὶ τῇ προφητείᾳ «τὴν ἔξοδον» λαλούσῃ τοῦ Ἰησοῦ «ἣν ἔμελλε πληροῦν», καὶ ὡς τὸν θεωρητικόν γε ἀγαπήσας ὁ Πέτρος βίον καὶ τὸ ἐν αὐτῷ τερπωλὸν προκρίνας τοῦ ἐν πολλοῖς εἶναι μετά τινος ὀχλή σεως ἐπὶ προθέσει τοῦ ὠφελεῖν τοὺς βουλομένους, εἶπε τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι.
 [01506]  εἰ γὰρ (καθ' ὑπό θεσιν) δὶς δύναται γενέσθαι ἐν τῇ ἀπ' ἀρχῆς μέχρι συντελείας τοῦ κόσμου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν τῷ σώματι (δι' αἰτίαν <δι'> ἣν ἂν γένοιτο ἐν αὐτῷ), ἡ δι' ἁμαρτίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦτον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομένων μόνῳ τῷ τρόπῳ κατὰ τὴν μετενσωμάτωσιν;
 [02417]  ἀλλὰ καὶ τὸ «μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε» εἴ τις μὴ ἐξε τάσας, τί βουλόμενος ὁ Ἰησοῦς τοῦτο προσέταξεν, ὡς ζηλῶν ἀποστο λικὸν βίον «μηδένα κατὰ τὴν ὁδὸν» ἀσπάσοιτο, ἀπάνθρωπος <καὶ μω ρὸς> ἂν εἶναι δόξαι τοῖς θεωροῦσιν αὐτὸν τοιοῦτον·
 [02802]  ὁ γὰρ ὅλος βίος τῶν δικαίων κρινεῖ τὰς μὴ πεπιστευκυίας δώδεκα φυλὰς τοῦ Ἰσραήλ, καὶ κρινοῦσί γε οἱ ἀπόστολοι καὶ οἱ τὸν ἀποστο λικὸν ἐζηλωκότες βίον καὶ κατωρ θωκότες τοὺς εὐγενεῖς μὲν (διὰ τὸ εἶναι αὐτοὺς Ἰσραηλίτας) οὐ τὰ ἄξια δὲ τῆς εὐγενείας πεποιη κότας.
 [02803]  τάχα δὲ τὸ μὲν «ἐν ὑμῖν κρίνεται ὁ κόσμος» πρὸς Κορινθίους λελεγμένον λέγεται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν, τὸ δὲ καθίσεσθε καὶ αὐτοὶ ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ πρὸς τοὺς ἀποστό λους καὶ τοὺς τὸν ἀποστολικὸν βίον ἐζηλωκότας, κρινοῦντας τοὺς εὐγενεστέρους τοῦ ὅλου κόσμου ὄν τας τὸν Ἰσραήλ.
 [02806]  οἱονεὶ δὲ καὶ ἕκαστος τῶν κρινομένων Ἰσραηλιτῶν ὑπό τινος ἢ συνωνύμου ἄστρου ἢ ἄστρῳ παραπλησίου ἀπο στόλου καὶ τοῦ τὸν ἀποστολικὸν βίον βιώσαντος κριθήσεται.
 [02829]  καὶ τοῦτο δὲ ἔχει μέν τινα καὶ κατὰ τὸν ἁπλούστερον νοῦν προτρέψα σθαι δυνάμενα τοὺς ἄρτι προσερ χομένους τῷ θείῳ λόγῳ ἐπὶ τὸ σπεύδειν διὰ τῶν προστεταγμένων ἀναβῆναι παρὰ πολλοὺς τῶν νο μιζομένων ἐγγεγηρακέναι τῇ πίστει ἐπὶ τὸν ὑπὲρ αὐτοὺς βίον καὶ λόγον, ὡς οὐκ ἐμποδίζοντος οὔτε χρόνου τοῖς ὕστερον πιστεύουσιν οὔτε γονέ ων μοχθηρῶν τοῖς αὑτοὺς ἀνεγκλήτως ἀγωνιζο μένους παραστήσασιν.
 [02848]  <καὶ οὕτως ἄν τις> τολμήσαι ἀποφήνασθαι ὅτι πολλοὶ μὲν ἀγγέλων οἳ πρῶτοι ἦσαν ἀν θρώπων γίνονταί τινων ἀνθρώπων ἔσχατοι, πολλοὶ δὲ καὶ τῶν ἀν θρώπων οἳ ἔσχατοι τῇ φύσει τυγ χάνουσι τῶν ἀγγέλων γίνονται διὰ τὸν βίον καὶ τὸν τοῦ θεοῦ λόγον τι νῶν ἀγγέλων (ἐν πρώτοις μὲν τε ταγμένων, γενομένων δὲ ἔκ τινων αἰτιῶν ἐσχάτων) πρῶτοι.
 [03003]  φήσει γοῦν τις τὸν πάντα τῶν ἀνθρώπων βίον εἶναι τὴν κατὰ τὴν παραβολὴν ἡμέραν.
 [03933]  Καὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν, τὸν δὲ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν, τὸν δὲ λογικὸν τόπον καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν ὡς μὴ κατοπτεύεσθαι τοῖς ἔξωθεν τὸν ἀμπελῶνα καὶ τὸν ἐν κρυπτῷ μάλιστα καρπὸν αὐτοῦ, τὸ δὲ βάθος *** τῆς δεχομένης τοὺς καρποὺς τού τους ψυχῆς πᾶν ἐπιπόλαιον ἀπο βαλούσης τὴν ὀρυχθεῖσαν εἶναι ἐν τῷ ἀμπελῶνι ληνόν.
000-00-00 Serial Number=0061909199
Contra Celsum Ante [Go Back]  
 [00004]  Π.1 Ὁ μὲν σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ψευδομαρτυρούμενος μὲν ἐσιώπα κατηγορούμενος δὲ οὐδὲν ἀπεκρίνετο, πειθόμενος πάντα τὸν βίον ἑαυτοῦ καὶ τὰς ἐν Ἰουδαίοις πράξεις κρείττους γεγονέναι φωνῆς ἐλεγχούσης τὴν ψευδομαρτυρίαν καὶ λέξεων ἀπολογουμένων πρὸς τὰς κατηγορίας·
 [00159]  Εἰ δὲ συνέχει τὸν βίον ἐν πάσῃ πράξει ἀδήλῳ, ὅπως ἐκβήσεται, ἡ ἐλπὶς καὶ ἡ περὶ τῶν μελλόντων χρηστοτέρα πίστις, πῶς οὐ μᾶλλον αὕτη παραληφθήσεται εὐλόγως τῷ πιστεύοντι ὑπὲρ τὴν πλεομένην θάλασσαν καὶ γῆν σπειρο μένην καὶ γυναῖκα γαμουμένην καὶ τὰ λοιπὰ ἐν ἀνθρώποις πράγματα τῷ ταῦτα πάντα δημιουργήσαντι θεῷ καὶ τῷ μετὰ ὑπερβαλλούσης μεγαλονοίας καὶ θείας μεγαλοφροσύνης τολμήσαντι τοῦτον τὸν λόγον παραστῆσαι τοῖς πανταχοῦ τῆς οἰκουμένης μετὰ μεγάλων κινδύνων καὶ θανάτου νομι ζομένου ἀτίμου, ἃ ὑπέμεινεν ὑπὲρ ἀνθρώπων, διδάξας καὶ τοὺς ὑπηρετεῖσθαι τῇ διδασκαλίᾳ αὐτοῦ ἐν τῇ ἀρχῇ πεισθέντας μετὰ πάντων κινδύνων καὶ τῶν ἀεὶ προσδοκωμένων θανάτων τολμῆσαι ἀποδημῆσαι πανταχοῦ τῆς οἰκουμένης ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας;
 [00308]  Εἰ δ' ὁ εὐγνωμόνως ταῦτα κατανοῶν συγκαταθήσεται τῷ μηδὲν κρεῖττον ἐν ἀνθρώποις γεγονέναι ἀθεεί, πόσῳ πλέον τὸ τοιοῦτον περὶ τοῦ Ἰησοῦ θαρρῶν ἀποφανεῖται, συνεξετάζων πολλῶν προσερχομένων αὐτοῦ τῷ λόγῳ ἀρχαιοτέρους βίους μεταγενεστέροις καὶ κατανοῶν, ἐν ὅσαις μὲν ἀκολασίαις ὅσαις δὲ ἀδικίαις καὶ πλεονεξίαις ἕκαστος τῶνδε ἦν, πρίν, ὥς φησι Κέλσος καὶ οἱ τὰ αὐτὰ αὐτῷ νομίζοντες, ἀπατηθῶσι καὶ παραδέξωνται λόγον λυμαινόμενον, ὡς ἐκεῖνοι λέγουσι, τὸν τῶν ἀνθρώπων βίον, ἐξ οὗ δὲ παρειλήφασι τὸν λόγον, τίνα τρόπον γεγόνασιν ἐπιεικέστεροι καὶ σεμνότεροι καὶ εὐσταθέστεροι, ὥς τινας αὐτῶν διὰ τὸν ἔρωτα τῆς ὑπερ βαλλούσης καθαρότητος καὶ διὰ τὸ καθαρώτερον θρησκεύειν τὸ θεῖον μηδὲ τῶν συγκεχωρημένων ὑπὸ τοῦ νόμου ἅπτεσθαι ἀφροδισίων;
 [00337]  Οἶμαι γὰρ ὅτι ὁ εὐγνωμόνως ἐξετάζων τὰ πράγματα οὐκ ἂν λέγοι τούτους ἑαυτοὺς παραδεδωκέναι περιστατικῷ βίῳ ἕνεκεν τῆς Ἰησοῦ διδασκαλίας χωρίς τινος μεγάλης πειθοῦς, ἣν ἐνεποίησεν αὐτοῖς διδάσκων οὐ μόνον διακεῖσθαι κατὰ τὰ μαθήματα αὐτοῦ ἀλλὰ καὶ ἄλλους διατιθέναι, καὶ διατιθέναι προὔπτου ὄντος ὡς πρὸς τὸν ἀνθρώπων βίον ὀλέθρου τῷ τολμῶντι πανταχοῦ καὶ πρὸς πάντας καινο τομεῖν καὶ μηδένα ἀνθρώπων, ἐμμένοντα τοῖς προτέροις δόγμασι καὶ ἔθεσι, φίλον ἑαυτῷ τηρεῖν.
 [00350]  ἆρα ὁ κατα πέμπων ψυχὰς εἰς ἀνθρώπων σώματα τὸν τοσαῦτα τολμή σοντα καὶ τοσούτους διδάξοντα καὶ ἀπὸ τῆς χύσεως τῆς κατὰ τὴν κακίαν μεταστήσοντα πολλοὺς ἀνθρώπους ἐπὶ τὴν πασῶν αἰσχροτέραν γένεσιν ὤθει, μηδὲ διὰ γάμων γνησίων αὐτὸν εἰσάγων εἰς τὸν τῶν ἀνθρώπων βίον;
 [00777]  Καὶ ἐχρῆν τὸν προνοούμενον τῆς ὡς ἀνθρώπου ἑαυτοῦ εἰς τὸν βίον ἐπιδημίας μὴ ἀκαίρως ὁμόσε χωρεῖν τῷ ἕως θανάτου κινδύνῳ.
 [00848]  Φησὶν αὐτοὺς καταλιπόντας τὸν πάτριον νόμον τῷ ἐψυχαγωγῆσθαι ὑπὸ τοῦ Ἰησοῦ ἠπατῆσθαι πάνυ γελοίως καὶ ἀπηυτομοληκέναι εἰς ἄλλο ὄνομα καὶ εἰς ἄλλον βίον, μηδὲ τοῦτο κατανοήσας, ὅτι οἱ ἀπὸ Ἰουδαίων εἰς τὸν Ἰησοῦν πιστεύοντες οὐ καταλελοίπασι τὸν πάτριον νόμον.
 [00871]  Τί παθόντες, ὦ πολῖται, κατελίπετε τὸν πάτριον νόμον καὶ ὑπ' ἐκείνου, πρὸς ὃν ἄρτι διειλέγμεθα, ψυχαγωγηθέντες πάνυ γελοίως ἐξηπατήθητε καὶ ἀφ' ἡμῶν ἀπηυτομολήσατε εἰς ἄλλο ὄνομα καὶ εἰς ἄλλον βίον;
 [01097]  Οἱ δὲ Πυθαγόρειοι καὶ κενοτάφια ᾠκοδόμουν τοῖς μετὰ τὸ προτραπῆναι ἐπὶ φιλοσοφίαν παλινδρομήσασιν ἐπὶ τὸν ἰδιωτικὸν βίον·
 [01315]  Καίτοι οὔτε Ἰουδαῖοι οὔτε Κέλσος οὔτε ἄλλος τις μετὰ ἀποδείξεως ἔχει παραστῆσαι ὅτι ὄλεθρος τοσούτους ἀνθρώπους ἐπιστρέφει ἀπὸ τῆς χύσεως τῶν κακῶν ἐπὶ τὸν κατὰ φύσιν μετὰ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν βίον.
 [01518]  Τίς γὰρ τὸν κρείττονα βίον καὶ συστέλλοντα τὰ τῆς κακίας ὁσημέραι ἐπὶ τὸ ἔλαττον εὐλόγως φησὶν ἀπὸ ἀπάτης γίνεσθαι;
 [01600]  Σαφὲς δ' οἶμαι καὶ ἐναργὲς εἶναι τὸ ἐκ τῶν μαθητῶν αὐτοῦ ἐπιχείρημα, ἐπικινδύνῳ ὡς πρὸς τὸν τῶν ἀνθρώπων βίον διδασκαλίᾳ ἑαυτοὺς ἐπιδεδωκότων, ἣν οὐκ ἂν πλασσόμενοι τὸ ἐγηγέρθαι τὸν Ἰησοῦν ἐκ νεκρῶν οὕτως εὐτόνως ἐδίδαξαν, μετὰ τοῦ κατὰ τοῦτο οὐ μόνον ἑτέρους παρασκευάζειν πρὸς τὸ θανάτου καταφρονεῖν ἀλλ' αὐτοὶ πολὺ πρότερον τοῦτο ποιεῖν.
 [02007]  Καὶ εἰκὸς παύσεσθαι τὸ ὡς πρὸς τὸν βίον τοῦτον τοῖς πιστεύουσιν ἐγγενόμενον ἀδεές, ἐπὰν πάλιν οἱ παντὶ τρόπῳ διαβάλλοντες τὸν λόγον τὴν αἰτίαν τῆς ἐπὶ τοσοῦτο νῦν στάσεως ἐν πλήθει τῶν πιστευόντων νομίσωσιν εἶναι, ἐν τῷ μὴ προσπολεμεῖσθαι αὐτοὺς ὑπὸ τῶν ἡγουμένων ὁμοίως τοῖς πάλαι χρόνοις.
 [02116]  Οὗ τὴν εἰς τὸν βίον ἐπιδημίαν πολλοῖς πρότερον ἔτεσιν οὕτω διὰ πλειόνων κεκηρύχθαι συμβέβηκεν, ὥστε τὸ Ἰουδαίων ὅλον ἔθνος ἠρτημένον τῆς περὶ τοῦ ἐλπιζομένου ἐπιδημήσειν προσδοκίας εἰς τὴν πρὸς ἀλλήλους ζήτησιν ἐληλυθέναι τοῦ Ἰησοῦ ἐπιδημήσαντος, καὶ πολὺ μὲν πλῆθος αὐτῶν ὡμολογηκέναι Χριστὸν καὶ πεπιστευκέναι αὐτὸν εἶναι τὸν προφητευόμενον τοὺς δὲ μὴ πιστεύοντας, καταφρο νήσαντας τῆς πρᾳότητος τῶν διὰ τὰ Ἰησοῦ μαθήματα οὐδὲ μέχρι τοῦ τυχόντος στασιάζειν βουληθέντων, τολμῆσαι κατὰ τοῦ Ἰησοῦ τοιαῦτα, ἅτινα φιλαλήθως καὶ εὐγνωμόνως ἀνέγραψαν οἱ μαθηταὶ αὐτοῦ, οὐχ ὑπεκκλέψαντες τῆς περὶ αὐτοῦ παραδόξου ἱστορίας τὸ δοκοῦν τοῖς πολλοῖς αἰσχύνην τῷ λόγῳ Χριστιανῶν φέρειν.
 [02118]  ἀλλὰ γὰρ καὶ τὴν καταβᾶσαν εἰς ἀνθρωπίνην φύσιν καὶ εἰς ἀνθρωπίνας περιστάσεις δύναμιν καὶ ἀναλαβοῦσαν ψυχὴν καὶ σῶμα ἀνθρώπινον ἑώρων ἐκ τοῦ πιστεύεσθαι μετὰ τῶν θειοτέρων συμβαλλομένην εἰς σωτηρίαν τοῖς πιστεύουσιν, ὁρῶσιν ὅτι ἀπ' ἐκείνου ἤρξατο θεία καὶ ἀνθρωπίνη συνυφαίνεσθαι φύσις, ἵν' ἡ ἀνθρωπίνη τῇ πρὸς τὸ θειότερον κοινωνίᾳ γένηται θεία οὐκ ἐν μόνῳ τῷ Ἰησοῦ ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ τοῦ πιστεύειν ἀναλαμβάνουσι βίον, ὃν Ἰησοῦς ἐδίδαξεν, ἀνάγοντα ἐπὶ τὴν πρὸς θεὸν φιλίαν καὶ τὴν πρὸς ἐκεῖνον κοινωνίαν πάντα τὸν κατὰ τὰς Ἰησοῦ ὑποθήκας ζῶντα.
 [02212]  Καὶ γὰρ παρίσταται ἡμῖν ὅτι οὐκ ἂν ψυχαί, μὴ μαθοῦσαι τὰ τοιαῦτα, ὁποῖα διδάσκει ἡ παρ' Ἕλλησι πανοῦργος σοφιστεία, πολλὴν ἔχουσα τὴν πιθανότητα καὶ τὴν ὀξύτητα, καὶ ἡ ἐν τοῖς δικαστηρίοις καλινδουμένη ῥητορική, οὕτως πλάσαι οἷοί τ' ἦσαν πράγματα, δυνάμενα ἀφ' αὑτῶν ἔχειν τὸ πρὸς πίστιν καὶ τὸν ἀνάλογον τῇ πίστει βίον ἀγωγόν.
 [02500]  Ἔσθ' ὅτε δὲ κἂν πάνυ ἐξώλεις παραδέξασθαι βούλωνται τὸν λόγον τὸν περὶ κολάσεως διὰ τὴν ἐπὶ τῇ μετανοίᾳ ἐλπίδα, κωλύονται ἀπὸ τῆς πρὸς τὸ ἁμαρτάνειν συνηθείας, ὡσπερεὶ δευσοποιηθέντες ἀπὸ τῆς κακίας καὶ μηκέτι δυνάμενοι ἀπ' αὐτῆς ἀποστῆναι εὐχερῶς ἐπὶ τὸν καθεστηκότα καὶ τὸν κατὰ τὸν ὀρθὸν λόγον βίον.
 [02524]  Ἐπὰν δὲ οὕς φησιν εἶναι ἰδιωτικοὺς λόγους ὁ Κέλσος κατανοήσωμεν, ὡσπερεὶ ἐπῳδὰς δυνάμεως πεπλη ρωμένους, καὶ τοὺς λόγους θεωρῶμεν, ἀθρόως προτρέποντας πλήθη ἐπὶ τὸν ἐξ ἀκολάστων εἰς τὸν εὐσταθέστατον βίον καὶ τὸν ἐξ ἀδίκων εἰς τὸν χρηστότερον καὶ τὸν ἐκ δειλῶν ἢ ἀνάνδρων εἰς τὸν ἐπὶ τοσοῦτον εὔτονον, ὡς καὶ θανάτου διὰ τὴν φανεῖσαν αὐτοῖς εὐσέβειαν καταφρονεῖν·
 [02679]  καὶ ἐν τῇ Χριστοῦ δ' ἐπιδημίᾳ ἐπανορθοῖ τῷ κατὰ χριστιανισμὸν λόγῳ οὐχὶ τοὺς μὴ βουλομένους ἀλλὰ τοὺς τὸν κρείττονα βίον καὶ ἀρέσκοντα τῷ θεῷ ἑλομένους.
 [02709]  Κἂν ὁ θεὸς τοίνυν τῶν ὅλων τῇ ἑαυτοῦ δυνάμει συγκαταβαίνῃ τῷ Ἰησοῦ εἰς τὸν τῶν ἀνθρώπων βίον, κἂν ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγος, θεὸς καὶ αὐτὸς ὤν, ἔρχηται πρὸς ἡμᾶς, οὐκ ἔξεδρος γίνεται οὐδὲ καταλείπει τὴν ἑαυτοῦ ἕδραν, ὡς τινὰ μὲν τόπον κενὸν αὐτοῦ εἶναι ἕτερον δὲ πλήρη, οὐ πρότερον αὐτὸν ἔχοντα.
 [02728]  Νῦν ἆρα μετὰ τοσοῦτον αἰῶνα ὁ θεὸς ἀνεμνήσθη δικαιῶσαι τὸν ἀνθρώπων βίον, πρότερον δὲ ἠμέλει;
 [02729]  Καὶ πρὸς τοῦτο δὲ φήσομεν ὅτι οὐκ ἔστιν ὅτ' οὐκ ἐβουλήθη δικαιῶσαι τὸν ἀνθρώπων βίον ὁ θεός, ἀλλὰ καὶ ἀεὶ ἐπεμελήθη διδοὺς ἀρετῆς ἀφορμὰς τοῦ ἐπανορθοῦσθαι τὸ λογικὸν ζῷον.
 [02732]  [4.8] Οὐδὲν δὲ θαυμαστὸν τὸ γενεαῖς τισι προφήτας γεγο νέναι, ὑπερέχοντας ἐν τῇ παραδοχῇ τῆς θειότητος διὰ τὸν ἐπὶ πλεῖον εὔτονον καὶ ἐρρωμένον βίον ἑτέρων προφητῶν, τινῶν μὲν κατ' αὐτοὺς ἄλλων δὲ προγενεστέρων ἢ μεταγε νεστέρων.
 [02851]  [4.20] Εἶτ' ἐπεὶ προσωποποιεῖ ἰδίᾳ μὲν Ἰουδαίους αἰτιολο γοῦντας τὴν κατ' αὐτοὺς μέλλουσαν Χριστοῦ ἐπιδημίαν ἰδίᾳ δὲ Χριστιανοὺς λέγοντας περὶ τῆς ἤδη γεγενημένης ἐπιδημίας εἰς τὸν βίον τῶν ἀνθρώπων τοῦ υἱοῦ τοῦ θεοῦ·
 [02853]  Ἰουδαῖοι δὴ παρ' αὐτῷ λέγουσι πληρωθέντα τὸν βίον πάσης κακίας δεῖσθαι τοῦ καταπεμπομένου ἀπὸ θεοῦ, ἵν' οἱ μὲν ἄδικοι κολασθῶσι, τὰ δὲ πάντα καθαρθῇ ἀνάλογον τῷ πρώτῳ συμβάντι κατακλυσμῷ.
 [02961]  Ἐλέγομεν δὲ παρὰ τῷ Κέλσῳ ἡμεῖς, οἱ κατ' αὐτὸν σκώληκες, ὅτι ἐπεί τινες ἐν ἡμῖν πλημμελοῦσιν, ἀφίξεται πρὸς ἡμᾶς ὁ θεὸς ἢ πέμψει τὸν υἱὸν ἑαυτοῦ, ἵνα καταφλέξῃ τοὺς ἀδίκους, οἱ δὲ λοιποὶ βάτραχοι σὺν αὐτῷ βίον αἰώνιον ἔχωμεν.
 [03478]  Ἡ τῶν κατὰ τὸν βίον γοῦν χρειῶν ἀπορία συνέστησε τοῦτο μὲν γεωργικὴν τοῦτο δὲ ἀμπελουργικὴν τοῦτο δὲ τὰς περὶ τοὺς κήπους τέχνας τοῦτο δὲ τεκτονικὴν καὶ χαλκευτικήν, ποιητικὰς ἐργαλείων ταῖς ὑπηρετουμέναις τέχναις τὰ πρὸς τροφήν·
 [04042]  Λεγέτω δ' ἡμῖν ὁ Κέλσος, πῶς οὐχ ὅσιον παραλύειν νόμους πατρίους περὶ τοῦ γαμεῖν μητέρας καὶ θυγατέρας, ἢ περὶ τοῦ μακάριον εἶναι ἀγχόνῃ τὸν βίον ἐξελθεῖν, ἢ πάντως καθαίρεσθαι τοὺς ἑαυτοὺς παραδιδόντας τῷ πυρὶ καὶ τῇ διὰ πυρὸς ἀπαλλαγῇ τῇ ἀπὸ τοῦ βίου·
 [04097]  ἵνα καὶ αὐτὸς εὐλόγως, ὡσπερεὶ ἑαυτὸν ἐκδικῶν, λαβὼν ἐξουσίαν ἀποσπάσαι τῶν λοιπῶν ἐθνῶν οὓς ἂν δύνηται, τὸ τοιοῦτο ποιήσῃ καὶ νόμους τε αὐτοῖς θῆται καὶ βίον ὑποδείξῃ καθ' ὃν βιωτέον·
 [04385]  ἀεὶ δὲ τοὺς τοιούτους τῷ ἐγηγέρθαι τὸν Ἰησοῦν πιστεύοντας, καρπὸν τοῦ πιστεύειν οὐκ εὐκαταφρόνητον ἐπιδεικνυμένους τὸν ἐρρωμένον βίον καὶ τὴν ἀπὸ τῆς χύσεως τῶν κακῶν μεταβολήν, οὐ χωρὶς ἐφαπτομένων τῶν βοηθούντων αὐτῶν τῇ πρὸς θεὸν ἐπιστροφῇ ἀγγέλων γίνεσθαι, οὐκ ἄλογον εἶναί μοι φαίνεται.
 [04895]  Τὰ δὲ τῶν ἀπὸ τῆς ἐκκλησίας ὁ Κέλσος οὐκ ἐπίσταται, ἅπερ πάνυ ὀλίγοι ἠσκήκασι συνιέναι, οἱ πάντα τὸν βίον ἑαυτῶν ἀναθέντες κατὰ τὴν Ἰησοῦ ἐντολὴν τῷ ἐρευνᾶν τὰς γραφὰς καὶ μᾶλλον τῶν φιλοσοφησάντων Ἑλλήνων περί τινος νομιζομένης ἐπιστήμης ἀνάληψιν κεκμηκότες περὶ τὴν ἐξέτασιν τοῦ βουλήματος τῶν ἱερῶν γραμμάτων.
 [04975]  Πᾶς δὲ ὁ τὴν κακίαν ἑλόμενος καὶ τὸν κατ' αὐτὴν βίον ὡς τὰ ἐναντία πράττων τῇ ἀρετῇ σατανᾶς ἐστι, τουτέστιν ἀντικείμενος τῷ υἱῷ τοῦ θεοῦ, ὄντι δικαιοσύνῃ καὶ ἀληθείᾳ καὶ σοφίᾳ.
 [05114]  [6.55] Εὑρεθείη δ' ἂν καταχρηστικώτερον καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτός, τὰ μὲν συμβαλλόμενα εἰς τὸν κατὰ φύσιν βίον νομιζόμενα ἀγαθὰ τὰ δ' ἐναντιούμενα τούτῳ κακά.
 [05483]  ἐχρῆν γὰρ τὸν κάτοχον τῷ θείῳ πνεύματι πολλῷ πρότερον παντὸς οὑτινοσ οῦν τοῦ ἀπὸ τῶν χρησμῶν διδασκομένου τὸ συμβαλλόμενον εἰς τὸν μέσον καὶ κατὰ φύσιν βίον ἢ πρὸς τὸ λυσιτελὲς ἢ πρὸς τὸ συμφέρον ὠφεληθῆναι καὶ διορατικώτερον παρ' ἐκεῖνο μάλιστα καιροῦ τυγχάνειν, ὅτε σύνεστιν αὐτῷ τὸ θεῖον.
 [05516]  ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὸν Μωϋσέως βίον καὶ γὰρ αὐτοῦ φέρονται προφητεῖαι, ἀναγεγραμμέναι ἐν τῷ νόμῳ καὶ τὸν Ἱερεμίου, φερόμενον ἐν τῇ ὁμωνύμῳ αὐτοῦ προφητείᾳ, καὶ τὸν Ἡσαΐου, ὃς ἐπορεύθη ὑπερτείνων πᾶσαν ἄσκησιν γυμνὸς καὶ ἀνυπόδετος ἔτεσι τρισίν.
 [05517]  Ἴδε δὲ καὶ παιδαρίων, τοῦ ∆ανιὴλ καὶ τῶν σὺν αὐτῷ, τὸν ἐρρωμένον βίον, ἀναγνοὺς τὴν ὑδροποσίαν αὐτῶν καὶ ὅτι ἡ τροφὴ ἦν αὐτοῖς ὄσπριον, ἐμψύχων ἀπεχομένοις.
 [05860]  Πῶς δὲ φάσμα ὀνομασθὲν ἀπελαύνει δαιμόνια καὶ ἄλλας οὐκ εὐκα ταφρονήτους ἐνεργείας ἐνεργεῖ, οὐχ ἕνα κεκληρωμένον τόπον ὡς οἱ κατ' αὐτὸν ἀνθρωποειδεῖς θεοὶ ἀλλὰ διῆκον ἐπὶ πᾶσαν τὴν οἰκουμένην καὶ συνάγον καὶ ἕλκον τῇ ἑαυτοῦ θειότητι οὓς ἂν εὕροι πρὸς τὸν καλὸν βίον κλίναντας ἑαυτούς;
 [05925]  Εἴτ' οὖν Ὀρφέα βούλεται ἔνθεον εἶναι ποιητὴν εἴτε Παρμενίδην εἴτ' Ἐμπεδοκλέα εἴτε καὶ αὐτὸν Ὅμηρον ἢ καὶ Ἡσίοδον,δεικνύτω ὁ βουλόμενος, πῶς βέλτιον ὁδεύσουσιν οἱ τοιούτοις ὁδηγοῖς χρώμενοι καὶ ὠφέληνται περὶ τῶν κατὰ τὸν βίον παρὰ τοὺς καταλιπόντας διὰ τὴν Ἰησοῦ τοῦ Χριστοῦ διδασ καλίαν πάντα ἀγάλματα καὶ ἱδρύματα ἀλλὰ καὶ πᾶσαν ἰουδαϊκὴν δεισιδαιμονίαν καὶ πρὸς μόνον ἀναβλέποντας διὰ τοῦ λόγου τοῦ θεοῦ τὸν πατέρα τοῦ λόγου θεόν.
 [06074]  μὴ ἀποδείξας δὲ μηδ' ὅτι βλάσφημά ἐστι ταῦτα, εἶτα πάλιν οὐ δὶς οὐδὲ τρὶς ἀλλὰ δὴ πολλάκις ἐπιρρη τότατον εἶπε τὸν Ἰησοῦ βίον, οὐ στὰς καθ' ἕκαστον τῶν ἐν τῷ βίῳ αὐτοῦ πεπραγμένων καὶ νομιζομένων εἶναι ἐπιρρη τοτάτων, ἵνα τοῦτ' εἰπὼν δόξῃ μὴ μόνον ἀναποδείκτως ἀποφαίνεσθαι <ἀλλὰ> καὶ λοιδορεῖν ὃν οὐκ ἐπίσταται.
 [06549]  Ἢ τοίνυν οὐδαμῇ οὐδαμῶς βιωτέον οὐδὲ τῇδε παριτητέον, ἢ τὸν ἐπὶ τοῖσδε παρελθόντα εἰς τὸν βίον δαίμοσι τοῖς τὰ ἐπὶ γῆς εἰληχόσιν εὐχαριστητέον καὶ ἀπαρχὰς καὶ εὐχὰς ἀποδοτέον, ἕως ἂν ζῶμεν, ὡς ἂν φιλανθρώπων αὐτῶν τυγχάνοιμεν.
 [06553]  Καὶ ἐπὶ τοῖσδε μᾶλλον παρήχθημεν ὑπὸ τοῦ θεοῦ εἰς τὸν βίον, ἢ ἐφ' οἷς Κέλσος οἴεται, καὶ οὐχ ὑποκείμεθά γε δαίμοσιν ἀλλὰ τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἡμᾶς προσαγαγόντος Ἰησοῦ τοῦ Χριστοῦ.
 [06744]  Οὕτω δὲ καὶ περὶ τῶν εὖ βιω σάντων <ὡς εὐδαιμονησόντων> πεῖσμα ἐμποιεῖν θέλομεν, ὁρῶντες ὅτι πολλὰ τῶν κατὰ τὸν ὑγιῆ βίον καὶ οἱ τῆς πίστεως ἀλλότριοι ὁμοίως ἡμῖν λέγουσιν·
 [06923]  Ἃ δ' ὑπέσχετο ὁ θεὸς τοῖς τηροῦσι τὸν νόμον εἰ μὴ γεγένηται, οὐ τῷ ψεύδεσθαι τὸν θεὸν οὐ γεγένηται ἀλλὰ τῷ ἐπὶ συνθήκαις γεγονέναι τὰς ἐπαγγελίας, ταῖς περὶ τοῦ τηρεῖν τὸν νόμον καὶ τὸν κατὰ τὸν νόμον βίον.
 [06991]  Τοῦ δ' ἐντυγχάνοντός ἐστι τῷ ἐκείνου συγγράμματι καὶ οἷς ἡμεῖς κατ' αὐτοῦ ὑπηγορεύσαμεν κρῖναι, ὁπότερα μᾶλλον πνεῖ τοῦ ἀληθινοῦ θεοῦ καὶ τοῦ τρόπου τῆς εἰς αὐτὸν εὐσεβείας καὶ τῆς εἰς ἀνθρώπους φθανούσης ὑγιῶν δογμάτων προτρεπομένων ἐπὶ τὸν ἄριστον βίον ἀληθείας.
000-00-00 Serial Number=0449995697
De engastrimytho Ante [Go Back]  
 [00125]  καὶ τοῦτο δύνα ται εἰδέναι δαιμόνιον, <περὶ> βασιλέα χειροτονηθέντα μετὰ χρίσματος προφητικοῦ, ὅτι αὔριον ἔμελλεν ἐξελεύσεσθαι ὁ Σαοὺλ τὸν βίον καὶ οἱ υἱοὶ αὐτοῦ μετ' αὐτοῦ;
 [00245]  οὐ κοῦν τὸ τέλειον μετὰ τὸν βίον ἐστίν.
000-00-00 Serial Number=0185333371
De oratione Ante [Go Back]  
 [00309]  οὕτω γὰρ μόνως τὸ «ἀδιαλείπτως προσεύχεσθε» ἐκδέξασθαι δυνάμεθα ὡς δυνατὸν ὂν εἰρημένον, εἰ πάντα τὸν βίον τοῦ ἁγίου μίαν συναπτομένην μεγάλην εἴποιμεν εὐχήν·
 [00542]  ὥσπερ γὰρ ἀπέσχεν ὁ κατὰ Λουκᾶν πλούσιος «τὰ ἀγαθὰ» «ἐν τῇ» ἑαυτοῦ ἀνθρωπίνῃ «ζωῇ,» διὰ τὸ ἀπεσχηκέναι ταῦτα οὐκέτι χωρῶν τυχεῖν αὐτῶν μετὰ τὸν ἐνεστηκότα βίον·
000-00-00 Serial Number=0468028843
Dialogus cum Heraclide Ante [Go Back]  
 [00187]  εἴποιμι γὰρ ἂν τὸν ἐν σωματικοῖς ἀεὶ κυλιόμε νον καὶ ἐγκυλινδόμενον ἐπὶ τοῖς βορβόροις τοῦ βίου καὶ μὴ σπεύδοντα ἐπὶ τὸν καθαρὸν βίον, ἐπὶ τὸν ἅγιον, τοῦτον πάντα εἶναι χοῖρον.
000-00-00 Serial Number=0591316938
Enarrationes in Job Ante [Go Back]  
 [00858]  Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλή σασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον.
000-00-00 Serial Number=0994829118
Excerpta in Psalmos Ante [Go Back]  
 [00334]  Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον·
 [00393]  Ἀποκάλυψον πρὸς Κύ ριον τὴν ὁδόν σου, τουτέστι, δεῖξον αὐτῷ τὸν σὸν ἐπίμωμον βίον, καὶ αὐτὸς θεραπεύσει σε ἀπὸ τῶν τραυμάτων, καὶ ποιήσει τὸν ῥυπαρὸν καθαρόν.
 [00437]  διὰ τοῦτο, δείξας ὁ ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπ άγει, ὅτι Οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦν τες βίον, κληρονομήσουσι γῆν, ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς ὑπὸ κατάραν γεγενημένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτήν·
 [00467]  Οἱ γὰρ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν.
 [00622]  Μεταβαλὼν δὲ ἐκ νεαροῦ ἤθους καὶ ἀβεβαίου, καθ' ὃν νεωτερίζων νεώτερος ἤμην, εἰς γῆρας ἦλθον, βίον ἀκηλίδωτον ἔχων καὶ πολιὰν φρόνησιν.
000-00-00 Serial Number=0401663184
Exhortatio ad martyrium Ante [Go Back]  
 [00034]  περὶ μὲν οὖν πολ λῶν ἀρετῶν ἔστιν ἰδεῖν τὸν βίον ἀγώνων πεπληρωμένον καὶ τοὺς ἀγωνιζομένους.
 [00247]  ὁποῖος ἦν ὁ Ἐλεάζαρος «τὸν μετ' εὐ κλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος καὶ αὐτο προαιρέτως ἐπὶ τὸ τύμπανον προάγων», ὅστις «λογισμὸν ἀστεῖον ἀνα λαβὼν ἄξιον τῆς ἐνενηκονταετοῦς αὐτοῦ ἡλικίας καὶ τῆς τοῦ γήρως ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιᾶς καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀνατροφῆς μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας» εἶπεν·
 [00250]  διόπερ ἀνδρείως νῦν με ταλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι, τοῖς δὲ νέοις ὑπόδειγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων εὐθανατίζειν.».
000-00-00 Serial Number=0516549170
Expositio in Proverbia Ante [Go Back]  
 [00453]  Αἰῶνα τὸν ἀνθρώπου βίον λέγει, ὡς ὁ Παῦλος·
 [00475]  ἢ ὥστε τὸν ἑαυτῶν βίον οἰκονομεῖν·
 [00477]  οἱ τοιοῦτοι γὰρ παντὶ ἀνέμῳ περιφερόμενοι ναυαγοῦσι περὶ τὸν βίον ἢ τὴν πίστιν, καὶ ὡς φύλλα δένδρου πίπτουσιν ἀπὸ τοῦ Θεοῦ, οἷς μὴ ὑπάρχει σοφία Θεοῦ·
 [00709]  [17.205] Τὸν βίον τὸν ὀρθὸν τοίνυν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ Θεοῦ·
000-00-00 Serial Number=0603226662
Fragmenta de principiis Ante [Go Back]  
 [00053]  [11,] [17] [3] Σchw.): Ὅτι καὶ τὸν ἔνυδρον ἔσθ' ὅτε αἱρεῖται βίον ἡ ψυχή, ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου.
 [00055]  (καὶ αἱρεῖται πρὸς τὸ ἀλογωθῆναι καὶ τὸν ἔνυδρον, ἵν' οὕτως εἴπω, βίον·
000-00-00 Serial Number=0736687839
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00174]  ἀπολογίαν γὰρ οὐχ ἕξει μετὰ τὴν ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ χήραν ὅλον ἑαυτῆς βαλοῦσαν τὸν βίον, καὶ δικαιωθεῖσαν, οὐ παρὰ τοὺς ἐξ ἁρπαγῆς, ἀλλὰ παρὰ τοὺς ἐκ περιου σίας βαλόντας.
000-00-00 Serial Number=0093323350
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00580]  οἱονεὶ ἑαυτοῖς τὸν καιρὸν ὠνούμενοι, ἔχοντα ὡς πρὸς τὸν ἀνθρώπινον βίον πονηρὰς ἡμέρας.
 [00701]  τρίτος δὲ παρὰ τὰς δύο ἐκδοχὰς ἔσται τις λόγος λέγων μὴ πέρας ἔχειν τὸν ἀγῶνα τῷ τὸν βίον τοῦτον ἐξεληλυθότι, ἀλλὰ καὶ τὸν ἐνταῦθα νενικηκότα καὶ ἐν ἄλλῃ πονηρᾷ ἡμέρᾳ μέλλειν ἀγωνίζεσθαι πρὸς τὰς ἀντικειμένας ἐνεργείας ἐπιφαινομένας.
000-00-00 Serial Number=0939859688
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00091]  ἐν Βαβυλῶνι γὰρ σωφρονισθεὶς ἐν εἱρκτῇ καὶ δεσμοῖς, πάλιν ἐπὶ Εὐιλὰδ Μαρωδὰχ μετέστη πρὸς ἄνεσιν, ὁμοδίαιτος γενόμενος τῷ βασιλεῖ καὶ οὕτως ἐν ἀλλοτρίᾳ καταλύσας τὸν βίον.
000-00-00 Serial Number=0088422060
Fragmenta in Psalmos Ante [Go Back]  
 [00309]  Οὐ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν εδειξεν, ἀλλὰ καν τῷ μέλ λοντι τὸ φρικῶδες αὐτοῦ δείξει κριτήριον πᾶσιν ἀνθρώποις, δικάζων, καὶ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ.
 [01437]  καὶ οσα τὸν πολιτικὸν μετέρχεται βίον, τὰς γεωργουμένας οἰκοῦν τα χώρας·
 [01650]  οὐ γὰρ τῷ νόμῳ τῆς φύσεως ὑπεξῆλθον τὸν βίον, ἀλλ' οπλοις πολεμικοῖς κατακοντιζόμενοι.
 [02233]  Τινὲς γὰρ ἐν ἀσκήσει καὶ πάσαις ἀρε ταῖς διαλάμψαντες, υστερον ὑπεσύρησαν εἰς βίον χαυνώτερον.
 [02241]  οτι ὑπὸ τῆς εἰρήνης τῶν ἁμαρ τωλῶν καὶ τῆς κατὰ τὸν βίον εὐροίας τῶν [αλλων οντων] ἐν κοπετῷ·
 [02264]  Οἱ δὲ προλεχθέντες δυσσεβεῖς καὶ αθεοι, ου τως ἠσέβουν ὡς σκάνδαλον γενέσθαι τοῖς ὁρῶσι τὸν βίον αὐτῶν καὶ ὡς μηχανεύειν καὶ λέγειν·
 [02524]  Τροχὸν δὲ τῶν ἀνθρώ πων τὸν βίον, ὡς ἐκ τοῦ Ιεζεχιὴλ εστι μα θεῖν.
 [02712]  Τοῖς δὲ ματαίοις προστετηκότες ἐπιτηδεύ μασι, καὶ μετὰ πάσης ταῦτα μετιόντες σπου δῆς, τὸν βίον ὑπεξῆλθον ἐν ματαιότητι, τὰς ἡμέρας καταναλίσκοντες, καὶ τὰ ετη πα ρατρέχοντες.
 [02881]  τὸ γὰρ ἑπταπλάσιον τὸν βίον τοῦτον σημαίνει, ὡς καὶ τὸ ὀκτωπλά σιον τὸν μέλλοντα.
 [03756]  Τὸ σήμερον τὸν βίον παρόντα σημαίνει.
 [03794]  Χαρίσεσθαι δὲ τὰ πεδία λέγει τὸν ὁμα λὸν ἐν ἀρετῇ βίον·
 [03884]  Θάλασσαν ουν τὸν πα ρόντα βίον καλεῖ, διὰ τὸ ἁλμυρὸν τῶν ἐν αὐ τῷ φροντίδων.
 [03977]  Εἰ δὲ ἐν ορεσι καὶ σπηλαίοις τὸν βίον τῶν ἀσεβῶν ἐξέκλινον οἱ τοῦ Θεοῦ αν θρωποι, δικαίως ελεγον τό·
 [04065]  Εἰ μὲν ουν φύσις ἡμῶν ἐστὶν ἐπίκηρος, ἡ δὲ θεία φιλανθρωπία τὸν μακραίωνα χαρίζεται βίον, καὶ μέχρις ἐκγό νων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομέ νην τῆς δικαιοσύνης ἀντίδοσιν.
 [04180]  Τὸν βίον τοῦτον σημαίνει.
 [04634]  Τοῦτο ειπε, βίον ἀπαιτῶν καὶ πολιτείαν ἀκριβωμέ νην καὶ ψυχὴν φιλόσοφον.
 [05214]  Παρῴκησεν ὁ ∆αυὶδ, ὑπὸ τοῦ Σαοὺλ διωκό μενος, ἀλλ' οὐ τοῦτό φησιν, ἀλλὰ πάντα τὸν βίον, ὡς γὰρ παροικῶν, διατελεῖ, καὶ ᾳδων τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βίον διοδεύει.
 [06371]  Τῶν δὲ κα λῶς ἱδρυμένων ἡ καθέδρα γινώσκεται ὑπὸ Θεοῦ, οιον τῶν ἀληθῶς πρεσβυτέρων καὶ τῶν καλῶς ἐγειρομένων ἐπὶ τὰ μετὰ τὸν βίον.
000-00-00 Serial Number=0265720785
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00433]  Φαρισαῖοι δὲ ἄνθρωποί εἰσι τὴν προύχουσαν ἐν Ἰουδαϊσμῷ τάξιν καὶ αἵρεσιν μετερχόμενοι, εὔτονον βίον ἐπαγγελλόμενοι καὶ τοῦ νόμου καὶ τῶν προφητῶν ἀκρίβειαν.
000-00-00 Serial Number=0802367091
Fragmenta in evangelium Matthaei Ante [Go Back]  
 [00003]  Εἰ γὰρ (καθ' ὑπόθεσιν) δὶς δύναται γενέσθαι ἐν τῇ ἀπ' [5] ἀρχῆς μέχρι συντελείας τοῦ κόσ μου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν τῷ σώματι, δι' αἰτίαν ἣν ἂν γέ νοιτο ἐν αὐτῷ, ἡ (ἢ edd.) δι' ἁμαρ τίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦ τον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομέ νων μόνῳ τῷ τρόπῳ (κατὰ τὴν μετενσωμάτωσιν);
000-00-00 Serial Number=0174300730
Homiliae in Exodum Ante [Go Back]  
 [00032]  Κρῖνον γὰρ τὸν ὑποστρέφοντα πρὸς τοὺς δαίμονας, καὶ τὸν μετὰ ταῦτα βίον εὑρήσεις χείρω γεγονότα τοῦ πρὶν αὐτὸν προσελθεῖν τῷ Θεῷ.
000-00-00 Serial Number=0550382137
Homiliae in Job Ante [Go Back]  
 [00052]  Καὶ σκιᾶς δίκην, παρελθὼν τὸν βίον, οὐδὲ μνημόσυνόν τι τοῖς ζῶσιν ἀφίησιν.
 [00054]  οὐχ ὡς εἰκαίως καὶ ἔτυχεν ἐν τῷ βίῳ παραμένον τα, ἀλλ' ἐκ ῥήσεως Θεοῦ, οὐχ ὑπερβαίνοντος τὸν παρ' αὐτοῦ τεταγμένον βίον.
 [00063]  μὴ πρὸ πάντων ἀνθρώπων ὑπέστης, καὶ ἄχρι τοῦ νῦν διατείνας τὸν βίον, πλειόνων πραγμάτων πεῖραν ἔσχηκας παρὰ τοὺς ὁμοφυεῖς.
 [00423]  τὸν δὲ καὶ πρὸ τού των φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀν θρώπους παίζοντας καὶ γελωτοποιοῦντας, ποῖον ἂν ἔχοι λόγον ἐμπεσεῖν εἰς σκύθρωπον καὶ κατηφῆ βίον;
 [00679]  ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον.
000-00-00 Serial Number=0633990943
Homiliae in Lucam Ante [Go Back]  
 [00813]  ἐὰν γὰρ πωλῇς, ὅμοιος ἔσῃ τῷ ἀσώτῳ υἱῷ, ὃς ἔλαβε τὸν βίον τὸν πατρικὸν καὶ πάντα ἀπώλεσε·
000-00-00 Serial Number=0685105443
In Jeremiam Ante [Go Back]  
 [00087]  φαίνεται γὰρ ὅτι ὁ σωτὴρ ἐξερρίζωσε τὰς τοῦ διαβόλου βασιλείας καὶ τὰ ἔθνη κατέσκαψε τὸν ἐθνικὸν βίον καθελών·
 [01037]  Εἴ τις οὖν ἐστιν τηρῶν τὴν τοῦ σωτῆρος ἐντολὴν καὶ γενόμενος ἔσχατος ὡς πρὸς τὸν βίον τοῦτον, οὗτος γίνεται νεφέλη καὶ ἀνάγει νεφέλας ὁ θεὸς οὐκ ἀπὸ τῶν πρώτων τῆς γῆς, οὐκ ἀπὸ ὑπατικῶν ἀνάγει νεφέλας, οὐκ ἀπὸ ἡγουμένων ἀνάγει νεφέλας, οὐκ ἀπὸ πλουσίων·
 [02168]  τί οὖν παράδοξον, εἰ θέλων τις ζηλοῦν τὸν βίον τὸν προφητικόν, ἐλέγχων, ἐπιπλήσσων τὸν ἁμαρτάνοντα κακολογεῖται, μισεῖται, ἐπιβουλεύεται;
 [02180]  καὶ ἡμεῖς οὖν πάντες, ὅση δύναμις, σπεύσωμεν ἐπὶ τὸν βίον τὸν προφητικόν, ἐπὶ τὸν βίον τὸν ἀποστολικόν, τὸ ὀχληρὸν μὴ φεύγοντες·
 [02207]  ὅταν τὸν τῶν πολλῶν βίον μιμώμεθα, ὥστε μὴ εἶναι ἀνακεχωρηκότα αὐτὸν καὶ κρείττονα καὶ ἐξαίρετον παρὰ τοὺς πολλούς, οὐ δύναμαι λέγειν·
 [02211]  ἔξεστιν οὖν καὶ μὴ ὄντα σε πρεσβύτερον καὶ μὴ ὄντα σε ἐπίσκοπον μηδέ τινι τιμῇ ἐκκλησιαστικῇ τετιμημένον εἰπεῖν τοῦτο, τὸ «κατὰ μόνας ἐκαθήμην» ζηλῶσαι καὶ βίον ἀναλαβεῖν ὥστε εἰπεῖν·
 [02265]  ζητοῦντες οὖν πεισθεῖεν <ἄν>, ἂν κατὰ τὰ αὐτὰ βιώσωσιν (εἰ καὶ σκληρὸν αὐτοῖς ἀπαντήσεται ἐν τῷ βίῳ τούτῳ μιμεῖσθαι τὸν βίον τὸν προ φητικόν), ὅτι τεύξονται τῆς ἀναπαύσεως καὶ τῆς μακαριότητος μετὰ τῶν προφητῶν.
 [02319]  ἦλθεν ἐπὶ τὸν βίον τὸν ἀνθρώπινον ἡ ψυχὴ ἡ μακαρία, ἀνέλαβε σῶμα ὑπὲρ τῶν ἀνθρώπων.
 [02492]  Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαθήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπο λυθησόμεθα δὲ περὶ τῶν ἐν γνώσει ἡμαρτημένων;
 [02976]  καὶ τῶν ἀκουόν των οὖν ταῦτα, εἴτε κατηχουμένων καταλιπόντων τὸν ἐθνικὸν βίον εἴτε πιστῶν ἤδη προκεκοφότων ἐν τῷ «τοῖς ἔμπροσθεν ἐπεκτεί νεσθαι», εἰ ὁ βίος <γε>γένηται μοχθηρός, οὐδὲν ἄλλο λέγουσιν ἢ καὶ τὸ «ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ» οὐχ ἁπλῶς, ἀλλὰ «τῆς πονηρᾶς ποιήσομεν».
 [02985]  βίον γὰρ συγκρίνωμεν ἐκείνων τῶν ἡμαρτηκότων τῷ βίῳ τῶν ἐπιστρεψάντων καὶ πιστευσάντων, καὶ εἰσόμεθα ὅτι ἐκεῖνοι μὲν φρικτὰ πεποιήκασι «τὸν κύριον τῆς δόξης» ἀποκτείναντες, οὗτοι δέ, ἐκείνων φρικτὰ ποιησάντων, ἐπέ στρεψαν πρὸς αὐτόν, ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ κόσμου ὑπ' ἐκείνων ἀναιρεθέντα καὶ ἀποθανόντα.
 [03504]  οὕτω δὲ καταλιπὼν τὸν βίον τὸν «τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ» καὶ ἐρχόμενος «ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην», ἵνα γένωμαι ταλαίπωρος ὡς Παῦλος, λέγω·
000-00-00 Serial Number=0813439190
In Jesu Nave homiliae Ante [Go Back]  
 [00023]  Καὶ μετὰ βίον γὰρ συνα γωνίζονται τοῖς πιστοῖς ὅσοι ἄνδρες γεγόνασιν «τὰ τοῦ νηπίου καταρ γήσαντες».
000-00-00 Serial Number=0020906210
Libri x in Canticum canticorum Ante [Go Back]  
 [00113]  μετὰ τὸν [183] παρόντα γὰρ βίον οὐκέτι «δι' ἐσόπτρου» καὶ «ἐν αἰνίγματι», ἀλλὰ «πρό σωπον πρὸς πρόσωπον» τὴν ἀλήθειαν «θεωρήσομεν».
000-00-00 Serial Number=0308600366
Philocalia Ante [Go Back]  
 [01420]  εἰ δὲ συνέχει τὸν βίον ἐν πάσῃ πράξει ἀδήλῳ, ὅπως ἐκβήσεται, ἡ ἐλπὶς καὶ ἡ περὶ τῶν μελλόντων χρηστοτέρα πίστις·
 [01536]  καὶ ἐχρῆν τὸν προνοούμενον τῆς ὡς ἀνθρώπου ἑαυτοῦ εἰς τὸν βίον ἐπιδημίας μὴ ἀκαίρως ὁμόσε χωρεῖν τῷ ἕως θανάτου κινδύνῳ.
 [01748]  καὶ γὰρ παρ ίσταται ἡμῖν ὅτι οὐκ ἂν ψυχαὶ, μὴ μαθοῦσαι τὰ τοιαῦτα ὁποῖα διδάσκει ἡ παρ' Ἕλλησι πανοῦργος σοφιστεία, πολ λὴν ἔχουσα τὴν πιθανότητα καὶ τὴν ὀξύτητα, καὶ ἡ ἐν τοῖς δικαστηρίοις καλινδουμένη ῥητορικὴ, οὕτω πλάσαι οἷοί τ' ἦσαν πράγματα δυνάμενα ἀφ' ἑαυτῶν ἔχειν τὸ πρὸς πίστιν καὶ τὸν ἀνάλογον τῇ πίστει βίον ἀγωγόν.
 [01820]  ἡ τῶν κατὰ τὸν βίον γοῦν χρειῶν ἀπορία συνέστησε τοῦτο μὲν γεωργικὴν, τοῦτο δὲ ἀμπελουργικὴν, τοῦτο δὲ τὰς περὶ τοὺς κήπους τέχνας, τοῦτο δὲ τεκτονικὴν καὶ χαλκευτικὴν, ποιη τικὰς ἐργαλείων ταῖς ὑπηρετουμέναις τέχναις τὰ πρὸς τροφήν·
 [02535]  λεγέτω δ' ἡμῖν ὁ Κέλσος πῶς οὐχ ὅσιον παραλύειν νόμους πατρίους περὶ τοῦ γαμεῖν μητέρας καὶ θυγατέρας, ἢ περὶ τοῦ μακάριον εἶναι ἀγχόνῃ τὸν βίον ἐξελθεῖν, ἢ πάντως καθαίρεσθαι τοὺς ἑαυτοὺς παραδιδόντας τῷ πυρὶ καὶ τῇ διὰ πυρὸς ἀπαλλαγῇ τῇ ἀπὸ τοῦ βίου·
 [02601]  ἵνα καὶ αὐτὸς εὐλόγως, ὡσπερεὶ ἑαυτὸν ἐκδικῶν, λαβὼν ἐξουσίαν ἀποσπάσαι τῶν λοιπῶν ἐθνῶν οὓς ἂν δύνηται, τὸ τοιοῦτο ποιήσῃ καὶ νόμους τε αὐτοῖς θῆται καὶ βίον ὑποδείξῃ καθ' ὃν βιωτέον·
 [02845]  οὐκ οἶδ' ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχη ματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτηριαζομένους τὰ μόρια καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι, καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους·
000-00-00 Serial Number=0652732253
Philocalia sive Ecloga Ante [Go Back]  
 [00234]  Οὐκ οἶδ' ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομήν, ἀκρωτηριαζομένους τὰ μόρια καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι, καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους·
000-00-00 Serial Number=0186193526
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00137]  μετὰ τὸν παρόντα γὰρ βίον, οὐκ ἔτι δι' ἐσόπτρου καὶ αἰ νίγματι, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον τὴν ἀλήθειαν θεωρήσωμεν·
000-00-00 Serial Number=0325738907
Selecta in Ezechielem Ante [Go Back]  
 [00390]  δεύτερον δὲ οὐαὶ κατὰ τὰς μετὰ τὸν βίον τοῦτον κολάσεις.
 [00604]  Πρόσωπά ἐστι τῶν ἁγίων τούτων λαμβανόμενα, πᾶς ὃς ἐὰν μὴ φθείρῃ τὸν βίον ἑαυτοῦ ἐπὶ γῆς, οὐ ποιούμενος ὅλος τῇ σαρκὶ διὰ τοῦ ποιεῖν αὐτὸν τὸ φρόνημα τῆς σαρκὸς, ὥστε χρηματίσαι αὐτὸν ὅλον σάρκα, ἀλλὰ φαινόμενος ὡς φωστὴρ ἐν κόσμῳ, ἐπέχων λόγον ζωῆς ἐν μέσῳ γε νεᾶς σκολιᾶς καὶ διεστραμμένης, ὥστε χρηματίσαι πρὸς αὐτὸν τὸν Θεὸν, ὅτι, Σὲ εἶδον δίκαιον μόνον ἐν τῇ γενεᾷ ταύτῃ.
000-00-00 Serial Number=0374815166
Selecta in Job Ante [Go Back]  
 [00089]  Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν.
 [00216]  Πάλιν δὲ οὐχ οὕτω τὰ νέφη ὑψηλὰ ἀφ' ἡμῶν ἐστιν, ὡς ἐὰν ἴδω τὸν Μω σέως βίον, καὶ τὴν ἐκείνου πρὸς Θεὸν ἀρέσκειαν, καὶ τὴν ἐμαυτοῦ σμικρότητα καὶ ταπεινότητα, οὕτω βλέ πω τὸ νέφος ὑψηλὸν ἀπ' ἐμοῦ·
 [00238]  Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλή σασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον·
000-00-00 Serial Number=0761949182
Selecta in Psalmos Ante [Go Back]  
 [02239]  πένητα δὲ τὸν ἐκ πόνου τὰ πρὸς τὸν βίον περιποιούμενον.
 [02329]  Ἀπὸ διαθέσεως καρδιακῆς εἰπόντες μὴ εἶναι Θεὸν, ἀκολούθως λοιπὸν ὡς ἄθεοι ἐβίωσαν, καὶ τὸν βίον ἔσχον διεφθαρμένον καὶ πάσης ἀκαθαρσίας ἀνάπλεων.
 [02998]  Ἀλλὰ καὶ οἱ τὸν θεωρητὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ἔχοντες, οὐρανοί εἰσι διηγούμενοι τὴν προειρημένην Θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ νοητῶν πραγμάτων.
 [03167]  Ζωὴν ᾐτήσατό σε, τὸν πρὸ τῆς νόσου βίον αὐτοῦ.
 [04387]  Ὁδὸν ἀσεβῶν τὸν μοχθηρὸν βίον ὀνομάζει, καθ' ὃν τὴν πορείαν ἐποιήσαντο.
 [04677]  Πάντες οἱ τῶν δικαίων ὡς δικαίων πατέρες, πάροικοί εἰσι καὶ παρεπίδημοι, σκιὰν ἡγού μενοι τὸν βίον τὸν ἐπὶ τῆς γῆς.
 [05413]  καὶ πτέρναν τὴν ὁδὸν καὶ τὸν βίον.
 [05438]  Ὁ γὰρ ἐν ταῦθα ἐπίπονον κτησάμενος βίον καὶ ἔγκοπον, οὗτος τῆς ἐπηγγελμένης ζωῆς κατὰ τὸν μέλλοντα αἰῶνα ἀξιωθήσεται, οὐκ ὀψόμενος καταφθορὰν, ἡνίκα ἂν ἀποθνήσκωσιν οἱ σοφοί.
 [05899]  «Παροικίας» δὲ καλεῖ τὸν ἑκάστου βίον διὰ τὸ ὀλιγοχρόνιον.
 [06034]  Καὶ πλατείας αὐτῆς ἡγη τέον εἶναι τὰς διὰ τὸ φιλήδονον πλατυνούσας ἑαυτὰς, τῷ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύειν ὁδὸν, τουτέ στι, τὸν ἡδονικὸν καὶ παθητικὸν βίον·
 [06529]  Ἐπιφανείσης τῆς χρηστότητος, ἔρημος δώσει καρπὸν, καὶ οἱ βουνοὶ, ἐφ' ὧν ἔθυον δαίμοσι, τοὺς εὐαγγελικὸν μετιόντας ὑποδέξονται βίον, περίβλεπτοι διὰ τούτους γενόμενοι.
 [08046]  Τὸ σήμερον τὸν βίον τοῦτον σημαίνει·
 [08744]  Ἐπεὶ δὲ οἶκός ἐστι σύ στημα νομίμως ἱδρυμένον πρὸς βίον, διὰ τοῦτο νῦν «ὁ οἶκος» ἐπὶ τοῦ οἴκου Ἀαρὼν τέτακται.
 [09144]  Τόπον παροικίας τὸν παρ όντα βίον φησὶ, κατὰ τὸ, «Ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.».
 [09325]  Ὅρα οὖν ὡς μὲν ὁ ἐνταῦθα πορευόμενος, ἤτοι μὴ κατὰ βίον τέλειος (πορεία γάρ ἐστιν ἡ κατὰ κόσμον ἀναστροφή·) οὐδέπω καθαρῶς πορεύεται, ἀλλ' ὁτὲ μὲν ἐν ἡμέρᾳ ἐστὶν, ὁτὲ δὲ ἐν νυκτί·
 [09416]  Καὶ ἐπὶ ἄλ λων δὲ ὁμοίως τῶν κατὰ τὸν βίον ἡμῶν τοιαῦτα εὑ ρήσομεν, ὧν τινὰ μὲν ποιοῦμεν ὡς προστεταγμένοι δοῦλοι.
 [09737]  Κόσμον δὲ λέ γει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας.
 [09748]  Παρ' ὅλον τὸν βίον αὐτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τελείᾳ, οὐ μεσολαμβα νομένῃ ὑπὸ νυκτός·
 [09767]  οὗτος γὰρ εἰς βίον τέλειον εἰς ἀκ μὴν προκόπτει μακαριότητος, ἥτις αὐτοῖς τοῖς ἀπο στόλοις κεκλήρωτο, πρὸς οὓς ἔλεγεν·
 [09818]  Ἀλλὰ τὸ μὲν ψάλλειν ἀν θρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἀγ γελικὸν ἔχουσι βίον·
 [09999]  «ἐλεγμοὺς δὲ ἐν τοῖς λαοῖς,» τοῖς ἁμαρτάνουσι, κατὰ τὸν βίον νο μιζομένοις ἐκκλησιαστικοῖς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»