0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βίου [169]


000-00-00 Serial Number=0320740581
Adnotationes in Deuteronomium Ante [Go Back]  
 [00016]  Τὴν δὲ εἴσοδον οὐ δίδωσι, τῇ τῆς πίστεως ἐνδείᾳ ταύ την δίκην ἐπιθεὶς, καθ' ἣν ἀμφοτέρους ἐκτὸς τῆς γῆς τῆς ἐπηγγελμένης μεθίστησιν ἀπὸ τοῦ βίου, καὶ δυναμένους ἀφικέσθαι, τοῦ τέλους ἅτε διὰ πίστεως διδομένου.
000-00-00 Serial Number=0089883387
Adnotationes in Genesim Ante [Go Back]  
 [00010]  Ἀρχὴν δέ τινα καινοῦ βίου ποιήσασθαι βουληθεὶς, τὸν Νῶε καὶ τοὺς ἐκεί νου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ ὄντα καὶ δίκαιον, καὶ ἐκ τῆς τῶν συγγενῶν εὐσεβείας βλαστήσαντα, καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μι σήσαντα.
000-00-00 Serial Number=0391524792
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00531]  δόξει δὲ εἰδικῶς τὸ εἰς ἁγιασμὸν λέγειν, προτρεπόμενος εἰς ἁγνείαν καὶ καθαρότητα βίου τὸν δυνάμενον χωρῆαι.
000-00-00 Serial Number=0346891105
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00044]  [1.2.12] Πάσης τοίνυν ἡμῖν πράξεως καὶ παντὸς τοῦ βίου, ἐπεὶ σπεύδομεν ἐπὶ τὰ κρείττονα, ἀνακειμένης θεῷ καὶ βουλομένων ἡμῶν ἔχειν πᾶσαν αὐτὴν ἀπαρχὴν τῶν πολλῶν ἀπαρχῶν εἴ γε μὴ σφαλλόμεθα τοῦτο νομίζοντες , ποίαν ἐχρῆν εἶναι μετὰ τὸ κατὰ τὸ σῶμα κεχωρίσθαι ἡμᾶς ἀλλήλων διαφέρουσαν ἢ τὴν περὶ εὐαγγελίου ἐξέτασιν;
 [00218]  Οἳ «ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου» συμπνιγόμενοι λαβόντες τὸν λόγον τοῦ θεοῦ «οὐ τελεσφοροῦσιν».
 [00695]  [1.37.267] Ὥσπερ τοίνυν παρὰ τὴν ἐνέργειαν ἐκ τοῦ φωτίζειν τὸν κόσμον, οὗ φῶς ἐστι, «φῶς κόσμου» προσαγορεύεται, καὶ παρὰ τὸ ποιεῖν ἀποτίθεσθαι τὴν νεκρό τητα τοὺς γνησίως αὐτῷ προσιόντες καὶ ἀναλαμβάνειν καινότητα ζωῆς ἀνισταμένους «ἀνάστασις» καλεῖται, καὶ παρ' ἑτέραν πρᾶξιν ποιμὴν καὶ διδάσκαλος καὶ βασιλεύς, βέλος τε ἐκλεκτὸν καὶ δοῦλος, πρὸς τούτοις παράκλητος καὶ ἱλασμὸς καὶ ἱλαστήριον, οὕτως καὶ λόγος, καὶ πᾶν ἄλογον ἡμῶν περιαιρῶν καὶ κατὰ ἀλήθειαν λογικοὺς κατασκευάζων, πάντα εἰς δόξαν θεοῦ πράττοντας μέχρι τοῦ ἐσθίειν καὶ τοῦ πίνειν, εἰς δόξαν θεοῦ ἐπιτελοῦντας διὰ τὸν λόγον καὶ τὰ κοινότερα καὶ <τὰ> τελειότερα τοῦ βίου ἔργα.
 [01307]  [2.30.185] ∆όξει δὲ οὐ πρὸς τὸ προκείμενον παρειλῆφθαι τὰ παραδείγματα ἀποστολῆς τῆς εἰς τὸν βίον ζητουμένης, «ἀποστολὴν» λέγοντα οὐ γυμνῶς τὴν ἔξωθεν τοῦ βίου ἐπὶ τὸν βίον.
 [01330]  [2.31.192] Οὐ κατατρεχόντων οὖν ἡμῶν ἐπὶ τὰ πρὸ τοῦ βίου τούτου ἔργα, πῶς ἀληθὲς τὸ μὴ εἶναι ἄδικον παρὰ θεῷ τοῦ μείζονος δουλεύοντος τῷ ἐλάττονι καὶ μισου μένου, πρὶν ποιῆσαι τὰ ἄξια τοῦ δουλεύειν καὶ τὰ ἄξια τοῦ μισεῖσθαι;
 [01763]  [6.14.85] Προηγουμένως δὲ ἐν ἄλλοις ἐπιμελέστερον ἐξεταστέον καὶ ἐπὶ πλεῖον τὸν λόγον ἐρευνητέον τὸν περὶ τῆς οὐσίας τῆς ψυχῆς καὶ τῆς ἀρχῆς τῆς συστάσεως αὐτῆς καὶ τῆς εἰς τὸ γήϊνον σῶμα εἰσκρίσεως αὐτῆς, τῶν τε ἐπιμερισμῶν τοῦ ἑκάστης βίου καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς, καὶ εἰ ἐνδέχεται αὐτὴν εἰσκριθῆναι δεύτερον ἐν σώματι ἢ μή, καὶ τῇ αὐτῇ περιόδῳ καὶ τῇ αὐτῇ διακοσμήσει ἢ οὔ, καὶ τῷ αὐτῷ σώματι ἢ ἑτέρῳ, καὶ εἰ τῷ αὐτῷ, πότερον καθ' ὑποκείμενον μένοντι τῷ αὐτῷ κατὰ δὲ ποιότητα μεταβαλομένῳ, ἢ καὶ καθ' ὑποκεί μενον καὶ ποιότητα ἐσομένῳ τῷ αὐτῷ, καὶ εἰ ἀεὶ τῷ αὐτῷ σώματι χρήσεται ἢ ἀμείψει αὐτό.
 [03226]  [10.39.268] Καὶ τότε ἕκαστος τῶν ζώντων λίθων κατὰ τὴν ἀξίαν τοῦ ἐνταῦθα βίου ἔσται τοῦ ναοῦ λίθος, ὁ μέν τις ἐν τῷ θεμε λίῳ ἀπόστολος ἢ προφήτης βαστάζων τοὺς ἐπικειμένους, ὁ δέ τις μετὰ τοὺς ἐν τῷ θεμελίῳ ὑπὸ μὲν τῶν ἀποστόλων βαστα ζόμενος καὶ αὐτὸς σὺν τοῖς ἀποστόλοις συμβαστάζων τοὺς ὑποδεεστέρους·
 [04189]  [13.49.321] Σκόπει δὲ εἰ τὸ «ἄλλος» καὶ «ἄλλος» δυνατὸν νοῆσαι διὰ τὸ ἐκείνους μὲν ἐπὶ τοιᾷδε βίου ἀγωγῇ δικαιοῦ σθαι, τούτους δὲ ἐπὶ ἑτέρᾳ παρ' ἐκείνην, ὥστε εἰπεῖν ἄλλον μὲν τὸν νομικόν, ἄλλον δὲ τὸν εὐαγγελικόν.
 [04875]  [19.15.98] ἴδωμεν οὖν καὶ εἰς τὸ «Μήτι ἀποκτενεῖ ἑαυτόν;» εἰ δύνανται μὴ κοι νότερόν τι καὶ ἁπλούστερον νενοηκέναι, ὡς ἑαυτὸν ἐξαγαγόντος τοῦ βίου ἤτοι ἀγχόνῃ ἢ ξίφει ἢ ὁποιᾳδήποτε ὁδῷ τῶν ἐντεῦθεν ἑαυτοὺς ἀπαλλαττόντων, καὶ μάλιστα ἐπεὶ οἴονται αὐτὸν <ἑαυτὸν> ἀποκτεί νοντα ἀπελεύσεσθαι εἰς τόπον εἰς ὃν ἀδύνατον ἦν αὐτοὺς γενέσθαι·
 [04894]  [19.17.104] Τάχα οὖν ἐν ταῖς περὶ Χριστοῦ παραδόσεσιν ἦν, ὥσπερ τὸ γεγεννῆσθαι αὐτὸν ἐν Βηθλεὲμ καὶ τὸ ἐκ φυλῆς Ἰούδα ἀναστή σεσθαι κατὰ τὰς ὑγιεῖς ἐκδοχὰς τῶν προφητικῶν λόγων, οὕτω καὶ περὶ τοῦ θανάτου αὐτοῦ, ὡς ἑαυτὸν ᾧ εἴπομεν τρόπῳ ἀπαλλάξοντος τοῦ βίου·
 [04936]  εἰκὸς γὰρ καὶ τοὺς παρατυχόντας οὕτως αὐτῷ ἀπαλλασσομένῳ τοῦ βίου ζητεῖν αὐτόν·
 [04940]  καὶ μὴ δοξά ζοντες τὸν οὕτως ἀπαλλαττόμενον τοῦ βίου εἰρήκασιν τὸ «Μήτι [19.18.114] «ἀποκτενεῖ ἑαυτόν;» ἐνῆν γὰρ διστακτικῶς μὲν εἰπεῖν, μετ' ἐμφάσεως δὲ τῆς παρὰ τῷ θανάτῳ δόξης αὐτοῦ, καὶ οἱονεὶ οὕτως εἰπεῖν·
 [05244]  τούτοις δὲ ἀκολούθως ἐρεῖς ὅτι ἕκαστος ἀπαλλαττόμενος τοῦ βίου τούτου ἀπελεύσεται πρὸς τοὺς ἰδίους πατέρας·
 [06178]  ἐπὰν οὖν περὶ τοῦ τοιούτου ἐλθὼν αὐτοῦ εἰς τὸ μνημεῖον καὶ ἔξω αὐτοῦ στὰς ὁ Ἰησοῦς εὔξηται καὶ ἐπακουσθῇ, αἰτήσας ἐγγενέσθαι δύναμιν τῇ φωνῇ καὶ τοῖς λόγοις αὐτοῦ, φωνῇ μεγάλῃ κραυγάζει, ἐπὶ τὰ ἔξω τοῦ τῶν ἐθνικῶν βίου καὶ τοῦ μνημείου αὐτῶν καὶ τοῦ σπηλαίου [28.7.57] καλῶν γενόμενον οὕτω φίλον.
 [06688]  οἶμαι γὰρ ὅτι οἱ μετὰ τοῦ Ἰησοῦ δειπνοῦντες καὶ ἐν τῇ ἐπὶ τέλει τοῦ βίου τούτου ἡμέρᾳ μεταλαμβά νοντες σὺν αὐτῷ τροφῆς δέονται μὲν καθαρσίου τινός, οὐ μὴν περί τι τῶν πρώτων τοῦ τῆς ψυχῆς, ἵν' οὕτως ὀνομάσω, σώματος, ἀλλ', ὡς ἂν εἴποι τις, χρῄζουσιν ἀποπλύνασθαι τὰ τελευταῖα καὶ τὰ [32.2.10] ἔσχατα καὶ τῇ γῇ ἀναγκαίως ὁμιλοῦντα.
 [06899]  «Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ [32.9.107] «αὐτῆς πλοῦτος καὶ δόξα» ὑπὲρ τὴν χρείαν εἶναι λεχθείη ἄν.
 [06965]  «Καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας», ὡς ὀφειλόμενον ἔργον ἐθέλειν ποιεῖν τὸ νίψαι τοὺς σωματικοὺς καὶ αἰσθητοὺς πόδας τῶν ἀδελφῶν, ὥστε τοὺς ἐν ὁποιᾳποτοῦν ὑποθέσει βίου τυγχά νοντας πιστοὺς τοῦτο ποιεῖν, εἴτε ἐν ἐκκλησιαστικῇ δοκοῦντας εἶναι ὑπεροχῇ ἐπισκόπους καὶ πρεσβυτέρους, εἴτε καὶ ἐν ἄλλοις κοσμικοῖς τισιν ἀξιώμασιν·
 [07571]  [32.32.392] Καὶ εἰ μὲν μὴ προτέτακτο τοῦ «Ὅπου ἐγὼ ὑπάγω «ὑμεῖς οὐ δύνασθε ἐλθεῖν» τὸ «Καθὼς εἶπον τοῖς Ἰουδαίοις» κἂν ἁπλούστερον ἐδοκοῦμεν ταῦτα εἰρῆσθαι, ἀναφερόμενα ἐπὶ τὴν ἀπὸ τοῦ βίου ἔξοδον τῆς Ἰησοῦ ψυχῆς·
000-00-00 Serial Number=0837420583
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00078]  [135] καὶ πᾶς δέ, ὃν γρηγοροῦντα ὁ λόγος (εἰ καὶ μηδέπω ὡς ἥλιος, ἀλλ' ὡς λύχνος) φωτίζει, [136] ἐπιτηρεῖν ὀφείλει καὶ τὸν λύχνον τοῦ κυρίου [137] ἐπὶ δύσει, εἴτε ἐν τῇ ἐξόδῳ τοῦ βίου, εἴτε καθ' ἣν συντέλεια τοῦ αἰῶνος τούτου γίνεται αὐτῷ.
 [00174]  οὐδὲ μνησθεὶς μεθ' ὅσας περιστάσεις Ἰὼβ λέγει «εἰ γὰρ ὄφελον ἐμαυτὸν χειρώσα σθαι ἢ δεηθείς γε ἑτέρου καὶ ποιήσει μοι τοῦτο», ἅτινα τὸ ὁπωσοῦν ἐξάγειν ἑαυτὸν τοῦ βίου ἀναιρεῖ.
 [00210]  ὁ «στέφανος» δὲ ὁ «ἐξ ἀκανθῶν» αἱ ὑπὸ μεριμνῶν τοῦ βίου συμφυεῖσαι ἁμαρτίαι, [262] ἃς ἀναλίσκει τῇ ἑαυτοῦ κεφαλῇ ὡς θεός.
000-00-00 Serial Number=0483446896
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00155]  Βέβληται δὲ ἡ σαγήνη αὕτη εἰς τὴν θάλασσαν, τὸν πανταχοῦ τῆς οἰκουμένης τῶν ἀνθρώπων κυματούμενον βίον, *** καὶ ἐν τοῖς ἁλμυροῖς πράγμασι τοῦ βίου νηχομένων.
 [00163]  Οἱ δὲ διακονησάμενοι τῇ βληθείσῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἱ προσελθόντες ἄγγελοι καὶ διακονησόμενοι αὐτῷ, οἵτινες οὐκ ἀναβιβάζουσιν ἀπὸ τῆς θαλάσσης τὴν σαγήνην οὐδὲ φέρουσιν ἐπὶ τὸν ἔξω αὐτῆς αἰγιαλόν, τὰ ἔξω τοῦ βίου πράγματα, ἐὰν μὴ πληρωθῇ ἡ σαγήνη, τουτέστι «τὸ πλήρωμα τῶν ἐθνῶν» εἰς αὐτὴν «εἰσέλθῃ».
 [00638]  Οἱ οὖν πρεσβύτεροι τοιαύτην παράδοσιν εἰς τοὺς ἀπὸ τοῦ λαοῦ ἔλεγον ὅτι, ὅστις ἂν τῷ πατρὶ ἢ τῇ μητρὶ εἴπῃ τὸ διδόμενόν τινι αὐτῶν κορβᾶν εἶναι καὶ δῶρον, οὗτος οὐκέτι ὀφειλέτης ἐστὶ πρὸς τὸν πατέρα ἢ τὴν μητέρα ἐν δόσει τῶν πρὸς τὰς τοῦ βίου χρείας.
 [01518]  καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), ἢ οὐ κολασθήσονται, ὡς ἀθρόως ἀπο βαλόντες τὰ ἁμαρτήματα οἱ ἐπὶ συντελείᾳ καταλειφθέντες, ἢ (ὅπερ βέλτιον) εἷς ἐστι τρόπος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ <καὶ> τῆς καταστάσεως τοῦ βίου τούτου τὸ κατ' ἀξίαν τῶν ἡμαρ τημένων παθεῖν.
 [01585]  πίπτοντας ποτὲ μὲν εἰς τὸ πῦρ τῶν πυρώ σεων, ὅτε γίνονται (κατὰ τὰ λε γόμενα ἐν τῷ Ὠσηὲ) «οἱ μοι χεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός», ποτὲ δὲ εἰς <τὸ> ὕδωρ, ὅτε «ὁ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι» δράκων καταβάλλει αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν ἐπὶ τὸ εἰς <τὰ> βάθη τῶν κυμάτων τῆς θαλάσσης ἥκειν τοῦ τῶν ἀνθρώπων βίου.
 [01691]  ἐρεῖς γὰρ τὸν τοιοῦτον ἐν θαλάσσῃ μὲν γε γονέναι καὶ τοῖς ἁλμυροῖς τοῦ βίου πράγμασι καὶ τοῖς κύμασι τῶν τῆς φιλαργυρίας φροντίδων καὶ μερι μνῶν, ἔχοντα ἐν τῷ στόματι τὸν στατῆρα ὅτε ἄπιστος ἦν καὶ φι λάργυρος, ἀναβεβηκέναι δὲ ἀπὸ τῆς θαλάσσης ἐν τῷ λογικῷ ἀγκίστρῳ συνειλημμένον καὶ εὐεργετούμενον (ὑπό τινος αὐτὸν διδάξαντος Πέτρου τὴν ἀλήθειαν) μηκέτι ἔχειν ἐν τῷ στόματι τὸν στατῆρα ἀλλὰ ἀντ' ἐκείνου τὰ ἔχοντα τὴν εἰκόνα λόγια τοῦ θεοῦ.
 [02082]  ὅλου τοίνυν καὶ παντὸς τοῦ βίου συναίρεται ὑπὸ τῆς εἰρη μένης βασιλείας τῶν οὐρανῶν (ὁμοιωθείσης ἀνθρώπῳ βασιλεῖ) λόγος, ὅτε «τοὺς πάντας ἡμᾶς πα ραστῆναι δεῖ ἔμπροσθεν τοῦ βή ματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦ λον»·
 [02610]  τῇ τοιαύτῃ δὲ ἁμαρτίᾳ πολλοὶ τῶν λεγομένων πιστεύειν τῷ Χριστῷ ἔνοχοί εἰσιν ἐλεγχόμενοι ἐν ταῖς πραγματείαις τοῦ βίου καὶ οἷς πιστεύονται χρηματι-κοῖς καὶ ταῖς μέσαις τέχναις ἃς ἐργάζονται, ὡς οὐ καθαροὶ κλοπῆς.
 [02640]  Κράτητα γὰρ τὸν Θηβαῖον ἑλόμενον δι' ἐλευθε-ρίαν <τῆς ψυχῆς αὐτοῦ> καὶ παρά-δειγμα εὐτελοῦς βίου καὶ (ὡς ᾤετο) μακάριον ἑαυτὸν παραστῆσαι βου-λόμενον τοῖς Ἕλλησι μηδενὸς <«τοῦ κόσμου τούτου»> χρῄζοντα, φασὶν ἀποδόμενον πᾶσαν τὴν οὐσίαν τῷ Θηβαίων δήμῳ δεδωρῆσθαι, μετὰ τοῦ εἰρηκέναι ὅτι «σήμερον ὁ Κράτης Κράτητα ἐλευθεροῖ».
 [02647]  ἄξιοι γὰρ ἦσαν τοῦ ἐκ θείας ἐπισκοπῆς ἀπολαβεῖν ἐνταῦθα τὸ ἡμαρτημένον διὰ τὸν νοσφισμόν, ἵνα καθαρώτεροι ἀπαλ-λαγῶσιν ἀπὸ τοῦ βίου <τούτου>, καθαρθέντες τῇ ἀπαντησάσῃ αὐτοῖς παιδεύσει ἐν κοινῷ θανάτῳ, διὰ τὸ καὶ πεπιστευκέναι καὶ «μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων» τεθεικέναι.
 [02664]  ἐγένετο γὰρ ἂν εἰκών τις τοῦ κατὰ τοὺς ἀποστό λους τῆς συμφωνίας τῶν πιστευόν των βίου.
 [02758]  [15.22] Ὁ δὲ τῆς λέξεως <ὡς> οὐχ ἱκανῆς πεῖσαι μεγαλοφυῆ ἀκροα τὴν καταφρονήσας, ὡς καὶ ἄλλων λέξεων τῆς γραφῆς τὸ σεμνὸν ἐν τῇ ἀναγωγῇ ἐχουσῶν, τοιαῦτα φήσει ὅτι αὐτὸ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, δικτυδίου καταλειφθέντος καὶ πε νιχρᾶς οἰκίας καὶ ἐπιπόνου ἐν πενίᾳ βίου, οὐ πάνυ τι <μέγα ἐστὶν οὐδὲ> ἀξίως λέλεκται τοῦ τηλικούτου μα θητοῦ, ᾧ «σὰρξ καὶ αἷμα οὐκ ἀπε κάλυψεν» ὅτι Ἰησοῦς εἴη «ὁ Χρι στὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος», «ἀλλ' ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ» αὐτοῦ, καὶ ᾧ λέλεκται τὸ «σὺ εἶ ὁ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς».
 [03850]  ἐπιστήσας δέ τις τοῖς ἀπὸ μοχθη ροτάτου βίου προσερχομένοις τῷ λόγῳ καὶ πιστεύουσι τῷ Χριστῷ καὶ τοῖς αὐχοῦσι τὸν νόμον καὶ τοὺς προφήτας καὶ ἀπιστοῦσι τῷ υἱῷ τοῦ θεοῦ καὶ ἀκολάστως βιοῦσι καὶ ὠμοτέροις πρὸς τοὺς ὁμοφύλους τυγχάνουσιν, ὄψεται τὸν Ἰησοῦ λό γον ἀληθῆ, ὅτι οἱ μὲν τελῶναι καὶ αἱ πόρναι προάγουσι τὸν Ἰσραὴλ εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
 [04395]  ἐὰν οὖν ὁ σοφὸς μὴ γεννή σας τινὰς ἐκ τῆς σοφίας ἀπαλλαγῇ τοῦ βίου, ὁ κατοικήσας μετ' αὐτοῦ ἀδελφὸς καὶ ἐν τοῖς αὐτοῖς ἀνα παυσάμενος λόγοις πρεσβευέτω τῶν αὐτῶν, ἵνα γεννηθῇ ἐκ τῆς σοφίας ὁ κλέος περιποιήσων τῷ ἀπαλλαγέντι τῆς συμβιώσεως <τῷ> τὸν καρπὸν παραστῆσαι.
000-00-00 Serial Number=0630023718
Contra Celsum Ante [Go Back]  
 [00026]  Π.2 Καὶ γὰρ θαυμασμοῦ ἄξιον ἦν παρὰ τοῖς καὶ μετρίως φρονεῖν δυναμένοις τὸ τὸν κατηγορούμενον καὶ ψευδομαρ τυρούμενον, δυνάμενον ἀπολογήσασθαι καὶ παραστῆσαι ἑαυτὸν οὐδενὶ ἔνοχον ἐγκλήματι καὶ ἐγκώμια τοῦ ἑαυτοῦ βίου διεξελθεῖν καὶ τῶν δυνάμεων, ὡς ἀπὸ θεοῦ γεγένηνται, ἵνα δῷ τῷ δικαστῇ ὁδὸν τοῦ χρηστότερα περὶ αὐτοῦ ἀποφή νασθαι, τοῦτο μὲν μὴ πεποιηκέναι καταπεφρονηκέναι δὲ καὶ μεγαλοφυῶς ὑπερεωρακέναι τοὺς κατηγόρους.
 [00139]  Λεκτέον δὲ πρὸς τοῦτο ὅτι εἰ μὲν οἷόν τε πάντας καταλιπόντας τὰ τοῦ βίου πράγματα σχολάζειν τῷ φιλοσοφεῖν, ἄλλην ὁδὸν οὐ μεταδιωκτέον οὐδενὶ ἢ ταύτην μόνην.
 [00141]  Εἰ δὲ τοῦτ' ἀμήχανον πῇ μὲν διὰ τὰς τοῦ βίου ἀνάγκας πῇ δὲ καὶ διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν, σφόδρα ὀλίγων ἐπὶ τὸν λόγον ᾀττόντων, ποία ἂν ἄλλη βελτίων μέθοδος πρὸς τὸ τοῖς πολλοῖς βοηθῆσαι εὑρεθείη τῆς ἀπὸ τοῦ Ἰησοῦ τοῖς ἔθνεσι παραδοθείσης;
 [00582]  [1.53] Εἰ δὲ καὶ δευτέρας προφητείας ἐναργοῦς ἡμῖν εἶναι φαινομένης περὶ τοῦ Ἰησοῦ χρεία ἐστίν, ἐκθησόμεθα τὴν ἀναγραφεῖσαν πρὸ πλείστων ὅσων ἐτῶν τῆς Ἰησοῦ ἐπιδημίας ὑπὸ Μωϋσέως, φήσαντος τὸν Ἰακὼβ ἀπαλλασσόμενον τοῦ βίου πεπροφητευκέναι ἑκάστῳ τῶν υἱῶν καὶ τῷ Ἰούδᾳ εἰρηκέναι μετὰ καὶ ἄλλων τό·
 [00747]  Καὶ παρὰ μὲν Ἕλλησιν εἷς τις Φαίδων καὶ οὐκ οἶδα εἰ δεύτερος καὶ εἷς Πολέμων μεταβαλόντες ἀπὸ ἀσώτου καὶ μοχθηροτάτου βίου ἐφιλοσόφησαν, παρὰ δὲ τῷ Ἰησοῦ οὐ μόνοι τότε οἱ δώδεκα ἀλλ' ἀεὶ καὶ πολλαπλασίους, οἵτινες γενόμενοι σωφρόνων χορὸς λέγουσι περὶ τῶν προ τέρων·
 [00757]  κἂν ἐν τῇ ἑτέρᾳ διώκωσι, πάλιν φεύγετε εἰς τὴν ἄλλην, καὶ διδάσκων παράδειγμα αὐτοῖς ἐγίνετο εὐσταθοῦς βίου, οἰκονομοῦντος μὴ εἰκῆ μηδ' ἀκαίρως καὶ ἀλόγως ὁμόσε χωρεῖν τοῖς κινδύνοις·
 [00810]  ὁ δὲ δι' ὧν ἐποίει παραδόξων ἐπὶ τὴν τῶν ἠθῶν ἐπανόρθωσιν τοὺς θεωροῦντας τὰ γινόμενα καλῶν, πῶς οὐκ εἰκὸς ὅτι παρεῖχεν ἑαυτὸν οὐ μόνον τοῖς γνησίοις αὐτοῦ μαθηταῖς ἀλλὰ καὶ τοῖς λοιποῖς παράδειγμα ἀρίστου βίου;
 [01174]  Πολλοὶ δὲ καὶ τῶν καθ' ἡμᾶς ἐπιστά μενοι, ὡς ὁμολογήσαντες μὲν χριστιανισμὸν ἀποθανοῦνται ἀρνησάμενοι δὲ ἀπολυθήσονται καὶ τὰ ὑπάρχοντα ἀπολή ψονται, κατεφρόνησαν μὲν τοῦ βίου ἑκουσίως δὲ τὸν ὑπὲρ εὐσεβείας θάνατον εἵλοντο.
 [01530]  διὰ τί οὐχὶ καὶ βεβασανισμένως τοὺς ἐπαγγελλομένους τὰς δυνάμεις ἐξετάσομεν ἀπὸ τοῦ βίου καὶ τοῦ ἤθους καὶ τῶν ἐπακολουθούντων ταῖς δυνάμεσιν ἤτοι εἰς βλάβην τῶν ἀνθρώπων ἢ εἰς ἠθῶν ἐπανόρθωσιν, τίς μὲν δαίμοσι διακονούμενος διά τινων ἐπῳδῶν καὶ μαγγανειῶν τὰ τοιαῦτα ποιεῖ, τίς δ' ἐν χώρᾳ καθαρᾷ καὶ ἁγίᾳ γενόμενος κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ τὸ πνεῦμα, οἶμαι δὲ καὶ τὸ σῶμα, τῷ θεῷ, παραδεξάμενος θεῖόν τι πνεῦμα τὰ τοιαῦτα εἰς ὠφέλειαν ἀνθρώπων καὶ προτροπὴν τὴν ἐπὶ τὸ πιστεύειν θεῷ ἀληθινῷ πράττει;
 [02172]  Οἱ μὲν γὰρ νεὼς καὶ ἀγάλματα κατεσκεύασαν τοῖς κατει λεγμένοις, ἡμεῖς δὲ τὴν διὰ τῶν τοιούτων τιμὴν ἀνελόντες ἀπὸ τοῦ θείου ὡς ἁρμοζόντων μᾶλλον δαιμονίοις οὐκ οἶδ' ὅπως ἱδρυμένοις ἔν τινι τόπῳ, ὃν ἤτοι προκαταλαμβά νουσιν ἢ διά τινων τελετῶν ἀχθέντες καὶ μαγγανειῶν ὡσπερεὶ οἰκοῦσιν , τεθήπαμεν τὸν Ἰησοῦν τὸν νοῦν ἡμῶν μεταθέντα ἀπὸ παντὸς αἰσθητοῦ, ὡς οὐ μόνον φθαρτοῦ ἀλλὰ καὶ φθαρησομένου, καὶ ἀνάγοντα ἐπὶ τὴν μετὰ ὀρθοῦ βίου πρὸς τὸν ἐπὶ πᾶσι θεὸν τιμὴν μετ' εὐχῶν, ἃς προσάγομεν αὐτῷ διὰ <τοῦ> ὡς μεταξὺ ὄντος τῆς τοῦ ἀγεννήτου καὶ τῆς τῶν γενητῶν πάντων φύσεως, καὶ φέροντος μὲν ἡμῖν τὰς ἀπὸ τοῦ πατρὸς εὐεργεσίας διακομίζοντος δ' ἡμῶν τρόπον ἀρχιερέως τὰς εὐχὰς πρὸς τὸν ἐπὶ πᾶσι θεόν.
 [02235]  Καὶ τίνας ἕξουσιν ἀποδεῖξαι βελτιωθέντας τὰ ἤθη καὶ κρείττους γενομένους ἀπὸ τῶν λόγων καὶ τοῦ βίου αὐτῶν, ἵνα γένωνται θεοί;
 [02390]  Καὶ τοὺς ἀπὸ κακίστου βίου νέους οὐ παρακα λοῦσιν ἐπὶ τὰ βελτίονα;
 [02498]  Ἡμεῖς δέ, εἴ τις κατανοήσαι ἡμῶν εὐγνωμόνως τὸ ἄθροισμα, πλείονας ἔχομεν παραστῆσαι τοὺς οὐκ ἀπὸ χαλεποῦ πάνυ βίου, ἤπερ τοὺς ἀπὸ ἐξωλεστάτων ἁμαρτημάτων ἐπιστρέψαντας.
 [02504]  οἱ δ' ἀναμάρτητοι βελτίους κοινωνοὶ βίου.
 [02508]  Εἰσὶ γὰρ καὶ κατὰ πᾶσαν φιλοσοφίας αἵρεσιν καὶ κατὰ τὸν θεῖον λόγον οἱ τοσοῦτον μεταβεβληκέναι ἱστορούμενοι, ὥστε αὐτοὺς ἐκκεῖσθαι παράδειγμα τοῦ ἀρίστου βίου.
 [02540]  Ἑξῆς δέ φησιν ὅτι οἱ ἀναμάρτητοι βελτίους κοινωνοὶ βίου, μὴ σαφηνίσας, τίνας φησὶ τοὺς ἀναμαρτήτους, πότερον τοὺς ἀρχῆθεν ἢ τοὺς ἐκ μεταβολῆς.
 [02553]  Καθ' ἡμᾶς γὰρ ἔτι οὐδένα μὴ προτετραμμένον ἐπ' ἀρετὴν κακὸν κουφίζει ὁ θεὸς καὶ οὐδένα ἤδη ἀγαθὸν ἀπορρίπτει, ἀλλὰ καὶ οὐδένα οἰκτιζόμενον παρὰ τὸ οἰκτίζεσθαι κουφίζει ἢ ἐλεεῖ, ἵνα κοινότερον τῷ ἐλέει χρήσωμαι, ἀλλὰ τοὺς σφόδρα ἑαυτῶν ἐπὶ τοῖς ἡμαρτημένοις κατεγνωκότας, ὡς ἐπὶ τούτῳ οἱονεὶ πενθεῖν καὶ θρηνεῖν ἑαυτοὺς ὡς ἀπολωλότας ὅσον ἐπὶ τοῖς προπε πραγμένοις καὶ ἀξιόλογον ἐπιδεικνυμένους μεταβολήν, προ σίεται τῆς μετανοίας χάριν ὁ θεὸς καὶ τοὺς ἐκ μεταβολῆς κακίστου βίου.
 [02918]  Οὐ σκώληκες οὖν ἐκκλησιάζοντές ἐσμεν οἱ πρὸς Ἰουδαίους ἱστάμενοι ἀπὸ τῶν πεπιστευμένων αὐτοῖς εἶναι γραμμάτων ἱερῶν καὶ δεικνύντες τόν τε προφητευόμενον ἐπιδεδημηκέναι καὶ διὰ τὰ μέγιστα ἁμαρτήματα ἐκείνους ἐγκαταλελεῖφθαι καὶ ἡμᾶς, τοὺς παραδεξαμένους τὸν λόγον, ἐλπίδας ἔχειν παρὰ θεῷ τὰς ἀρίστας ἔκ τε τῆς εἰς αὐτὸν πίστεως καὶ τοῦ δυναμένου ἡμᾶς οἰκειῶσαι αὐτῷ καθαροὺς ἀπὸ πάσης πονηρίας καὶ κακίας βίου.
 [02972]  εἰ δὲ τὸ μήτ' ἐν λόγῳ μήτ' ἐν ἀριθμῷ αὐτοὺς γεγονέναι κατασκευάζεσθαι νομίζει ἐκ τοῦ μὴ πάνυ τι τὴν περὶ αὐτῶν ἱστορίαν εὑρίσκεσθαι παρὰ τοῖς Ἕλλησι, φήσομεν ὅτι εἴ τις ἐνατενίσαι τῇ ἀρχῆθεν αὐτῶν πολιτείᾳ καὶ τῇ τῶν νόμων διατάξει, εὕροι ἂν ὅτι γεγόνασιν ἄνθρωποι σκιὰν οὐρανίου βίου παραδεικνύντες ἐπὶ γῆς·
 [02981]  Ἦν δὲ καὶ δικαστήρια τῶν δικαιοτάτων καὶ ἀπόδειξιν ὑγιοῦς βίου πολλῷ δεδωκότων χρόνῳ, πιστευο μένων τὰς κρίσεις·
 [03085]  Κατὰ δ' αὖ τὸν πατέρα ἐπίβουλός ἐστι τοῖς καλοῖς καὶ τοῖς ἀγαθοῖς, ἀνδρεῖος ὢν καὶ ἴτης καὶ σύντονος, θηρευτὴς δεινός, ἀεὶ προσπλέκων μηχανὰς καὶ φρονήσεως ἐπιθυμητὴς καὶ πόριμος, φιλοσοφῶν διὰ παντὸς τοῦ βίου, δεινὸς γόης καὶ φαρμακεὺς καὶ σοφιστής·
 [04042]  Λεγέτω δ' ἡμῖν ὁ Κέλσος, πῶς οὐχ ὅσιον παραλύειν νόμους πατρίους περὶ τοῦ γαμεῖν μητέρας καὶ θυγατέρας, ἢ περὶ τοῦ μακάριον εἶναι ἀγχόνῃ τὸν βίον ἐξελθεῖν, ἢ πάντως καθαίρεσθαι τοὺς ἑαυτοὺς παραδιδόντας τῷ πυρὶ καὶ τῇ διὰ πυρὸς ἀπαλλαγῇ τῇ ἀπὸ τοῦ βίου·
 [04367]  οὐδὲν ἧττον καὶ περὶ τούτων τοῖς δυναμένοις ἀκούειν προφητικοῦ βουλήματος πείσομεν ὅτι καὶ τῶν πρὸ ἡμῶν τις ταῦτα ἀνήγαγεν εἰς τὸν περὶ ψυχῶν λόγον, ἐν ἐπιθυμίᾳ γενομένων τοῦ ἐν σώματι ἀνθρώπων βίου, ἅπερ τροπολογῶν ἔφασκε λελέχθαι θυγατέρας ἀνθρώπων.
 [04395]  Καὶ ἄλλοι οὖν πεπέμφθωσαν ἀπὸ τοῦ θεοῦ, καὶ οὗτός τι πλέον ἀπαγγελλέτω, καὶ πλημμελούντων Ἰουδαίων καὶ μεταχαραττόντων τὴν εὐσέβειαν καὶ οὐχ ὅσια δρώντων τὴν βασιλείαν τοῦ θεοῦ μεταδεδωκέτω ἄλλοις γεωργοῖς, τοῖς πανταχοῦ ἐν ταῖς ἐκκλησίαις ἑαυτῶν ἐπιμελουμένοις καὶ πάντα πράττουσιν ὑπὲρ τοῦ <καὶ ἄλλους κατὰ> τὰς ἀπὸ τῆς διδασκαλίας τοῦ Ἰησοῦ ἀφορμὰς προσα γαγεῖν διὰ βίου καθαροῦ καὶ λόγου ἀκολούθου τῷ βίῳ πρὸς τὸν τῶν ὅλων θεόν.
 [04623]  Ἄπειροι γάρ εἰσι διὰ τὸ μεθ' ἡμῶν μετρίων ὄντων καὶ οὐ κακῶν συχνὸν διατετριφέναι τοῦ βίου·
 [04787]  Πάλαι μὲν οὖν ὁ τὴν εὐτέλειαν ἀγαπήσας φιλόσοφος Ἑλλήνων καὶ παράδειγμα ἐκθεὶς εὐδαίμονος βίου, ὡς οὐ κωλυόμενος εὐδαιμονεῖν ἀπὸ τῆς παντελοῦς ἀκτημοσύνης, Κυνικὸν ἑαυτὸν ἀνηγόρευσεν·
 [05429]  Εἰ δὲ καὶ πολλά τις ποθεῖ σώματα πεπληρωμένα θείου πνεύματος ἰδεῖν, ἀνάλογον ἐκείνῳ τῷ ἑνὶ Χριστῷ διακονούμενα τῇ πανταχοῦ τῶν ἀνθρώπων σωτηρίᾳ, κατανοείτω τοὺς πανταχοῦ ὑγιῶς καὶ μετὰ βίου ὀρθοῦ διδάσκοντας τὸν Ἰησοῦ λόγον, χριστοὺς καὶ αὐτοὺς ὑπὸ τῶν θείων γραφῶν καλουμένους ἐν τῷ Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
 [05510]  [7.7] Τῶν δ' ἐν Ἰουδαίοις προφητῶν οἱ μὲν πρὸ τῆς προφη τείας καὶ τῆς θείας κατακωχῆς ἦσαν σοφοί, οἱ δ' ἀπ' αὐτῆς τῆς προφητείας φωτισθέντες τὸν νοῦν τοιοῦτοι γεγόνασιν, αἱρεθέντες ὑπὸ τῆς προνοίας εἰς τὸ πιστευθῆναι τὸ θεῖον πνεῦμα καὶ τοὺς ἀπὸ τούτου λόγους διὰ τὸ τοῦ βίου δυσμί μητον καὶ σφόδρα εὔτονον καὶ ἐλευθέριον καὶ πάντῃ πρὸς θάνατον καὶ κινδύνους ἀκατάπληκτον.
 [05799]  Τὸν μὲν οὖν παρὰ Πλάτωνι ἀλληγοροῦντες μῦθον οἱ σεμνότερον τὰ τοῦ φιλοσόφου ἐξειληφότες διη γοῦνται, τὰς δὲ προφητείας, ἀφ' ὧν στοχαζόμεθα καὶ τὸν Πλάτωνα εἰληφέναι, οἱ συγγενῶς τοῖς προφήταις καὶ ἐνθέως βιώσαντες καὶ πάντα τὸν χρόνον ἀναθέντες τῇ ἐξετάσει τῶν ἱερῶν γραμμάτων τοῖς ἐπιτηδείοις διὰ βίου καθαρότητα καὶ τὴν περὶ τὰ θεῖα φιλομάθειαν παραστήσουσιν.
 [06075]  Εἰ γὰρ τὰ εἴδη τοῦ ἐπιρρητοτάτου βίου ἐν ταῖς πράξεσιν αὐτοῦ φαινόμενα αὐτῷ ἐκτιθέμενος ἦν, κἂν ἠγωνισάμεθα πρὸς ἕκαστον τῶν δοκούντων εἶναι αὐτῷ ἐπιρρητοτάτων.
 [06442]  ἀλλὰ καὶ <ὁ> ἀεὶ παρασκευάζων ἑαυτὸν πρὸς τὸ ἀληθινῶς ζῆν καὶ ἀπεχόμενος τῶν τοῦ βίου ἡδέων καὶ τοὺς πολλοὺς ἀπατώντων καὶ μὴ τρέφων τὸ φρόνημα τῆς σαρκὸς ἀλλ' ὑπωπιάζων αὑτοῦ τὸ σῶμα καὶ δουλαγωγῶν ἀεὶ ἄγει τὰς παρασκευάς.
 [06443]  Ἔτι δὲ ὁ νοήσας ὅτι τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός, καὶ χρὴ ἑορτάζειν ἐσθίοντα τῆς σαρκὸς τοῦ λόγου, οὐκ ἔστιν ὅτε οὐ ποιεῖ τὸ πάσχα, ὅπερ ἑρμηνεύεται διαβατήρια, διαβαίνων ἀεὶ τῷ λογισμῷ καὶ παντὶ λόγῳ καὶ πάσῃ πράξει ἀπὸ τῶν τοῦ βίου πραγμάτων ἐπὶ τὸν θεόν, καὶ ἐπὶ τὴν πόλιν αὐτοῦ σπεύδων.
 [06501]  Καὶ οὐ τοῦτό φαμεν, ὡς καὶ μὴ τοιαῦτα ὑποβάλλοντος τοῦ θείου λόγου, καὶ τοῦ ἀσφαλεστέρου βίου καὶ καθαρωτέρου ἕνεκεν εἰπόντος·
 [06555]  διὰ δὲ τὴν σφῶν παρανομίαν τάχα μὲν αὑτοῖς διείλοντο τοὺς τόπους, ἔνθα ἐρημία ἐστὶ γνώσεως θεοῦ καὶ τοῦ κατ' αὐτὸν βίου ἢ ἔνθα πολύς ἐστιν ὁ τῆς θειότητος ἀλλότριος, τάχα δὲ ὡς ἄξιοι τῶν πονηρῶν ἐπιστάται καὶ κολασταὶ αὐτῶν ὑπὸ τοῦ διοικοῦντος τὰ ὅλα λόγου ἐτάχθησαν ἄρχειν τῶν ἑαυτοὺς ὑποταξάντων τῇ κακίᾳ καὶ οὐ τῷ θεῷ.
 [06789]  [8.56] Κἂν τῷ ἑαυτοῦ οὖν λόγῳ πασσυδὶ ἡμᾶς ἀποπέμπῃ τοῦ βίου ὁ Κέλσος, ἵν' ὡς νομίζει, ἐρημωθῇ πάμπαν ἐπὶ γῆς τὸ τοιοῦτον ἡμῶν γένος, ἀλλ' ἡμεῖς ἐν τοῖς τοῦ κτίσαντος ἡμᾶς κατὰ τοὺς τοῦ θεοῦ βιώσομεν νόμους, οὐδαμῶς δου λεύειν θέλοντες τοῖς τῆς ἁμαρτίας νόμοις.
 [06807]  Ἀλλὰ τὸ ἀχάριστοι εἶναι πρὸς τὸν θεὸν περιϊστάμεθα, οὗ τῶν εὐεργε σιῶν πλήρεις ἐσμέν, καὶ δημιουργήματα ὄντες αὐτοῦ καὶ προνοούμενοι ὑπ' αὐτοῦ κριθέντες ὅπως ποτὲ <ἄξιοι> εἶναι καὶ ἔξω τοῦ βίου τὰς παρ' αὐτοῦ ἐλπίδας ἐκδεχόμενοι.
 [06988]  Καὶ οὐ φεύγοντές γε τὰς κοινοτέρας τοῦ βίου λειτουργίας Χριστιανοὶ τὰ τοιαῦτα περιΐστανται ἀλλὰ τηροῦντες ἑαυτοὺς θειοτέρᾳ καὶ ἀναγκαιοτέρᾳ λειτουργίᾳ ἐκκλησίας θεοῦ ἐπὶ σωτηρίᾳ ἀνθρώπων καὶ ἀναγκαίως ἅμα καὶ δικαίως ἡγούμενοι καὶ πάντων πεφροντικότες, τῶν μὲν ἔνδον, ἵν' ὁσημέραι βέλτιον βιῶσι, τῶν δὲ δοκούντων ἔξω, ἵνα γένωνται ἐν τοῖς σεμνοῖς τῆς θεοσεβείας λόγοις καὶ ἔργοις καὶ οὕτω θεὸν ἀληθῶς σέβοντες καὶ πολλοὺς ὅση δύναμις παιδεύοντες ἀνακραθῶσι τῷ τοῦ θεοῦ λόγῳ καὶ τῷ θείῳ νόμῳ καὶ οὕτως ἑνωθῶσι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἑνοῦντος αὐτῷ υἱοῦ θεοῦ λόγου καὶ σοφίας καὶ ἀληθείας καὶ δικαιοσύνης πάντα τὸν προτετραμμένον ἐπὶ τὸ κατὰ θεὸν ἐν πᾶσι ζῆν.
000-00-00 Serial Number=0623825967
De engastrimytho Ante [Go Back]  
 [00017]  τίς γὰρ ἀπαλλαγεὶς τούτου τοῦ βίου θέλει εἶναι ὑπὸ ἐξουσίαν δαιμονίου, ἵνα ἐγγαστρίμυθος ἀναγάγῃ οὐ τὸν τυχόντα τῶν πεπιστευκότων, ἀλλὰ Σαμουὴλ τὸν προφήτην;
 [00266]  καὶ ὁ κοιμώμενος δέ, ὁ ἀπηλλαγμένος τοῦ βίου, χρείαν εἶχεν τῶν προ φητῶν, ἵνα πάλιν οἱ προφῆται αὐτῷ κηρύξωσιν τὴν Χριστοῦ ἐπιδη μίαν.
000-00-00 Serial Number=0279321074
De oratione Ante [Go Back]  
 [00301]  ἢ τῶν κεκτημένων τις τὰ τῆς τοῦ βίου χρείας ἐπὶ πλεῖον καὶ κοι νωνικὸς ἀκουέτω εὐχῆς πένητος καὶ περὶ τῶν χρειῶν ἀναφέροντος ἔντευξιν τῷ θεῷ·
 [00351]  καὶ ἐπεὶ κάμινός ἐστι σιδηρᾶ Αἴγυπτος, σύμβολον τυγχάνουσα παντὸς τοῦ περιγείου τόπου, πᾶς ὁ ἐκπεφευγὼς τὴν τοῦ βίου τῶν ἀνθρώπων κακίαν καὶ μὴ πεπυρωμένος ὑπὸ τῆς ἁμαρτίας μηδὲ ὡς κλίβανον πλήρη πυρὸς τὴν καρδίαν ἐσχηκὼς μὴ ἔλαττον εὐχαριστείτω τῶν ἐν πυρὶ «δρόσου» πεπειραμένων.
 [01007]  εἰ μὴ ἀδύνατα προσ τάττει ὁ σωτὴρ ἡμᾶς εὔχεσθαι, ζητήσεώς μοι ἄξιον φαίνεται, πῶς κελευόμεθα, παντὸς τοῦ ἐπὶ γῆς ἀνθρώπων βίου πειρατηρίου ὄντος, προσεύχεσθαι μὴ εἰσελθεῖν «0εἰς πειρασμόν20.».
 [01105]  ἵν' ὑμᾶς ἀπαλ λάξω τοῦ βίου μηκέτι ἐπιθυμοῦντας, καὶ τοιοῦτοι ἐξελθόντες δυνη θῆτε ὡς καθαροὶ ἀπὸ ἐπιθυμίας μεμνημένοι τε, δι' ὅσων πόνων αὐτῆς ἀπηλλάγητε, ἤτοι μηδαμῶς αὐτῇ περιπεσεῖν ἔτι ἢ, εἰ ἄρα τοῦτό ποτε γίνεται, μακραῖς χρόνων περιόδοις, ἐπιλανθανόμενοι ὧν πεπόνθατε διὰ τὴν ἐπιθυμίαν, ἐὰν μὴ ἑαυτοῖς προσέχητε καὶ τὸν τελείως ἀπαλλάττοντα πάθους παντὸς λόγον ἀναλάβητε, τοῖς κακοῖς περιπέσητε ὕστερόν τε τῆς γενέσεως ἐπιθυμήσαντες πάλιν δεηθῆτε τοῦ δὶς τυχεῖν ὧν ἐπιθυμεῖτε, μισήσαντες τὸ ἐπιθυμούμενον, καὶ τότε οὕτω παλινδρομεῖν ἐπὶ τὰ καλὰ καὶ τὴν οὐράνιον τροφὴν, ἧς καταφρονήσαντες τῶν χειρόνων ὠρέχθησαν.
000-00-00 Serial Number=0589630187
De principiis Ante [Go Back]  
 [00276]  ὡς πάλιν οἷόν τέ ἐστι διὰ πρεσβύτερα τούτου τοῦ βίου <αἴτια> γενόμενον σκεῦος ἀτιμίας ἐνθάδε, διορθωθέντα ἐν τῇ «καινῇ κτίσει» γενέσθαι «σκεῦος τιμῆς ἡγια σμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμέ νον».
000-00-00 Serial Number=0265819550
Dialogus cum Heraclide Ante [Go Back]  
 [00138]  εἰδέναι δὲ χρὴ ὅτι κρινόμεθα ἐν τῷ θείῳ δικαστηρίῳ οὐ περὶ πίστεως μόνης, ὡς τοῦ βίου μὴ ἐξεταζομένου, οὐδὲ περὶ βίου μόνου, ὡς τῆς πίστεως μὴ ἐρευνωμένης.
 [00146]  Εἴπερ οὖν βουλόμεθα σώζεσθαι, μὴ περὶ τὴν πίστιν μὲν γινόμενοι περὶ τὴν πρᾶξιν ἀμελῶμεν τοῦ βίου, μὴ οὐδὲ πάλιν τῷ βίῳ θαρρῶμεν·
 [00187]  εἴποιμι γὰρ ἂν τὸν ἐν σωματικοῖς ἀεὶ κυλιόμε νον καὶ ἐγκυλινδόμενον ἐπὶ τοῖς βορβόροις τοῦ βίου καὶ μὴ σπεύδοντα ἐπὶ τὸν καθαρὸν βίον, ἐπὶ τὸν ἅγιον, τοῦτον πάντα εἶναι χοῖρον.
000-00-00 Serial Number=0103401363
Excerpta in Psalmos Ante [Go Back]  
 [00064]  ∆ιὸ καὶ ἐρωτᾷ, Μὴ, τοῦ Κυρίου ἐλ θόντος, οὐ παύσονται τοῦ θηριώδους βίου, καὶ ἐπι γνώσονται τὸν Κύριον;
 [00467]  Οἱ γὰρ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν.
 [00575]  Ὥσπερ ἰδίου παιδὸς, φησὶ, λαμβάνεται τῆς χει ρὸς ὁ Θεὸς, καὶ ἀποφέρει πρὸς ὁδὸν εὐθεῖαν, οὐκ ἀφιεὶς αὐτὸν σκολιοδρομεῖν, οὔτε μὴν καμπύλας ποιεῖσθαι τοῦ βίου τὰς τροχιάς·
 [00735]  Μέγα οὖν ἐμοὶ, ἐὰν, νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτι κῶν πραγμάτων κλυδώνιον, δυνηθῶ, εὐεργετηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους, καὶ τὸν νοητὸν Φαραώ·
 [00742]  Ἐὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ἔνθα ἐπικρατεῖ πολλὴ ἄνοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποτα μούς.
000-00-00 Serial Number=0929706216
Exhortatio ad martyrium Ante [Go Back]  
 [00227]  [20] Μνημονεύωμεν ὅτι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες καὶ νοοῦντες τὰς ἔξω τοῦ βίου ὁδοὺς τῷ θεῷ φαμεν τό·
 [00519]  ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλ' ἐκ τοῦ κόσμου ἐστίν.
 [00624]  ὅτι δὲ οὐδὲ «ἐπὶ τὰς ἀκάνθας» ἐσπάρη, πολλοὶ ἡμῖν μαρτυρήσουσι θεωροῦντες ὅτι οὔτε «ἡ τοῦ αἰῶνος τούτου μέριμνα» οὔτε «ἡ τοῦ πλούτου ἀπάτη» οὔτε αἱ τοῦ βίου ἡδοναὶ δεδύνηνται ἐμποδίσαι τῷ ἐν ταῖς ψυχαῖς ἡμῶν λόγῳ τοῦ θεοῦ.
 [00637]  ὡς «οἰκοδομὴ θεοῦ» στῶμεν ἄσειστοι πρὸς τὸν χειμῶνα καὶ ὡς «θεοῦ γεώργιον» μηδὲ τοῦ πονηροῦ φροντίζωμεν μήτε «θλίψεως ἢ διωγμοῦ» τῶν «διὰ τὸν λόγον» γινομένων μήτε τῆς τοῦ αἰῶνος τούτου μερίμνης ἢ τῆς ἀπάτης τοῦ πλούτου ἢ «τῶν τοῦ βίου ἡδονῶν,» ἀλλὰ πάντων τούτων καταφρονοῦντες τὸ ἀμέριμνον τῆς σοφίας πνεῦμα ἀναλάβωμεν καὶ ἐπὶ τὸν μηδαμῶς ἔχοντα ἀπάτην πλοῦτον σπεύδωμεν καὶ ἐπὶ τὰς, ἵν' οὕτως ὀνομάσω, ἡδονὰς «τοῦ παραδείσου τῆς τρυφῆς» ἐπειγώμεθα, καθ' ἕκαστον τῶν ἐπιπόνων λογιζόμενοι ὅτι «τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα.».
000-00-00 Serial Number=0621140778
Expositio in Proverbia Ante [Go Back]  
 [00161]  Πληθυνθήσεται δὲ ἔτη ζωῆς τοῦ ἀκούοντος διὰ τῶν προφητῶν τοῦ ἐπουρανίου Πατρὸς, καὶ δεχομένου διὰ τοῦ μονογενοῦς Υἱοῦ τοὺς λόγους αὐτοῦ, εἰς τὸ κατ ευθυνθῆναι ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης τοῦ βίου, ὅπως ἀποσωθῇ εἰς τὴν ἀείζωον ζωήν.
 [00431]  ἡ δὲ ὁδὸς τῆς ζωῆς, οὐ μόνον ἐκ τῆς αἰωνίου, ἀλλὰ καὶ ἐκ πάσης κακότητος τοῦ βίου δυσχερείας τοὺς ἀκάκους φυλάσσει·
 [00696]  καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται·
 [00742]  ἢ πᾶς ὃς ἀδελφὸν ἀρετῆς πτωχὸν ὄντα μισεῖ, καὶ τῆς πρὸς τὰ πάθη φιλίας μακρύνεται τοῦ βίου.
 [00892]  τὸ δὲ ὅλην τὴν ἡμέραν, ἀντὶ δι' ὅλου τοῦ βίου·
 [00893]  τοιοῦτόν ἐστι καὶ τὸ, Ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ δι' ὅλου τοῦ βίου.
 [00914]  καὶ πρὸς ῥητὸν δὲ δείκνυσι τοῦ ἀνθρωπίνου βίου τὸ ἄστατον·
000-00-00 Serial Number=0473289728
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00232]  Καὶ ἐπεὶ τοῦ βίου τὰ πράγματα ματαιότης, ποντοπορούντων ἀεὶ, καὶ μηδενὸς τῶν ἀνθρώπων προάγοντος εἰς ζωὴν αἰώνιον, οὐ δυνατὸν νοηθῆναι τὰς τρίβους αὐτῶν.
000-00-00 Serial Number=0824984968
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00147]  [Ὠριγένους] ἡ κλῆσις τοῦ Θεοῦ ἐλπίδα ἔχει, ἣν χρὴ γνῶναι ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ·
 [00441]  ἐπείπερ ἐν ταῖς τοῦ βίου πραγματείαις ἀναστρεφόμενοι προφάσει τοῦ πορισμοῦ τῶν ἐπιτηδείων καὶ πολλοὶ τῶν πεπιστευκέναι νομιζομένων, κἂν δοκῶσι καθαρεύειν ἀπὸ εἰδωλολατρείας καὶ πάσης πορνείας, οὐκ εὐκόλως ἀφίστανται τοῦ κλέπτειν ἐν τῷ ὠνεῖσθαι καὶ πιπράσκειν καὶ συμπραγμα τεύεσθαί τισι, διὰ τοῦτο οὐκ ὤκνησεν, ὡς ἔτι κλεπτόντων (καὶ ταῦτα ἐν Ἐφέσῳ) τινῶν, οἱονεὶ ἐλέγξαι ὡς εἰδὼς τοὺς τοιούτους·
 [00582]  οὐδεὶς δὲ βιωτικώτερον ζῶν καὶ ἐν φροντίσιν ἢ μερίμναις τυγχάνων ἐώνηται ἑαυτῷ τὸν καιρόν, ἀλλ' ὁ μόνος εἴς τι δέον καὶ τὴν κτῆσιν τοῦ μακαρίου βίου ἀναλίσκων αὐτόν.
 [00740]  ἐπεὶ πᾶς ὁ τοῦ ἀποστόλου βίος καὶ πᾶσα πρᾶξις αὐτοῦ καὶ ἐνέργεια Λόγῳ Θεοῦ ἐγίνετο, ζῶντο ἐν αὐτῷ τοῦ Χριτοῦ, διὰ τοῦτο πέμπει τὸν Τύχικον, τὸν κανόνα τοῦ βίου καὶ τὴν τάξιν τῶν πράξεων αὐτοῦ ἀπαγγελοῦντα τοῖς Ἐφεσίοις·
000-00-00 Serial Number=0982972980
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00449]  [54] Νῆσοι μακρὰν αἱ κλυδωνιζόμεναι πρὸς τῶν τοῦ βίου κυ μάτων, αἳ μακράν εἰσιν ἀληθείας πρὶν ἐπὶ τὴν σωτηρίαν ἐλθεῖν.
000-00-00 Serial Number=0057287753
Fragmenta in Psalmos Ante [Go Back]  
 [00979]  Μήποτε δὲ ουτως ἀναγνωστέον, τουτέστι διὰ βίου κατεκάμφθην, τὰ κάτω φρονῶν καὶ ἐπὶ γῆν βλέπων·
 [01647]  Τοιοῦτο δὲ τοῦ βίου τὸ τέλος ἐδείξατο·
 [02248]  ἐν κόποις καν αρ' ουν αὐτοῖς τὰ πράγματα φέρεται, καὶ ουτε πό νοις, ουτε ταλαιπωρίαις, ουτε παιδείαις πε ριβάλλονται, αλλοις ἀνθρώποις παραπλη σίως μαστιζομένοις δι' ἐπιπόνου βίου·
 [02638]  Μέγα ουν ἐμοὶ, ἐὰν νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτικῶν πραγμά των κλυδώνιον, δυνηθῶ, εὐεργεθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους καὶ τὸν νοητὸν Φαραώ.
 [02640]  Εὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ενθα πολλὴ ἐπικρατεῖ ανοια τῶν πραγμάτων, διελὼν τὸν στεῤῥότατον αὐτοῦ λόγον, πέτραν ὀνομαζό μενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον υδωρ ἀβύσσῳ, καὶ τοὺς ἐκ τῆς πνευματικῆς κοιλίας ποταμούς·
 [03887]  Ειποι αν τις σημαίνεσθαι διὰ τούτων καὶ τὴν συντέλειαν τοῦ παντὸς βίου.
 [04407]  Τρίτον τὸ ἐκέκραξα λέγεται, καὶ ὁ ἑξῆς στίχος, ἐπὰν κραξάντων ἡμῶν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι [ινα] ἐπακούσας ῥύσηται ἡ μᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, καὶ στήσῃ τὴν τῶν πειρασμῶν καταιγίδα εἰς αυραν, καὶ ἡσυ χάσῃ τὰ καθ' ἡμῶν κύματα τοῦ βίου.
 [04536]  σκιᾷ γὰρ, φησὶ, κλιθείσῃ καὶ ἀναιρεθείσῃ, παραπλησίως ἐδε ξάμην τοῦ βίου τὸ τέλος·
 [05894]  ἡ δὲ ἁμαρτία, βαρεῖα ουσα, τοῦ μὴ καλοῦ βίου ἐχομένου, μακρύνει ἀπὸ Θεοῦ τὴν εὐχὴν το σοῦτον, οσον ἐστὶ βαρεῖα πλεῖον η ελαττον.
000-00-00 Serial Number=0627007008
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [01010]  εἴπερ δὲ σύμβολόν ἐστι Μαρία μὲν τοῦ θεωρητικοῦ βίου, Μάρθα δὲ τοῦ πρακτικοῦ, Λάζαρος δὲ τοῦ μετὰ τὴν πίστιν ἐν ἁμαρτίαις γενομένου, εἰκότως Μαρία καὶ Μάρθα πενθοῦσι τὸν Λάζαρον, καὶ πενθοῦσαι δέονται τῆς περὶ τοῦ ἀδελφοῦ παραμυθίας, ἣν βούλονται μὲν προσ άγειν αὐταῖς Ἰουδαῖοι.
000-00-00 Serial Number=0227358520
Fragmenta in evangelium Matthaei Ante [Go Back]  
 [00016]  καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), ἢ οὐ κολασθήσονται ὡς ἀθρόως ἀποβαλόντες τὰ ἁμαρτήματα οἱ ἐπὶ συντελείᾳ καταλειφθέντες, ἢ (ὅπερ βέλτιον) εἷς ἐστι τρόπος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ τῆς κατα στάσεως τοῦ βίου τούτου τὸ κατ' ἀξίαν τῶν ἡμαρτημένων [8] παθεῖν.
000-00-00 Serial Number=0435276151
Homiliae in Ezechielem Ante [Go Back]  
 [00040]  [354.30] Ὅσοι πονοῦσι περὶ τὰ τοῦ κόσμου πράγματα τοῖς αἰσθητοῖς προσηλωμένοι καὶ οὐδὲν [355] μεριμνῶσι περὶ τῆς πνευματικῆς ζωῆς καὶ τῆς κατὰ τῶν νοητῶν θεωρίας, ἀλλὰ τὰ τοῦ βίου, οὗτοι «τὰ ἴδια διανοήματα τίθενται ἐπὶ τὴν καρδίαν αὐτῶν» καὶ οὐχὶ τοὺς λόγους τοῦ Θεοῦ.
000-00-00 Serial Number=0972106755
Homiliae in Job Ante [Go Back]  
 [00007]  Θεοσεβὴς, [362] βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ ἡ τοῦ Θεοῦ γνῶσις τοῦ βίου γίνεται φυλακή.
 [00507]  Ἐπεὶ οὖν νύξ ἐστὶ τὰ ἐν τῇ σκοτίᾳ τοῦ βίου πράγματα, χρεία ἐστι φυ λάκων τεταγμένων εἰς τὴν νύκτα ταύτην, [383] ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυκτὶ, καὶ ἔλθωσι καὶ φυλάξωσιν ἡμᾶς ἀπὸ τῶν λῃστῶν.
000-00-00 Serial Number=0317364454
Homiliae in Lucam Ante [Go Back]  
 [00226]  Ὥσπερ δὲ «μεγαλύνει ἡ ψυχὴ» τοῦ δικαίου «τὸν κύριον» κατὰ τὸ μέγεθος τοῦ βίου καὶ τοῦ λόγου, οὕτω καὶ σμικρύνει τις αὐτὸν ἀνα λόγως κατὰ τὴν κακίαν τὴν ἐνυπ άρχουσαν αὐτῷ.
000-00-00 Serial Number=0101842821
In Jeremiam Ante [Go Back]  
 [02153]  Μετὰ ταῦτα ἀναγκαῖον διὰ τὸ πολλὰ πεπονθέναι τοὺς προφήτας ἐλέγχοντας καὶ τὸν λόγον πρεσβεύοντας καὶ λαλοῦντας τὰ προστασ σόμενα ὑπὸ τοῦ θεοῦ, ὑπομνῆσαι τοὺς ἀκροατὰς περὶ τοῦ βίου αὐτῶν καὶ τῶν ἐπαγγελιῶν αὐτῶν καὶ τῆς ἡμετέρας προαιρέσεως, ἵνα κατὰ τὸ δυνατὸν ἡμῖν, εἰ θέλομεν μετὰ τῶν προφητῶν ἔχειν ἀνάπαυσιν, τὰ ἔργα τῶν προφητῶν ζηλώσωμεν.
 [02859]  καὶ ἄλλως δὲ οἰκονομεῖ ὁ θεὸς τὴν σαγήνην ἀεὶ βάλλεσθαι ἐπὶ τὴν θάλασσαν τοῦ βίου τού του καὶ συνάγονται ἰχθύες παντοδαποί·
 [03370]  καὶ ἕκαστος ἡμῶν οἴεται, ἐπεὶ μὴ εἰδωλολάτρησεν, ἐπεὶ μὴ πεπόρνευκεν (εἴθε κἂν ἐπὶ τῶν τοιούτων καθαρεύοιμεν), ὅτι ἀπαλλαγεὶς τοῦ βίου σωθήσεται.
000-00-00 Serial Number=0225153327
Philocalia Ante [Go Back]  
 [01394]  λε κτέον δὲ πρὸς τοῦτο, ὅτι εἰ μὲν οἷόν τε πάντας καταλι πόντας τὰ τοῦ βίου πράγματα σχολάζειν τῷ φιλοσοφεῖν, ἄλλην ὁδὸν οὐ μεταδιωκτέον οὐδενὶ ἢ ταύτην μόνην.
 [01396]  εἰ δὲ τοῦτ' ἀμήχανον, πῆ μὲν διὰ τὰς τοῦ βίου ἀνάγκας, πῆ δὲ καὶ διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν, σφόδρα ὀλίγων ἐπὶ τὸν λόγον ᾀτ τόντων·
 [01512]  καὶ παρὰ μὲν τοῖς Ἕλλη σιν εἷς τις Φαίδων, καὶ οὐκ οἶδα εἰ δεύτερος, καὶ εἷς Πολέμων, μεταβαλόντες ἀπὸ ἀσώτου καὶ μοχθηροτάτου βίου ἐφιλοσόφησαν·
 [01526]  καὶ διδάσκων παράδειγμα αὐτοῖς ἐγίνετο εὐσταθοῦς βίου, οἰκονομοῦντος μὴ εἰκῆ μηδὲ ἀκαίρως καὶ ἀλόγως ὁμόσε χωρεῖν τοῖς κινδύνοις·
 [01699]  καὶ τοὺς ἀπὸ κακίστου βίου νέους οὐ παρα καλοῦσιν ἐπὶ τὰ βελτίονα;
 [02492]  ὡς πάλιν οἷόν τέ ἐστι διὰ πρεσβύτερα τούτου τοῦ βίου γενόμενον σκεῦος ἀτιμίας ἐνθάδε, διορθωθέντα ἐν τῇ καινῇ κτίσει γενέσθαι σκεῦος τιμῆς, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.
 [02535]  λεγέτω δ' ἡμῖν ὁ Κέλσος πῶς οὐχ ὅσιον παραλύειν νόμους πατρίους περὶ τοῦ γαμεῖν μητέρας καὶ θυγατέρας, ἢ περὶ τοῦ μακάριον εἶναι ἀγχόνῃ τὸν βίον ἐξελθεῖν, ἢ πάντως καθαίρεσθαι τοὺς ἑαυτοὺς παραδιδόντας τῷ πυρὶ καὶ τῇ διὰ πυρὸς ἀπαλλαγῇ τῇ ἀπὸ τοῦ βίου·
000-00-00 Serial Number=0612484992
Scholia in Canticum canticorum Ante [Go Back]  
 [00239]  ἐν τῷ τοῦ παρόντος γὰρ βίου καύματι δεόμεθα τοῦ ποιμαίνοντος, διὰ τὰ μεσημβρινὰ δαιμόνια·
 [00246]  ποιμαίνει δὲ καὶ ἐν κρίνοις, καὶ μέχρι παρέλθωσιν αἱ σκιαὶ τοῦ βίου·
 [00341]  ὅταν ὁ καύσων τοῦ παρόντος βίου παύσηται, καὶ καιρὸς τῆς ἀναψύξεως ἐπιστῇ, λυομένης καὶ τῆς σκιᾶς·
 [00476]  ἢ, κατὰ Σύμμα χον, κατέβη μαθεῖν εἰ ἡ φάρυγξ τοῦ βίου ὀπώρας ἔχει·
 [00527]  Κρίνα δ' ἂν εἴη καὶ τὰ ἄνθη τῆς χάριτος τοῦ Θεοῦ, ἃ συνελέξατο ἀπὸ μέσου τῶν τοῦ βίου ἀκανθῶν.
 [00610]  Ὅτι μικρὰ ἡ τοῦ ἀνθρώπου ψυχὴ, καὶ ἐπὶ γῆς ἔτι ἐπισκευαζομένη τοῦ Θεοῦ Ἐκκλησία, καὶ νοήματα (τοῦτο γὰρ οἱ μαστοὶ) μήπω ἔχουσα, ἐπιδίδωσιν εἰς μέγεθος βίου καὶ νοημάτων·
000-00-00 Serial Number=0616200447
Scholia in Lucam Ante [Go Back]  
 [00468]  ∆οξάζεται δὲ ὁ Θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων.
 [00623]  ἐνίοτε δὲ εἰς τὸ ὕδωρ, ὅτε ὁ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι δρακόντων, καταβάλλων αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν, ἐπὶ τὸ εἴκειν εἰς τὰ βάθη τῶν κυμάτων τῆς θαλάσσης τοῦ τῶν ἀνθρώπων βίου.
 [00746]  Τάχα δὲ καὶ μεσονύκτιον ὁ συνεσταλμένος οὗτός ἐστι καιρὸς τοῦ βίου, ὅτε ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Αἰγύπτου, ἔνθα μὴ κέχρισται ἡ φλιὰ τῷ τοῦ Χριστοῦ αἵματι.
 [00835]  οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν, καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου.
 [00836]  Εἴποι δ' ἄν τις καὶ ἑτέρως ἐξηγούμενος ἐφαρμότ τειν τὰ τῆς παραβολῆς δηλούμενα, τοῖς ἀνέκαθεν ἐκ πρώτης τοῦ βίου συστάσεως μέχρι συντελείας τοῦ αἰῶνος καταξιουμένοις τῆς ἐνθέου κλήσεως.
 [00837]  Ὥστε ἅμα πρωὶ κεκλῆσθαι λέγειν ἐπὶ τὴν τῆς θεο σεβείας ἐργασίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου [17.361] πρώτους διασωθέντας·
000-00-00 Serial Number=0795422733
Scholia in Matthaeum Ante [Go Back]  
 [00136]  εἰς τὴν τοῦδε τοῦ βίου ἐμβαλλομένη θάλασσαν, οὐ φύσεων συνάγει διαφό ρων, ἀλλὰ γνωμῶν αὐτεξουσίων καὶ προαιρέσεων·
 [00139]  Οὐκ ἂν δὲ τὴν σαγήνην ἑλκύ σωσιν ἐπὶ τὸν αἰγιαλὸν, ἤτοι τὰ ἔξω τοῦδε τοῦ βίου πράγματα, οἱ ἄγγελοι, μὴ πληρωθεῖσαν τῷ πληρώ ματι τῶν ἐθνῶν·
000-00-00 Serial Number=0624149919
Selecta in Ezechielem Ante [Go Back]  
 [00192]  Ὅτε γὰρ παρ' ἡμῖν γίνεται συμπά σχων ἡμῖν, καὶ συνδέδεται ἡμῖν, καὶ σὺν ἡμῖν ἐστιν ἐν τῇ φυγῇ τοῦ βίου τούτου, συμπεινῶν ἡμῖν καὶ συνδιψῶν, καὶ συνεσθίων καθαρὸν ἐσθίουσιν ἄρτον, καὶ συμπίνει τὸ ὕδωρ, πλὴν ἐν σταθμῷ καὶ μέτρῳ.
 [00669]  Ἔστι δὲ καὶ τοῦ παντὸς βίου σύμβολον.
 [00722]  Ὁ ἐν ταύτῃ ὢν, καὶ τῇ ἁμαρτίᾳ ἐπιδοὺς ἑαυτὸν, τόπον ἐπεδέδωκε διαβόλῳ, τῷ νοητῷ Ναβουχοδονόσορ, ἐπιβῆναι κατ' αὐτοῦ, καὶ καθελεῖν τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ (τὴν τῆς ἐγκρατείας ἀγωγὴν), διὰ τοῦ ἀρχιμαγείρου, τοῦ ἀκρατοῦς βίου·
000-00-00 Serial Number=0226286232
Selecta in Genesim Ante [Go Back]  
 [00612]  συγχρη σαμένης Προνοίας εἰς παράστασιν τριῶν ἡμερῶν οἰκείοις παραδείγμασι τοῦ ἑκατέρου βίου.
 [00776]  Ἀνεβίβασεν δὲ ὁ Θεὸς, ἀνάγων μετὰ τὸ τέλος τοῦ βίου ἐπὶ τὸ παρ' ἑαυτῷ τέλος τὸν Ἰσραήλ.
000-00-00 Serial Number=0592423677
Selecta in Psalmos Ante [Go Back]  
 [00347]  Μάρτυς ἔσο μοι πρὸς Θεὸν, μεθ' ὅλου τοῦ βίου, καὶ περὶ τῶν ὑπηγορευμένων ἐξεταζόμενον, ποίᾳ τε προθέσει τοῦτο γεγένηται·
 [00832]  Τὸ δὲ ἐν τάχει καίεσθαι τὸν θυμὸν, ἢ μετ' ὀλίγον, ἢ μετὰ βραχὺ ἀναπαύεσθαι αὐτὸν, διδάσκει τὴν μετὰ τὴν ἔξοδον τοῦ βίου κόλασιν.
 [00966]  Σύνηθες μὲν γὰρ τὴν ἀπὸ τοῦ βίου τούτου ἔξο δον κοίμησιν λέγεσθαι, ἔσθ' ὅτε δὲ καὶ ὕπνον μεμνή μεθα ὀνομάζεσθαι.
 [00970]  Σημαίνει μέντοιγε καὶ ὁ ὕπνος χωρὶς τῆς κατὰ τὴν ἔξοδον τοῦ βίου τὴν ἀπροσεξίαν τῆς ψυχῆς·
 [01166]  Βαρυκάρδιοι γὰρ οἱ τὴν κα θεζομένην ἐπὶ τάλαντον μολίβδου ἀνομίαν ἔχοντες ἐν τῇ καρδίᾳ, ἥτις ὡς κατωφερὴς δύσεται σὺν Αἰ γυπτίοις ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ τῶν κυμά των τοῦ βίου.
 [02794]  Αὐτὸς ἐξ ὕψους ἔλαβέ με, τὸν καταβάντα προσλαβόμενος ἀπὸ πολλῶν ὑδάτων τοῦ ἀνθρωπίνου βίου, καὶ ῥυσά μενος ἐξ ἐχθρῶν ἐν τῷ ἐχθραίνειν δυνατῶν.
 [04602]  ∆ολιότητα δι' ὅλου μελε τῶντες τοῦ βίου ἐλάλουν, φησὶ, πρὸς μὲ, ἐπιβουλήν μοι σκευάζοντες.
 [05114]  Ἢ ὁ ἐν ἁγνείᾳ βίου λόγος, ἀναι ρῶν τὰ πάθη, περιζῶσθαι ῥομφαίαν λέγεται ἐπὶ τὸν μηρὸν αὐτοῦ.
 [05338]  Ὅσα διὰ τῆς πίστεως ἀκούομεν περὶ Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν, τῶν πεπιστευμένων τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβάνοντες.
 [06104]  Τῷ γὰρ ἀναβαίνοντι δι' ὑγιοῦς βίου πρὸς Θεὸν ἐξεγείρεται εἰς συνάντησιν ὁ Θεός.
 [06580]  κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ, τῇ διδασκαλίᾳ ἐπ' ἀρετὴν καὶ γνῶσιν μεταφέροντος Θεοῦ.
 [07201]  Εἰρήνην νῦν τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν.
 [07990]  Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετ άρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυ μάτων.
 [08088]  Νῆσός ἐστι νοῦς ἀκλινὴς, ὑπὸ τῶν τοῦ βίου τούτου κυμάτων περικτυπούμενος.
 [08381]  Ἡ ἐξολόθρευσις νῦν τὴν μετάθεσιν τὴν ἐκ τοῦ βίου τού του σημαίνει.
 [09581]  Οἱ ἡμέτεροι ὀφθαλμοὶ εἰς διεξόδους ὑδάτων καταδύνουσι τὰ τοῦ βίου πράγματα ἄστατα, οἷς ἐστι χρεία λοιπὸν ἐκεῖθεν ἀναχθῆναι καὶ διαβλέψαι, ὥστε τὰ ἑστηκότα τοῦ μέλλοντος αἰῶνος διαθρεῖν λοιπόν.
 [09921]  «Εἰς οἶκον Κυρίου πορευσόμεθα,» αὐτοὶ λέγειν καὶ τὸ, «Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν,» τοῖς εἰρηκόσιν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ ἀγγέλοις ἁγίοις ἢ ἀνθρώποις, τοῖς διὰ τοῦ βίου καλῶς τὴν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ πο ρείαν ποιουμένοις.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»