0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βλέπειν [109]


000-00-00 Serial Number=0465396166
Commentarii in Romanos Ante [Go Back]  
 [00690]  ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ [11.9] βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.
 [00692]  γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς, [11.10] σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.
000-00-00 Serial Number=0375032842
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00254]  Αὐτάρκως δὴ τούτων εἰρημένων καὶ ἐκ τούτων τῶν μὴ ἀνεντρεχῶν δυναμένων τὰ παραπλήσια συναγαγεῖν ἀπὸ τῶν γραφῶν καὶ βλέπειν τίς ἡ δόξα τῶν ἐν Ἰησοῦ Χριστῷ ἀγαθῶν ἀπὸ τοῦ εὐαγγελίου, διακονουμένου ὑπὸ ἀνθρώπων καὶ ἀγγέλων, ἐγὼ δ' οἶμαι ὅτι καὶ ἀρχῶν καὶ ἐξουσιῶν καὶ θρόνων καὶ κυριοτήτων «καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», εἴγε καὶ ὑπ' αὐτοῦ τοῦ Χριστοῦ, αὐτοῦ που καταπαύσομεν τὰ πρὸ τῆς συναναγνώσεως τῶν γεγραμμένων.
 [00264]  [1.16.93] εἰ γὰρ ἐπιμελῶς τις ἐξετάζοι, πότε γνώσονται, οἷς ἀποκαλύπτει ὁ ἐγνωκὼς τὸν πατέρα υἱός, τὸν πατέρα, καὶ βλέποι τὸ νῦν «δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι» τὸν βλέποντα βλέπειν, οὐδέπω ἐγνωκότα «καθὼς δεῖ γνῶναι», οὐκ ἂν ἁμάρτοι λέγων μηδένα ἐγνωκέναι, κἂν ἀπόστολος κἂν προφήτης τις ᾖ, τὸν πατέρα, ἀλλ' ὅταν γένωνται ἓν ὡς <ὁ> υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσιν.
 [00475]  [1.25.164] Ὁ δὲ σωτήρ, «φῶς» ὢν «τοῦ κόσμου», φωτίζει οὐ σώματα ἀλλὰ ἀσωμάτῳ δυνάμει τὸν ἀσώματον νοῦν, ἵνα ὡς ὑπὸ ἡλίου ἕκαστος ἡμῶν φωτιζόμενος καὶ τὰ ἄλλα δυνηθῇ βλέπειν νοητά.
 [04075]  [13.41.272] Πῶς δὲ οἱ μαθηταὶ ἐπαίροντες τοὺς ὀφθαλμοὺς δύνανται βλέπειν τὰς ψυχὰς ἤδη ἐπιτηδείους οὔσας πρὸς τό, ὡς οἴεται, εἰς ἀποθήκην εἰσαχθῆναι, οὐκ οἶδα εἰ δύναται παραστῆσαι.
 [04446]  καὶ διὰ τοῦτο νομίζει ἀπαγγέλλειν τῷ βασιλικῷ τοὺς δούλους τὰ περὶ τῆς τοῦ υἱοῦ σωτηρίας, ἐπεὶ καὶ πρώτους οἴεται βλέπειν τὰς πράξεις τῶν ἐν τῷ κόσμῳ ἀνθρώ πων τοὺς ἀγγέλους, εἰ ἐρρωμένως καὶ εἰλικρινῶς πολι τεύοιντο ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας.
 [04741]  κατὰ δὲ τὸν Μάρκον, ἑστὼς κατέναντι τοῦ γαζοφυλακίου θεωρεῖ τίνα τρόπον πᾶς ὁ λαὸς βάλλει κατὰ δύναμιν τὸν νοητὸν χαλκὸν εἰς τὸ γαζοφυ λάκιον, καὶ ὡς μόνος δυνάμενος βλέπειν τοὺς πλουσίους εἶδεν εἴ ποτε πτωχὴ ψυχὴ καὶ ὑστερουμένη βάλλει ὅλῃ δυνάμει <καὶ> διὰ τοῦτο [19.9.52] δικαιουμένη παρὰ τοὺς πολλοὺς πλουσίους.
 [04743]  καὶ νῦν γὰρ προσκαλούμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς διδάσκων βλέπειν οὐχ ὡς ὄψεται ἄνθρωπος ἀλλ' ὡς ὄψεται ὁ θεός («Ἄνθρωπος γὰρ «ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν») τὸ «Ἀμὴν «λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν [19.9.53] «βαλλόντων εἰς τὸ γαζοφυλάκιον» καὶ τὰ ἑξῆς.
 [04987]  ὅστις ὅσον ἐστὶν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ, ὑψηλότερόν τι μὴ δυνάμενος βλέπειν ἢ λέγειν·
 [06110]  «Καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλι «ναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ «μνημονεύειν κριμάτων δικαίων», καὶ τὰ περὶ τῆς Σουσάννας τοῦτον εἰρημένα τὸν τρόπον·
 [06112]  παρατήρει γὰρ ἐν τούτοις ὅτι οἱ μὲν διαστρέψαντες τὸν ἑαυτῶν νοῦν ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανόν, ἡ δὲ πεποιθυῖα ἐπὶ τῷ κυρίῳ ἀκολούθως τῷ πεποιθέναι ἐπὶ τῷ κυρίῳ ἀνέβλεψεν [28.5.35] εἰς τὸν οὐρανόν.
 [06114]  τοῖς δὲ πρεσβυτέροις (εἰ καθ' ὑπόθεσιν μετὰ τὸ διαστρέψαι τὸν ἑαυτῶν νοῦν καὶ ἐκκλῖναι τοὺς ὀφθαλμοὺς ἑαυτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων, μετενόουν, πεῖραν μὲν προσαγαγόντες τῇ γυναικὶ μὴ τυχόντες δὲ τοῦ ἐπιθυμουμένου, καὶ μετὰ τοῦτο εὔχοντο), καὶ μὴ θέλειν τοὺς ὀφθαλμοὺς ἐπᾶραι ἢ καὶ πόρρωθεν ὁμοίως τῷ τελώνῃ ἑστηκέναι καὶ τύπτειν ἑαυτῶν τὰ στήθη καὶ λέγειν·
 [07066]  ὥστε καὶ τοὺς μαθητὰς πρὸς οἷς εἶχον πιστοποιητικοῖς καὶ τοῦτο προσειληφέναι τὸ βλέπειν πληρου μένην τὴν λέγουσαν γραφήν·
 [07297]  ὁ γὰρ φαῦλος «ἐννεύει «μὲν ὀφθαλμῷ, φησίν, σημαίνει δὲ ποδί, διδάσκει δὲ νεύμασι δακτύ «λων, καὶ διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακά» καὶ «Ὁ ἐννεύων «ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας», λεκτέον ὅτι φαῦλον οὐ τὸ νεύειν ἐστίν, ἀλλὰ τὸ νεύειν ὀφθαλμῷ, τοῦτ' ἔστιν πλαγιάζειν τὸν ὀφθαλμὸν καὶ μὴ ὀρθὰ βλέπειν, καὶ τὸ νεύειν μετὰ δόλου ἐστὶν τὸ ψεκτόν·
000-00-00 Serial Number=0753727794
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00689]  Καλῶς οὖν ἐπιφέρει <τού>τοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων ὁ λαὸς καὶ ἐκστὰς μανῇ κατ' αὐτοῦ, οἷς καὶ κραιπαλήσει κατ' αὐτοῦ «πνεύματι κατανύξεως», ὃ ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀναξίους τοῦ βλέπειν, καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα·
 [00746]  Οὐ μόνον δὲ ἀπ' ἐκείνων φευκτέον ὁδηγεῖσθαι τυφλῶν τῶν αἰσθανομένων δεῖσθαι ὁδηγῶν, παρὰ τὸ μηδέπω αὐτοὺς ἀπειληφέναι τὴν δύναμιν τοῦ δι' αὑτῶν βλέπειν·
 [00747]  ἀλλὰ γὰρ καὶ ἐπὶ πάντων τῶν ἐπαγγελλομένων ὁδηγεῖν ἐν ὑγιεῖ διδασκαλίᾳ ἐπιμελῶς ἀκουστέον, καὶ κρίσιν ὑγιῆ τοῖς λεγομένοις προσακτέον, μήποτε κατ' ἄγνοιαν τυφλῶν καὶ μὴ βλεπόντων τὰ πράγματα τῆς ὑγιοῦς διδασκαλίας ὁδηγούμενοι, τυφλοὶ καὶ αὐτοὶ διὰ τὸ μὴ βλέπειν τὸν νοῦν τῶν γραφῶν τυγχάνοντες φανῶμεν, ὡς ἀμφοτέρους, τόν τε ὁδηγοῦντα καὶ <τὸν> ὁδηγούμενον, ἐμπεσεῖν εἰς τὸν βόθυνον περὶ οὗ προειρήκαμεν.
 [00991]  ἐπεὶ δὲ ὁδός ἐστι τῷ μηκέτι χρησομένῳ ζύμῃ καὶ φυράματι καὶ διδασκαλίᾳ Φαρισαίων καὶ Σαδδουκαίων πρότε ρον μὲν τὸ θεωρεῖν δεύτερον δὲ τὸ προσέχειν, ἵνα μήποτε ἐκ τοῦ μὴ βλέπειν καὶ ἐξ ἀπροσεξίας μεταλάβῃ τις τῆς ἀπηγορευμένης ζύμης ἐκείνων, διὰ τοῦτο πρῶτον τὸ ὁρᾶτε λέγει τοῖς μαθηταῖς καὶ δεύτερον τὸ προσέ χετε.
 [01384]  ἀλλ' ὥσπερ ἐφ' οὗ παρεθέμεθα ῥητοῦ τὸ κατεπεῖγον ἦν ἡμᾶς μαθεῖν, ὅτι «ἕως τῆς συντελείας τοῦ αἰῶνος» οὐ καταλείψει ἡμᾶς, ἀλλ' ἔσται μεθ' ἡμῶν «πάσας τὰς ἡμέρας», οὕτως καὶ ἐπὶ τούτου σαφὲς μὲν οἶμαι τοῖς βλέπειν εἰδό σιν ἀκολουθίαν πραγμάτων εἶναι, τὸν ἅπαξ ἰδόντα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἰδόντα αὐτὸν ἐν τῇ δόξῃ αὐτοῦ καὶ ἰδόντα «τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει», οὐκ ἂν μετὰ τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν θανάτου γεύσασθαι.
 [01402]  ἐπειδὰν γὰρ διέλθῃ τὰς ἓξ (ὡς εἰρήκαμεν) <ἡμέρας>, καινὸν σαβ βατιεῖ σάββατον, εὐφραινόμενος ἐν τῷ ὑψηλῷ ὄρει ἐκ τοῦ βλέπειν μεταμορφωθέντα τὸν Ἰησοῦν ἔμ προσθεν *** αὐτοῦ·
 [01912]  μήποτε δὲ οὐχ ἁρμόζει περὶ τοῦ ἑκάστου ἀγγέλου τὸ τοιοῦτο λέγειν, τοσοῦ τον τετιμημένου κατὰ τὸν τοῦ σωτῆρος ἡμῶν λόγον, ὥστε διὰ παντὸς αὐτὸν βλέπειν λέγεσθαι τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς.
 [02341]  εἰκὸς μὲν οὖν καὶ ἄλλους παρὰ τοῖς πολλῷ ἡμῶν σοφωτέροις καὶ μᾶλλον βλέπειν τὰ τηλικαῦτα δυναμένοις εὑρεθήσεσθαι λόγους, εἴτε εἰς τὸν περὶ τοῦ τῆς ἀποστασίας βιβλίου νόμον εἴτε εἰς τὰ ἀποστο λικὰ κωλύοντα διγάμους ἄρχειν τῆς ἐκκλησίας ἢ προκαθέζεσθαι προτε τιμημένους ἐν αὐτῇ.
 [02420]  εἰ δὲ καὶ τὸν δεξιὸν ὀφθαλμόν τις ἐκκόπτοι ὡς αἴτιον τοῦ κακῶς βλέπειν, ἢ τὴν δεξιὰν τοῦ σώματος χεῖρα ἢ τὸν δεξιὸν κατὰ σάρκα πόδα, πάθοι ἂν μετὰ *** τῶν ἀποκτιννυμένων διὰ τὸ γράμμα, ὡς καὶ αὐτὸς μείνας ἐπὶ τοῦ γράμ ματος, δέον ἀναβαίνειν αὐτὸν ἐπὶ τὸ πνεῦμα τοῦ λεγομένου.
 [03077]  ὁ δὲ κρείττων αὐτῶν <πάντων> τυγ χάνων ὀλίγον διαλιπὼν ἐγείρεται καὶ ζῶν τοῖς <ἔθνεσι τοῖς> εἰληφόσι τὸ βλέπειν φαίνεται.
 [03134]  τὸ δὲ καὶ δεξιὰ <καὶ εὐώνυμα> ποιῆσαι πάντα τῷ θεῷ, ἵνα μηκέτι ᾖ σκαιόν τι πρὸς αὐτόν, τοῦτ' ἔστι τὸ ἐσόμενον ἐν τοῖς «ἐκ δεξιῶν τῆς δυνάμεως» ἐσομένοις, πρὸς παράδειγμα μέλλουσι βλέπειν τὸ «ἐκ δεξιῶν τῆς δυνάμεως» καθέζεσθαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ λόγου·
 [03293]  καὶ ἔστι κατανοοῦν τα τοὺς κατὰ τὸν λόγον βιοῦν θέλον τας καὶ τοῦ κόσμου καὶ τῶν περιγείων <ὅλων> καταφρονεῖν βουλομένους, ἀκολουθοῦντας τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ καὶ κατ' ἴχνη βαίνοντας αὐτοῖς ἐκπο ρευομένοις ἀπὸ Ἱεριχώ, βλέπειν τὰ κατὰ τὸν τόπον.
 [03299]  εἴπερ οὖν δεικνύντι τῷ λόγῳ τοὺς δύο τυφλοὺς παρακολουθεῖν δυνάμεθα καὶ βλέπειν αὐτούς, φήσομεν ὅτι Ἰσραὴλ καὶ Ἰούδας οἱ πρὸ τῆς Ἰησοῦ ἐπιδημίας τυ φλοὶ ἦσαν, πλὴν καθεζόμενοι παρὰ τὴν ὁδὸν τῷ ἐν νόμῳ καὶ προφή ταις ποιεῖσθαι τὰς διατριβάς·
 [03326]  ὅπερ ἐὰν εἴπωμεν ἀπὸ διαθέσεως ὀρεγο μένης τοῦ βλέπειν ἃ χαρίζεται βλέπειν ἁψάμενος τῶν τῆς ψυχῆς ὀφθαλμῶν Ἰησοῦς, σπλαγχνισθή σεται ὁ σωτὴρ ἡμῶν, καὶ ὡς δύναμις καὶ λόγος καὶ σοφία καὶ πάντα ὅσα ἀναγέγραπται περὶ αὐτοῦ τυγχάνων, ἅψεται τῶν πρὸ αὐτοῦ μὴ βλεπόν των ὀφθαλμῶν ἡμῶν.
 [03870]  εἶτα εἰπόντων μετὰ τὴν παραβολὴν τῶν ἐν τοῖς ἀνωτέρω πυθομένων τὸ «ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» τὰ ἀπὸ τοῦ κακοὺς κακῶς ἀπολέ σει αὐτοὺς ὁ σωτὴρ ἀποκρίνεται, διδάσκων αὐτοὺς ἀπὸ τῆς προφη τείας ὅτι ὑπ' ἐκείνων μὲν <τῶν οἰκοδόμων> ἀπεδοκιμάσθη, παρὰ δὲ τῷ θεῷ ἐστιν ἔντιμος καὶ κε φαλὴ τῆς ὅλης οἰκοδομῆς καὶ τῆς κατ' αὐτὴν συνοχῆς, καὶ κεφαλή γε θαυμαστὴ ἐν ὀ φθαλμοῖς τῶν εἰδότων βλέπειν αὐ τήν.
 [04018]  καὶ ἔστιν αὕτη ἡ κεφαλὴ δῶρον παρὰ κυρίου τῇ ὅλῃ οἰκοδομῇ δεδο μένη καὶ θαυμαστὴ κεφαλὴ ἐν ὀφ θαλμοῖς ἡμῶν, δυναμένων αὐτὴν βλέπειν.
 [04160]  νῦν μὲν γάρ, κἂν ἀξιωθῶ μεν βλέπειν τὸν θεὸν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν «αὐτὸν κα θώς ἐστιν» ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῖν γίνεται·
000-00-00 Serial Number=0482327998
Contra Celsum Ante [Go Back]  
 [00512]  Ὅτι αἴσθησιν θείαν εὑρήσεις, καὶ ὄντων εἰδῶν ταύτης τῆς αἰσθήσεως, ὁράσεως πεφυκυίας βλέπειν τὰ κρείττονα σωμάτων πράγματα, ἐν οἷς δηλοῦται τὰ χερουβὶμ ἢ τὰ σεραφίμ, καὶ ἀκοῆς ἀντιλαμβανομένης φωνῶν οὐχὶ ἐν ἀέρι τὴν οὐσίαν ἐχουσῶν, καὶ γεύσεως χρωμένης ἄρτῳ ζῶντι καὶ ἐξ οὐρανοῦ καταβεβηκότι καὶ ζωὴν διδόντι τῷ κόσμῳ, οὕτω δὲ καὶ ὀσφρήσεως ὀσφραινομένης τοιῶνδε, καθὸ Χριστοῦ εὐωδία λέγει εἶναι τῷ θεῷ Παῦλος, καὶ ἁφῆς, καθ' ἣν Ἰωάννης φησὶ ταῖς χερσὶν ἐψηλαφηκέναι περὶ τοῦ λόγου τῆς ζωῆς·
 [01680]  Ὡς περὶ τηλικούτου οὖν φερόμενοι ἡμεῖς τοῦ Ἰησοῦ οὐ μόνον κατὰ τὴν ἔνδον καὶ ἀποκεκρυμμένην τοῖς πολλοῖς θειότητα ἀλλὰ καὶ κατὰ τὸ μεταμορφούμενον σῶμα, ὅτ' ἐβούλετο καὶ οἷς ἐβούλετο, φαμὲν ὅτι τὸν μὲν μὴ ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας Ἰησοῦν καὶ μηδέπω ἀποθανόντα τῇ ἁμαρτίᾳ πάντες βλέπειν ἐχώρουν, τὸν δ' ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξου σίας καὶ μηκέτ' ἔχοντά τι χωρητὸν ὁραθῆναι τοῖς πολλοῖς οὐχ οἷοί τε ἦσαν αὐτὸν βλέπειν οἱ πρότερον αὐτὸν ἰδόντες πάντες·
 [02039]  Καὶ πάλιν τίς οὐκ ἂν καταπλαγείη τῶν δυναμένων βλέπειν τὰς Ἰησοῦ μεταβάσεις, ἀναβαίνοντος μὲν εἰς ὄρος ἐπὶ τοιοῖσδε λόγοις ἢ πράξεσιν ἢ τῇ ἑαυτοῦ μεταμορφώσει, κάτω δὲ θεραπεύοντος τοὺς ἀσθενοῦντας καὶ μὴ δυναμένους ἀναβαίνειν ὅπου ἕπονται αὐτῷ οἱ μαθηταὶ αὐτοῦ;
 [02466]  Ἀδύνατον <γάρ> φαμεν εἶναι ἄνθρωπον μετ' ἀρετῆς ἀπ' ἀρχῆς πρὸς τὸν θεὸν ἄνω βλέπειν·
 [02627]  Ἀλλ' οὐδ' ὁ πρὸς τὸ θεῖον φόβος, ἐφ' ὃν ὡς χρήσιμον τοῖς πολλοῖς παρακαλεῖ ὁ λόγος τοὺς μηδέπω δυναμένους τὸ δι' αὑτὸ αἱρετὸν βλέπειν καὶ αἱρεῖσθαι αὐτὸ ὡς μέγιστον ἀγαθὸν καὶ ὑπὲρ πᾶσαν ἐπαγ γελίαν, οὐδ' οὗτος τῷ κατὰ πονηρίαν αἱρουμένῳ ζῆν ἐγγε νέσθαι πέφυκεν.
 [02806]  Εἰ δὲ καὶ σῶμα θνητὸν καὶ ψυχὴν ἀνθρωπίνην ἀναλαβὼν ὁ ἀθάνατος θεὸς λόγος δοκεῖ τῷ Κέλσῳ ἀλλάττεσθαι καὶ μεταπλάττεσθαι, μανθανέτω ὅτι ὁ λόγος τῇ οὐσίᾳ μένων λόγος οὐδὲν μὲν πάσχει ὧν πάσχει τὸ σῶμα ἢ ἡ ψυχή, συγκαταβαίνων δ' ἔσθ' ὅτε τῷ μὴ δυναμένῳ αὐτοῦ τὰς μαρμαρυγὰς καὶ τὴν λαμπρότητα τῆς θειότητος βλέπειν οἱονεὶ σὰρξ γίνεται, σωματικῶς λαλούμενος, ἕως ὁ τοιοῦτον αὐτὸν παραδεξάμενος κατὰ βραχὺ ὑπὸ τοῦ λόγου μετεωριζόμενος δυνηθῇ αὐτοῦ καὶ τήν, ἵν' οὕτως ὀνομάσω, προηγουμένην μορφὴν θεάσασθαι.
 [02809]  Οὐ γὰρ εἶχον οἱ κάτω ὀφθαλμοὺς δυναμένους βλέπειν τὴν τοῦ λόγου ἐπὶ τὸ ἔνδοξον καὶ θειότερον μεταμόρφωσιν·
 [02810]  ἀλλὰ μόγις αὐτὸν ἐδύναντο χωρῆσαι τοιοῦτον, ὥστε λέγεσθαι ἂν περὶ αὐτοῦ ὑπὸ τῶν μὴ δυναμένων τὸ κρεῖττον αὐτοῦ βλέπειν τό·
 [03560]  Ἀλλ' ἄτοπον τὸν ἀπ' οὐρανοῦ βλέποντα τὰ ἐπὶ γῆς ἐνορᾶν μὲν θέλειν σώμασιν ἀνθρώπων καὶ μυρμήκων ἀπὸ τοσούτου διαστήματος, μὴ πολὺ δὲ μᾶλλον βλέπειν ἡγεμο νικῶν φύσεις καὶ πηγὴν ὁρμῶν λογικὴν ἢ ἄλογον.
 [04099]  [5.32] Καὶ διὰ τούτου μανθανέτωσαν οἱ δυνάμενοι τὰ τηλι καῦτα βλέπειν ὅτι πολλῷ δυνατώτερος ὁ λαχὼν τοὺς πρότερον μὴ ἡμαρτηκότας τῶν λοιπῶν ἐστιν·
 [04683]  [6.18] Ταῦτα δ' ἡγησάμην βραχέα ἀπὸ πλείστων ὅσων τῶν περὶ θεοῦ τοῖς ἱεροῖς ἀνδράσι νενοημένων παραθέσθαι, δεικνὺς ὅτι τῶν θαυμασθέντων ὑπὸ Κέλσου πλατωνικῶν λόγων ἔχει τι σεμνότερον τοῖς ἔχουσιν ὀφθαλμούς, βλέπειν τὰ σεμνὰ τῶν γραφῶν δυναμένους, τὰ ἱερὰ τῶν προφητῶν γράμματα.
 [04928]  καὶ οἱ ἄγγελοι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ τεταγμένοι εἰς τὸ προΐστασθαι αὐτῶν διὰ παντὸς λέγονται βλέπειν τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός, ὅ τι ποτ' ἐστὶ τὸ πρόσωπον καὶ ὅ τι ποτ' ἐστὶ τὸ βλέπειν.
 [05277]  Εἰ δ' ὅλως χρὴ λέγειν κολάζεσθαι καὶ βλάπτεσθαι ὄψιν, τίνος ἂν ἄλλου φήσωμεν τοὺς ὀφθαλμοὺς ταῦτα πάσχειν ἢ τοῦ ὑπὸ τῆς περὶ θεοῦ ἀγνοίας συνεχομένου καὶ τοῦ ὑπὸ τῶν παθῶν ἐμποδιζομένου βλέπειν ἀλήθειαν;
 [05284]  Ὅστις ἐν ἀρχῇ πρὸς τὸν θεὸν ὢν διὰ τοὺς κολληθέντας τῇ σαρκὶ καὶ γενομένους ὅπερ σὰρξ ἐγένετο σάρξ, ἵνα χωρηθῇ ὑπὸ τῶν μὴ δυναμένων αὐτὸν βλέπειν καθὸ λόγος ἦν καὶ πρὸς θεὸν ἦν καὶ θεὸς ἦν.
 [05480]  Ὅρα δὴ διὰ τούτων εἰ μὴ τὸ τοῦ πνεύματος ἐκείνου ἀκάθαρτον καὶ βέβηλον ἐμφαίνεται, μὴ διὰ μανῶν καὶ ἀφανῶν πόρων καὶ πολλῷ γυναικείων κόλπων καθαρωτέρων ἐπεισιὸν τῇ ψυχῇ τῆς θεσπιζούσης ἀλλὰ διὰ τούτων, ἃ οὐδὲ θέμις ἦν τῷ σώφρονι καὶ ἀνθρώπῳ βλέπειν, οὔπω λέγω ὅτι καὶ ἅπτεσθαι·
 [05902]  ∆ιηνοίχθησαν μὲν οὖν αὐτῶν οἱ ὀφθαλμοὶ τῆς αἰσθήσεως, οὓς καλῶς ἦσαν μύσαντες, ἵνα μὴ περισπώμενοι ἐμποδίζωνται βλέπειν τῷ τῆς ψυχῆς ὀφθαλμῷ·
 [05905]  Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον εἰσῆλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται, μὴ βλέποντας μὲν αἰνιττόμενος τοὺς τῆς ψυχῆς ὀφθαλμούς, οὓς ὁ λόγος ποιεῖ βλέπειν, βλέποντας δὲ τοὺς τῶν αἰσθήσεων·
 [05965]  Φησὶ δ' ἡμᾶς καὶ μηδὲν καθαρὸν βλέπειν, τοὺς πειρωμένους μηδὲ μέχρι τῶν λογισμῶν ὑπὸ τῶν ἐνθυμημάτων τῆς κακίας μολύνεσθαι καὶ ἐν τῇ εὐχῇ λέγοντας·
 [05966]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, ἵνα τῇ μόνῃ πεφυκυίᾳ βλέπειν θεὸν καρδίᾳ καθαρᾷ θεασώμεθα αὐτόν.
 [06023]  Εὐχόμεθα οὖν ἡμεῖς καὶ βλέπειν καὶ ὁδηγοὶ εἶναι τυφλῶν, ἕως προσελθόντες τῷ λόγῳ τοῦ θεοῦ ἀπολάβωσι τὰς ὑπὸ τῆς ἀγνοίας τυφλωθείσας ὄψεις τῆς ψυχῆς αὐτῶν.
 [06595]  Ποία δὲ χείρων ταλαιπωρία τοῦ τετυφλῶσθαι τὸν νοῦν καὶ μὴ βλέπειν τὸν παντὸς νοῦ δημιουργὸν καὶ πατέρα;
 [06766]  Πόσοι δὲ καὶ ἄλλοι νῦν δεδεμένοι ὑπὸ τοῦ Σατανᾶ συγκύ πτουσιν, οὐ δυνάμενοι δι' ἐκεῖνον ἀνακύψαι εἰς τὸ παντελές, θέλοντα ἡμᾶς κάτω βλέπειν;
 [06851]  ∆οκεῖ δέ μοι συγχεῖσθαι κατὰ τὸν τόπον καὶ ὁτὲ μὲν τὸ ἡγεμονικὸν ὑπὸ τῶν δαιμόνων ταράττεσθαι, ἔσθ' ὅτε δὲ καὶ ἀνανήφων ἀπὸ τῆς ὑπ' ἐκείνοις ἀλογιστίας ἐπ' ὀλίγον τι βλέπειν τοῦ ἀληθοῦς.
000-00-00 Serial Number=0139972210
Enarrationes in Job Ante [Go Back]  
 [00047]  Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς.
 [00823]  Μέλλομέν ποτε βλέπειν αὐτό.
000-00-00 Serial Number=0324205101
Excerpta in Psalmos Ante [Go Back]  
 [00363]  Αἰτῶ φῶς, αἰτῶ χρώματα βλέπειν κατάλληλα ἐμοί.
000-00-00 Serial Number=0237509847
Exhortatio ad martyrium Ante [Go Back]  
 [00647]  εἰ δ' ὑμεῖς μάλιστα νῦν ὡς ἄξιοι πλείονα βλέπειν τῶν τοῦ θεοῦ μυστηρίων μείζονα καὶ πλουσιώτερα καταλαμβάνοντες καὶ πρὸς τὸ προκείμενον ἀνυσιμώτερα τούτων ὡς παιδικῶν καὶ εὐτελῶν καταφρονήσετε, κἀγὼ ἂν τὸ τοιοῦτον περὶ ὑμῶν εὐξαίμην.
000-00-00 Serial Number=0287085354
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00576]  [Ὠριγένης φησίν] ὁ δοκιμάζων καθ' ἕκαστον ὧν λέγει καὶ πράττει καὶ ἐννοεῖ τὸ εὐάρεστον τῷ Κυρίῳ, δυνήσεται καὶ βλέπειν ἀκριβῶς ἐκ τῆς πολλῆς προσοχῆς πῶς περιπατήσει, ὁ δὲ βλέπων ἀκριβῶς πῶς περιπατήσει πάντως ἐστὶ σοφός.
 [00577]  καὶ ἐπεὶ πρόθεσίν τινες ἔχουσι χρηστοτέραν, οὐ σοφοὶ δὲ τυγχάνοντες θέλουσι βλέπειν ἀκριβῶς πῶς περιπατοῦσι, προσέθηκε τὸ μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί·
 [00578]  σοφίας δὲ ἔργον τὸ βλέπειν ἀκριβῶς καὶ τὰ ἠθικά.
 [00586]  διὰ ποῖον τοῦτο, ἢ τὸ βλέπειν ἀκριβῶς πῶς περιπατεῖτε μὴ ὡς ἄσοφοι ἀλλ' ὡς σοφοί, μὴ γίνεσθε ἄφρονες;
000-00-00 Serial Number=0207389593
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00186]  ταπεινοῖ δὲ ὄντως ἡ ἁμαρτία καὶ ἄγχει καὶ κάτω βλέπειν ποιεῖ·
000-00-00 Serial Number=0926884592
Fragmenta in Psalmos Ante [Go Back]  
 [02118]  [68.24] Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νότον αὐτῶν δια παντὸς σύγκαμψον.
 [03268]  διὸ ἐπεὶ ἐν Κορίνθῳ πολλοὶ ἀσθενεῖς, οὐδὲ βρῶμα λαβεῖν δύνανται, οὐδὲ βλέπειν τὸ τῆς γνώσεως αὐ τοῦ φῶς.
 [04893]  [118.6] Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ μὴ ἐπι βλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
000-00-00 Serial Number=0264676452
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00356]  τὸ γὰρ καρδίαν βλέπειν καὶ γινώσκειν τίς δόλον ἔχει ἐν ἑαυτῷ καὶ τίς οὔ, υἱοῦ θεοῦ τυγχάνει καὶ οὐχ ἑνός γε τῶν πολλῶν υἱῶν, ἀλλὰ τοῦ μονογενοῦς, βασιλέως ὄντος τοῦ ἐκλεκτοῦ γένους.
 [00824]  ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τῷ βλέπειν καὶ θεωρίαν πῶς ποριστέον αὐτῷ ἔσται τὰ πρὸς σωτηρίαν ψυχῆς ἀναγκαῖα.
 [01109]  δυνατὸν γὰρ ἦν, Ἰησοῦ τῷ ἀνοῖξαι τοὺς ὀφθαλμοὺς 〚τῶν τυφλῶν χαριζομένου τοῖς τυφλοῖς τὸ βλέπειν〛, τοὺς τέως μὴ δυνη θέντας βλέπειν ὕστερον ἰδεῖν, οὕτω τούς ποτε μὴ δυναμένους πι στεύειν 〚διὰ τὸ τετυφλῶσθαι αὐτῶν τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ πο νηροῦ〛 οὐκ ἀδύνατον ἦν πιστεῦσαι προσελθόντας τῷ Ἰησοῦ 〚καὶ εἰ πόντας·
 [01323]  ἐχαρίσατο γὰρ αὐτῷ ἅμα τοῦ βλέπειν καὶ τὰ πρὸς σωτηρίαν ψυχῆς ἀναγκαῖα.
000-00-00 Serial Number=0949970305
Homiliae in Job Ante [Go Back]  
 [00504]  μέλλομεν ποτὲ βλέπειν αὐτό.
000-00-00 Serial Number=0235580444
Homiliae in Leviticum Ante [Go Back]  
 [00017]  [402] Ὡς γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων μετὰ τὴν θεραπείαν ἡ οὐλὴ τοῦ παθόντος μέρους ἴχνος ἐστίν, οὕτως ἐπὶ ψυχῆς ἁμαρτούσης, κἂν θεραπευθῇ, λείπεταί τις οἷον οὐλὴ ὑπὸ Θεοῦ θεωρουμένη καὶ τῶν ταῦτα βλέπειν λαβόντων ἀπὸ Θεοῦ.
000-00-00 Serial Number=0041774929
Homiliae in Lucam Ante [Go Back]  
 [00087]  Ἀλλὰ καὶ μετὰ τὸν «ἐνεστῶτα αἰῶνα», ἐὰν ἐξέλθωμεν, ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ θεὸς ἢ οἱ ἄγγελοι, [3.21] ἀλλὰ ἕκαστος τῶν βλεπόντων τῷ καθαρὰν ἔχειν καρδίαν καὶ παρε σκευάσθαι πρὸς τὸ βλέπειν τὸν θεὸν ὄψεται τὸν θεόν.
 [00093]  Ἐβλέπετο δὲ ὑπὸ μόνων τῶν ἀξίων βλέπειν τὸ μέγεθος αὐτοῦ.
000-00-00 Serial Number=0571616769
In Jeremiam Ante [Go Back]  
 [00403]  «Πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» Καὶ ἀληθῶς ἐὰν κρίνωμεν τὰ πράγματα ἀληθείᾳ καὶ μὴ ὄχλοις, καὶ κρίνωμεν τὰ πράγματα προαιρέσει καὶ μὴ τῷ βλέπειν πολλοὺς συναγομένους, ὀψόμεθα νῦν ὡς οὐκ ἐσμὲν πιστοί·
 [00635]  ὅσον δὲ ταῦτά ἐστιν ἐν τῷ νῷ ἡμῶν, ἐν τῷ λογισμῷ ἡμῶν, ἐπίκειται τῷ ἔνδον προσώπῳ, <τῷ> ἡγε μονικῷ ἡμῶν, τὸ κάλυμμα καὶ ἡ ἀτιμία, τοῦ μὴ βλέπειν ἡμᾶς τὴν δόξαν τοῦ θεοῦ λάμπουσαν.
 [00667]  ὅσοι δὲ μετ' ἐπιστήμης εὐλαβοῦνται, τῷ ἀεὶ βλέπειν καὶ ἀναζω γραφεῖν ἑαυτοῖς τὸ «πρόσωπον τοῦ θεοῦ γινόμενον ἐπὶ τοὺς ποιοῦντας τὰ κακά, τοῦ ἐξολοθρευθῆναι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν», οὗτοί εἰσιν οἱ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβούμενοι.
 [01662]  καὶ μεταβάλλει διὰ τοῦ βλέπειν ἑτέρους μαστιγουμένους ὁ ἄφρων.
 [01732]  χρὴ γὰρ βλέπειν ὅτι ἑκάστῳ ἐστί τι μικρὸν καὶ μέγα.
 [02592]  πᾶσι τοῖς μέλλουσι βλέπειν διὰ τὴν αὐτῶν καθαρότητα τὴν ἁμαρτίαν τοῦ ἡμαρτηκότος, ἵνα οἱ ἁμαρτωλοὶ «ἀναστῶσιν εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον»·
000-00-00 Serial Number=0324315369
Philocalia Ante [Go Back]  
 [00579]  καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
 [00580]  καὶ ἔκλαιον ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
 [01908]  ἀλλ' ἄτοπον τὸν ἀπ' οὐρανοῦ βλέποντα τὰ ἐπὶ γῆς ἐνορᾷν μὲν θέλειν σώμασιν ἀνθρώπων καὶ μυρμήκων ἀπὸ τοσούτου διαστήματος, μὴ πολὺ δὲ μᾶλλον βλέπειν ἡγεμονικῶν φύσεις καὶ πηγὴν ὁρμῶν λογικὴν ἢ ἄλογον.
 [02603]  καὶ διὰ τούτου μανθανέτωσαν οἱ δυνάμενοι τὰ τηλικαῦτα βλέπειν, ὅτι πολλῷ δυνατώτερος ὁ λαχὼν τοὺς πρότερον μὴ ἡμαρτη κότας τῶν λοιπῶν ἐστίν·
 [02732]  πάλιν τε αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντι βλέπειν αὐτῇ, ἀλλ' οὐκ ἀγωνιζόμενος·
000-00-00 Serial Number=0477047205
Scholia in Lucam Ante [Go Back]  
 [00122]  Ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ Θεὸς ἢ οἱ ἄγγε λοι, ἀλλὰ τοῖς καθαρὰν ἔχουσι τὴν καρδίαν, καὶ ἀξίοις τοῦ βλέπειν.
 [00488]  οἱ δὲ δυνά μενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυ πικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι' ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον τὸν σαφηνίζον τα καὶ ταῦτα.
000-00-00 Serial Number=0473868787
Selecta in Exodum Ante [Go Back]  
 [00250]  Οὐ γὰρ τὰ θηλυκὰ, καὶ τὰ σωματικὰ ἀξιοῖ βλέπειν ὁ Θεός.
000-00-00 Serial Number=0055852771
Selecta in Ezechielem Ante [Go Back]  
 [00068]  Οὐδεὶς ἠδύνατο, φησὶν ὁ Ἰωάννης, οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον ἐκεῖνο, οὔτε βλέπειν αὐτὸ, εἰ μὴ μό νον ὁ νικήσας λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα ∆αυίδ.
 [00141]  Ὅτε δὲ αὐ τὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πεδίου τῇ ὄψει τῆς δόξης Κυρίου, ἢν ἔμελλεν ὁρᾷν ὁ προφήτης.
000-00-00 Serial Number=0780054629
Selecta in Genesim Ante [Go Back]  
 [00869]  εἰ μή πού ἐστι ταὐτὸν τῷ, τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι βλέπειν, τὸ ἰδεῖν τὸν Ἰσραὴλ τὸ σπέρμα τοῦ Ἰωσὴφ, τοῦ Θεοῦ δείξαντος αὐτῷ τὰ γενησόμενα.
000-00-00 Serial Number=0634487629
Selecta in Job Ante [Go Back]  
 [00228]  νῦν γὰρ δι' ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς.
000-00-00 Serial Number=0677572906
Selecta in Psalmos Ante [Go Back]  
 [00146]  «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον,» καὶ τὰ ἑξῆς.
 [00330]  Καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό.
 [00331]  Καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό.
 [01726]  ∆ιὰ ταύ την τὴν τοῦ ὀφθαλμοῦ ταραχὴν οὐ καθαρῶς, ἀλλὰ συγκεχυμένως ὁρᾷ καὶ ὁ βλέπειν τὰ νοητὰ δοκῶν.
 [03514]  Εἰ ἀγγέλων ἐστὶ τὸ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ διαπαντὸς, τοῦτο δὲ τὸ πρόσωπον καὶ οἱ ἄνθρωποι ζητοῦσιν ἰδεῖν, ἀγγέλων ἄρα καὶ οἱ ἄνθρωποι γνῶσιν ἐπιζητοῦσιν, εἴγε δυνατὸν ἄρτον ἀγγέλων φαγεῖν τὸν ἄνθρωπον.
 [03771]  ∆ι' ὧν καθαίρει τις ἑαυτὸν, δεί κνυσι ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ, ὅπερ οἱ ἄγγε λοι διὰ παντὸς λέγονται βλέπειν.
 [04505]  Ὁ δὲ τὴν ἐν κρυπτῷ δικαιοσύνην βλέπων Θεὸς, διὰ τὸ βλέπειν ἐν τῷ κρυπτῷ, ἐξοίσει αὐτὴν, ὅτε φανερώσει τὰς βουλάς·
 [04721]  Κατέλαβόν με ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν, κ.
 [04815]  Εἰ τὸ πρόσωπον τοῦ Θεοῦ οἱ ἄγγελοι βλέπουσι διὰ παντὸς, ἄγγελος ἄρα ἐπιθυ μεῖ γενέσθαι ὁ ∆αυῒδ καὶ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ.
 [05796]  Ποίου δὲ ὀφθαλμοῦ καὶ τοῦτο ἔργον ἐστὶν ἢ τοῦ [12.1464] διορατικοῦ καὶ ἱκανοῦ βλέπειν τὸ φίλον;
 [08949]  «Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπι βλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου·» οἶδε γὰρ καὶ μία παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι πρόξενος.
 [09424]  ἀγγέλων μὲν γάρ ἐστι τὸ διαπαντὸς βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ, τουτέστι τὴν θεωρίαν αὐτοῦ, ἀνθρώπων δὲ τὸ δύνασθαι δια παντὸς δικαιοπραγεῖν κατ' ἐνέργειαν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»