0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βούλημα [135]


000-00-00 Serial Number=0112559199
Commentarii in Genesim Ante [Go Back]  
 [00302]  Ταῦτα δὲ εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα ποιεῖν τῆς Γραφῆς, τετηρήκαμεν·
000-00-00 Serial Number=0817943156
Commentarii in Romanos Ante [Go Back]  
 [00330]  [4,] [23] [25]] «Οὐκ ἐγράφη δὲ διὰ αὐτὸν μόνον ἀλλὰ καὶ δι' ἡμᾶς» [218] ἀλλὰ ταῦτα γέ|γραπται, ὡς μὲν ἐσχημάτισεν τὴν λέξιν Παῦλος, «δι' αὐτόν», ἅτε ἰδιώτης τῷ λόγῳ τυγχάνων, ὡς δὲ νενόηκεν ἀντὶ τοῦ «περὶ αὐτοῦ» *** Οὐκ εὐχερὲς γὰρ ἐκλαβεῖν τὸ βούλημα αὐτοῦ ἢ καὶ ἄλλων γραφῶν, ἐπὰν διὰ μὲν τὴν ἐν τῷ φράζειν ἰδιωτείαν ἕτερον τοῦ νενοημένου τὸ γεγραμμένον <ᾖ> ἢ διὰ τὸ κατὰ τὴν λέ|ξιν δυσθήρατον ἐγχωρῇ πλείονας ἐκδοχὰς γίνεσθαι τοῦ γεγραμμένου, ὧν ἑκάστην πρὸς τὸ νομιζόμενον ἑαυτῷ χρήσιμον ἕκαστος τῶν διαφόρως νοούντων παραδεξάμενος δόξει τοῖς μὴ ὁμοίως νενοηκόσιν παρέχειν πράγματα *** Τί μᾶλλον ἀντὶ μωρολογίας καὶ εὐτραπελίας οὐκ ἀνηκόν‖των πα ραλαμβάνει τὴν εὐχαριστίαν <ἢ> φέρε εἰπεῖν τὴν ·[····] ἢ τὴν σοφίαν ἢ τὴν ἀλήθειαν;
000-00-00 Serial Number=0896798611
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00244]  [καὶ ἄλλως δὲ] ὅσον ἐπὶ τῷ νόμῳ τιμωρηθῆναι τὸν μοιχεύοντα ἐχρῆν καὶ τὸν φονεύοντα κολάζεσθαι βουλομένῳ πάντως, τὸ δὲ κύριο ἀφεῖλεν τὸ ἀνόμημά ου οὐκέτι βούλημα ἦν τοῦ νόμου ἀλλὰ χάρις τοῦ δεδωκότος τὸν νόμον.
 [00246]  διαθέσει μὲν γὰρ δικαιοῦσθαι δυνατόν, ὅταν τῇ προθέσει πρὸς τὸ τοῦ νόμου ῥέπῃ βούλημα, ἔργοις δὲ οὐκέτι δυνατόν·
 [00634]  ὧδε δὲ ὁ Παῦλος πᾶσαν ἐπιθυμίαν λέγει παθητικὴν καὶ ἁμαρτωλόν (ἣν ὁ νόμος ἀπαγορεύει διδάσκων τὸ Οὐκ ἐπιθυμήσεις), ἥτις ἐστὶν ὄρεξις ἄλογος γινομένη κατὰ ὁρμὴν πλεονάζουσαν παρὰ λόγον, καθ' ἣν φιλοζωοῦμεν, ὡς ἀγαθοῦ ὀρεγόμενοι τῆς μέσης καὶ ἀδιαφόρου ζωῆς, προσκείμενοι πλούτῳ καὶ δόξῃ καὶ γυναιξὶ καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις, κατὰ τὸ τῆς ἁμαρτίας βούλημα ποιούσης ἡμᾶς ἐκτείνεσθαι ὡς ἐπὶ ἀγαθὸν <ἐπὶ> πᾶν τὸ ὑφ' ἡμῶν ἐπιθυ μούμενον.
000-00-00 Serial Number=0762710273
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00511]  [1.27.186] Ἀλήθεια δὲ ὁ μονογενής ἐστι πάντα ἐμπεριει ληφὼς τὸν περὶ τῶν ὅλων κατὰ τὸ βούλημα τοῦ πατρὸς μετὰ πάσης τρανότητος λόγον καὶ ἑκάστῳ κατὰ τὴν ἀξίαν αὐτοῦ, ᾗ ἀλήθειά ἐστι, μεταδιδούς.
 [01070]  [2.16.113] Καὶ τί δεῖ νῦν ἡμᾶς λέγειν περὶ τῶν καλουμένων παραδόξων, πολλῆς οὔσης τῆς εἰς αὐτὰ πραγματείας καὶ δεομένων συγκρίσεως τῆς πρὸς τὸ βούλημα τῆς γραφῆς τῶν ὑπ' αὐτῶν κατὰ τὰ παράδοξα ἀπαγ γελλομένων, ἵνα ἐπὶ τίνων ὁ τῆς θεοσεβείας λόγος συμφῇ καὶ ἐπὶ τίνων τὸ ἐναντίον τοῖς ὑπ' ἐκείνων λεγομένοις βούλεται παραστῆσαι δυνηθῶμεν;
 [01749]  [6.13.77] Οὐδὲν τοίνυν ἧττον ὁ ἐκκλησιαστικὸς χρήσεται τῇ προαποδεδομένῃ λύσει, ἔτι καὶ αὐτὸς τὸ βούλημα τῶν πυθομένων παραστῆσαι ἀπαιτούμενος.
 [02811]  [10.19.115] Σῶσαι δὲ τὸ βούλημα τῶν ἀνδρῶν ἔστιν ἐννοήσαντα τὰ περὶ τῆς <ἐν> Καφαρναοὺμ εἰρημένα ἡμῖν ἐν τοῖς πρὸ τούτων διατριβῆς, <ἣ> πλησίον τυγχάνει τοῦ τῶν Ἰουδαίων πάσχα, ὀλίγῳ βελτιουμένη παρ' αὐτὸ καὶ κρείττων αὐτοῦ τυγχάνουσα, καὶ μάλιστα ἐπεὶ ἐν τῷ πάσχα τῶν Ἰουδαίων εὑρίσκονται ἐν τῷ ἱερῷ οἱ πωλοῦντες τοὺς βόας καὶ τὰ πρόβατα καὶ τὰς περιστεράς·
 [04058]  [13.40.266] Ἢ τάχα τὸ τῶν μαθητῶν βούλημα λεγόντων·
 [04318]  [13.54.367] Καὶ τάχα τὸ μὲν βούλημα τοῦ ῥητοῦ τοῦτ' ἔστιν, ὡς ἰδιώτης δὲ τῷ λόγῳ ὁ Ἰωάννης δυσπαραστάτως ἔφρασεν ὃ νενόηκεν.
 [04621]  οὐδὲ γὰρ ἐβίουν κατὰ τὸ τοῦ δημιουργοῦ βούλημα.
 [04959]  ταῦτα μὲν οὖν ἡμεῖς κατὰ δύναμιν βασανίζοντες τὸ βούλημα τῶν λεγόντων τὸ «Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει·
 [05287]  καὶ εἰ μὴ ἐπε φέρετο μετ' ὀλίγα τὸ «Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ «τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν», κἂν σαφῶς οὐκ [20.13.98] ἐγνώκειμεν τὸ βούλημα τοῦ εἰρημένου.
 [05449]  ἀμφίβολον μὲν οὖν ἦν ἂν τὸ λεγόμενον καὶ εἰ περιῄρητο τὸ πρότερον ἄρθρον τὸ [7τοῦ7,] πλὴν μᾶλλον ἂν ἐφαίνετο σαφέστερον τὸ βούλημα τοῦ ῥητοῦ.
 [05701]  [20.31.276] Ὁ λόγος, ἐπὰν τρανῶς αὑτοῦ παριστάνῃ τὸ βούλημα ὡς μηδαμῶς ἀντιλέγειν δύνασθαί τινα τῶν ἀκουόντων, καὶ ταῦτα ἂν λέγοι δυσωπῶν τοὺς μὴ συγκατατιθεμένους·
 [06515]  τοῦτο γὰρ ἀκολουθεῖ λέγειν τοῖς φύσεις εἶναι οἰομένοις, καὶ παρὰ τὸ τοῦ ἀποστόλου βούλημα ἐννοεῖν τοὺς πνευματικούς, διδάσκοντος ὅτι «Ὁ πνευματικὸς ἀνακρίνει [28.21.180] «πάντα, καὶ ὑπ' οὐδενὸς ἀνακρίνεται».
 [06537]  περὶ δὲ τοῦ νῦν προκειμένου τοιαῦτα ἂν λέ γοιτο, ὅτι ὥσπερ τὸν ἱερὸν νοῦν τῶν γραφῶν, ἐπὶ ὠφελείᾳ λεγό μενον τῶν ζητούντων ὑπ' αὐτοῦ ὠφεληθῆναι, οἱ ἐπὶ τὸ χεῖρον παρεκδεχόμενοι, ὥστε καὶ ἀφορμὰς ἔχειν δοκεῖν πρὸς κατασκευὴν ἀσεβοῦς διδασκαλίας τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, συκοφαν τοῦσιν, οὕτως τὴν περὶ τοῦ σωτῆρος ἡμῶν ὑπὸ τοῦ Καϊάφα γενο μένην προφητείαν ἀληθεύουσαν ἐν τῷ συμφέρειν ἡμῖν ἵνα εἷς ἄν θρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, οὐχ ὑγιῶς ἀκούσαντες οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἀλλὰ ἄλλον νοῦν νομίσαντες εἶναι καὶ βούλημα τῆς τοῦ Καϊάφα συμβουλῆς, ἀπ' ἐκείνης [28.22.191] συνεβουλεύσαντο τῆς ἡμέρας ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.
 [06823]  φαίνεται οὖν ἀκρίτως μὴ εὔ λογον νενομικέναι εἶναι τὸ περὶ τοῦ νίψαι τοὺς πόδας τῶν μαθητῶν τοῦ Ἰησοῦ βούλημα.
 [07055]  [32.15.171] καὶ ὅρα εἰ δυνάμεθα, μὴ κατηγοροῦντες τῶν τηλικούτων Ἰησοῦ μα θητῶν ὡς οὐδέπω πεπιστευκότων, καὶ τὸ βούλημα σώζειν τοῦ εἰ [32.15.172] πόντος·
 [07284]  τὴν δὲ δευτέραν καὶ κατὰ τὸν πνευματικὸν νόμον, καθαρὰν ἀποδεικνύουσαν τὴν πολιτείαν καὶ [32.21.269] ἀποκαθιστανομένην εἰς τὸ βούλημα τῆς φύσεως τοῦ λόγου.
000-00-00 Serial Number=0795041203
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00844]  Ζητήσαι δ' ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ τέκνα ἐσθίειν ἄρτους καὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, <ὡς> οὐχ οἷόν τε κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ' ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια.
 [00994]  οὗτοι γὰρ οὐχ ὁρῶσιν οὐδὲ προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἀλλὰ παρὰ τὸ βούλημα τοῦ ἀπαγορεύσαντος αὐτὴν Ἰησοῦ τὸν Φαρισαίων ἄρτον ἐσθίουσι.
 [01457]  εἴποι δ' ἄν τις πρὸς τὰ ἀποδεδο μένα περὶ ἐκστάσεως καὶ ἐνεργείας πνεύματος χείρονος εἰς τὸν Πέτρον περὶ τοῦ «μὴ εἰδὼς ὃ λέγει», μὴ προσιέμενος ἐκείνην τὴν διήγησιν, ὅτι παρὰ τῷ Παύλῳ τινὲς «θέλοντες εἶναι νομοδιδάσκαλοι» οὐκ οἴδασι περὶ ὧν λέγουσιν, ἀλλ' ὅτι μὴ τρανοῦντες τὴν φύσιν τῶν λεγομένων, μηδὲ «νοοῦντες» αὐτῶν τὸ βούλημα «διαβεβαιοῦνται» περὶ ὧν οὐκ ἴσασι.
 [01486]  πρὸς γὰρ τὸ ψιλὸν τοῦ γράμματος βούλημα Μωσῆς καὶ Ἠλίας «ὀφ θέντες ἐν δόξῃ» καὶ συλλαλήσαν τες τῷ Ἰησοῦ ἀπεληλύθασιν, ὅθεν ἐληλύθεισαν, τάχα τῶν λόγων μετα δώσοντες, ὧν ἐλάλησε μετ' αὐτῶν ὁ Ἰησοῦς, τοῖς ὅσον οὐδέπω <εὐερ γετηθεῖσιν ὑπ' αὐτοῦ>, εὐεργετη θησομένοις ὑπ' αὐτοῦ κατὰ τὸν και ρὸν τοῦ πάθους, ὅτε ἔμελλε «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων», ἀνοιχθέντων αὐτῶν τῶν μνημείων, ἀπιέναι «εἰς τὴν» ἀληθῶς «ἁγίαν πόλιν», τὴν μὴ κλαιομένην ὑπὸ τοῦ Ἰησοῦ Ἱερουσαλήμ, καὶ ἐκεῖ ἐμφα-νίζεσθαι «πολλοῖς».
 [01704]  καὶ ἀναγκαῖον μὴ ἀνεξέταστον ἐᾶσαι τὸ βούλημα τοῦ εὐαγγελιστοῦ.
 [02121]  Καὶ ἔργον γε εἰπεῖν κατὰ τὸ βούλημα τοῦ Ἰησοῦ, τίς ἐστιν *** ὁ εὑρεθεὶς σύνδουλος εἷς ὀφείλων, οὐ τῷ κυρίῳ ἑαυτοῦ ἀλλὰ τῷ πολλὰ ὀφείλοντι τάλαντα, ἑκατὸν δη νάρια, καὶ τίνες οἱ ἰδόντες τὸν μὲν πνίγοντα τὸν δὲ πνιγόμενον σύνδουλοι καὶ λυπηθέντες σφό δρα καὶ σαφῶς παραστήσαντες τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
 [02130]  ἀλλ' ἐρεῖ τις ὅτι μήποτε ἀσεβοῦμεν οἱ θέλοντες (διὰ τὸ ἀπόρρητόν τινων καὶ μυστικὸν) τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ ταῦτα <καὶ> πειρώμενοι ταῦτα σα φηνίσαι, κἂν δοκῇ καθ' ὑπόθεσιν, ὅτι ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα.
 [02366]  πάλιν τ' ἂν ποιῆσαι παρὰ τὸ βούλημα τῆς διδασκαλίας τοῦ σωτῆρος πᾶς ἂν ὁμολογήσαι ἀσεβὲς τυγχάνειν.
 [02399]  ∆ύο ἐσομένας περὶ τὸν τόπον τοῦτον παρεκδοχὰς πρὸ τῆς φαινο μένης ἡμῖν ἀληθοῦς εἰς τὸν τόπον διηγήσεως ἐκθέμενοι καὶ μετὰ τοῦτο ὡς δυνατὸν ἡμῖν ἀνα τρέψαντες αὐτάς, ἵν' ὅσον ἐπὶ τοῖς λεχθησομένοις πᾶν σφάλμα φυλαξά μενοι τὸ ἀληθὲς βούλημα τῶν κατὰ τὸν τόπον ἐὰν χωρῶμεν, τό<τε> κρεῖττον βιώσωμεν, οὕτως ἥκωμεν ἐπὶ τὸ προκείμενον.
 [02415]  εἴ τις γὰρ διὰ τὸ ταῦτα εἰρηκέναι τὸν Ἰησοῦν μὴ ἐνιδὼν τῷ βουλήματι τῶν λελεγμέ νων πωλήσαι τὸ αἰσθητὸν ἑαυτοῦ ἱμάτιον καὶ ἀγοράσαι μάχαιραν ἀν δροφόνον, ὡς λαβὼν «μάχαιραν» τοιαύτην καὶ παρὰ τὸ βούλημα τοῦ Ἰησοῦ ποιήσας, παρεκδεξάμενος αὐτοῦ τὸν λόγον ἀπολεῖται μέν, τάχα δὲ καὶ «ἐν μαχαίρᾳ» ἀπολεῖται.
 [02431]  Ἀλλ' οὐ πιστευτέον αὐτοῖς μὴ τὸ βούλημα τῶν ἱερῶν γραμ μάτων περὶ τούτων ἐξειληφόσιν.
 [02479]  τὸ δὲ βούλημα τῶν προσφερόντων τὰ παιδία ἐστὶ κατὰ μὲν τὸν Ματθαῖον ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς ὁ Ἰησοῦς καὶ προσεύξηται, κατὰ δὲ τὸν Μᾶρκον «ἵνα ἅψηται αὐτῶν», κατὰ δὲ τὸν εἰπόντα «βρέφη» αὐτὰ εἶναι Λουκᾶν «ἵνα αὐτῶν ἅπτηται».
 [02482]  τάχα δὲ καὶ (ὡς πρὸς τὸ ῥητὸν) τὸ βούλημα τῶν προσφερόντων αὐτῷ βρέφη καὶ παι δία τοιοῦτον ἦν, διαλαβόντων ὅτι οὐχ οἷόν τε ἦν, ἁψαμένου Ἰησοῦ βρεφῶν ἢ παιδίων καὶ δύναμιν διὰ τῆς ἁφῆς ἐναφιέντος αὐτοῖς, σύμ πτωμα ἢ δαιμόνιόν [ἤ] τι ἅψασθαι οὗ φθάσας ὁ Ἰησοῦς ἥψατο.
 [02508]  οὐ μόνον δὲ [οὐκ] ἀφιέντες τὰ παι δία προσφέρεσθαι τῷ Ἰησοῦ οὐδὲ μόνον μὴ κωλύοντες αὐτὰ προσφέρεσθαι αὐτῷ, ἀλλὰ καὶ αὐτοὶ μετὰ τῶν παιδίων γενόμενοι παιδία <ἐν ταπεινότητι> τὸ βούλημα τοῦ σωτῆρος ποιήσωμεν, ἵνα σῳζομένων καὶ δι' ἡμᾶς τοιού τους γενομένους τῶν παιδίων, ὡς ταπεινώσαντες ἑαυτοὺς ὑπὸ τοῦ θεοῦ ὑψωθῶμεν·
 [03045]  καὶ ταῦτα μὲν κατὰ τὸ βούλημα τῆς ἐκκειμένης γραφῆς λελέχθω εἰς προ τροπὴν τὴν περὶ τοῦ <ποτε> καὶ θανάτου κινδύνων καταφρονεῖν.
 [03069]  ὅτε δὲ ταῦτα τῷ Ἰησοῦ ποιῆσαι τετολμήκασι, τότε οἱ παραδόντες αὐτὸν ἐγκατελείφθησαν καὶ οἱ ἀρ χιερεῖς τοῦ εἶναι ἀρχιερεῖς ἐπαύσαντο ὡς μηδὲ μετ' αὐτοὺς εἶναι ἀρχιερεῖς, τότε δὲ καὶ οἱ κατακρίναντες τὸν Ἰησοῦν θα νάτῳ γραμματεῖς πωρωθέντες τὴν διάνοιαν καὶ τυφλωθέντες τὸν λο γισμὸν οὐκ ἔβλεπον τὸ βούλημα τῶν ἁγίων γραμμάτων.
 [03218]  ἡμεῖς δὲ ἤτοι μὴ νοοῦντες τὸ βούλημα τῆς διδα σκαλίας ἐν τούτοις Ἰησοῦ ἢ κατα φρονοῦντες τῶν τηλικούτων ὑπο θηκῶν τοῦ σωτῆρος, τοιοῦτοί ἐσμεν ὡς ἐνίοτε καὶ τὸν τῶν κακῶς ἀρχόν των ἐν τοῖς ἔθνεσιν ὑπερβάλλειν τῦ φον καὶ μονονουχὶ ζητεῖν ὡς οἱ βασι λεῖς δορυφόρους, καὶ φοβεροὺς ἑαυ τοὺς καὶ δυσπροσίτους μάλιστα τοῖς πένησι κατασκευάζοντες, τοιοῦτοί ἐσμεν πρὸς αὐτούς, ἐντυγχάνοντας ἡμῖν καὶ περί τινων ἀξιοῦντας, ὡς οὐδὲ οἱ τύραννοι καὶ ὠμότεροι τῶν ἀρχόντων πρὸς τοὺς ἱκέτας.
 [03301]  κεκρα γότες δὲ τὸ ἐλέησον ἡμᾶς, κύ ριε, υἱὲ ∆αυῒδ παρὰ τὸ συν αισθέσθαι ἑαυτῶν <τυφλῶν>, μὴ βλεπόντων τὸ βούλημα τῶν γραμ μάτων καὶ βουλομένων ἀναβλέψαι καὶ ἰδεῖν τὴν ἐν αὐτοῖς δόξαν.
 [03576]  καὶ ἐτροπολογήσαμέν γε δουλεύσαν τες τῇ λέξει, ὡς ἐχωροῦμεν, τὸ Ἰωάν νου βούλημα.
 [04217]  Τὸ βούλημα τῆς ἐκκειμένης λέξεως κατὰ τὸ ῥητὸν τοιοῦτον εἶναί μοι φαίνεται.
 [04237]  διδάσκαλε, οἴ δαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ δι δάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου οἷον προ καλοῦνται αὐτὸν διὰ <τούτου> τοῦ ἐπαίνου ἐπὶ τὸ μὴ λαβεῖν πρόσωπον τῶν Ἡρωδιανῶν καὶ τῶν οἳ ἐφρόνουν τὰ Καίσαρος, ἵνα ἀποφηνάμενος κατὰ τὸ βούλημα τῶν Φαρισαίων περὶ τοῦ μὴ δεῖν Καίσαρι διδόναι φόρον, ὑπ' αὐτῶν παραδοθῇ τοῖς Ἡρωδιανοῖς.
 [04280]  καὶ τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην;» πρὸς οὓς ἀντερωτήσας τὰ περὶ Ἰωάννου ἔδο ξεν εὐλόγως παρῃτῆσθαι τὴν πρὸς τὸ βούλημα αὐτῶν ἀπόκρισιν.
 [04314]  καὶ ὁ σωτὴρ ἡμῶν ἀποκρινόμενος αὐτοῖς τὸ μὲν βούλημα τοῦ κατὰ Μωσέα νόμου οὐ διηγήσατο, ὡς οὐκ ἀξίοις γνώσεως τηλικούτου μυστη ρίου·
 [04323]  [17.31] Οὐκ ἄκαιρον δὲ νομίζω ἅπαξ ἐκθεμένους τὴν λέξιν τοῦ νόμου ἀπὸ τοῦ ∆ευτερονομίου, ἰδεῖν ὁποῖόν γέ ἐστιν αὐτοῦ τὸ βούλημα.
 [04343]  ἑτέραν δὲ ψυχὴν <γυναῖκα εἶναι τὴν> κατὰ θεὸν βιοῦσαν ἀποθανόντος καὶ ἀνατραπέντος τοῦ προτέρου ἀνδρός, οὐ βουλομένην «ἔξω» γενέσθαι καὶ «ἀνδρὶ μὴ ἐγγίζοντι», ἀλλὰ γαμου μένην τῷ ἀδελφῷ τοῦ τετελευτηκότος καὶ «ἐπὶ τὸ αὐτὸ» αὐτῷ οἰκήσαντι, ὅτε «ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσέρχεται πρὸς αὐτὴν» καὶ γίνεται ἔνδον τῆς ψυχῆς αὐτῆς καὶ λαμβάνει «αὐτὴν ἑαυτῷ εἰς γυναῖκα» καὶ συνοικεῖ αὐτῇ τῇ ψυχῇ ἐπὶ μακα ρισμῷ αὐτῆς, ἅτε κατὰ τὸ βούλημα τοῦ θεοῦ γαμουμένης τῷ δευτέρῳ καὶ πνευματικῷ νόμῳ.
000-00-00 Serial Number=0995350659
Contra Celsum Ante [Go Back]  
 [00081]  Ταύτην δὲ τὴν θειοτέραν ὁ ἀπόστολος ὀνομάζει ἀπόδειξιν πνεύματος καὶ δυνάμεως, πνεύματος μὲν διὰ τὰς προφητείας ἱκανὰς πιστοποιῆσαι τὸν ἐντυγχάνοντα μάλιστα εἰς τὰ περὶ τοῦ Χριστοῦ, δυνά μεως δὲ διὰ τὰς τεραστίους δυνάμεις, ἃς κατασκευαστέον γεγονέναι καὶ ἐκ πολλῶν μὲν ἄλλων καὶ ἐκ τοῦ ἴχνη δὲ αὐτῶν ἔτι σῴζεσθαι παρὰ τοῖς κατὰ τὸ βούλημα τοῦ λόγου βιοῦσι.
 [00090]  ἵν' ἀναπολόγητος ἐν τῇ θείᾳ κρίσει πᾶς ἄνθρωπος ᾖ, ἔχων τὸ βούλημα τοῦ νόμου γραπτὸν ἐν τῇ ἑαυτοῦ καρδίᾳ·
 [00228]  Ὁ δὲ Μωϋσῆς ἀνάλογον γενναίῳ ῥήτορι σχῆμα μελετῶντι καὶ πανταχοῦ τὴν διπλόην τῆς λέξεως πεφυ λαγμένως προφερομένῳ ἐπὶ τῶν πέντε βιβλίων πεποίηκε, μήτε τῷ πλήθει τῶν νομοθετουμένων Ἰουδαίων διδοὺς ἀφορμὰς βλάβης ἐν τῷ ἠθικῷ τόπῳ, μήτε τοῖς ὀλίγοις καὶ συνετώτερον ἐντυγχάνειν δυναμένοις οὐχὶ πλήρη θεωρίας ἐκτιθέμενος, τοῖς ἐρευνᾶν τὸ βούλημα αὐτοῦ δυναμένοις, γραφήν.
 [00233]  [1.19] Ἑξῆς τούτοις ὁ Κέλσος λεληθότως βουλόμενος διαβαλεῖν τὴν κατὰ Μωϋσέα κοσμοποιΐαν, ἐμφαίνοντα μηδέπω μυρίων ἐτῶν ἀριθμὸν ἔχειν τὸν κόσμον ἀλλὰ πολλῷ τούτου λειπόμενον, προστίθεται κλέπτων αὐτοῦ τὸ βούλημα τοῖς λέγουσιν ἀγένητον εἶναι τὸν κόσμον.
 [00284]  ὧν ὁ μέν τις Μιχαὴλ ἕτερος δὲ Γαβριὴλ καὶ ἄλλος Ῥαφαὴλ καλεῖται, φερωνύμως τοῖς πράγμασιν, ἃ διακονοῦνται κατὰ βούλημα τοῦ θεοῦ τῶν ὅλων ἐν τῷ παντί.
 [00336]  [1.31] Πρὸς τούτοις δὲ θαυμάσαι ἄν τις, πόθεν ἐπῆλθε τοῖς μαθηταῖς αὐτοῦ, ὡς λέγουσιν οἱ κακολογοῦντες τὸν Ἰησοῦν, μὴ ἑωρακόσιν αὐτὸν ἀναστάντα ἀπὸ τῶν νεκρῶν μηδὲ πεισθεῖσιν ὅτι θειότερόν τι ἦν ἐκεῖνος, πρὸς τῷ μὴ φοβηθῆναι τὰ αὐτὰ τῷ διδασκάλῳ παθεῖν καὶ ὁμόσε χωρῆσαι τῷ κινδύνῳ καὶ καταλιπεῖν τὰς πατρίδας ὑπὲρ τοῦ διδάξαι κατὰ τὸ Ἰησοῦ βούλημα τὸν παραδοθέντα αὐτοῖς ὑπ' αὐτοῦ λόγον.
 [00449]  Ἀλλ' ὁ εὐγνωμόνως ἐντυγ χάνων ταῖς ἱστορίαις καὶ βουλόμενος ἑαυτὸν τηρεῖν καὶ ἐν ἐκείναις ἀνεξαπάτητον κρινεῖ, τίσι μὲν συγκαταθήσεται τίνα δὲ τροπολογήσει, τὸ βούλημα ἐρευνῶν τῶν ἀναπλασαμένων τὰ τοιαδί, καὶ τίσιν ἀπιστήσει ὡς διὰ τὴν πρός τινας χάριν ἀναγεγραμμένοις.
 [00450]  Καὶ τοῦτο προλαβόντες δι' ὅλην τὴν φερομένην ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ Ἰησοῦ ἱστορίαν εἰρήκαμεν, οὐκ ἐπὶ ψιλὴν πίστιν καὶ ἄλογον τοὺς ἐντρεχεσ τέρους ἐκκαλούμενοι, ἀλλὰ βουλόμενοι παραστῆσαι ὅτι εὐγνωμοσύνης χρεία τοῖς ἐντευξομένοις καὶ πολλῆς ἐξετά σεως καί, ἵν' οὕτως ὀνομάσω, εἰσόδου εἰς τὸ βούλημα τῶν γραψάντων, ἵν' εὑρεθῇ, ποίᾳ διανοίᾳ ἕκαστον γέγραπται.
 [00489]  Καὶ ἔτι ἴχνη τοῦ ἁγίου ἐκείνου πνεύματος, ὀφθέντος ἐν εἴδει περιστερᾶς, παρὰ Χριστιανοῖς σῴζεται ἐξεπᾴδουσι δαίμονας καὶ πολλὰς ἰάσεις ἐπιτελοῦσι καὶ ὁρῶσί τινα κατὰ τὸ βούλημα τοῦ λόγου περὶ μελλόντων.
 [00811]  Ἵνα καὶ οἱ μαθηταὶ προτραπῶσιν ἐπὶ τὸ διδάσκειν κατὰ τὸ τοῦ θεοῦ βούλημα τοὺς ἀνθρώπους, καὶ οἱ λοιποὶ οὐ πλέον διδαχθέντες ἀπὸ τοῦ λόγου ἢ καὶ τοῦ ἤθους καὶ τῶν παραδό ξων, ὡς χρὴ βιοῦν, πάντα πράττωσι κατ' ἀναφορὰν τοῦ ἀρέσκειν τῷ ἐπὶ πᾶσι θεῷ.
 [01026]  ἐπεὶ αὐτὸς μὲν ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ, ἐκεῖνοι δ' ᾤοντο ὡς μὴ εἰδότες ἀκούειν κατὰ τὸ βούλημα τοῦ λέγοντος ὅτι περὶ τοῦ λιθίνου αὐτῷ ναοῦ ὁ λόγος ἦν, τοῦ τετιμημένου παρὰ Ἰουδαίοις μᾶλλον, ἢ ὡς ἐχρῆν τιμᾶσθαι τὸν ὡς ἀληθῶς ναὸν θεοῦ τοῦ λόγου καὶ τῆς σοφίας καὶ τῆς ἀληθείας.
 [01275]  Ἀλλ' οὐδὲ τὴν πρὸς τὸ βούλημα τοῦ πατρὸς περὶ τῶν κεκριμένων αὐτὸν παθεῖν εὐπείθειαν τοῦ Ἰησοῦ δηλουμένην ἐν τῷ Εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου προσποιεῖται ἀνεγνωκέναι, ὅμοιόν τι ποιῶν τοῖς κακουργότερον ἀκούουσι τῶν θείων γραφῶν ἀσεβέσι καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦσι.
 [01851]  Ἀλλὰ καὶ ὁ Ἰουδαῖοςἐὰν ἴδῃ τὸ βούλημα τῶν προφητικῶν λόγων, παραστῆσαι δυνήσεται τὸ μὴ κούφως ἀπειλεῖν καὶ λοιδορεῖν τὸν θεὸν λέγοντα τὸ Οὐαὶ καὶ Προλέγω ὑμῖν, καὶ πῶς θεὸς ὑπὲρ ἐπιστροφῆς ἀνθρώπων τὰ τοιαῦτα ἂν λέγοι, ἅπερ οἴεται οὐδὲ φρόνιμον ἄνθρωπον ποιῆσαι ὁ Κέλσος.
 [02035]  Ἐὰν γὰρ ἐπιδῷ ἑαυτὸν τῇ μετὰ τοῦ προσέχειν ἀναγνώσει, εὖ οἶδ' ὅτι ἢ θαυμάσεται τὸν νοῦν τοῦ ἀνδρός, ἐν ἰδιωτικῇ λέξει μεγάλα περινοοῦντος, ἢ μὴ θαυμάσας αὐτὸς καταγέλαστος φανεῖται, εἴτε διηγού μενος ὡς νενοηκὼς τὸ βούλημα τοῦ ἀνδρὸς ἢ καὶ ἀντιλέγειν καὶ ἀνατρέπειν πειρώμενος ἃ ἐφαντάσθη αὐτὸν νενοηκέναι.
 [02160]  Ἐρευνᾶτε τὰς γραφάς, καὶ κατὰ τὸ βούλημα τοῦ διδάξαντος Παύλου δεῖν εἰδέναι ἡμᾶς ἑκάστῳ κατὰ τὸ δέον ἀποκρίνεσθαι, ἀλλὰ καὶ τοῦ εἰπόντος·
 [02163]  Εἰ μὲν γὰρ ἀξιόλογόν τι παραστήσει καὶ βούλημα θεοῦ ἄξιον τὸ δωρησάμενον τὸ τοιοῦτον τῷ Κλεομήδει, κρινοῦμεν, τί χρὴ λέγειν πρὸς αὐτόν·
 [02380]  Ἀλλὰ σαφὲς τῷ ἐξετάζοντι ὅλον τὸ βούλημα τῶν ἡμετέρων γραμμάτων ὅτι ἀπεχθόμενος ὁμοίως τοῖς ἰδιωτικοῖς δήμοις ὁ Κέλσος πρὸς τὸ Χριστιανῶν γένος τὰ τοιαῦτα ἀνεξετάστως καὶ ψευδόμενος λέγει.
 [02529]  οὓς οὐδὲ κολάζων μὲν ἄν τις ἄνθρωπος μετέβαλεν, ὁ δὲ λόγος μετεποίησε μορφώσας καὶ τυπώσας αὐτοὺς κατὰ τὸ αὐτοῦ βούλημα.
 [02584]  Ζητῶ γὰρ μᾶλλον τοὺς ἐντρεχεστέρους καὶ ὀξυτέρους ὡς δυναμένους παρακολουθῆσαι τῇ σαφηνείᾳ τῶν αἰνιγμάτων καὶ τῶν μετ' ἐπικρύψεως εἰρημένων ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγγε λίοις, ὧν ὡς οὐδὲν ἀξιόλογον περιεχόντων καταπεφρόνηκας, οὐ βασανίσας τὸν ἐν αὐτοῖς νοῦν μηδ' εἰσελθεῖν πειραθεὶς εἰς τὸ βούλημα τῶν γραψάντων.
 [02629]  οὕτω λέγοιτο ἂν καὶ ἀπὸ τοῦ πατρὸς τοῦ Χριστιανῶν λόγου ὅτι ὧν ἐδύναντο οἱ πολλοὶ εἰς βελτίωσιν ἠθῶν τοὺς καλλίστους ἐθέμην νόμους καὶ διδασκαλίαν, πόνους οὐ ψευδεῖς ἀπειλῶν καὶ κολάσεις τοῖς ἁμαρτάνουσιν ἀλλ' ἀληθεῖς μὲν καὶ ἀναγκαίως εἰς ἐπανόρ θωσιν τῶν ἀντιτεινόντων προσαγομένους, οὐ μὴν καὶ πάντως νοούντων τὸ τοῦ κολάζοντος βούλημα καὶ τὸ τῶν πόνων ἔργον·
 [02815]  Οὐδαμῶς οὖν ὁ Κέλσος εἶδε τὸ βούλημα τῶν ἡμετέρων γραμμάτων·
 [03090]  ἐὰν δὲ τὰ ἐν μύθου σχήματι λεγόμενα φιλοσόφως ἐξετάζοντες δυνηθῶσιν εὑρεῖν τὸ βούλημα τοῦ Πλάτωνος, <θαυμάσονται> τίνα τρόπον δεδύνηται τὰ μεγάλα ἑαυτῷ φαι νόμενα δόγματα κρύψαι μὲν διὰ τοὺς πολλοὺς ἐν τῷ τοῦ μύθου σχήματι, εἰπεῖν δ' ὡς ἐχρῆν τοῖς εἰδόσιν ἀπὸ μύθων εὑρίσκειν τὸ περὶ ἀληθείας τοῦ ταῦτα συντάξαντος βούλημα.
 [03413]  Ἀλλ' ᾧ μέλει τῆς τῶν θείων γραμμάτων σαφηνείας εὑρήσει ἀπ' αὐτῶν τὰ λεγόμενα πνευματικὰ τοῖς ὀνομαζομένοις πνευματικοῖς συγκρίνων τὸ βούλημα τῶν τε πρὸς τοὺς ἀσθενεστέρους λεγομένων καὶ τῶν τοῖς ἐντρεχεστέροις ἀπαγγελλομένων, πολλάκις ἐν τῇ αὐτῇ λέξει ἑκατέρων τῷ εἰδότι ἀκούειν αὐτῆς κειμένων.
 [03594]  ἀλλὰ πάνυ ἁπλούστατα νομίζει εἶναι καὶ ἰδιωτικὰ ὁ Κέλσος τὰ Ἰουδαίων καὶ Χριστιανῶν βιβλία καὶ οἴεται τοὺς ἀλληγοροῦντας αὐτὰ βιαζομένους τὸ βούλημα τῶν γραψάντων τοῦτο ποιεῖν.
 [03665]  καὶ οἵδε μὲν τοῖσδε τοῖς ζῴοις χρώμενοι εἰς ἀπάτην τῶν ἀνθρώπων κατὰ τὸ βούλημα τοῦ καλουμένου ἐν τοῖς λόγοις ἡμῶν ἄρχοντος τοῦ αἰῶνος τούτου, ἕτεροι δὲ δι' ἄλλου εἴδους προδη λοῦντες.
 [03749]  ἵνα διὰ τῆς ἀπειλῆς ἐπιστραφῶσι μὲν οἱ ἀκούσαντες, οἱ δὲ ἀμελήσαντες τῶν ἐπιστρεπτικῶν λόγων δίκας κατ' ἀξίαν τίσωσιν, ἃς πρέπον θεὸν ἐπιτιθέναι κατὰ τὸ ἑαυτοῦ συμφε ρόντως τῷ παντὶ βούλημα τοῖς τοιαύτης καὶ οὕτως ἐπιπόνου δεομένοις θεραπείας καὶ διορθώσεως.
 [03817]  Οἱ <δὲ> κατὰ τὸν τοῦ Μωϋσέως νόμον βιοῦντες Ἰουδαῖοι, κἂν μηδὲν εἰδῶσιν ἐκδέχεσθαι κεκρυμμένως εἰρημένον τοῦ νόμου βούλημα καὶ ἀπόρρητόν τι ἐμφαῖνον, οὔτε τὸν οὐρανὸν φήσουσιν εἶναι θεὸν οὔτε τοὺς ἀγγέλους.
 [03930]  τοὺς δὲ μὴ τοιούτους, κατὰ τὴν ἀξίαν χρῄζοντας τῆς διὰ πυρὸς κολάσεων οἰκονομίας, ἐν τούτοις ἐπί τινι τέλει φησὶν ἔσεσθαι, ὃ τῷ θεῷ ἁρμόζει ἐπάγειν τοῖς κατ' εἰκόνα αὐτοῦ πεποιημένοις καὶ παρὰ τὸ βούλημα τῆς κατ' εἰκόνα φύσεως βεβιωκόσι.
 [03973]  [5.20] Ἀλλ' ἐπεὶ τὰ μὲν ἡμέτερα περὶ ἀναστάσεως, ὡς ἐνεχώρει, ἀπὸ τοῦ μέρους ἐπὶ τοῦ παρόντος λέλεκται συντέτακται γὰρ ἡμῖν περὶ ἀναστάσεως ἐν ἄλλοις, ἐπὶ πλεῖον ἐξετάσασι τὰ κατὰ τὸν τόπον , τὰ δὲ τοῦ Κέλσου νῦν χρὴ κατὰ τὸ εὔλογον διαλαβεῖν, μήτε νοήσαντος τὸ παρ' ἡμῖν γεγραμμένον μήτε κρῖναι δυναμένου ὅτι οὐ δεῖ τὸ βούλημα τῶν σοφῶν ἐκείνων ἀνδρῶν νομίζειν πρεσβεύεσθαι ὑπὸ τῶν πλεῖον πίστεως μηδὲν ἐπαγγελλομένων τῆς πρὸς τὸν Χριστιανῶν λόγον·
 [03991]  ἡμεῖς δὲ πειθόμενοι ὅτι τὸ σπειρό μενον οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ, καὶ ὅτι οὐ τὸ γενησόμενον σῶμα σπείρεται ὁ γὰρ θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε, μετὰ τὸ σπαρῆναι ἐν φθορᾷ ἐγείρων αὐτὸ ἐν ἀφθαρσίᾳ καὶ μετὰ τὸ σπαρῆναι ἐν ἀτιμίᾳ ἐγείρων αὐτὸ ἐν δόξῃ καὶ μετὰ τὸ σπαρῆναι ἐν ἀσθενείᾳ ἐγείρων αὐτὸ ἐν δυνάμει καὶ μετὰ τὸ σπαρῆναι σῶμα ψυχικὸν ἐγείρων αὐτὸ πνευματικόν , τηροῦμεν καὶ τὸ βούλημα τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ τὸ μέγεθος τῆς ἐπαγγελίας τοῦ θεοῦ, παριστάντες αὐτοῦ καὶ τὸ δυνατὸν οὐκ ἀποφάσει ἀλλὰ καὶ λόγῳ·
 [04035]  Ἢ παρὰ τὸ βούλημα αὐτοῦ τὸ τοιοῦτον γεγένηται;
 [04249]  καθ' ὃν ὑποδείγματι καὶ σκιᾷ ἐλά τρευον τῶν ἐπουρανίων οἱ Ἰουδαίων ἱερεῖς, ἐν ἀπορρήτῳ διηγούμενοι τὸ τοῦ νόμου περὶ τῶν θυσιῶν βούλημα καὶ ὧν σύμβολα ἦσαν αὗται.
 [04283]  Ἡ γὰρ πρόθεσις καὶ ὁ νόμος καὶ τὸ βούλημα τοῦ περιτέμνοντος ἀλλοῖον ποιεῖ τὸ πρᾶγμα.
 [04409]  [5.60] Εἰ δ' ἀκριβῶς χρὴ ἡμᾶς λέγειν τὰ πρὸς τὸν Κέλσον, οἰόμενον τὰ αὐτὰ ἡμᾶς Ἰουδαίοις περὶ τῶν ἐκκειμένων δοξάζειν, φήσομεν ὅτι τὰ μὲν βιβλία θείῳ γεγράφθαι πνεύματι ὁμολογοῦμεν ἀμφότεροι, περὶ δὲ τῆς ἐκδοχῆς τῶν ἐν τοῖς βιβλίοις οὐκέτι τὰ ὅμοιά φαμεν, οἵ γε οὐδὲ βιοῦμεν ὡς Ἰουδαῖοι τῷ φρονεῖν οὐ τὴν κατὰ τὸ ῥητὸν ἐκδοχὴν τῶν νόμων εἶναι τὴν περιέχουσαν τὸ βούλημα τῆς νομοθεσίας.
 [04410]  Καὶ λέγομεν δ' ὅτι, ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν κεῖται τῷ τοῖς τὴν διὰ Ἰησοῦ Χριστοῦ μὴ ἀσπασαμένοις ὁδὸν ἐπικεκρύφθαι τὸ βούλημα τοῦ Μωϋσέως νόμου.
 [04484]  Καὶ ταῦτά γε οὐκ ἐγκαλοῦντες Πλάτωνί φαμεν ὁ γὰρ πολὺς τῶν ἀνθρώπων κόσμος χρησίμως καὶ τοῦτον ἤνεγκεν ἀλλὰ καὶ δεικνύντες τὸ βούλημα τῶν εἰπόντων τό·
 [04599]  ᾔδει γὰρ ὁ ἐπιβουλεύων δαίμων πονηρὸς τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ οὐδὲν τῶν ἰδίων παραλυθησόμενον βούλημα ἐκ τῶν Σίμωνος μαθημάτων.
 [04664]  ἐξήτασεν ἂν καὶ ὁσάκις ἐν ταῖς θείαις παρελήφθη κάμηλος γραφαῖς καὶ ἐπὶ τίνων, ἵνα θεωρήσῃ τὸ περὶ τῶν πλουσίων τοῦ λόγου βούλημα·
 [04696]  Περὶ τὸν πάντων βασιλέα πάντ' ἐστί, καὶ ἐκείνου ἕνεκα πάντα ἀπὸ Πλάτωνος εἰλήφαμεν, ἀλλὰ τούτων κρειττόνως εἰρημένα ἀπὸ τῶν προφητῶν μεμαθήκαμεν, σαφηνίσαντος τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ τὸ βούλημα τοῦ ἐν τοῖς προφήταις πνεύματος ὅπερ οὐκ ἄλλο ἦν τοῦ πνεύματος τοῦ Χριστοῦ , οὔτε τὰ περὶ τοῦ ὑπερουρανίου τόπου πρῶτος ὁ φιλόσοφος παρίστησιν, ἀλλὰ ∆αυῒδ τὴν βαθύτητα τοῦ πλήθους τῶν ἐν τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ ὑπαρχόντων περὶ θεοῦ θεωρημάτων πάλαι παρέστησεν εἰπὼν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν·
 [04862]  Εἰκὸς γὰρ ὅτι, εἴ τι ἤκουσεν οἱασδηποτοῦν αἱρέσεως λεξείδιον, μὴ τρανώσας αὐτὸ κἂν κατὰ τὸ βούλημα ἐκείνης ἀλλὰ τὰ ῥημάτια συμφορήσας, ἐπεδείκνυτο ἐν τοῖς μηδὲν ἐπισταμένοις μήτε τῶν ἡμετέρων μήτε τῶν ἐν ταῖς αἱρέσεσιν ὡς ἄρα πάντα τὰ Χριστιανῶν γινώσκοι.
 [04980]  εἰ δέ τις σχολάσας τῇ βασάνῳ τῶν ἱερῶν γραμμάτων πανταχόθεν σωματοποιήσαι τὸν περὶ τῆς κακίας λόγον, καὶ ὡς ὑπέστη πρῶτον καὶ τίνα τρόπον καταλύεται, ἴδοι ἂν ὅτι οὐδ' ὄναρ ἐφαντάσθη τὸ Μωϋσέως καὶ τῶν προφητῶν περὶ τοῦ Σατανᾶ βούλημα οὔτε Κέλσος οὔτε τις τῶν ὑπὸ τούτου τοῦ πονηροῦ δαίμονος καθελκομένων καὶ κατασπωμένων ἀπὸ θεοῦ καὶ τῆς περὶ αὐτοῦ ὀρθῆς ἐννοίας καὶ ἀπὸ τοῦ λόγου αὐτοῦ τὴν ψυχήν.
 [05416]  Ἀλλὰ πόθεν Κέλσῳ καὶ τοῖς ἐχθροῖς τοῦ θείου λόγου καὶ μὴ φιλαλήθως τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι τὸ βούλημα τῶν διαφόρων τοῦ Ἰησοῦ μορφῶν;
 [05495]  Εἰ δὲ καὶ τὸ θῆλυ ἤθελεν, ὡς τάχα μὴ δυνάμενος ἢ μὴ τερπόμενος ἄλλῳ τινὶ ἢ τοῖς κόλποις τῶν γυναικῶν, πῶς οὐχὶ παρθένον μᾶλλον ἐχρῆν αὐτὸν ἐπιλέ ξασθαι ἤπερ γυναῖκα τὴν τὸ βούλημα αὐτοῦ θεσπίζουσαν;
 [05555]  Οἱ μὲν οὖν προφῆται ὅσα ἦν αὐτόθεν νοηθῆναι τοῖς ἀκούουσι χρήσιμα καὶ συμβαλλόμενα τῇ τῶν ἠθῶν ἐπανορ θώσει χωρὶς πάσης ἐπικρύψεως κατὰ τὸ βούλημα τοῦ θεοῦ εἰρήκασιν, ὅσα δὲ μυστικώτερα ἦν καὶ ἐποπτικώτερα καὶ ἐχόμενα θεωρίας τῆς ὑπὲρ τὴν πάνδημον ἀκοήν, ταῦτα δι' αἰνιγμάτων καὶ ἀλληγοριῶν καὶ τῶν καλουμένων σκοτεινῶν λόγων καὶ τῶν ὀνομαζομένων παραβολῶν ἢ παροιμιῶν ἀπεφήναντο·
 [05759]  εἰ δ' ἑαυτῷ συνείρει ἃ ἤτοι ἀπ' οὐδενὸς ἤκουσεν ἤ, ἵνα καὶ δοθῇ ὅτι ἤκουσεν, ἀπό τινων ἁπλῶν καὶ ἀκεραίων καὶ μὴ εἰδότων τὸ τοῦ λόγου βούλημα, οὐ χρὴ ἡμᾶς τευτάζειν περὶ τὰ μὴ ἀναγκαῖα.
 [05787]  Ἵνα δέ τις πεισθῇ μὴ παρὰ τὸ βούλημα τοῦ θείου πνεύματος ἡμᾶς λέγειν περὶ τῆς παρὰ Μωϋσεῖ γῆς ἀγαθῆς καὶ πολλῆς, ἐπιστησάτω πᾶσι μὲν τοῖς προφήταις, διδάσκουσι τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον τῶν πεπλανημένων καὶ ἀποπεπτω κότων ἀπ' αὐτῆς καὶ ἁπαξαπλῶς ἀποκαθισταμένων εἰς τὸν καλούμενον τόπον καὶ πόλιν τοῦ θεοῦ παρὰ τῷ εἰπόντι ὅτι Ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος αὐτοῦ, λέγοντι δὲ καὶ τό·
 [05871]  Καὶ πρῶτόν γε λεκτέον πρὸς τὴν προσωποποιΐαν αὐτοῦ, περιτιθέντος ἡμῖν λόγους ὡς ὑφ' ἡμῶν λεγομένους εἰς τὴν περὶ ἀναστάσεως σαρκὸς ἀπολογίαν, ὅτι ἀρετὴ μὲν προσω ποποιοῦντός ἐστι τηρῆσαι τὸ βούλημα καὶ τὸ ἦθος τοῦ προσωποποιουμένου, κακία δέ, ὅτε τὰ μὴ ἁρμόζοντά τις περιτίθησι ῥήματα τῷ προσώπῳ τοῦ λέγοντος.
 [06017]  [7.51] Καὶ τί με δεῖ ἐπὶ πλεῖον ἀντιπαρατιθέναι τῇ λέξει Κέλσου, ὡς πολλῷ πρότερον τούτων παρ' ἡμῖν λελεγμένων, ὅτε καὶ ἐκ τῶν εἰρημένων σαφές ἐστι τὸ βούλημα ἡμῶν;
 [06113]  εἰ ὠφέλιμόν ἐστι τὸ δόγμα καὶ τὸ βούλημα αὐτοῦ ὑγιές, εἴρηται δὲ Ἕλλησι μὲν παρὰ Πλάτωνι ἤ τινι τῶν Ἑλλήνων σοφῶν, Ἰουδαίοις δὲ παρὰ Μωϋσεῖ ἤ τινι τῶν προφητῶν, Χριστιανοῖς δὲ ἐν τοῖς ἀναγραφεῖσιν Ἰησοῦ λόγοις ἢ λελεγ μένοις παρά τινι τῶν ἀποστόλων αὐτοῦ·
 [06236]  καὶ πρὸς ἃ εἶπε περὶ δαιμόνων ἀπηντήσαμεν κατὰ τὸ φαινόμενον ἡμῖν βούλημα τοῦ θείου λόγου.
 [06707]  Εἰκὸς γάρ ἐστι τὸ βούλημα τοῦ πατρὸς τῶν λεγομένων εἶναι οὐ τὸ ἀφοσιοῦσθαι μόνον καὶ εἰπεῖν περὶ κολάσεων ἀλλὰ τὸ διαθεῖναι τοὺς ἀκούοντας πρὸς τὸ ὅση δύναμις φυλάξασθαι τὰ τῶν κολάσεων αἴτια αὐτοὺς ἐργάσασθαι.
000-00-00 Serial Number=0940015554
De oratione Ante [Go Back]  
 [01027]  «δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου» εὐλόγως τις ὑπολήψεται τῶν μὴ ἀκριβούντων, τί τὸ βούλημα τῆς προστάξεως τοῦ σωτῆρος, ἐναντίως γεγονέναι οἷς ὁ κύριος ἡμῶν περὶ εὐχῆς ἐδίδαξε.
000-00-00 Serial Number=0156741083
De principiis Ante [Go Back]  
 [00424]  καὶ ἐν τῇ πρὸς Κολασσαεῖς δὲ ἐπιστολῇ, διὰ βραχέων τὸ βούλημα τῆς πάσης ἐπιτεμνόμενος νομοθεσίας, φησί·
000-00-00 Serial Number=0291903853
Exhortatio ad martyrium Ante [Go Back]  
 [00315]  «πάτερ, εἰ δυνατόν ἐστι, παρελ θέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο» μὴ ἀκριβώσαντα τὸ βούλημα τῆς γραφῆς νομίζειν ὅτι οἱονεὶ καὶ ὁ σωτὴρ ἐδειλίασε παρὰ τὸν τοῦ πάθους καιρόν·
 [00339]  ὅπερ οὐδέπω ἦν θέλημα τοῦ πατρὸς γενέσθαι, σοφώτερον παρὰ τὸ βούλημα τοῦ υἱοῦ καὶ παρ' ὃ ἑώρα ὁ σωτὴρ ὁδῷ καὶ τάξει οἰκονομοῦντος τὰ πράγ ματα.
000-00-00 Serial Number=0717897475
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00118]  ἐξεταστέον δὲ καὶ <εἰ> ἐν ἄλλῃ ἐπιστολῇ κεῖται τὸ ἀκηκοέναι τινὰς τὸν λόγον τῆ ἀληθεία, ἵνα τὸ παρατήρημα ἀκριβέστερον κατὰ τὸ βούλημα τοῦ Παύλου φανῇ.
 [00163]  ἡγοῦμαι οὖν καὶ τὸ πλησίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ νοητά, πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ, τῶν δὲ ἀσεβῶν πόρρω αὐτοῦ τυγχανόντων, περὶ ὧν φησὶν ὁ προφήτης ἰδοὺ οἱ μακρύνοντε ἑαυτοὺ ἀπὸ οῦ ἀπολοῦνται.
000-00-00 Serial Number=0382970810
Fragmenta in librum primum Regnorum Ante [Go Back]  
 [00096]  ταῦτα προϊδὼν ὁ ∆αβὶδ προλαβὼν διατάττει τῷ Σολομῶντι ποιῆσαι, ἃ καὶ ἀφ' ἑαυ τοῦ Σολομῶν πάντως ἐποίει, ἵν' ὅταν ἀναιρεθῶσιν ὑπ' αὐτοῦ (τουτ έστι τοῦ Σολομῶντος) οἱ προειρημένοι, συγγνώμην σχῇ ὁ Σολομῶν ὡς πατρικὸν βούλημα πληρώσας καὶ οὐκ αὐτὸς ἀφ' ἑαυτοῦ κατ' αὐ τῶν κινηθείς.
000-00-00 Serial Number=0246088207
In Jeremiam Ante [Go Back]  
 [00016]  εἶτα ὁ ἐντυγχάνων, ἐὰν μὴ προσέχῃ τῇ ἀναγνώσει μηδὲ ἐξετάζῃ τὸ βούλημα τῶν γεγραμμένων ἀναγνωσμάτων, ἐρεῖ ὅτι ἱστορία ἐστὶν καὶ ἀνα γέγραπται, πότε ἤρξατο προφητεύειν Ἱερεμίας καὶ μέχρι πόσου προφητεύσας χρόνου κατέληξε προφητεύων·
 [00326]  Τίς οὖν γενόμενος ἐν τῷ τόπῳ οὐκ ἂν ζητή σαι ἐξετάζων τὸ βούλημα τοῦ γεγραμμένου;
 [00352]  καὶ μετὰ τοῦτο, ἐὰν ὁ θεὸς διδῷ, εἰσόμεθα τὸ βούλημα αὐτοῦ τὸ μυστικόν.
 [00954]  «νεκρωθέντων δὲ τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς», ἔσται τὸ κατὰ τὸ βούλημα τοῦ πνεύματος, ἐπεὶ τῷ «πνεύματι αἱ πράξεις τῆς σαρκὸς» κατὰ τὸν ἀπόστολον «θανατοῦν ται».
 [01911]  [14.1] Οἱ ἰατροὶ τῶν σωμάτων παρὰ τοὺς κάμνοντας γινόμενοι καὶ ἀεὶ τῇ θεραπείᾳ τῶν καμνόντων ἑαυτοὺς ἐπιδιδόντες κατὰ τὸ βούλημα τῆς τέχνης τῆς ἰατρικῆς ὁρῶσι δεινὰ καὶ θιγγάνουσιν ἀηδῶν, <καὶ> ἐπ' ἀλλοτρίαις συμφοραῖς καρποῦνται ἰδίας λύπας, καὶ ἔστιν ἀεὶ ὁ βίος αὐτῶν ἐν περιστάσει.
 [01950]  καὶ κρείττους γίνονται περὶ ἃ παραδιδόασι μαθήματα οἱ λέγοντες, ὅτε συνετοὶ ὄντες οἱ ἀκροαταὶ καὶ οὐχ ἁπαξαπλῶς παραδέχονται, ἀλλὰ ἀντιβασανίζουσι καὶ ἐρωτῶσι καὶ ἐξετάζουσι τὸ βούλημα τῶν λεγομένων.
 [03071]  ἐνθάδε ὁ ἀγών ἐστι παραστῆσαι τὸ βούλημα τούτων τῶν γραμμάτων.
 [03452]  καὶ πάντα ἔπασχον καὶ ὑπέμενον, ἵνα κατὰ τὸ βούλημα τοῦ θεοῦ «δόξαν τὴν παρὰ τοῦ μόνου ζητοῦντες», κηρύσσοντες τὸν λόγον τύχωσι τοῦ τέλους τοῦ παρὰ τοῦ θεοῦ.
000-00-00 Serial Number=0019223809
Philocalia Ante [Go Back]  
 [00337]  καὶ ἐν τῇ πρὸς Κολασσαεῖς δὲ ἐπιστολῇ, διὰ βραχέων τὸ βούλημα τῆς πάσης ἐπιτεμ νόμενος νομοθεσίας, φησί·
 [01026]  ταῦτα δὲ, εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα ποιεῖν τῆς γραφῆς, τετηρήκαμεν, ἐπεὶ ὁ μὲν ποιῶν τοὺς φωστῆρας θεὸς ποιεῖ τὸν μὲν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός·
 [01067]  ἀλλὰ δεικνύντες τὸ βούλημα τῶν εἰπόντων τό·
 [01073]  δυνάμεως δὲ διὰ τὰς τεραστίους δυνάμεις, ἃς κατασκευαστέον γεγονέναι καὶ ἐκ πολλῶν μὲν ἄλλων, καὶ ἐκ τοῦ ἴχνη δὲ αὐτῶν ἔτι σώζεσθαι παρὰ τοῖς κατὰ τὸ βούλημα τοῦ λόγου βιοῦσιν.
 [01206]  ἀλλ' ὁ εὐγνωμόνως ἐντυγχάνων ταῖς ἱστο ρίαις καὶ βουλόμενος ἑαυτὸν τηρεῖν καὶ ἐν ἐκείναις ἀνεξαπά τητον κρινεῖ, τίσι μὲν συγκαταθήσεται, τίνα δὲ τροπολογή σει, τὸ βούλημα ἐρευνῶν τῶν ἀναπλασαμένων τὰ τοιάδε·
 [01208]  καὶ τοῦτο προλαβόντες δι' ὅλην τὴν φερομέ νην ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ Ἰησοῦ ἱστορίαν εἰρήκαμεν, οὐκ ἐπὶ ψιλὴν πίστιν καὶ ἄλογον τοὺς ἐντρεχεστέρους ἐκ καλούμενοι, ἀλλὰ βουλόμενοι παραστῆσαι ὅτι εὐγνωμο σύνης χρεία τοῖς ἐντευξομένοις καὶ πολλῆς ἐξετάσεως καὶ, ἵν' οὕτως ὀνομάσω, εἰσόδου εἰς τὸ βούλημα τῶν γραψάντων, ἵν' εὑρεθῇ ποίᾳ διανοίᾳ ἕκαστον γέγραπται.
 [01251]  [15.20] Ἀλλὰ πόθεν Κέλσῳ καὶ τοῖς ἐχθροῖς τοῦ θείου λόγου καὶ μὴ φιλαλήθως τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι τὸ βούλημα τῶν διαφόρων τοῦ Ἰησοῦ μορφῶν;
 [01332]  ὧν ὁ μέν τις Μιχαὴλ, ἕτερος δὲ Γαβριὴλ, καὶ ἄλλος Ῥαφαὴλ καλεῖται, φερωνύμως τοῖς πράγμασιν ἃ διακονοῦνται κατὰ βούλημα τοῦ θεοῦ τῶν ὅλων ἐν τῷ παντί.
 [01687]  ἀλλὰ σαφὲς τῷ ἐξετάζοντι ὅλον τὸ βούλημα τῶν ἡμετέρων γραμ μάτων, ὅτι ἀπεχθόμενος ὁμοίως τοῖς ἰδιωτικοῖς δήμοις ὁ Κέλσος πρὸς τὸ χριστιανῶν γένος τὰ τοιαῦτα ἀνεξετάστως καὶ ψευδόμενος λέγει.
 [01727]  ζητῶ γὰρ μᾶλλον τοὺς ἐντρεχεστέρους καὶ ὀξυτέρους, ὡς δυναμένους παρακολουθῆσαι τῇ σαφηνείᾳ τῶν αἰνιγμάτων καὶ τῶν μετ' ἐπικρύψεως εἰρημένων ἐν νόμῳ καὶ προφήταις καὶ εὐαγγελίοις, ὧν ὡς οὐδὲν ἀξιόλογον περιε χόντων καταπεφρόνηκας, οὐ βασανίσας τὸν ἐν αὐτοῖς νοῦν μηδ' εἰσελθεῖν πειραθεὶς εἰς τὸ βούλημα τῶν γραψάντων.
 [01944]  ἀλλὰ πάνυ ἁπλούστατα νομίζει εἶναι καὶ ἰδιωτικὰ ὁ Κέλσος τὰ Ἰουδαίων καὶ χριστιανῶν βιβλία, καὶ οἴεται τοὺς ἀλληγο ροῦντας αὐτὰ βιαζομένους τὸ βούλημα τῶν γραψάντων τοῦτο ποιεῖν.
 [02034]  καὶ οἵδε μὲν τοῖσδε τοῖς ζώοις χρώμενοι εἰς ἀπάτην τῶν ἀνθρώπων, κατὰ τὸ βούλημα τοῦ καλουμένου ἐν τοῖς λόγοις ἡμῶν ἄρχοντος τοῦ αἰῶνος τούτου, ἕτεροι δὲ δι' ἄλλου εἴδους προδηλοῦντες.
 [02122]  ἵνα διὰ τῆς ἀπειλῆς ἐπιστραφῶσι μὲν οἱ ἀκούσαντες, οἱ δὲ ἀμελήσαντες τῶν ἐπιστρεπτικῶν λόγων δίκας κατ' ἀξίαν τίσωσιν, ἃς πρέπον θεὸν ἐπιτιθέναι κατὰ τὸ ἑαυτοῦ συμφερόντως τῷ παντὶ βούλημα τοῖς τοιαύτης καὶ οὕτως ἐπιπόνου δεομένοις θεραπείας καὶ διορθώσεως.
 [02526]  καὶ ἐβούλετο τὸν λαχόντα τὴν Ἰουδαίαν τοιούτους θέσθαι ἐν Ἰουδαίοις νόμους, ἢ παρὰ τὸ βούλημα αὐτοῦ τὸ τοιοῦτο γεγένηται;
000-00-00 Serial Number=0799853623
Scholia in Lucam Ante [Go Back]  
 [00601]  Πρὸς γὰρ τὸ ὑψηλὸν τοῦ γράμματος βούλημα, Μωϋ σῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ, καὶ συλλαλήσαν τες τῷ Ἰησοῦ, ἀπεληλύθασιν ὅθεν ἐληλύθεισαν.
000-00-00 Serial Number=0595354319
Selecta in Exodum Ante [Go Back]  
 [00150]  ἐγὼ δέ εἰμι ὁ δεύτερος ἁμαρτωλὸς, ὁ μὴ ἐκβαλὼν τὸ βούλημα αὐ τοῦ, ἀλλὰ παραδεξάμενος αὐτοῦ τὴν ἐνέργειαν·
000-00-00 Serial Number=0484181821
Selecta in Ezechielem Ante [Go Back]  
 [00393]  Ἐπὰν, ἐντυγχάνοντες τοῖς προφητικοῖς λόγοις καὶ τοῖς νομίμοις μυστηρίοις, μὴ βλέπωμεν τίνες αἱ τῶν προφητῶν ὁράσεις καὶ τί τοῦ νόμου τὸ βούλημα, τῷ καὶ τοὺς αὐχοῦντας τὴν τοῦ Θεοῦ ἱερωσύνην οὐ μόνον παρανομεῖν, ἀλλὰ καὶ ἀπολλύναι τὸν ἀληθῆ τοῦ νόμου νοῦν, τότε πληρωθή σεται τὸ Ζητηθήσεται ὅρασις ἐκ προφήτου.
000-00-00 Serial Number=0929210544
Selecta in Genesim Ante [Go Back]  
 [00214]  ὐ σω ματικῶς διὰ τὸν Νῶε, δῆλον, ὅτι κατὰ βούλημα τοῦ πνευματικοῦ νόμου καὶ ἐν τῇ ἀρχῇ οὕτως.
 [00828]  Εἴ τις δέ ἐστι τοῦ Ἰσραὴλ δυνατὸς, φευγέτω τὸ ἐπὶ τούτοις βούλημα.
000-00-00 Serial Number=0447090685
Selecta in Leviticum Ante [Go Back]  
 [00077]  Εἰ τὸ οὗ Θεὸς ποιητὴς ἀκάθαρτον εἶναι νομίζοι τις, πόσῳ μᾶλλον τὸ ἐναντίως ἔχον πρὸς τὸ τοῦ Θεοῦ βούλημα, καὶ ποιοῦν ὅπερ ἀπηγόρευσεν;
000-00-00 Serial Number=0772051334
Selecta in Psalmos Ante [Go Back]  
 [01287]  φέρε καὶ ἡμεῖς ὀλίγα κατὰ τὸ βούλημα τῶν Γραφῶν περὶ τοῦ προβλήματος διαλάβωμεν.
 [02062]  Ἢ τάχα τὸ βούλημα αὐτοῦ τίθησιν ἡ θεία Γραφὴ, ὅπερ ἐστὶ εἰς πέρας ἀγαγεῖν τὸ οὐκ ἐν δεχόμενον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»