000-00-00 Serial Number=0664874852
[00036]
|
[3,] [9] [18]] Μετὰ ταῦτα, ὡς ἔθος ἐστὶν αὐτῷ διδα´̣σ̣κειν ἀπὸ τῶν γραφῶν, βούλεται ῥητὰ συναγαγεῖν πῶς πάντες Ἰου|δαῖοί τε καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ «Καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς», καὶ ἐμοὶ δοκεῖ ἀποδόσε̣ως ἕνεκεν δεῖν [132] οὐ μόνον ἐνταῦθα ἀλλὰ καὶ εἴ που ἀλλαχοῦ μέμνηνται οἱ Ἰησοῦ Χριστοῦ διάκονοι τῆς καινῆς διαθήκης ῥητῶν νομικῶν ἢ προφητικῶν ἐπιμελῶς προσ έχειν ποῦ γέγραπται ἃ παρατίθενται, καὶ εἰ αὐταῖς ‖ λέξεσι χρῶνται τοῖς γεγραμμένοις ἢ ἐσθότε μεταποιήσαντες αὐτά.
|
[00330]
|
[4,] [23] [25]] «Οὐκ ἐγράφη δὲ διὰ αὐτὸν μόνον ἀλλὰ καὶ δι' ἡμᾶς» [218] ἀλλὰ ταῦτα γέ|γραπται, ὡς μὲν ἐσχημάτισεν τὴν λέξιν Παῦλος, «δι' αὐτόν», ἅτε ἰδιώτης τῷ λόγῳ τυγχάνων, ὡς δὲ νενόηκεν ἀντὶ τοῦ «περὶ αὐτοῦ» *** Οὐκ εὐχερὲς γὰρ ἐκλαβεῖν τὸ βούλημα αὐτοῦ ἢ καὶ ἄλλων γραφῶν, ἐπὰν διὰ μὲν τὴν ἐν τῷ φράζειν ἰδιωτείαν ἕτερον τοῦ νενοημένου τὸ γεγραμμένον <ᾖ> ἢ διὰ τὸ κατὰ τὴν λέ|ξιν δυσθήρατον ἐγχωρῇ πλείονας ἐκδοχὰς γίνεσθαι τοῦ γεγραμμένου, ὧν ἑκάστην πρὸς τὸ νομιζόμενον ἑαυτῷ χρήσιμον ἕκαστος τῶν διαφόρως νοούντων παραδεξάμενος δόξει τοῖς μὴ ὁμοίως νενοηκόσιν παρέχειν πράγματα *** Τί μᾶλλον ἀντὶ μωρολογίας καὶ εὐτραπελίας οὐκ ἀνηκόν‖των πα ραλαμβάνει τὴν εὐχαριστίαν <ἢ> φέρε εἰπεῖν τὴν ·[····] ἢ τὴν σοφίαν ἢ τὴν ἀλήθειαν;
|
[00771]
|
[15.4] ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν [15.5] ἐλπίδα ἔχωμεν.
|
[00801]
|
[16.25] Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Χριστοῦ Ἰησοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις [16.26] αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑποταγὴν πίστεως [16.27] εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.
|
000-00-00 Serial Number=0196091413
[00449]
|
καὶ τάχα εἰκότως ὁ ὑπὸ τὸν νόμον ὤν, ὃς ἠθένει διὰ τῆ αρκό, ἀσθενὴς μέν ἐστι καὶ ἁμαρτωλός, οὐ μὴν καὶ κατὰ τὴν συνήθειαν τῆς διαστολῆς τῶν γραφῶν καὶ ἀσεβής, λεγόντων τῶν ὑπὸ νόμον ἁμαρτανόντων τῷ θεῷ καὶ γὰρ ἐὰν ἁμαρτάνωμεν οί ἐμεν εἰδότε ου τὸ κράτο·
|
000-00-00 Serial Number=0594568193
[00045]
|
Καὶ γὰρ τολμητέον εἰπεῖν πασῶν τῶν γραφῶν εἶναι ἀπαρχὴν τὸ εὐαγγέλιον.
|
[00046]
|
[1.2.13] Ἀπαρχὴν οὖν πράξεων, ἐξ οὗ τῇ Ἀλεξανδρείᾳ ἐπιδεδημήκαμεν, τίνα ἄλλην ἢ τὴν εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν ἐχρῆν γεγονέναι;
|
[00049]
|
[1.2.14] Τῶν τοίνυν φερομένων γραφῶν καὶ ἐν πάσαις ἐκκλησίαις θεοῦ πεπιστευμένων εἶναι θείων, οὐκ ἂν ἁμάρτοι τις λέγων πρωτογέννημα μὲν τὸν Μωσέως νόμον, ἀπαρχὴν δὲ τὸ εὐαγγέλιον.
|
[00059]
|
[1.3.19] Ἀλλ' ὅσον ἐπὶ τῇ δευτέρᾳ ἀποδόσει, τῷ ἀνθυποφέροντι διὰ τὸ μὴ ἐπιγεγράφθαι τὰς ἐπιστολὰς εὐαγγέλιον ὡς οὐ καλῶς πᾶσαν τὴν καινὴν διαθήκην εὐαγγέλιον ἡμῶν ὀνομα σάντων, λεκτέον ὅτι πολλαχοῦ τῶν γραφῶν δύο τινῶν ἢ πλειόνων τῷ αὐτῷ ὀνόματι ὀνομαζομένων κυριώτερον ἐπὶ τοῦ ἑτέρου τῶν λεγομένων κεῖται τὸ ὄνομα·
|
[00064]
|
Πλὴν ἀπαρχὴ πάσης γραφῆς τὸ εὐαγγέλιον, καὶ πασῶν τῶν κατ' εὐχὴν ἡμῶν πράξεων ἐσομένων ἀπαρχὴν ποιούμεθα εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν.
|
[00080]
|
[1.4.23] Τολμητέον τοίνυν εἰπεῖν ἀπαρχὴν μὲν πασῶν γραφῶν εἶναι τὰ εὐαγγέλια, τῶν δὲ εὐαγγελίων ἀπαρχὴν τὸ κατὰ Ἰωάννην, οὗ τὸν νοῦν οὐδεὶς δύναται λαβεῖν μὴ ἀναπεσὼν ἐπὶ τὸ στῆθος Ἰησοῦ μηδὲ λαβὼν ἀπὸ Ἰησοῦ τὴν Μαρίαν γινομένην καὶ αὐτοῦ μητέρα.
|
[00254]
|
Αὐτάρκως δὴ τούτων εἰρημένων καὶ ἐκ τούτων τῶν μὴ ἀνεντρεχῶν δυναμένων τὰ παραπλήσια συναγαγεῖν ἀπὸ τῶν γραφῶν καὶ βλέπειν τίς ἡ δόξα τῶν ἐν Ἰησοῦ Χριστῷ ἀγαθῶν ἀπὸ τοῦ εὐαγγελίου, διακονουμένου ὑπὸ ἀνθρώπων καὶ ἀγγέλων, ἐγὼ δ' οἶμαι ὅτι καὶ ἀρχῶν καὶ ἐξουσιῶν καὶ θρόνων καὶ κυριοτήτων «καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», εἴγε καὶ ὑπ' αὐτοῦ τοῦ Χριστοῦ, αὐτοῦ που καταπαύσομεν τὰ πρὸ τῆς συναναγνώσεως τῶν γεγραμμένων.
|
[00258]
|
ἀλλὰ γὰρ εἴ τις τηρήσαι συνάγων πάντοθεν τοῦτο τὸ ὄνομα καὶ ἀκριβῶς ἐξετάζων βούλοιτο κατανοεῖν ἐν ἑκάστῳ τόπῳ τῶν γραφῶν ἐπὶ τίνος τέτακται, εὑρήσει καὶ κατὰ τὸν θεῖον λόγον τὸ πολύσημον τῆς φωνῆς.
|
[00490]
|
οἱ δὲ τῷ λόγῳ τούτῳ παριστάμενοι <ταῖς> τὰ μέγιστα περὶ ἀνθρώπων ἀποφαινομέναις χρήσονται λέξεσι τῶν γραφῶν τὸ ἀνυπέρθετον τῆς ἐπαγγελίας ὅτι τὸν ἄνθρωπον φθάνει φασκούσαις, οὐ μὴν ταὐτὸν τοῦτο καὶ περὶ τῆς κτίσεως ἤ, ὡς ἐδεξάμεθα, κόσμου ἀπαγγελλούσαις.
|
[00591]
|
[1.31.224] Καὶ εἴ τις ἱκανὸς βασανίζων τὸν νοῦν τῶν γραφῶν ὁρᾶν, τάχα εὑρήσει πολλὰ τῆς τάξεως καὶ τὸ τέλος·
|
[01000]
|
[2.13.94] Καὶ ἐφιστῶμεν, εἰ δυνατὸν ἀπὸ τῶν γραφῶν πληκτι κώτατα ταῦτα παραστῆσαι.
|
[01163]
|
Τοῦτο δ' ὑπολαμβάνειν ἐστὶν ἠλίθιον ἅμα καὶ ἀσεβές, ἀντιμαρτυρουσῶν τῶν ἄλλων γραφῶν ταύτῃ τῇ ἐκδοχῇ, εἴ γε, ὅταν προκόψωμεν, ἰσάγγελοι ἐσόμεθα.
|
[01442]
|
Ἡμεῖς δὲ καὶ τὸ «ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν» ἐξειλήφαμεν, ὡς «θησαυροῦ» μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, «ὀστρακίνων» δὲ «σκευῶν» τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρ' Ἕλλησι λέξεως τῶν γραφῶν, ἀληθῶς ὑπερβολῆς δυνάμεως τοῦ θεοῦ ἐμφαινο μένης.
|
[01587]
|
«Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέ λιόν μου κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσι γημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.».
|
[01588]
|
Εἰ γὰρ διὰ γραφῶν προφητικῶν τὸ πάλαι σεσιωπημένον μυστήριον πεφανέρωται τοῖς ἀποστόλοις καὶ οἱ προφῆται ἐνόουν «τὰ ἀπὸ ἰδίου στόματος», ἅτε ὄντες «σοφοί», τὰ πεφανερωμένα τοῖς ἀποστόλοις οἱ προφῆται ᾔδεσαν.
|
[01706]
|
[6.9.61] ∆ιόπερ, ὡς εἰκός, τῶν γραμματέων καὶ νομικῶν [6.9.61] τὸν ἐλπιζόμενον, ἀπὸ τῶν θείων γραφῶν καταγαγόντων αὐτοῦ τὸν χρόνον, ἤδη προσδοκώντων, ἐπεφύησαν Θευδᾶς, οὐκ ὀλίγον πλῆθος ὡς Χριστός, οἶμαι, συναγαγών, καὶ μετ' ἐκεῖνον «Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς τῆς ἀπογραφῆς ἡμέραις».
|
[01725]
|
Καὶ τῷ «Ἐξαλείψω δὲ πᾶσαν τὴν ἐξανάστασιν» ἀναγεγραμμένῳ ἐν τῇ Γενέσει οἱ αὐτοὶ χρώμενοι τὸν πεφροντικότα πιθανότητας ἀπατηλὰς προσαγο μένας ἀπὸ τῶν γραφῶν λύειν εἰς ἀγῶνα παραστήσουσιν ἱστάμενον πρὸς τὸ δόγμα.
|
[01726]
|
[6.11.66] Ἕτερος δέ τις ἐκκλησιαστικὸς τὸν περὶ τῆς μετενσωματώσεως ἀποπτύων ὡς ψευδῆ λόγον, μὴ προσιέ μενός τε τὴν ψυχὴν Ἰωάννου Ἠλίαν ποτὲ γεγονέναι, τῷ προειρημένῳ λόγῳ τοῦ ἀγγέλου χρήσεται ψυχὴν Ἠλίου μὴ ὀνομάσαντος ἐπὶ τῆς Ἰωάννου γενέσεως ἀλλὰ πνεῦμα καὶ δύναμιν διὰ τοῦ «Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα» διὰ μυρίων δυνάμενος ἀποδεικνύναι γραφῶν ἕτερον εἶναι τὸ πνεῦμα τῆς ψυχῆς καὶ τὴν ὀνομαζομένην δύναμιν τοῦ πνεύματος καὶ τῆς ψυχῆς·
|
[01864]
|
[6.20.110] Οὐκ οἶδα γὰρ εἰ τὸν ἄσημον ἦχον παραδέξεταί τις εὐλόγως ὑπὸ τοῦ σωτῆρος ἐπαινεῖσθαι, ἢ ἔνεστιν παρασκευάσασθαι ἀπὸ τῶν γραφῶν ὡς ἀπὸ φωνῆς σάλπιγγος, ἐφ' ἃς ἀναπεμπόμεθα, εἰς τὸν πρὸς τὰς ἀντικειμένας ἐνεργείας πόλεμον, ἀδήλου φωνῆς ἤχου τυγχανούσης.
|
[02198]
|
Μάλιστα δὲ ὑποπτευτέον τοὺς τόπους τῶν γραφῶν, ἔνθα κατάλογός ἐστιν ἅμα ὀνομάτων πλειόνων, ὡς ἐν τῷ Ἰησοῦ τὰ περὶ τῆς κληροδοσίας, καὶ ἐν τῇ πρώτῃ τῶν Παραλειπομένων ἀρχῆθεν ἑξῆς μέχρι τῶν ἐγγύς που περὶ τὸν Ἀνάν·
|
[03031]
|
[10.28.177] Ἵνα δὲ ἔτι μᾶλλον ἀνωτέρω τῆς γῆς τυγχάνωσιν οἱ ὀχοῦντες αὐτὸν παλαιοὶ καὶ καινοὶ λόγοι τῶν γραφῶν, ἐκκόπ τεσθαι κλάδους δεῖ ἀπὸ τῶν δένδρων, ἵνα βαίνωσιν ἐπὶ τῶν εὐλόγως ἐκκειμένων.
|
[03133]
|
[10.36.233] Μέγα δέ ἐστιν τὸ τῆς ἀναστάσεως καὶ δυσθεώρητον τοῖς πολλοῖς ἡμῶν μυστήριον, ὅπερ καὶ ἐν ἄλλοις πολλοῖς λέγεται τῶν γραφῶν τόποις, οὐχ ἧττον καὶ ἐν τῷ Ἐζεκιὴλ διὰ τούτων ἀπαγγέλλεται·
|
[03267]
|
[10.42.290] Εἰ δὲ βουλόμενοι ἄτρεπτα τηρεῖν τὰ ἅπαξ δοθέντα τοῖς ἁγίοις ἀγαθὰ οὐκ ἐφαρμόσομεν τὰ τῆς ἱστορίας, δόξομεν ὅμοιόν τι τοῖς ἀπὸ τῶν αἱρέσεων ἐν τούτῳ ποιεῖν, τὴν συμφωνίαν τῆς διηγήσεως τῶν γραφῶν ἀρχῆθεν μέχρι τέλους μὴ φυλάττοντες.
|
[03429]
|
[13.5.26] Ἔτι δὲ ἐπιστήσομεν εἰ δύναται δηλοῦσθαι τὸ ἑτερογενὲς τῆς τῶν αὐτῇ τῇ ἀληθείᾳ ὁμιλησόντων καὶ συνε σομένων ὠφελείας παρὰ τὴν νομιζομένην ὠφέλειαν γίνεσθαι ἡμῖν ἀπὸ τῶν γραφῶν, κἂν νοηθῶσιν ἀκριβῶς, ἐκ τοῦ τὸν μὲν πιόντα ἀπὸ τῆς πηγῆς τοῦ Ἰακὼβ διψῆν πάλιν, τὸν δὲ πιόντα ἐκ τοῦ ὕδατος, οὗ δίδωσιν ὁ Ἰησοῦς, πηγὴν ὕδατος ἐν ἑαυτῷ ἴσχειν ἁλλομένου εἰς ζωὴν αἰώνιον.
|
[03499]
|
[13.9.51] Οἶμαι πᾶσαν τὴν εἰσαγομένην ψυχὴν εἰς τὴν διὰ τῶν γραφῶν ἐν Χριστῷ θεοσέβειαν ἀπὸ τῶν αἰσθητῶν καὶ σωματικῶν λεγομένων ἀρχομένην, τοὺς πέντε ἄνδρας καθ' ἑκάστην τῶν αἰσθήσεων ἀνδρός τινος γινομένου ἴσχειν·
|
[03515]
|
[13.10.58] Καὶ εἰ μὲν ἄτονον καὶ πρόσκαιρον καὶ ἐπιλείπουσαν ἐλάμβανεν τὴν ἐκ μέρους γνῶσιν, ἤτοι τὴν ἀπὸ τῶν γραφῶν συγκρίσει τῶν ἀρρήτων ῥημάτων, «ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», <ἢ> πᾶσαν τὴν νῦν «δι' ἐσόπ τρου καὶ αἰνίγματος» γινομένην γνῶσιν καταργουμένην, ὅταν ἔλθῃ τὸ τέλειον, οὐκ ἂν αὐτὸ ἐνεκαλέσαμεν·
|
[03624]
|
τὸ γὰρ φανερωθὲν νῦν μυστήριον πεφανέρωται διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
|
[03664]
|
[13.21.123] Πολλῶν πολλὰ περὶ τοῦ θεοῦ ἀποφηναμένων καὶ τῆς οὐσίας αὐτοῦ, ὥστε τινὰς μὲν εἰρηκέναι καὶ αὐτὸν σωματικῆς φύσεως λεπτομεροῦς καὶ αἰθερώδους, τινὰς δὲ ἀσωμάτου καὶ ἄλλους ὑπερέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνά μει, ἄξιον ἡμᾶς ἰδεῖν εἰ ἔχομεν ἀφορμὰς ἀπὸ τῶν θείων γραφῶν πρὸς τὸ εἰπεῖν τι περὶ οὐσίας θεοῦ.
|
[04046]
|
[13.40.260] Τούτων δὴ ἐπιπλεῖον ἐξεταζομένων ἀκόλου θόν ἐστιν τῷ βαθύτερον ἐνορῶντι τῷ νῷ τῶν γραφῶν ζητεῖν τί νοῶν τοῖς μαθηταῖς ἔλεγεν ὁ Ἰησοῦς τὸ «Οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται;
|
[04142]
|
[13.45.297] Ὁ δὴ περὶ τῆς σαφηνείας τῶν γραφῶν τρανὴς λόγος, ἢ ὁ περὶ τοῦ πῶς πάντα, ὅσα ὁ θεὸς ἐποίησεν, καλὰ λίαν, εἴρηται ἡμῖν ὁ θερισμός, ὅντινα ὁ θερίζων δύο καρποὺς τοῦ θερίζειν ἔχει·
|
[04158]
|
[13.46.306] Σπέρμα δὲ ἦν ὁ πᾶς λόγος «κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου καὶ νῦν φανερωθέντος διά τε γραφῶν προφητικῶν» καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
|
[04180]
|
«Στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε» καὶ «Ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι», καὶ ὅτι εἰ ἐπεθύμουν πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ἃ ἔβλεπον οἱ ἀπόστολοι καὶ ἃ ἤκουον λέγοντος τοῦ σωτῆρος, οὐ πάντως τὰ τῶν νομικῶν γραφῶν καὶ προφητικῶν ἐπεθύμουν, ἀλλὰ τούτων μείζονα ἀπαγγελλόμενα πρὸς τοῖς πνευματικοῖς τοῦ νόμου καὶ τοῖς ἀπορρήτοις τῶν προφητῶν ὑπὸ τοῦ σωτῆρος τοῖς ἀποστόλοις, ὁποῖα ἦν τὸ «Ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι» καὶ παραπλήσια τοῖς ὑπὸ τοῦ παρακλήτου λεγομένοις.
|
[05549]
|
τοιαύτην δὲ διαστολὴν δεδωκὼς οὐδὲ κἂν ἐπὶ ποσὸν ἀπὸ τῶν [20.24.217] γραφῶν παρεμυθήσατο τὴν ἰδίαν διήγησιν.
|
[06537]
|
περὶ δὲ τοῦ νῦν προκειμένου τοιαῦτα ἂν λέ γοιτο, ὅτι ὥσπερ τὸν ἱερὸν νοῦν τῶν γραφῶν, ἐπὶ ὠφελείᾳ λεγό μενον τῶν ζητούντων ὑπ' αὐτοῦ ὠφεληθῆναι, οἱ ἐπὶ τὸ χεῖρον παρεκδεχόμενοι, ὥστε καὶ ἀφορμὰς ἔχειν δοκεῖν πρὸς κατασκευὴν ἀσεβοῦς διδασκαλίας τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, συκοφαν τοῦσιν, οὕτως τὴν περὶ τοῦ σωτῆρος ἡμῶν ὑπὸ τοῦ Καϊάφα γενο μένην προφητείαν ἀληθεύουσαν ἐν τῷ συμφέρειν ἡμῖν ἵνα εἷς ἄν θρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, οὐχ ὑγιῶς ἀκούσαντες οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἀλλὰ ἄλλον νοῦν νομίσαντες εἶναι καὶ βούλημα τῆς τοῦ Καϊάφα συμβουλῆς, ἀπ' ἐκείνης [28.22.191] συνεβουλεύσαντο τῆς ἡμέρας ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.
|
[06665]
|
καὶ οἱ τοιοῦτοί γε ζητήσουσιν τὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἑστηκότες τῶν γραφῶν καὶ ἐπα πορήσουσιν πρὸς ἀλλήλους, εἰ ἐλεύσεται εἰς τὴν ἑορτὴν Ἰησοῦς.
|
000-00-00 Serial Number=0360258460
[00007]
|
ἀλλ' εἰ κὸς [καθώς φησιν Ἰώσηππος] Ζαχαρίαν νῦν λέγεσθαι τὸν Ἰωάννου πατέρα, περὶ οὗ ἀπὸ μὲν γραφῶν δεῖξαι οὐκ ἔχομεν οὔτε ὅτι υἱὸς ἦν Βαραχίου, οὔτε ὅτι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἐφόνευσαν αὐτὸν «μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου».
|
000-00-00 Serial Number=0367325842
[00068]
|
Ἐλθὼν δέ τις ἄνθρωπος εἰς τὸν ἀγρόν, εἴτε τὰς γραφὰς εἴτε τὸν Χριστὸν τὸν ἐκ φανερῶν καὶ κρυπτῶν συνεστηκότα, εὑρίσκει τὸν κεκρυμμένον τῆς σοφίας θησαυρόν, εἴτε ἐν Χριστῷ εἴτε ἐν ταῖς γραφαῖς ἐμπεριερχόμενος γὰρ τὸν ἀγρὸν καὶ ἐρευνῶν τὰς γραφὰς καὶ ζητῶν νοῆσαι τὸν Χριστὸν εὑρίσκει τὸν ἐν αὐτῷ θησαυ ρόν , καὶ εὑρὼν κρύπτει, οὐκ ἀκίνδυνον εἶναι νομίζων τὰ τῶν γραφῶν ἀπόρρητα νοήματα ἢ τοὺς ἐν Χριστῷ θησαυροὺς «σοφίας καὶ γνώσεως» ἐκφαίνειν τοῖς τυχοῦσι, καὶ κρύψας ἄπεισι πραγματευόμενος πῶς ἀγοράσει τὸν ἀγρὸν ἤτοι τὰς γραφάς, ἵνα ἴδιον κτῆμα αὐτὰς ποιήσῃ, λαβὼν ἀπὸ τῶν τοῦ θεοῦ «τὰ λόγια τοῦ θεοῦ», ἃ πρῶτον Ἰουδαῖοι «ἐπιστεύθησαν».
|
[00152]
|
Καὶ ὥσπερ τῶν ὑπὸ τὴν σαγήνην πιπτόντων ἰχθύων οἱ μὲν κατὰ τάδε τὰ μέρη τῆς σαγήνης εὑρίσκονται, οἱ δὲ καθ' ἕτερα, καὶ ἕκαστος ὑφ' ὃ κεκράτηται μέρος, οὕτως εὕροις ἂν καὶ ἐπὶ τῶν ὑπὸ τὴν σαγήνην τῶν γραφῶν ἐληλυθότων τινὰς μὲν κεκρατη μένους ὑπὸ τὴν προφητικὴν πλοκήν, φέρ' εἰπεῖν, Ἡσαΐου κατὰ τόδε τὸ ῥητὸν ἢ Ἱερεμίου ἢ ∆ανιήλ, ἄλλους δὲ κατὰ νομικὴν καὶ ἄλλους κατὰ εὐαγγελικὴν καὶ τινὰς κατὰ ἀποστολικήν.
|
[00201]
|
Καὶ ἰδιωτῶν γε μάλιστά ἐστι, μὴ εἰδότων τροπολογεῖν μηδὲ συνιέντων τὰ τῆς ἀναγωγῆς τῶν γραφῶν, ἀλλὰ τῷ γράμματι ψιλῷ πιστευόντων καὶ τοῦτο ἐκδικούντων, τὸ χρηματίζειν αὐτοὺς γραμματεῖς.
|
[00205]
|
κατὰ δὲ τὸ βαθύτερον, ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰς παραλαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικὰ ὀνομαζόμενα βασιλείαν οὐρανῶν.
|
[00471]
|
οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας, πέντε μὲν ἴσως αἰνισσόμενοι ἄρτους εἶναι τοὺς αἰσθητοὺς τῶν γραφῶν λόγους καὶ διὰ τοῦτο ἰσαρίθμους ταῖς πέντε αἰσθήσεσιν, δύο δὲ ἰχθῦς ἤτοι τὸν προφορικὸν καὶ τὸν ἐνδιάθετον λόγον, ὡσπερεὶ ὄψον τυγχάνοντας τῶν ἐν ταῖς γραφαῖς αἰσθητῶν κειμένων, ἢ τάχα καὶ τὸν φθάσαντα ἐπ' αὐτοὺς περὶ πατρὸς καὶ υἱοῦ λόγον.
|
[00686]
|
γέγονε γὰρ αὐτοῖς πάντα τὰ ῥήματα ὅλων μὲν τῶν γραφῶν, καὶ τοῦ Ἡσαΐου δέ, «ὡς λόγοι βιβλίου ἐσφραγισμένου».
|
[00747]
|
ἀλλὰ γὰρ καὶ ἐπὶ πάντων τῶν ἐπαγγελλομένων ὁδηγεῖν ἐν ὑγιεῖ διδασκαλίᾳ ἐπιμελῶς ἀκουστέον, καὶ κρίσιν ὑγιῆ τοῖς λεγομένοις προσακτέον, μήποτε κατ' ἄγνοιαν τυφλῶν καὶ μὴ βλεπόντων τὰ πράγματα τῆς ὑγιοῦς διδασκαλίας ὁδηγούμενοι, τυφλοὶ καὶ αὐτοὶ διὰ τὸ μὴ βλέπειν τὸν νοῦν τῶν γραφῶν τυγχάνοντες φανῶμεν, ὡς ἀμφοτέρους, τόν τε ὁδηγοῦντα καὶ <τὸν> ὁδηγούμενον, ἐμπεσεῖν εἰς τὸν βόθυνον περὶ οὗ προειρήκαμεν.
|
[01148]
|
εἰ δέ τις μὴ ὢν Πέτρος καὶ μὴ ἔχων τὰ εἰρημένα ἐνταῦθα, ὥσπερ Πέτρος οἴεται δήσειν ἐπὶ γῆς ὡς τὰ δεδε μένα δεδέσθαι ἐν οὐρανοῖς, καὶ λύσειν ἐπὶ γῆς ὡς τὰ λελυμένα λελύσθαι ἐν οὐρανοῖς, οὗτος «τε τύφωται» μὴ ἐπιστάμενος τὸ βού λημα τῶν γραφῶν, καὶ «τυφωθεὶς» ἐμ πέπτωκεν «εἰς τὸ τοῦ διαβόλου κρίμα».
|
[01337]
|
καὶ πᾶσα δ' (οἶμαι) ἡ πρὸς τὸ ῥητὸν οἰκοδομεῖν δυναμένη τοὺς μὴ χωροῦν τας μείζονα διήγησις γάλα ἂν εὐλό γως ὀνομάζοιτο, τὸ ῥέον ἀπὸ τῆς ἁγίας τῶν γραφῶν γῆς, τῆς ῥεούσης «μέλι καὶ γάλα».
|
[01425]
|
ὁ δὲ «στίλβοντα» τοῖς ἐπαναβεβηκόσιν ἐπιδεικνὺς «τὰ ἱμά τια αὐτοῦ» καὶ λαμπρότερα, ὧν δύναται ποιεῖν ἡ ἐκείνων γναφική, ὁ λόγος ἐστίν, παριστὰς ἐν ταῖς ὑπὸ πολλῶν καταφρονουμέναις λέξεσι τῶν γραφῶν τὴν τῶν νοημάτων στίλψιν, ὅτε «ὁ ἱματισμὸς» τοῦ Ἰησοῦ κατὰ τὸν Λουκᾶν «λευκὸς» καὶ «ἐξαστράπτων» γίνεται.
|
[01504]
|
Ἐν τούτοις Ἠλίας οὐχ ἡ ψυχὴ <Ἠλίου> δοκεῖ μοι λέγεσθαι, ἵνα μὴ ἐμπίπτω εἰς τὸ ἀλλότριον τῆς ἐκ κλησίας τοῦ θεοῦ περὶ τῆς μετενσω ματώσεως δόγμα, οὔτε παραδιδόμενον ὑπὸ τῶν ἀπο στόλων οὔτε ἐμφαινόμενόν που τῶν γραφῶν·
|
[01848]
|
δυνηθείη δ' ἄν τις ὥσπερ πραγμα τείαν ποιῆσαι ἀπὸ τῶν γραφῶν ἐκ τῆς τῶν μακαριζομένων καὶ ἐφ' οἷς μακαρίζονται συναγωγῆς, οὕτω καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ τῶν ἐφ' οἷς λέλεκται τὸ οὐαί.
|
[02965]
|
ἡμεῖς μὲν οὖν ἐτολμήσαμεν τοιαῦτά τινα, καὶ ἐκ πολλῶν μὲν φαντασθέντες γραφῶν καὶ ἐκ τῆς προκειμένης δὲ παραβολῆς, εἰπεῖν εἰς τὸ καταστῆσαι πῶς ὅλην τὴν ἡμέραν ἑστήκασιν ἀργοὶ παρὰ τὸ μηδένα αὐτοὺς μεμισθῶσθαι οἱ περὶ τὴν ἑνδεκάτην ὥραν κεκλη μένοι.
|
[03094]
|
<προπαρεθέμεθα δὲ τοῦ το,> ἐπεὶ τὸ ῥητὸν τοῖς μὲν ἁ πλουστέροις καὶ πάντη ἀκεραίοις καὶ βάθη θεοῦ καὶ τῶν γραφῶν αὐτοῦ μὴ ἐπισταμένοις ζητεῖν ἐμ φαίνει ἁπλότητα ἀξιώσεώς <τινος> καὶ τῆς πρὸς αὐτὴν τοῦ Ἰησοῦ ἀπο κρίσεως.
|
[03647]
|
ἀλλ' ὁ Ἰησοῦς τοῖς παιδίοις μὲν μαρτυρεῖ, τοῖς δὲ ἀρχιε ρεῦσιν ἀμαθίαν <γραφῶν> ἐγκαλεῖ διὰ τοῦ λέγειν·
|
[03927]
|
ἀλλὰ μήποτε ὁ κατὰ τὸ εὐαγγέλιον ἀμπελὼν ἡ βασιλεία ἐστὶ τοῦ θεοῦ, ἡ αὐτὴ (οἶμαι) τυγχάνουσα τῇ τῶν γραφῶν μετ' ἐπισκοπῆς θεοῦ διδασκαλίᾳ.
|
[04139]
|
καὶ ἔτι πρὸς ἐκείνους ἐροῦμεν ὅτι, εἰ μὴ βούλεσθε, ἀκολούθως τῷ ἐν παραβολῇ ἄνθρωπον λέγεσθαι τὸν θεόν, ἐν παραβολῇ ἀκούειν τῶν ἀνθρωποπαθῶς περὶ αὐτοῦ ἀπαγγελ λουσῶν γραφῶν, παραστήσατε πῶς ἄνθρωπος ὁ τῶν ὅλων κατὰ τὸ εὐαγγέλιον λέγεται θεός, οὐδὲν ἀν θρώπινον (ὡς ὑμεῖς ὑπολαμβάνετε) λεγόμενος ἔχειν ἐν ἑαυτῷ.
|
[04448]
|
Ἕκαστος μὲν οὖν τῶν ἐπιστη σάντων τῇ ἐπαπορήσει ἡμῶν ζη τείτω ἀπὸ τῶν γραφῶν παριστάμενα τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα περὶ τῶν μετὰ τὴν ἀνάστασιν.
|
[04474]
|
καὶ ὥσπερ πλα νῶνται οἱ διὰ τὸ μὴ τροπολογεῖν τὰ προφητικὰ οἰόμενοι μέλλειν ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἐσθίειν καὶ πί νειν σωματικὰ βρώματα <καὶ πό ματα>, ἐπεὶ <καὶ> αἱ λέξεις τῶν <προφητικῶν> γραφῶν τοιαῦτα πε ριέχουσιν, οὕτως καὶ τὰ περὶ γάμων γεγραμμένα καὶ ἀνδρῶν καὶ γυναικῶν τηροῦντες ἐπὶ τοῦ ῥητοῦ καὶ οἰόμενοι συνουσίαις ἡμᾶς καὶ τότε χρήσεσθαι, δι' ἃς οὐδὲ σχολάζειν ἐστὶ «τῇ προσ ευχῇ» δυνατὸν ἐν μολυσμῷ πως ὄντων καὶ ἀκαθαρσίᾳ τινὶ τῶν χρω μένων ἀφροδισίοις.
|
000-00-00 Serial Number=0871209145
[00452]
|
νυνὶ δὲ οὐδὲ τοῦθ' ὁ σοφώτατος Κέλσος ἑώρακεν, ὅτι Ἰουδαίῳ, πλείονα πιστεύοντι καὶ παραδοξότερα ἐκ τῶν προφητικῶν γραφῶν τῆς περὶ τοῦ εἴδους τῆς περισ τερᾶς ἱστορίας, τὸν τοιοῦτον περιέθηκε λόγον.
|
[00934]
|
∆ιὸ καὶ ἔστιν ἀληθῶς ἰδεῖν πάντα μὲν τὰ Ἰουδαίων τῶν νῦν μύθους καὶ λήρους οὐ γὰρ ἔχουσι τὸ φῶς τῆς γνώσεως τῶν γραφῶν , τὰ δὲ Χριστιανῶν ἀλήθειαν, ἐπᾶραι καὶ μετεωρίσαι ἀνθρώπου ψυχὴν καὶ νοῦν δυνάμενα καὶ πείθοντα ἔχειν τι πολίτευμα οὐχ ὅμοιον τοῖς κάτω Ἰουδαίοις κάτω που ἀλλ' ἐν οὐρανοῖς·
|
[01275]
|
Ἀλλ' οὐδὲ τὴν πρὸς τὸ βούλημα τοῦ πατρὸς περὶ τῶν κεκριμένων αὐτὸν παθεῖν εὐπείθειαν τοῦ Ἰησοῦ δηλουμένην ἐν τῷ Εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου προσποιεῖται ἀνεγνωκέναι, ὅμοιόν τι ποιῶν τοῖς κακουργότερον ἀκούουσι τῶν θείων γραφῶν ἀσεβέσι καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦσι.
|
[01361]
|
Ἢ γὰρ ἐκ τῶν ἐμῶν γραφῶν πιστευέτω ὅτι καὶ Πέτρος δεδεμένος ἐν φυλακῇ ἀγγέλου λύσαντος τοὺς δεσμοὺς ἐξῆλθε, καὶ Παῦλος μετὰ τοῦ Σίλα ἐν Φιλίπ ποις τῆς Μακεδονίας ὑπὸ ξύλον δεδεμένος ἐλύθη θείᾳ δυνάμει, ὅτε καὶ θύραι τῆς φυλακῆς ἠνοίχθησαν.
|
[01607]
|
Φήσομεν πρὸς τὸν Ἰουδαῖον ὅτι οὓς παρέθου μύθους εἶναι νενομίκαμεν, τὰ δὲ τῶν κοινῶν ἡμῶν πρὸς ὑμᾶς γραφῶν, ἐν αἷς οὐχ ὑμεῖς μόνοι ἀλλὰ καὶ ἡμεῖς σεμνυνόμεθα, οὐδαμῶς μύθους εἶναί φαμεν.
|
[01828]
|
[2.76] Οὐχ εὗρε δ' ὁ Κέλσος προσωποποιῶν τὸν Ἰουδαῖον τοιαῦτα αὐτῷ περιθεῖναι ἐν τῷ λόγῳ, ὁποῖα οὐκ ἂν αὐτῷ ἀπὸ τῶν νομίμων καὶ προφητικῶν προφέροιτο γραφῶν.
|
[01920]
|
Κἂν καθ' ὑπόθεσιν δὲ τῷ Κέλσῳ δοθῇ μὴ τὸν Ἰησοῦν εἶναι, ὃν κατήγγειλαν οἱ προφῆται, καὶ οὕτως οὐδὲν ἧττον οὐ περὶ ὄνου σκιᾶς ἐστιν ἡ τοῦ νοῦ τῶν προφη τικῶν γραφῶν ζήτησις·
|
[02012]
|
Εἰ μὴ ἄρα τὴν περὶ δικαστοῦ θεοῦ καὶ δικα ζομένων ἀνθρώπων ἐφ' οἷς ἔπραξαν πᾶσι διδασκαλίαν μετὰ κατασκευῆς ποικίλης, πῇ μὲν τῆς ἀπὸ τῶν γραφῶν πῇ δὲ καὶ ἀπὸ τοῦ εἰκότος λόγου, δείματα βούλεται λέγειν ὁ Κέλσος συμπεπλασμένα.
|
[02452]
|
Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ' οἱ κακῶς ἔχοντες, ἄλλα δὲ τὰ τοῖς καθαροῖς ψυχὴν καὶ σῶμα παραδεικνύντα ἀποκάλυψιν μυστηρίου, χρόνοις αἰωνίοις σεσιγημένου φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἑκάστῳ τῶν τελείων ἐπιφαινομένης καὶ φωτιζούσης εἰς ἀψευδῆ γνῶσιν τῶν πραγμάτων τὸ ἡγεμονικόν.
|
[02661]
|
Ἐμφαίνει γὰρ τοὺς ἀπὸ ἰουδαϊκῶν γραφῶν κατασκευάζοντας τὴν Χριστοῦ ἐπιδημίαν ὡς ἤδη γεγενημένην, καὶ ἔοικεν εἰδέναι ὅτι εἰσί τινες αἱρέσεις ἀρνούμεναι Χριστὸν Ἰησοῦν εἶναι τὸν πεπροφητευμένον.
|
[02816]
|
διόπερ τὴν ἑαυτοῦ ἐκδοχὴν καὶ οὐχὶ τὴν τῶν γραφῶν διαβάλλει.
|
[02833]
|
Ταῦτα δ' ἐπιστάμενος ὁ θεῖος λόγος πολλὰ πολλαχοῦ λέγει τῶν γραφῶν.
|
[03035]
|
ἃς οἱ μὴ νοήσαντες καὶ τὰς τοιαύτας ἀπὸ τῶν θείων γραφῶν φωνὰς οἴονται ἡμᾶς τοιοῦτον σχῆμα περιτιθέναι τῷ ἐπὶ πᾶσι θεῷ ὁποῖόν ἐστι τὸ ἀνθρώπινον, καθ' οὓς καὶ πτέρυγας ἀκόλουθον νομίζειν ἡμᾶς εἶναι ἐν τῷ σώματι τοῦ θεοῦ, ἐπεὶ καὶ ταῦτα λέγουσιν αἱ κατὰ τὸ ῥητὸν περὶ τοῦ θεοῦ ἡμῶν γραφαί.
|
[03231]
|
ἐν οἷς οὐ μόνον φράσις ἐξήσκηται ἀλλὰ καὶ νοήματα καὶ δόγματα καὶ ἡ χρῆσις τῶν, ὡς οἴεται, ἀπὸ τῶν γραφῶν μύθων ὁ Κέλσος.
|
[03247]
|
Ἐὰν δ' ἀδεκάστως τις ἐντυγχάνῃ, εὑρήσει ὅτι οὐδ' ἐπὶ γέλωτα κινεῖ τὸ βιβλίον, ἐν ᾧ ἀναγέγραπ ται Χριστιανὸς Ἰουδαίῳ διαλεγόμενος ἀπὸ τῶν ἰουδαϊκῶν γραφῶν καὶ δεικνὺς τὰς περὶ τοῦ Χριστοῦ προφητείας ἐφαρμόζειν τῷ Ἰησοῦ, καίτοι γε οὐκ ἀγεννῶς οὐδ' ἀπρεπῶς τῷ ἰουδαϊκῷ προσώπῳ τοῦ ἑτέρου ἱσταμένου πρὸς τὸν λόγον.
|
[03947]
|
Ἀκούομεν γὰρ καὶ πολλῶν γραφῶν περὶ ἀναστάσεως ἀξίως θεοῦ λεγουσῶν, ἀρκεῖ δ' ἐπὶ τοῦ παρόντος τὴν Παύλου παραθέσθαι ἀπὸ τῆς πρὸς Κορινθίους προτέρας λέξιν, φάσκοντος·
|
[04479]
|
[6.2] Ταῦτα δέ μοι λέλεκται ἀπολογουμένῳ περὶ τῆς κατηγο ρουμένης ὑπὸ Κέλσου καὶ ἑτέρων ἐν λέξεσιν εὐτελείας τῶν γραφῶν, ἀμαυροῦσθαι δοκούσης ὑπὸ τῆς ἐν συνθέσει λέξεως λαμπρότητος·
|
[04548]
|
Εἰ δὲ ῥᾳθυμοῦσί τινες, οὐκ ἀσκοῦντες προσέχειν ταῖς θείαις ἀναγνώσεσι καὶ ἐρευνᾶν τὰς γραφὰς καὶ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ ζητεῖν τὴν διάνοιαν τῶν γραφῶν καὶ αἰτεῖν περὶ αὐτῶν ἀπὸ τοῦ θεοῦ καὶ κρούειν αὐτῶν τὰ κεκλεισμένα, οὐ παρὰ τοῦτο ὁ λόγος κενός ἐστι σοφίας.
|
[04683]
|
[6.18] Ταῦτα δ' ἡγησάμην βραχέα ἀπὸ πλείστων ὅσων τῶν περὶ θεοῦ τοῖς ἱεροῖς ἀνδράσι νενοημένων παραθέσθαι, δεικνὺς ὅτι τῶν θαυμασθέντων ὑπὸ Κέλσου πλατωνικῶν λόγων ἔχει τι σεμνότερον τοῖς ἔχουσιν ὀφθαλμούς, βλέπειν τὰ σεμνὰ τῶν γραφῶν δυναμένους, τὰ ἱερὰ τῶν προφητῶν γράμματα.
|
[04739]
|
Ἴστω δὲ Κέλσος καὶ οἱ ἐντυγχάνοντες αὐτοῦ τῷ βιβλίῳ ὅτι οὐδαμοῦ τῶν γνησίων καὶ θείων πεπιστευμένων γραφῶν ἑπτὰ εἴρηνται οὐρανοί·
|
[04847]
|
Χρὴ μέντοι εἰδέναι ὅτι οἱ ταῦτα συνταξάμενοι, οὔτε τὰ μαγείας νοήσαντες οὔτε τὰ τῶν θείων γραφῶν διακρίναντες, πάντ' ἔφυραν·
|
[04848]
|
ἀπὸ μὲν μαγείας τὸν Ἰαλδαβαὼθ <λαβόντες> καὶ τὸν Ἀσταφαιὸν καὶ τὸν Ὡραῖον, ἀπὸ δὲ τῶν ἑβραϊκῶν γραφῶν τὸν Ἰαὼ ἢ Ἰὰ παρ' Ἑβραίοις ὀνομαζόμενον καὶ τὸν Σαβαὼθ καὶ τὸν Ἀδωναῖον καὶ τὸν Ἐλωαῖον.
|
[04849]
|
Τὰ δὲ ἀπὸτῶν γραφῶν ληφθέντα ὀνόματα ἐπώνυμά ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς θεοῦ·
|
[04964]
|
Ἐῶ γὰρ τὰ ἀπὸ τῶν εὐαγγελίων περὶ τοῦ πειράζοντος τὸν σωτῆρα διαβόλου, ἵνα μὴ δόξω ἀπὸ νεωτέρων γραφῶν φέρειν τὰ περὶ τοῦ ζητουμένου πρὸς τὸν Κέλσον.
|
[05166]
|
Καὶ πρὸς τοῦτο δὲ λέγομεν ὅτι τοῦ μὲν παντὸς κόσμου, συνεστῶτος ἐξ οὐρανοῦ καὶ γῆς, οὐ πάντως ὑπεξάγει τοὺς τὸν κατακλυσμὸν πεπονθό τας, ἀπαλλάττει δ' αὐτοὺς τῆς ἐν σαρκὶ ζωῆς καὶ ἀπολύσας τῶν σωμάτων ἀπολύει ἅμα καὶ τοῦ ἐπὶ γῆς τυγχάνειν, ἣν πολλαχοῦ τῶν γραφῶν ἔθος ὀνομάζεσθαι κόσμον.
|
[05187]
|
Εἶτα ὡς ἤτοι τῶν γραφῶν οὕτω λεγουσῶν ἢ καὶ ἡμῶν αὐτῶν οὕτως διηγουμένων περὶ θεοῦ, ὅτι καμὼν ἀνεπαύσατο, φησὶν ὅτι οὐ θέμις τὸν πρῶτον θεὸν κάμνειν οὔτε χειρουργεῖν οὔτε κελεύειν.
|
[05429]
|
Εἰ δὲ καὶ πολλά τις ποθεῖ σώματα πεπληρωμένα θείου πνεύματος ἰδεῖν, ἀνάλογον ἐκείνῳ τῷ ἑνὶ Χριστῷ διακονούμενα τῇ πανταχοῦ τῶν ἀνθρώπων σωτηρίᾳ, κατανοείτω τοὺς πανταχοῦ ὑγιῶς καὶ μετὰ βίου ὀρθοῦ διδάσκοντας τὸν Ἰησοῦ λόγον, χριστοὺς καὶ αὐτοὺς ὑπὸ τῶν θείων γραφῶν καλουμένους ἐν τῷ Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
|
[05567]
|
μόνος δὲ καὶ πᾶς ὁ κατ' ἀλήθειαν ἐν Χριστῷ σοφὸς τὸν εἱρμὸν πάντα ἀποδῴη ἂν τῶν μετ' ἐπικρύψεως εἰρημένων ἐν τοῖς προφήταις, πνευματικὰ πνευματικοῖς συγκρίνων καὶ κατασκευάζων ἀπὸ τῆς συνηθείας τῶν γραφῶν ἕκαστον τῶν εὑρισκομένων.
|
[05659]
|
Πέπονθε δὴ διὰ τούτων Κέλσος πρᾶγμα ὁ πάντ' ἐπίστασθαι ἐπαγγελλόμενος ἰδιωτικώτατον, περὶ τοῦ νοῦ τῶν γραφῶν οἰηθεὶς πλέον τῶν κατὰ τὸ γράμμα λέξεων μηδένα λόγον εἶναι βαθύτερον ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις·
|
000-00-00 Serial Number=0471802890
[00056]
|
ἐπεὶ δὲ δεῖ εὐγνώμονα εἶναι ἐν τῷ ἀκούειν τῶν γραφῶν, πιθανῶς καταβομβήσαντος ἡμῶν τοῦ λόγου καὶ ἀληθῶς δυναμένου ταράξαι καὶ κινῆσαι ἡμᾶς, ἴδωμεν πότερόν ποτε νενόηται ἡ γραφὴ τῷ τοῦτο μὴ παραδεξαμένῳ, ἢ ἀπὸ ἐνδόξων μὲν ἐπιχειρεῖ, ἐναντία δὲ λέγει τοῖς γεγραμμένοις.
|
000-00-00 Serial Number=0270790696
[00231]
|
[9.1] Κατασκευαστέον δὲ ἀπὸ τῶν θείων γραφῶν τὰ εἰρημένα τοῦτον τὸν τρόπον.
|
[00327]
|
[13.2] τί δὲ δεῖ καταλέγειν τοὺς διὰ τοῦ ὃν δεῖ τρόπον προσεύξασ θαι μεγίστων ἐπιτετευχότας ἀπὸ θεοῦ, παρὸν ἑκάστῳ ἑαυτῷ ἀπὸ τῶν γραφῶν ἀναλέξασθαι πλείονα;
|
[00459]
|
ὅπερ διὰ τῶν ἁγίων γραφῶν μανθάνετε.
|
[00896]
|
ἔθος δὴ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα «0σήμερον» καλεῖσθαι, ὥσπερ ἐν τῷ «οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς [20σήμερον] ἡμέρας» καὶ «οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς [20σήμερον] ἡμέρας» καὶ «ἐφη μίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις ἕως τῆς [20σήμερον20,»] καὶ ἐν τοῖς ψαλμοῖς·
|
[01058]
|
[29.10] ὅσοι γοῦν παρεκδεξάμενοι ἐν τῷ ἀνατεθεικέναι αὑτοὺς τῇ ἐξετάσει τῶν θείων γραφῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀπηγγελμένα ἀθέοις καὶ ἀσεβέσι δόγμασιν ἑαυτοὺς ἀνατεθείκασιν <ἢ> ἠλιθίοις καὶ γελοίοις, τί δεῖ καὶ λέγειν, τῶν δοκούντων τῷ τῆς ἀμελείας τῶν ἀνα γνωσμάτων ἐγκλήματι μὴ εἶναι ἐνόχων μυρίων ὅσων τὰ τοιαῦτα πταιόντων;
|
000-00-00 Serial Number=0259020150
[00286]
|
τ Περὶ τοῦ θεοπνεύστου τῆς θείας γραφῆσ [4.1.1] Ἐπεὶ <δὲ> περὶ τηλικούτων ἐξετάζοντες πραγμάτων, οὐκ ἀρ κούμενοι ταῖς κοιναῖς ἐννοίαις καὶ τῇ ἐναργείᾳ τῶν βλεπομένων, προσπαραλαμβάνομεν εἰς τὴν φαινομένην ἡμῖν ἀπόδειξιν τῶν λεγο μένων μαρτύρια τὰ ἐκ τῶν πεπιστευμένων ἡμῖν εἶναι θείων γραφῶν, τῆς τε λεγομένης παλαιᾶς διαθήκης καὶ τῆς καλουμένης καινῆς, λόγῳ τε πειρώμεθα κρατύνειν ἡμῶν τὴν πίστιν, καὶ οὐδέπω περὶ τῶν γραφῶν ὡς θείων διελέχθημεν·
|
[00352]
|
αὕτη δὲ ἡ σοφία ἡμῖν ἐντυπωθήσεται τρανῶς «κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ·
|
[00364]
|
Καὶ ὅτι μὲν οἰκονομίαι τινές εἰσι μυστικαί, δηλούμεναι διὰ τῶν θείων γραφῶν, πάντες καὶ οἱ ἀκεραιότατοι τῶν τῷ λόγῳ προσιόντων πεπιστεύκασι·
|
[00398]
|
αἰνισσομένου τοῦ λόγου περὶ τῶν παρὰ τῷ ἀποστόλῳ «ἐν κρυπτῷ Ἰουδαίων», ὡς ἄρα οὗτοι καθαρίζονται διὰ τοῦ λόγου τῶν γραφῶν, ὅπου μὲν «δύο μετρητάς», τὸν ἵν' οὕτως εἴπω ψυχικὸν καὶ τὸν πνευ ματικὸν λόγον, χωρούντων, ὅπου δὲ «τρεῖς», ἐπεί τινες ἔχουσι πρὸς τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον.
|
[00432]
|
[4.2.7] Τούτων οὕτως ἐχόντων τοὺς φαινομένους ἡμῖν χαρακτῆρας τῆς νοήσεως τῶν γραφῶν ὑποτυπωτέον.
|
[00440]
|
προέκειτο γὰρ καὶ τὸ ἔνδυμα τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιῆσαι οὐκ ἀνωφελὲς δυνάμενόν τε τοὺς πολλούς, ὡς χωροῦσι, βελτιοῦν.
|
000-00-00 Serial Number=0576253176
[00102]
|
«Σύνθετον εἶναι τὸν ἄνθρωπον μεμαθήκαμεν ἀπὸ τῶν ἱερῶν γραφῶν.
|
[00178]
|
∆οκεῖ δέ μοι οὐκ αὐτὸς τετολμηκέναι τοῦτον τὸν λόγον καινοτομεῖν, ἀλλ' ἀπὸ τῶν γραφῶν ἀσαφέστερον εἰρηκυιῶν γυμνότερον νε νοηκὼς εἰρηκέναι.
|
000-00-00 Serial Number=0466289937
[00005]
|
ποιητικῶς δὲ διὰ τοῦτ' ἂν ηὐξάμην παραλαβεῖν σε καὶ φιλοσοφίας Ἑλλήνων τὰ οἱονεὶ εἰς χριστιανισμὸν δυνάμενα γενέσθαι ἐγκύκλια μαθήματα ἢ προπαιδεύματα, καὶ τὰ ἀπὸ γεωμετρίας καὶ ἀστρονομίας χρήσιμα ἐσόμενα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν·
|
[00031]
|
[4] Σὺ οὖν, κύριε υἱὲ, προηγουμένως πρόσεχε τῇ τῶν θείων γραφῶν ἀναγνώσει·
|
000-00-00 Serial Number=0208472133
[00044]
|
(Ὅτι δὲ πρεσβυτέρα ἡ ψυχὴ τοῦ ἡλίου τῆς ἐνδέσεως αὐτοῦ τῆς εἰς τὸ σῶμα, μετὰ τὸ συλλογίσασθαι ἐκ συγκρίσεως ἀνθρώπου τῆς πρὸς αὐτὸν καὶ ἐντεῦθεν ἀπὸ τῶν γραφῶν οἶμαι ἀποδεῖξαι δύνασθαι.) [14] Just.
|
000-00-00 Serial Number=0932548106
[00525]
|
οὕτως καὶ υἱοὺς καὶ τέκνα πορνεία καὶ υἱοὺ θανάτου καὶ υἱοὺ γεέννη καὶ ἄλλα τούτοις παραπλήσιά ἐστι πολλαχοῦ τῶν γραφῶν εὑρεῖν.
|
[00693]
|
ζητοῦντες δὲ ἀπὸ ποίων παλαιῶν ὠφελημένος γραφῶν ὁ Παῦλος ταῦτά φησιν ἀποκαλυφθεισῶν αὐτῷ καὶ φανερωθεισῶν, στοχαζόμεθα ὅτι ἐκ τῶν ἀναγεγραμμένων περὶ πολέμων καὶ μονομαχιῶν, οἷον τοῦ ∆αβὶδ πρὸς τὸν Γολιὰθ καὶ τῶν υἱῶν Ἰσραὴλ πρὸς τοὺς ἀλλοφύλους ἢ τὰ ἔθνη οἷς ἀνταγωνιζόμενοι νενικήκασιν·
|
000-00-00 Serial Number=0345952511
[00911]
|
∆ιὰ τοῦτο μὴ αὐτῆς τῆς ὀργῆς σου ἐάσῃς με πεῖραν λαβεῖν, ἐπειδήπερ μόνον φανταζό μενος αὐτὴν, καὶ νυνὶ ὁρῶν τὸ πρόσωπον, ἐκ τῶν σῶν θείων λόγων καὶ γραφῶν, πάσχω τὸ σῶμα, καὶ ταράσσομαι τὴν σάρκα καὶ τὰ ὀστᾶ, καὶ παρακαλῶ μὴ ἀπ' αὐτῆς τῆς ὀργῆς παθεῖν.
|
[01959]
|
Χιμάρους λέγει τὰς ἀρετὰς, αιτινες χιμάρων δίκην νέμονται τὰ δόγματα τῶν γραφῶν.
|
[02462]
|
Αλλ' εἰ μὲν ὁ παρὰ Ιουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος ἐπεφύλα κτο, λόγον αν ειχε συγχωρεῖν Ιουδαίοις αὐ τὸν ειναι νομίζειν τὸν ὑπὸ τῶν γραφῶν δη λούμενον.
|
[05845]
|
Εκ τῶν προφερομένων ἐγκλημά των ἐστὶ τῇ γραφῇ καὶ τὸ εἰρημένον ἐνταῦ θα ῥητὸν, παρὰ τῶν μὴ ἐπισταμένων, μήτε ποίᾳ προφάσει, μήτε ποίᾳ δυνάμει λελάλη ται τὰ αγια λόγια τῶν γραφῶν.
|
000-00-00 Serial Number=0036342323
[00669]
|
ὡς περὶ τῶν γραφῶν αὐτῶν ὁ σωτὴρ εἶπεν·
|
[00803]
|
ὡς εἶναι τὸ πᾶν γράμμα τοῦ νόμου καὶ προφητῶν καὶ τῶν λοιπῶν γραφῶν ἀπὸ τοῦ τοιοῦδε πηλοῦ, ᾧ καὶ χρίσαι δεῖ τοὺς τῶν μὴ βλε πόντων ὀφθαλμούς, μετὰ δὲ τοῦτο ἀπελθεῖν εἰς τὸν Σιλωὰμ τοῦ ἀπεσταλμένου ὑπὸ τοῦ θεοῦ·
|
000-00-00 Serial Number=0110863805
[00692]
|
[31.177] Ὅρα δέ, πῶς κακούργως πειρᾶται διὰ τῆς χρήσεως τῶν γραφῶν.
|
000-00-00 Serial Number=0637726605
[00006]
|
Τούτων μὲν παραδείγματα ἔστιν ἀπὸ τῶν γραφῶν λαβεῖν πολλά, ὀλίγα δὲ <ἀρκεῖ> τὰ ἐπὶ τοῦ παρόντος ὑποπίπτοντα, ἵνα ἔλθωμεν καὶ ἐπὶ τὸν σκοπὸν τῶν προκειμένων ἀναγνωσμάτων.
|
[00321]
|
∆ιὰ τοῦτο τούτων λεγομένων, ὅση δύναμις συναγαγόντες τοὺς λόγους τοὺς τῶν γραφῶν, εἰς τὴν καρδίαν ἀποτιθώ μεθα αὐτοὺς καὶ κατ' αὐτοὺς πειραθῶμεν ζῆν, ἐὰν ἄρα δυνηθῶμεν πρὸ τῆς ἐξόδου καθαροὶ γενέσθαι, καὶ ἑτοιμά σαντες εἰς τὴν ἔξοδον τὰ ἔργα ἡμῶν ἐξελθόντες ἐν αὐτοῖς τοῖς ἀγαθοῖς παραληφθῆναι καὶ ἐν Χριστῷ Ἰησοῦ σωθῆναι, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
|
[00705]
|
ζητήσας αὐτὸ καὶ εὑρών, ἀπὸ τῶν γραφῶν συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας τοὺς καθα ρούς, ἀροτρίασον καὶ νέωσον τὴν γῆν, καὶ ἵνα μηκέτι ᾖ παλαιά, ποίησον αὐτὴν νέαν «ἐκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενος τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν».
|
[00706]
|
Ποιήσεις σεαυτῷ νέωμα, καὶ ἐὰν ποιήσῃς τὸ νέωμα, λάβε σπέρματα ἀπὸ τῶν διδα σκόντων, λάβε σπέρματα ἀπὸ τοῦ νόμου, λάβε ἀπὸ τῶν προφητῶν, ἀπὸ τῶν εὐαγγελικῶν γραφῶν, <ἀπὸ τῶν> ἀποστολικῶν λόγων, καὶ λαβὼν ταῦτα τὰ σπέρματα σπεῖ ρον τὴν ψυχὴν διὰ τῆς μνήμης καὶ τῆς μελέτης.
|
[00760]
|
οἷον ἐμοὶ κελεύει ὁ λόγος καὶ εἴ τινι ἄλλῳ δέδοται δὲ τῷ βουλομένῳ καὶ ζητήσαντι τὸν νοῦν τῶν γραφῶν κελεύει ποιῆσαι «σάλπιγγας ἀργυρᾶς ἐλατάς».
|
[01052]
|
Οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται·
|
[01057]
|
Ἀλλ' εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, «πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας», «πνεῦμα φόβου θεοῦ», «πνεῦμα δυνά μεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ», καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν τοὺς ἀνέμους τούτους.
|
[01434]
|
Μάλιστα δὲ ἔστιν ταῦτα νοῆσαι ἐπὶ τῶν ἑτεροδόξων ἐντυγχανόντων ταῖς γραφαῖς καὶ ἀκάνθας οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλ' ἀπὸ τῶν ἰδίων ἐπινοιῶν θεριζόντων.
|
[01939]
|
δεῖ οὖν καὶ τὸ καθη μαξευμένον καὶ φερόμενον ἐν ταῖς ἐκκλησίαις διηγήσασθαι καὶ τὸ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν ἀδιήγητον μὴ καταλιπεῖν.
|
[02112]
|
ὁ νοῦς τῶν γραφῶν ἤρθη ἀπ' αὐτῶν.
|
[02403]
|
καὶ εἴ τίς γε κατενόησε τοὺς ἔχοντας ἀπὸ θεοῦ χάριν λόγου πεπλεγμένην ὡς δίκτυα καὶ συγκειμένην ἀπὸ τῶν ἱερῶν γραφῶν ὡς ἀμφίβληστρον, ὥστε περιβάλλεσθαι ταῖς ψυχαῖς τῶν ἀκροατῶν τὸ πλέγμα, κατενόησε δὲ καὶ τεχνικῶς τοῦτο γινόμενον κατὰ τὴν ἐπιστήμην ἣν ἐδίδαξεν ὁ Ἰησοῦς, ὄψε<τα>ι τίνα τρόπον οὐ μό νον τότε ἀλλὰ καὶ νῦν ὁ σωτὴρ ἡμῶν πέμπει ἁλιεῖς ἀνθρώπων παι δεύσας αὐτούς, ἵνα δυνηθῶμεν ἀπὸ τῆς θαλάσσης ἀνελθεῖν καὶ φυγεῖν αὐτῆς τὰ πικρὰ κύματα.
|
000-00-00 Serial Number=0243356466
[00136]
|
Μὴ ἐκκακῶμεν οὖν ἀκούοντες γραφῶν, ἃς οὐ νοοῦμεν, ἀλλὰ «γενηθήτω ἡμῖν κατὰ τὴν πίστιν ἡμῶν», ἣν καὶ πιστεύομεν, ὅτι «πᾶσα γραφὴ θεόπνευστος οὖσα ὠφέλιμός ἐστι».
|
[00137]
|
Τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι «θεόπνευστοι», ἐπεὶ οὔκ εἰσιν «ὠφέλιμοι», ὡς ὑπολαμβάνοι ἂν ὁ ἄπιστος·
|
000-00-00 Serial Number=0555312097
[00093]
|
Πότε καὶ τίσι τὰ ἀπὸ φιλοσοφίας μαθήματα χρήσιμα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν, μετὰ γραφικῆς μαρτυρίας.
|
[00097]
|
Πρὸς τοὺς Ἑλλήνων φιλοσόφους τὸ εὐτελὲς τῆς τῶν θείων γραφῶν φράσεως διασύροντας, καὶ τὰ ἐν χριστιανισμῷ καλὰ βέλτιον παρ' Ἕλλησιν εἰρῆσθαι φάσκοντας·
|
[00156]
|
[1.1] Ἐπεὶ περὶ τηλικούτων ἐξετάζοντες πραγμάτων, οὐκ ἀρκούμενοι ταῖς κοιναῖς ἐννοίαις καὶ τῇ ἐναργείᾳ τῶν βλεπομένων, προσπαραλαμβάνομεν εἰς τὴν φαινομένην ἡμῖν ἀπόδειξιν τῶν λεγομένων μαρτύρια τὰ ἐκ τῶν πε πιστευμένων ἡμῖν εἶναι θείων γραφῶν, τῆς τε λεγομένης παλαιᾶς διαθήκης καὶ τῆς καλουμένης καινῆς, λόγῳ τε πειρώμεθα κρατύνειν ἡμῶν τὴν πίστιν, καὶ οὐδέπω περὶ τῶν γραφῶν ὡς θείων διηλέχθημεν·
|
[00233]
|
αὕτη δὲ ἡ σοφία ἡμῖν ἐντυπωθήσεται τρανῶς, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ·
|
[00261]
|
καὶ ὅτι μὲν οἰκονομίαι τινές εἰσι μυστικαὶ, δηλούμεναι διὰ τῶν θείων γραφῶν, πάντες καὶ οἱ ἀκεραιότατοι τῶν τῷ λόγῳ προσιόντων πεπιστεύκασι·
|
[00348]
|
[1.14] Τούτων οὕτως ἐχόντων τοὺς φαινομένους ἡμῖν χαρακτῆρας τῆς νοήσεως τῶν γραφῶν ὑποτυπωτέον.
|
[00365]
|
προέκειτο γὰρ καὶ τὸ ἔνδυμα τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιῆσαι οὐκ ἀνωφελὲς, δυνάμενόν τε τοὺς πολ λοὺς, ὡς χωροῦσι, βελτιοῦν.
|
[00553]
|
σφόδρα δὲ καὶ δυσδιήγητοί εἰσι καὶ αἴτιαι δοκοῦσαι τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι τῶν ἑτεροδόξων ψυχὰς, ἀπερισκέπτως καὶ μετὰ προπετείας κατηγορούντων τοῦ θεοῦ ἐξ ὧν οὐ νοοῦσι γραφῶν, καὶ διὰ τοῦτο ἐκπιπτόντων ἐπὶ ἀναπλασμὸν ἄλλου θεοῦ.
|
[00554]
|
ἀσφαλὲς οὖν τὸ περιμένειν τὴν ἑρμηνείαν τοῦ σαφηνιστοῦ λόγου, καὶ τῆς ἐν μυστηρίῳ σοφίας ἀποκεκρυμμένης, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνοις παραπλησίοις διά τε γραφῶν προφητικῶν καὶ τῆς γενομένης εἰς αὐτοὺς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν λόγου τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεόν.
|
[00612]
|
[2.5] Χρὴ μέντοι γε τὸν ἅπαξ παραδεξάμενον τοῦ κτί σαντος τὸν κόσμον εἶναι ταύτας τὰς γραφὰς πεπεῖσθαι, ὅτι ὅσα περὶ τῆς κτίσεως ἀπαντᾷ τοῖς ζητοῦσι τὸν περὶ αὐτῆς λόγον, ταῦτα καὶ περὶ τῶν γραφῶν.
|
[00622]
|
Ἐπεὶ δὲ ἐν τῷ περὶ ἀριθμῶν τόπῳ, ἑκάστου ἀριθμοῦ δύναμίν τινα ἔχοντος ἐν τοῖς οὖσιν, ᾗ κατεχρήσατο ὁ τῶν ὅλων δημιουργὸς εἰς τὴν σύστασιν ὁτὲ μὲν τοῦ παντὸς ὁτὲ δὲ εἴδους τινὸς τῶν ἐν μέρει, προσέχειν δεῖ καὶ ἐξιχνεύειν ἀπὸ τῶν γραφῶν τὰ περὶ αὐτῶν καὶ ἑνὸς ἑκάστου αὐτῶν·
|
[00635]
|
ἐξει λήφαμεν ὡς θησαυροῦ μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, ὀστρα κίνων δὲ σκευῶν τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρ' Ἕλλησι λέξεως τῶν γραφῶν ἀληθῶς ὑπερβολῆς δυνάμεως τοῦ θεοῦ ἐμφαινομένης·
|
[00727]
|
γίνεται δὲ καὶ τρίτος εἰρηνοποιὸς, ὁ τὴν ἄλλοις φαινομένην μάχην τῶν γραφῶν ἀποδεικνὺς εἶναι οὐ μάχην, καὶ παριστὰς τὴν συμφωνίαν καὶ τὴν εἰρήνην τούτων, ἤτοι παλαιῶν πρὸς καινὰς, ἢ νομικῶν πρὸς προφητικὰς, ἢ εὐαγγελικῶν πρὸς εὐαγγελικὰς, ἢ εὐαγγελικῶν πρὸς ἀποστολικὰς, ἢ ἀποστολικῶν πρὸς ἀπο στολικάς.
|
[00909]
|
εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε ἀνατομεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν τι τῶν γεγραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἱερὰ γράμματα αἰτιῶ, ὅτε μὴ εὑρίσκεις τὸν λόγον τῶν γεγραμ μένων.
|
[00926]
|
[11.2] Ἡμεῖς οὖν, οἱ εὐχόμενοι εἶναι πρόβατα τοῦ ποι μένος, μηδέποτε φεύγωμεν νεμηθῆναι καὶ τὰ αὐτόθεν ὅσον ἐπὶ τῷ ῥητῷ ἀπεμφαίνοντα τῶν γραφῶν, καὶ διὰ τὴν ἀπέμ φασιν τῆς λέξεως πατούμενα ὑπὸ τῶν μὴ δυναμένων μηδὲ θελόντων χρῆσθαι πάσῃ τῇ νομῇ.
|
[00953]
|
τὸ γὰρ ἓν τῶν δύο δεῖ σε παραδέξασθαι ἐπὶ τούτων τῶν γραφῶν, ἢ ὅτι οὔκ εἰσι θεόπνευστοι ἐπεὶ οὔκ εἰσιν ὠφέλιμοι, ὡς ὑπολαμβάνοι ἂν ὁ ἄπιστος·
|
[00959]
|
[13.1nΠότε] καὶ τίι τὰ ἀπὸ φιλοοφία μαθήματα χρή ιμα εἰ τὴν τῶν ἱερῶν γραφῶν διήγηιν, μετὰ γραφικῆ μαρτυρία.
|
[00964]
|
διὰ τοῦτ' ἂν ηὐξάμην παραλαβεῖν σε καὶ φιλοσοφίας Ἑλλήνων τὰ οἱονεὶ εἰς χριστιανισμὸν δυνά μενα γενέσθαι ἐγκύκλια μαθήματα ἢ προπαιδεύματα, καὶ τὰ ἀπὸ γεωμετρίας καὶ ἀστρονομίας χρήσιμα ἐσόμενα εἰς τὴν τῶν ἱερῶν γραφῶν διήγησιν·
|
[00990]
|
[13.4] Σὺ οὖν, κύριε υἱὲ, προηγουμένως πρόσεχε τῇ τῶν θείων γραφῶν ἀναγνώσει·
|
[01048]
|
[15.1n] Πρὸ τοὺ Ἑλλήνων φιλοόφου τὸ εὐτελὲ τῆ τῶν θείων γραφῶν φράεω διαύροντα, καὶ τὰ ἐν χριτιανιμῷ καλὰ βέλτιον παρ' Ἕλληιν εἰρῆθαι φά κοντα, καὶ προέτι δυειδὲ τὸ τοῦ κυρίου ῶμα λέ γοντα·
|
[01059]
|
[15.2] Ταῦτα δέ μοι λέλεκται ἀπολογουμένῳ περὶ τῆς κατηγορουμένης ὑπὸ Κέλσου καὶ ἑτέρων ἐν λέξεσιν εὐ τελείας τῶν γραφῶν, ἀμαυροῦσθαι δοκούσης ὑπὸ τῆς ἐν συνθέσει λέξεως λαμπρότητος·
|
[02654]
|
εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν γραφῶν τοῦτο παρα στῆσαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παρα δειγμάτων·
|
[02734]
|
[23.10] Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιη σάμενος τὸ προεγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέ ψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν·
|
[03330]
|
[26.4] Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσωπῆσαι τοὺς οὐχ οἵους τε λῦσαι τὰ προσαγόμενα περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι καὶ τρία τῶν κακῶν κατὰ τὸν λόγον τῶν γραφῶν.
|
[03332]
|
πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται·
|
[03375]
|
[26.6] Ταῦτα μὲν οὖν αὐτάρκη τοῖς μὴ πάνυ ἀμβλέσι, πρὸς τὸ ἀπὸ τούτων ἑαυτοῖς ἀναλεξαμένοις τὰ περισπῶντα ῥητὰ τῶν γραφῶν ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος.
|
[03491]
|
ἡμεῖς δὲ πολλαχόθεν πειθόμενοι ἀπό τε τῶν ἱερῶν γραφῶν καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος καὶ τάξεως τῶν δημιουργημάτων, παρὰ θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ πατρὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀγαθῷ θεῷ καὶ δικαίῳ καὶ σοφῷ·
|
[03572]
|
ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ, μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.
|
000-00-00 Serial Number=0170409560
[00043]
|
Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν γραφῶν τοῦτο παραστῆσαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παραδειγμάτων·
|
[00127]
|
[23.10] Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιη σάμενος τὸ προεγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέ ψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν·
|
[00484]
|
[26.4] Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσωπῆσαι τοὺς οὐχ οἵους τε λῦσαι τὰ προσαγόμενα περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι καὶ τρία τῶν κακῶν κατὰ τὸν λόγον τῶν γραφῶν.
|
[00486]
|
Πρὸς πάντας τοίνυν τοὺς τὰ τοιαῦτα ἐκ τῶν γραφῶν ὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὧν ἁμαρτήματα οὐ κατηγορεῖται·
|
[00528]
|
[26.6] Ταῦτα μὲν οὖν αὐτάρκη τοῖς μὴ πάνυ ἀμβλέσι, πρὸς τὸ ἀπὸ τούτων ἑαυτοῖς ἀναλεξαμένοις τὰ περισπῶντα ῥητὰ τῶν γραφῶν ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος.
|
[00641]
|
Ἡμεῖς δὲ πολλαχόθεν πειθόμενοι ἀπό τε τῶν ἱερῶν γραφῶν καὶ ἀπὸ τῆς ἐνεργείας τῆς κατὰ τὸ μέγεθος καὶ τάξεως τῶν δημιουργημάτων, παρὰ θεοῦ τοῦ κτίσαντος τὰ βλεπόμενα καὶ τὰ μὴ βλεπόμενα, τὰ πρόσκαιρα καὶ τὰ αἰώνια, ὡς ἑνὸς ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντα τῷ πατρὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀγαθῷ θεῷ καὶ δικαίῳ καὶ σοφῷ·
|
[00721]
|
Ἐὰν δέ τις τὸ πρὸς θεὸν εὐσεβὲς τηρῶν κρείττονα καὶ μηδαμῶς ἀσεβείας ἐφαπτόμενα εὑρίσκῃ μετὰ μαρτυριῶν τῶν ἀπὸ τῶν θείων γραφῶν, ἐκείνοις μᾶλλον χρηστέον.
|
000-00-00 Serial Number=0859724104
[00022]
|
[30] Ἐκ τῶν γραφῶν ἔστιν εὑρεῖν ὡς <ὥσ>περ σῶμα θεοῦ <ἐνερ>γίαι εἰσί τινες, οἷον αἱ ὑπηρετικαὶ χεῖρε, καὶ ἐποπτικαὶ ὀφθαλμοί, καὶ ἐπὶ τῶν εὐχῶν τεταγμέναι ὦτα, καὶ ἀπελαστικαὶ προνοίας θεοῦ πόδε, τοῖς κατὰ γῆν διαιτωμένοις.
|
Reditus in Auctori Indicem
Reditus in Indicem Primum
Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam: Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.»
Divus Pius X Papa: «Notre Charge Apostolique»