0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δύνασθαι [206]


000-00-00 Serial Number=0584687293
Commentarii in Genesim Ante [Go Back]  
 [00005]  [12.48] ΑΠΟ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τε χνίτας μὴ δύνασθαι παραδέξασθαι τὸν Θεὸν χωρὶς ὕλης ἀγεννήτου ὑποκειμένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται, μηδὲ τέκτων χωρὶς ξύλων, μηδὲ οἰκοδόμος χωρὶς λίθων·
 [00046]  Ὑπεξ ηρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρα κότας ἢ πεπονθότας, διηγουμένους ἃ δεδράκασιν, ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετυχότα.
 [00093]  εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι ἐναντιοφορούντων τῶν κα λουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα, σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες, γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμ βάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκά στου τῶν ὅ τι ποτὲ ἐνεργούντων ἢ πασχόντων·) ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώ σκειν, ὡς κατὰ δύναμιν διὰ τῶν ἑξῆς δείξομεν.
 [00106]  καί φασιν ἀκολουθεῖν τῷ τὸν Θεὸν τὰ μέλλοντα προεγνω κέναι τὸ μὴ δύνασθαι τὰ ἐφ' ἡμῖν σώζεσθαι.
 [00179]  τὰ μέντοι μέλ λοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ [12.73] τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν, τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι, ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ ση μαινόντων μόνον·
 [00192]  τοῦτο δὲ καθ' ὑπόθε σιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀνα λαμβάνεσθαι ὑπ' ἀνθρώπων δύνασθαι.
 [00220]  Ἔστω δὲ καὶ τοῦτο συγκεχωρημένον τὸ καταλαμ βάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀλη θές·
 [00227]  ἀναγγειλάτωσάν σοι τί μέλ λει ἐπὶ σὲ ἔρχεσθαι·» διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προ δηλοῦν, ἃ βεβούληται Κύριος ἑκάστῳ ἔθνει ἐπα γαγεῖν.
000-00-00 Serial Number=0047249794
Commentarii in Romanos Ante [Go Back]  
 [00193]  πρόδηλον δὲ ὡς περὶ τῆς ὀρθῆς πίστεως φαμέν *** Ἵστησιν οὖν πᾶς ὁ ἅγιος καὶ ὑγιῶς πιστεύων τὸν νόμον καὶ μάλιστα τὸν πνευματικὸν καὶ οὐδαμῶς αὐτὸν καταργεῖ *** Εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους ἐπιστολῆς τὸ «Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην», ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι τὸ «Νόμος οὖν καταργεῖται;» τῷ «Νόμον οὖν καταργοῦμεν;» Οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον·
 [00205]  [4,] [1] [8]] «Τί οὖν ἐροῦμεν εὑρηκέναι Ἀβραὰμ τὸν προπά τορα ἡμῶν κατὰ σάρκα;» δύο προειπὼν εἶναι νόμους, ὧν τὸν μὲν ἕτερον νόμον ἔργων ὠνόμασεν, τὸν δὲ ἕτερον νόμον πίστεως, καὶ φήσας ἐκκεκλεῖσθαι τὴν καύχησιν οὐ διὰ τοῦ νόμου τῶν ἔργων ἀλλὰ διὰ τοῦ νό|μου τῆς πίστεως καὶ τούτοις ἐπαγαγὼν ὡς ἄρα δύνασθαι δὲ πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων νόμου *** δεύτερον δὲ περὶ τοῦ Ἀβραὰμ παριστὰς ὅτι ἐκ πίστεως μᾶλλον ἐδικαιώθη ἤπερ ἐξ ἔργων *** οὐδὲν ἧττόν φησιν αὐτὸν κατορθῶσαι τὰ ἔργα ὡς φιλοῦντα παρακολουθεῖν τῇ ἀξίᾳ δικαιώσεως πί[σ]τει *** καθ' ὅλον δὲ τοῦτον | τὸν τόπον δύο ἔοικεν ὑποβάλλειν δικαιώσεις <ὧν> τὴν μὲν ἑτέραν ἐξ ἔργων ὠνόμασεν, τὴν δὲ λοιπὴν ἐκ πίστεως ····θαι ἀπὸ νόμου Θεοῦ *** ἡμεῖς δέ φαμεν ὅτι ·η·[······]·ς ἀνθρώπους ἔχει καύ χημα ὁ ἐξ ἔργων δικαιούμενος [·····] πᾶσαν λογικὴν φύσιν τὴν ἔξω [180] τοιούτων σωμάτων [·····]αν εἴη ὁ τελεί|ως προνοῶν καλὰ τοῦ Θεοῦ μὲν ἐνώπιον ἐν πίστ[ει ἣν λο]γίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, ἀνθρώπων δὲ ἐνώπιον καὶ τῶν λοιπῶν λ[ο]γικῶν φύσεων ἐξ ἔργων ἀφ' ὧν δίκαιον ἀποφαίνουσιν τὸν ποιητὴν καὶ μόνοι ἄλλοθεν μὴ δυνάμενοι δικαιοῦν τινα *** δικαιοσύνην οὖν ἀσκητέον συνέντας ὅτι ἡ ζωὴ δικαίῳ καὶ οὐκ ἄλλῳ τινὶ γίνεται προσπα|ραλαμβάνοντι τῇ δικαιοσύνῃ τὴν εἰς Θεὸν πίστιν τὴν ε··
 [00207]  Καὶ μὴ νομί σῃς δύνασθαι μὲν πίστιν εἶναι | ἔν τινι ἣν λογίζεται ὁ Θεὸς εἰς δικαιοσύνην, συνυπάρχειν δὲ ταύτῃ οἷόν τε εἶναι τῇ τοιαύτῃ πίστει ἀδικίαν, ἤ τινα κακίαν.
 [00222]  Ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάϊν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά·
 [00353]  ἀλλὰ καὶ ὅτε συνετέλεσεν Μωσῆς τὰ ἔργα καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ οὐ δυνήθη Μωσῆς | εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰσελθεῖν ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης Κυρίου ἐνεπλήσθη ἡ σκηνή *** οἶκος ἀληθινὸς ἡ ἐκκλησία ἐστὶν ζῶντος Θεοῦ λεγομένη ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, νεφέλη δὲ ὁ Σωτὴρ ἡμῶν ἐπὶ τ]ο`̣ν οἶκον τοῦτον ὡς μηδὲ τοὺς ἱερεῖς στῆναι δύνασθαι λει|τουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης ταύτης ὅτι ἔπλησεν δ̣[όξα Κυρίου τὸν οἶκο̣ν *** ὅσον μὲν γὰρ ἐπὶ τοῦ ἀπὸ τῆς πρὸς Κορινθίους ·····
000-00-00 Serial Number=0459305942
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00340]  ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάιν ἐργαζο μένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά·
000-00-00 Serial Number=0761406541
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00043]  Ἀφ' οὗ καὶ ἡμεῖς λαβόντες φαμὲν κατὰ μὲν τὴν τάξιν Ἀαρὼν ἀνθρώπους δύνασθαι εἶναι ἀρχιερεῖς, κατὰ δὲ τὴν τάξιν Μελχισεδὲκ τὸν Χριστὸν τοῦ θεοῦ.
 [00250]  [1.15.86] Ἅμα δὲ καὶ τὰ ἐν πρώτοις ἡμῖν εἰρημένα περὶ τοῦ δύνασθαι εὐαγγέλιον εἶναι πᾶσαν θείαν γραφὴν ἐντεῦθεν δύναται δηλοῦσθαι·
 [00476]  [1.25.165] Ὥσπερ δὲ ἡλίου φωτίζοντος ἀμαυροῦται τὸ δύνασθαι φωτίζειν σελήνην καὶ ἀστέρας, οὕτως οἱ ἐλλαμ πόμενοι ὑπὸ Χριστοῦ καὶ τὰς αὐγὰς αὐτοῦ κεχωρηκότες οὐδέν τινων διακονουμένων ἀποστόλων καὶ προφητῶν δέονται τολμητέον γὰρ λέγειν τὴν ἀλήθειαν οὐδὲ ἀγγέλων, προσθήσω δὲ ὅτι οὐδὲ τῶν κρειττόνων δυνάμεων, αὐτῷ τῷ πρωτογεννήτῳ μαθητευόμενοι φωτί.
 [00662]  [1.35.253] Τὸ δὲ σῆναν τοὺς ἀπὸ τῶν αἱρέσεων εἰς τὸ ἕτερον εἰπεῖν τὸν δίκαιον τοῦ ἀγαθοῦ, μὴ τρανωθὲν δὲ πὰρ' αὐτοῖς, οἰηθεῖσι δίκαιον μὲν εἶναι τὸν δημιουργόν, ἀγαθὸν δὲ τὸν τοῦ Χριστοῦ πατέρα, οἶμαι μετ' ἐξετάσεως ἀκριβῶς βασανισθὲν δύνασθαι λέγεσθαι ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ·
 [00753]  [1.39.287] Οὐ χαλεπὸν δὲ δεῖξαι καὶ ἀπὸ ἑτέρων ψαλμῶν, ὅτι προσώπων γίνονται ἐπὶ πλεῖον ἐναλλαγαί, ὥστε καὶ ἐνθάδε δύνασθαι ἀπὸ τοῦ «Ἄκουσον, θύγατερ» τὸν πατέρα λέγειν.
 [00894]  [2.6.51] Οὗτος δὴ ὁ λόγος τοῦ θεοῦ ὁ πιστὸς καλούμενος καὶ ἀληθινὸς καλεῖται καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ, τῇ αὐτοδικαιοσύνῃ καὶ αὐτοκρίσει τὸ κατ' ἀξίαν ἑκάστου τῶν ὄντων ἀπονέμειν ἀπὸ θεοῦ δύνασθαι λαβὼν καὶ κρίνειν.
 [01071]  [2.16.114] Τούτων δὲ ἡμῖν μνήμη γεγένηται ζητοῦσι τὸ «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν» διὰ τὸ οἱονεὶ τῷ χαρακτῆρι τῶν παραδόξων καί, εἰ δεῖ εἰπεῖν, παραδοξότερον παρὰ τὰ ὑπ' ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα.
 [01100]  ὡς εἰ καὶ ἅμα πάντα τὰ ἐπὶ γῆς νυκτερινὰ συναγαγὼν φῶτα ἔφασκον μὴ δύνασθαι ταῦτα φωτίζειν ὡς πρὸς τὰς τούτου τοῦ ἡλίου αὐγάς.
 [01734]  [6.11.69] Ὁ αὐτός τε οὗτος ἐκκλησιαστικὸς ἐρεῖ δύνασθαι μὲν τοὺς ὑπειληφότας ἕνα τῶν προφητῶν εἶναι τὸν Ἰησοῦν ἀναστάντα ἐκ νεκρῶν ἠπατῆσθαι κατά τε τὸ προειρημένον δόγμα καὶ κατὰ τὸ ὑπολαμβάνειν αὐτὸν ἕνα τῶν προφητῶν τυγχάνειν, δύνασθαι δὲ πρὸς τῷ κατὰ τὸ νομίζειν αὐτὸν τῶν προφητῶν εἶναι ἕνα πταίειν καὶ ψευδοδοξεῖν καὶ κατὰ τὸ ἀγνοεῖν αὐτοῦ τὸν λεγόμενον πατέρα καὶ τὴν οὖσαν μητέρα, οἴεσθαί τε αὐτὸν ἀπὸ τῶν μνημείων ἐγηγέρθαι.
 [01854]  Ταύτην τὴν ὁδὸν <ὁ> ὁδεύων διδάσκεται μηδὲν αἴρειν εἰς αὐτὴν ἔχουσαν ἄρτους καὶ τὰ πρὸς ζωήν, διὰ τὸ μηδὲν δύνασθαι τοὺς πολεμίους ἐν αὐτῇ οὐδὲ ῥάβδου χρῄζων, καὶ ἐπεὶ ἁγία ἐστὶν οὐδ' ὑποδημάτων.
 [01993]  Πλὴν ἑκάτεροι τοὺς προειρημένους λίθους δεικνυμένους ἀκούουσιν δύνασθαι ἐγερθῆναι τέκνα τῷ Ἀβραάμ, ἀπὸ τῆς ἀναισθησίας καὶ νεκρότητος ἀναστησομένους.
 [02067]  [6.32.163] Τοσοῦτον δέ ἐστιν ἐμοῦ ἰσχυρότερος ὁ μετ' ἐμὲ ἐρχόμενος, ὡς μηδὲ τὰ τῆς περιβολῆς τῶν περὶ αὐτὸν δυνά μεων ἐσχάτων, οὐχὶ γυμνῶν ἐκκειμένων, ὥστε καὶ τοὺς τυχόντας νοεῖν αὐτὰ δύνασθαι, ἱκανόν με τυγχάνειν βαστάσαι, μηδὲ ταῦτα ὑπομένοντα φέρειν.
 [02286]  «Ἐκεῖ ἐκαθίσαμεν», δηλονότι διὰ τὸ μὴ δύνασθαι στῆναι, «καὶ ἐκλαύσαμεν».
 [02948]  [10.24.138] Οἶμαι δὲ ἔτι καὶ σημεῖον πεποιηκέναι αὐτὸν διὰ τῶν εἰρημένων βαθύτερον, ὥστε σύμβολον ἡμᾶς νοεῖν γεγονέναι ταῦτα τοῦ μηκέτι μέλλειν τὴν περὶ τὸ ἱερὸν ἐκεῖνο λατρείαν ὑπὸ τῶν ἱερέων κατὰ τὰς αἰσθητὰς θυσίας ἐπιτε λεῖσθαι, μηδὲ τὸν νόμον τηρεῖσθαι κἂν ὡς ἐβούλοντο οἱ σωμα τικοὶ Ἰουδαῖοι, δύνασθαι ἔτι.
 [03173]  [10.37.247] Μετὰ δὲ τοῦτο οὐκ ἄτοπόν ἐστιν τὸν ὁμολογοῦντα μηδὲν δύνασθαι ποιεῖν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα, καὶ λέγοντα ὅτι ὅσ' ἂν ὁ πατὴρ ποιῇ, ταῦτα ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ, τὸν νεκρόν ὅπερ τὸ σῶμα ἦν ἐγηγερκέναι τοῦ πατρὸς αὐτῷ τοῦτο χαριζομένου, ὃν προηγου μένως λεκτέον ἐγηγερκέναι τὸν Χριστὸν ἐκ νεκρῶν.
 [03220]  [10.39.264] Ὁ μὲν οὖν τις πραγμάτων αὑτὸν ἀπαλλάττων τῷ ἀπογινώσκειν ἕκαστον δύνασθαι τῶν κατὰ τὸν ναὸν ἀναφέρειν ἐπὶ τὸ σῶμα, ὁποτέρως ἂν ἔχῃ, ἐπὶ τὸ ἁπλούστερον καταφεύ ξεται, λέγων διὰ τοῦτο σῶμα ἑκατέρως νοούμενον τὸν ναὸν ὠνομάσθαι, ἐπεὶ ὥσπερ ὁ ναὸς δόξαν εἶχεν θεοῦ κατασκηνοῦ σαν ἐν αὐτῷ, οὕτως εἰκόνα καὶ δόξαν θεοῦ ὑπάρχοντα τὸν πρωτότοκον πάσης κτίσεως, τὸ σῶμα ἢ τὴν ἐκκλησίαν ἀγαλ ματοφοροῦντα ναὸν εὐλόγως εἰρῆσθαι θεοῦ.
 [03932]  [13.34.217] Ἵνα δὲ νοηθῇ τρανότερον τὸ «Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε», λεγέτω καὶ Παῦλος τοῖς χρείαν ἔχουσιν γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς, Κοριν θίοις, καὶ γάλα ποτιζομένοις καὶ οὐ βρῶμα, τῷ μηδέπω αὐτοὺς δύνασθαι βρώματος μεταλαμβάνειν·
 [04066]  [13.40.269] Καὶ γὰρ ἀδιανόητον ἡμῖν φαίνεται μὴ περὶ ἑνὸς αὐτὸν ἐν τούτοις πᾶσιν διαλαμβάνειν θερισμοῦ, ἐπείπερ κατὰ τοὺς ἁπλούστερον ἐκδεχομένους ἀληθὲς λέγουσιν ἐπιπλήσσει τοῖς μαθηταῖς νομίζουσιν, ὡς οἴονται, μετὰ τετράμηνον ἔρχεσθαι τὸν θερισμόν, ὅντινα ἐν τοῖς πρὸ τούτων παρεστήσαμεν μὴ πάνυ τι δύνασθαι μετὰ τετράμηνον ἐνστήσεσθαι, [13.40.270] ἄλλως τε καὶ οἱονεὶ τὴν ὑπόνοιαν τῶν μαθητῶν διορθούμενός φησι τὸ «Οὐχ ὑμεῖς μὲν τόδε λέγετε;
 [04089]  [13.42.277] Πρὸς τούτοις ἡ «συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελὲς» Ἰησοῦ αὐτὴν ἀνορθώ σαντος ἀποτίθεται τὸ συγκύπτειν καὶ τὸ μὴ δύνασθαι ἀνα κύπτειν, ἵνα ἐπάρῃ τοὺς ὀφθαλμούς.
 [04423]  [13.59.413] Ἢ λεγέτω τις ἡμῖν τί τὸ αἴτιον τοῦ δύνασθαι μὲν τοὺς ἐνδεδυμένους σαρκὶ καὶ αἵματι μεταβαλόντας καταπεφευ γέναι ἐπὶ τὸν θεὸν διὰ Χριστοῦ, τοὺς δὲ καθαρωτέρᾳ τῇ φύσει χρωμένους πάντας ἀνεπιδέκτους εἶναι τῆς εἰς τὸν σωτῆρα πίστεως καὶ τῆς ἐπὶ ταῖς τεραστείοις δυνάμεσιν ὑπ' αὐτοῦ γινομέναις καταπλήξεως·
 [04482]  [13.62.437] Ἐλέγομεν δὲ ἐν τοῖς ἀνωτέρω δύνασθαι τὰς δύο εἰς τὴν Κανᾶ τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἰς σύμβολον λαμβά νεσθαι τῶν δύο αὐτοῦ εἰς τὴν γῆν ἐπιδημιῶν, ἥτις παρὰ τὸ «κτῆμα» αὐτοῦ γεγονέναι εἰληφότος πᾶσαν ἐξουσίαν ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς Κανᾶ ὠνομάσθη.
 [04693]  καὶ ἡγοῦμαι μὴ ἴσον ταῦτα δύνασθαι ἀλλήλοις, τῷ ἀναβαίνειν ἀπὸ τῆς γνώσεως τοῦ υἱοῦ ἐπὶ τὴν γνῶσιν τοῦ πατρὸς τὸν γινώ σκοντα τὸν πατέρα, καὶ μὴ ἄλλως ὁρᾶσθαι τὸν πατέρα ἢ τῷ ὁρᾶσθαι τὸν υἱόν·
 [04832]  διὰ τοῦτο κἂν ἀντιλαμβανώμεθα τῶν ἀσθενειῶν ἑαυτῶν ἀσθενούντων, προσέχωμεν μήποτε πρὸς θάνατον ἀσθενή σωμεν, μεταβαλλούσης τῆς νόσου ἀπὸ τοῦ ἔτι ἰατὴν εἶναι δύνασθαι [19.13.83] ἐπὶ τὸ ἀνίατον.
 [04849]  καὶ πρὸς τοῦτο ἐρεῖ, ὅτι ἔξεστι νῦν μὲν μὴ δύνασθαι, ὕστερον δὲ δυνήσεσθαι·
 [04880]  [19.16.99] Ἐὰν δέ τις φάσκῃ τοῦτο μὲν δύνασθαι ἐπὶ τῶν χειρόνων λέγεσθαι, οὐ μὴν καὶ ἐπὶ τῶν κρειττόνων καὶ καλῶς βεβιωκότων, ἐπιστησάτω εἰ μὴ ἐξαίρετόν τι παρὰ πάντας τοὺς ἐν σώματι γενο μένους περὶ ἑαυτοῦ ἀπαγγέλλων ὁ κύριός φησιν·
 [04938]  «Μήτι «ἀποκτενεῖ ἑαυτόν;» ὅπου ἄπεισιν μὴ δύνασθαι αὐτοὺς ἀπελθεῖν.
 [05139]  οὗτοι μέντοι γε ἔτι ἐλπίδων ἦσαν πρὸς οὓς ὁ λόγος, εἰδότος τοῦ Ἰησοῦ ὅτι σπέρμα ἔτι ἦσαν τοῦ Ἀβραὰμ καὶ θεωροῦντος ὅτι οὐδέπω ἀπολωλέκεισαν τὸ δύνασθαι γενέσθαι τέκνα τοῦ Ἀβραάμ·
 [05255]  ἀλλ' εἰ τοιοῦτός τίς ἐστιν <ὁ> λόγος ὥστε καὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, τῷ ἄξια εἶναι ἀπωλείας, ἀπόλλυσθαι δύνασθαι, φοβητέον τὸν δυνάμενον θεὸν λόγον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι καὶ ἐξαφανίσαι, εἴτε ἐν γεέννῃ εἴτε ὅπως βούλεται·
 [05338]  χαρακτηρίζεται μέντοι ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ τῷ ἁμαρτίαν μὴ ποιεῖν, διὰ τὸ σπέρμα τοῦ θεοῦ ἐν αὐτῷ μένειν, καὶ ἀπὸ τῆς ἐκείνου δυνάμεως ἐνυπαρχούσης αὐτῷ ἐγγινομένου τοῦ μηκέτι δύνασθαι ἁμαρτάνειν.
 [05430]  [20.20.163] Αἴτιον, φησίν, ἐστὶ τοῦ ὑμῖν μὴ γινώσκεσθαι τὴν ἐμὴν λαλιὰν τὸ μὴ δύνασθαι ὑμᾶς ἀκούειν τοῦ λόγου μου.
 [05432]  ἔξεστιν γὰρ πρότερον οὐ δυνάμενον ἀκούειν τὸν λόγον Ἰησοῦ ὕστερον φθά νειν ἐπὶ τὸ ἀκούειν δύνασθαι αὐτόν, ἐπεὶ καὶ ὅσον μὲν οὐδέπω ἰάθη τις τὰς ἀκοὰς ἀπὸ τοῦ λόγου τοῦ λέγοντος τῷ κωφῷ·
 [05436]  σαφοῦς δὲ ὄντος τοῦ [7οὐκ] ἐδύναντο7, δῆλον ὅτι ἔξεστιν μεταβαλεῖν ἀπὸ τοῦ μὴ δύνασθαι ἀκούειν τῶν Ἰησοῦ λόγων ἐπὶ τὸ ἀκούειν αὐτῶν, καὶ οὐ διὰ φύσιν ἀνιάτως ἔχουσαν, ὅτε οὐ δύναταί τις ἀκούειν·
 [05439]  [20.20.168] Ὁ μέντοι γε Ἡρακλέων ὑπολαμβάνει [20αἰτίαν] ἀποδίδοσθαι τοῦ μὴ δύνασθαι αὐτοὺς ἀκούειν τὸν Ἰησοῦ λόγον μηδὲ γινώσκειν αὐτοῦ τὴν λαλιὰν ἐν τῷ «Ὑμεῖς ἐκ τοῦ πα «τρὸς τοῦ διαβόλου ἐστέ»20.
 [05634]  ἀλλ' ἵνα καὶ τὸ τελευταῖον μὴ λέγῃ καὶ μὴ ἐννοῇ, ἀλλά γε αὐτάρκη τὰ πρῶτα πρὸς τὸ μὴ ἂν δύνασθαι εἶναι ἀληθὲς περὶ αὐτοῦ τὸ ὅτι οὐδὲν ἀληθὲς φρονεῖ.
 [06179]  ὅτε ἔστιν ἰδεῖν τὸν ἀκολουθοῦντα τῷ Ἰησοῦ τίνα τρόπον ὁ τοιοῦτος ἐξέρχεται μὲν διὰ τὴν Ἰησοῦ φωνήν, ἔτι δὲ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων δεδεμένος καὶ ἐσφιγμένος, διὰ μὲν τὴν μετάνοιαν καὶ τὸ ἀκηκοέναι τῆς Ἰησοῦ φωνῆς ζῶν, διὰ δὲ τὸ μηδέπω ἀπολελύσθαι τῶν τῆς ἁμαρτίας δεσμῶν μηδὲ ἤδη δύνασθαι ἐλευθέροις ἐπιβαίνειν τοῖς ποσίν, ἀλλὰ μηδὲ ἐνεργεῖν ἀπολελυμένως τὰ διαφέροντα, δεδεμένος τοὺς πόδας [28.7.58] καὶ τὰς χεῖρας δεσμοῖς νεκρῶν κειρίαις.
 [06182]  καὶ τῷ ἐξεληλυθέναι ἀπὸ τοῦ μνημείου μὴ δύνασθαι, ὅσον δέδεται, λέγει τοῖς δυναμένοις ὑπηρετήσασθαι αὐτῷ ὁ Ἰησοῦς·
 [06202]  «Λάζαρε, δεῦρο ἔξω» (ἡ γὰρ μεγάλη φωνὴ καὶ ἡ κραυγὴ οὐκ ἂν ἀτόπως λέγοιτο ἐξυπνικέναι αὐτόν) καὶ ἤδη δύνασθαι ἀποφήνασθαι ἐν τούτῳ μᾶλλον πεπληρῶσθαι τὸ «Πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν», ἤπερ ἐν τῷ τῆς εὐχῆς τοῦ υἱοῦ ἀκούσαντος τὸν πατέρα πεποιηκέναι τὴν Λαζάρου ψυχὴν ἐπανελθεῖν [28.9.69] ἐπὶ τὸ ἐν τῷ μνημείῳ ἀποκείμενον αὐτοῦ σῶμα·
 [06252]  ἀνομολογούμενον μέν, ὅτι ἐμαρτύρουν αὐτῷ καὶ πολλὰ πεποιηκέναι σημεῖα καὶ δύνασθαι τῷ τοσαῦτα ση μεῖα πεποιηκότι ἐπιβουλεῦσαι, ὡς μηδὲν ὑπὲρ ἑαυτοῦ ἐν τῷ ἐπι βουλεύεσθαι δυναμένῳ·
 [06715]  πᾶς μὲν οὖν ὁμο λογήσει τὸ «Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν «ἀνομίαν», δύνασθαι ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον·
 [07062]  οὕτω [32.15.174] μοι νόει καὶ τὸν πιστεύοντα δύνασθαι πιστότερον γενέσθαι.
 [07079]  ἵν' ἐπὶ τοῦ παρόντος δοθῇ τισὶν μὲν δύνασθαι βεβαίως πιστεύειν τινά, τισὶν δὲ πιστεύειν μέν, οὐ βεβαίως δέ·
 [07093]  καὶ οὕτως καθεξῆς μοι νόει, ἵνα θεωρήσωμεν ὁπηλίκον ἐστὶν τὸ ἀνελλιπῶς καὶ βεβαίως πᾶσαν τὴν πίστιν ἔχειν, τοσοῦτον δυναμένην, ὅτε πᾶσά ἐστιν ἐν ἀνθρώπου ψυχῇ, ὥστε ἅτινά ποτέ ἐστιν τὰ ὄρη μεθιστάνειν αὐτὰ δύνασθαι·
 [07474]  οὐκ οἶμαι γάρ τινα τὸ πᾶν δύνασθαι χωρῆσαι τῆς ὅλης δόξης τοῦ θεοῦ ἀπαύγασμα [32.28.354] ἢ τὸν υἱὸν αὐτοῦ.
000-00-00 Serial Number=0427797616
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00031]  «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω», διδάσκων τοὺς οἰομένους ἐν τῇ φράσει τῆς παραβολῆς σαφέστατα αὐτὴν ἐκτεθεῖσθαι, ὡς καὶ ἐν τοῖς τυχοῦσι δύνασθαι νοηθῆναι αὐτήν, ὅτι καὶ αὐτὰ τὰ τῆς διηγήσεως τῆς παραβολῆς δεῖται σαφηνείας.
 [00124]  Ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες τὸ κάλλος τῶν πολλῶν μαργαριτῶν νομικῶν καὶ τὴν ἔτι «ἐκ μέρους» γνῶσιν τὴν πᾶσαν προφητικήν, οἴονται δύνασθαι χωρὶς ἐκείνων τρανουμένων καὶ καταλαμ βανομένων δι' ὅλων εὑρεῖν τὸν ἕνα πολύτιμον μαργαρίτην καὶ θεωρῆσαι «τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ», οὗ συγκρίσει πάντα τὰ πρὸ τῆς τηλικαύτης καὶ τοσαύτης γνώσεως, οὐ «σκύβαλα» τῇ ἰδίᾳ φύσει τυγχάνοντα, σκύβαλα ἀναφαίνεται ἅπερ ἐστὶ τὰ παραβαλλόμενα τάχα τῇ συκῇ ὑπὸ τοῦ ἀμπελουργοῦ κόπρια, αἴτια τυγχάνοντα τοῦ αὐτὴν καρποφορῆσαι.
 [00470]  Οἱ δὲ μὴ ἀρνούμενοι μὲν τὸ δύνασθαι διδόναι ἄρτους, πολλῷ δὲ ὀλιγωτέρους αὑτοὺς νομίζοντες εἶναι καὶ οὐχ ἱκανοὺς τρέφειν τοὺς ἀκολουθήσαντας τῷ Ἰησοῦ, οὐδὲ θεωροῦντες ὅτι ἕκαστον ἄρτον <ἢ> λόγον ὁ Ἰησοῦς λαβὼν εἰς ὅσον βούλεται ἐκτείνει, ποιῶν αὐτὸν διαρκῆ πᾶσιν ὅσους ἐὰν θρέψαι θέλῃ, φασίν·
 [00844]  Ζητήσαι δ' ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ τέκνα ἐσθίειν ἄρτους καὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, <ὡς> οὐχ οἷόν τε κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ' ἧς δυνατὸν ἦν καὶ τὰ τέκνα μεταλαμβάνειν καὶ τὰ λεγόμενα κυνίδια.
 [00933]  καὶ στοχάζομαι ὅτι ὑπενόουν μὲν τὰ ἐπὶ γῆς σημεῖα, ὡς δυνάμενα καὶ μὴ ἐκ θεοῦ εἶναι (οὐκ ὤκνησαν γοῦν λέγειν ὅτι «ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια» ὁ Ἰη σοῦς), ἐδόκει δ' αὐτοῖς μὴ δύνασθαι ἐξ οὐρανοῦ σημεῖον ἀπὸ Βεελζε βοὺλ ἤ τινος πονηρᾶς γίνεσθαι δυνάμεως.
 [01173]  εἰ δὲ ὑγιῶς ἡμῖν ταῦτα εἴρηται, ἐπιστήσεις εἰ οἱ δώδεκα πρότερον μὲν ἐπίστευον οὐκ ἐγίνωσκον δέ, ἑξῆς δὲ τῷ πιστεύειν καὶ ἀρχὰς εἶχον τοῦ γινώσκειν καὶ ὀλι γώτερα περὶ αὐτοῦ ἐγίνωσκον, ὕστε ρον δὲ προὔκοπτον ἐν τῷ γινώσκειν, ὡς δύνασθαι χωρῆσαι τὴν ἀπὸ τοῦ πατρὸς γνῶσιν ἀποκαλύπτοντος τὸν υἱὸν ἐν ὁποίᾳ καταστάσει ὁ Πέ τρος ἦν ἡνίκα ἐμακαρίσθη·
 [01298]  δόξει μὲν ἐπαπορητικῶς εἰρη μένον δύνασθαι δηλοῦν καὶ τὸ δοῦναι ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ μετὰ τὰς ἁμαρτίας ὅλην ἀπο δεδομένον τὴν οὐσίαν, ἵνα ψω μίσῃ πένητας τὰ ὑπάρχοντα αὐτοῦ, ὡς διὰ τούτου σωθησόμενος.
 [01524]  τούτῳ δὲ ἀκολουθεῖ μηδὲ προφητείας δύνασθαι γενέσθαι περὶ πάντων ὡν τινωνοῦν, ἅτε ἀπείρων ὄντων τῶν πάντων.
 [01600]  ἐπεὶ ἐξουθενεῖται μὲν ἡ πίστις ὑπὸ τῶν ἀνθρώπων καὶ βραχύτατόν τι καὶ εὐτελὲς εἶναι φαίνεται, τυχοῦσα δὲ γῆς ἀγαθῆς (τουτέστι ψυχῆς τὸ τοιοῦτον σπέρμα παραδέξασθαι κα λῶς δυναμένης) «γίνεται δένδρον μέγα, ὥστε» οὐδὲν μὲν τῶν ἀπτέ ρων, τὰ δὲ ἐπτερωμένα πνευματι κῶς «πετεινὰ τοῦ οὐρανοῦ» κατασκη νοῦν δύνασθαι «ἐν τοῖς κλάδοις» τῆς τοιαύτης πίστεως.
 [01926]  ἀλλ' ὁ βουλόμενος τὴν τελευταίαν ταύτην κρατεῖν διήγησιν φήσει, ὅτι μεταπτωτή ἐστι καὶ ἡ τοῦ δικαίου ψυχή, ὡς μαρτυρεῖ καὶ ὁ Ἰεζεκιὴλ λέγων τὸν δίκαιον ἀφίστασθαι δύνασθαι τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς μὴ λογισθῆναι αὐτῷ τὴν προτέραν δικαιοσύνην.
 [02049]  εἰκὸς δὲ καὶ ἄλλα τινὰ δύνασθαι ἂν ὑπὸ τοῦ ἐξεταστικωτέρου προσ αχθῆναι τῷ λόγῳ, ὧν τὴν διή γησιν καὶ τὴν ἑρμηνείαν μείζονα ἢ «κατὰ ἄνθρωπον» εἶναι νομίζω καὶ δεομένην πνεύματος Χριστοῦ τοῦ εἰπόντος αὐτά, ἵνα ὡς εἶπεν ὁ Χριστὸς νοηθῇ.
 [02122]  ὡς μὲν οὖν [ἐπ'] ἀλη θείας ἔχει τὰ πράγματα, ἀποφαίνο μαι μηδένα <δύνασθαι> διηγήσασθαι εἰ μὴ Ἰησοῦ, τοῦ «τοῖς ἰδίοις μαθη ταῖς κατ' ἰδίαν» λύσαντος «πάντα», ἐπιδημήσαντος αὐτοῦ τῷ ἡγεμονικῷ καὶ ἀνοίγοντος τοὺς ἐν τῇ παρα βολῇ θησαυροὺς πάντας σκοτεινούς, ἀποκρύφους, ἀοράτους καὶ πληρο φοροῦντος δι' ἐναργῶν ἀποδείξεων ὃν βούλεται φωτίσαι τῷ φωτὶ τῆς γνώσεως <πάντων> τῶν κατὰ τὴν παραβολὴν ταύτην, ἵν' ἅμα τε παραστήσῃ τίς ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ἀνθρώπῳ ὀφειλέ της πολλῶν ταλάντων καὶ τὰ ἑξῆς, καὶ ὁ ὀφείλων τούτῳ τὰ ἑκατὸν δηνάρια ἄλλος εἷς καὶ τὰ λοιπά, εἴτε δύναται εἶναι ὁ προαποδεδο μένος «ἄνθρωπος τῆς ἁμαρτίας» εἴτε καὶ ὁ διάβολος εἴτε μηδέτερος μὲν τού των, ἄλλος δέ τις ἤτοι ἄνθρωπος ἢ τῶν ὑπὸ τὸν διάβολόν τις.
 [02289]  σημεῖον δὲ τοῦ βιβλίου τῆς ἀποστασίας καὶ τὸ μήτε ἑορτά ζειν αὐτοὺς δύνασθαι κἂν κατὰ τὸ γράμμα, τοῦ βουλήματος τοῦ νόμου προστάξαντος «ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεὸς» ἑορτάζειν αὐτούς.
 [02607]  καὶ τάχα <ταῦτ'> ἀρκεῖ πρὸς τὸ (ἵν' οὕτως ὀνομάσω) εἰς τὴν ἀρχήν τινα τῆς ζωῆς εἰσελθεῖν, οὐκ ἀρκοῦντα πρὸς <τὸ εἰσάγειν τινὰ εἰς> τελειότητα ταῦ-τα καὶ τὰ τούτοις παραπλήσια, ὡς τὸν ἔνοχον [παραπλήσια] μιᾶς τούτων τῶν ἐντολῶν μηδὲ εἰς τὴν ἀρχὴν τῆς ζωῆς εἰσελθεῖν δύνασθαι.
 [02698]  ἀλλὰ μὴ ὑπολάβῃς τὸν τη λικοῦτον δύνασθαι ἐν τοῖς κατὰ τὰ βιωτικὰ πλουσίοις εὑρεθῆναι.
 [03139]  καὶ μήποτε ἡ ἀληθινὴ μήτηρ τῶν υἱῶν Ζεβεδαίου (οὓς ἐκάλεσε Βοανερ γὲς ὁ σωτήρ, «ὅ ἐστιν υἱοὶ βροντῆς»), ἡ βροντὴ <αὐ τή>, μεγάλα κρίνασα περὶ τῶν υἱῶν αὑτῆς Ἰακώβου καὶ Ἰωάννου (καὶ γὰρ ἦσαν μεγάλοι) καὶ ὑπολαβοῦσα αὐτοὺς τὰ πρωτεῖα δύνασθαι ἔχειν παρὰ πᾶσαν γεννητὴν φύσιν ὡς χωρήσαντας τὴν μεγαλοφωνίαν αὐτῆς, προσελθοῦσα ἠξίου τὸν κύριον, ἵνα ἱδρύσῃ τὸν μὲν ἕτερον αὐτῶν ἐκ δεξιῶν, τὸν δ' ἄλλον ἐξ εὐωνύ μων.
 [03259]  διὸ καὶ «θάνατος αὐτοῦ» δόξας κεκυ ριευκέναι «οὐκέτι κυριεύει» γενομένου <μόνου> «ἐν νεκροῖς» ἐλευθέρου καὶ ἰσχυροτέρου τῆς τοῦ θανάτου ἐξου σίας, καὶ ἐπὶ τοσοῦτον ἰσχυροτέρου ὥστε καὶ πάντας τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν τῶν κρατουμένων ὑπὸ τοῦ θανάτου δύνασθαι ἐλευθε ροῦν, οὐδὲν ἰσχύοντος κατ' αὐτῶν ἔτι τοῦ θανάτου.
000-00-00 Serial Number=0148045778
Contra Celsum Ante [Go Back]  
 [00047]  Τοίνυν οὐ συνήδομαι τῷ πιστεύσαντι εἰς Χριστόν, ὡς δύνασθαι σαλευθῆναι αὐτοῦ τὴν πίστιν ὑπὸ Κέλσου, τοῦ οὐδὲ κοινοτέραν ζωὴν ζῶντος ἐν ἀνθρώποις ἔτι ἀλλ' ἤδη καὶ πάλαι νεκροῦ, ἤ τινος πιθανότητος λόγου.
 [00259]  ∆εικνύτω τοίνυν ὑπόστασιν καὶ οὐσίαν Μνημοσύνης γεννώσης ἀπὸ ∆ιὸς τὰς Μούσας, ἢ Θέμιδος τὰς Ὥρας, ἢ τὰς Χάριτας ἀεὶ γυμνὰς παραστησάτω δύνασθαι κατ' οὐσίαν ὑφεστηκέναι.
 [00353]  [1.33] Εἰ γὰρ ἥδε μὲν ἡ ψυχή, κατά τινας ἀπορρήτους λόγους ἀξία γενομένη μὴ πάντῃ μὲν ἐν ἀλόγου γενέσθαι σώματι οὐ μὴν καὶ καθαρῶς ἐν λογικοῦ, ἐνδύεται σῶμα τερατῶδες, ὡς μηδὲ τὸν λόγον συμπληρωθῆναι δύνασθαι τῷ οὑτωσὶ γεγενημένῳ καὶ ἀσύμμετρον ἔχοντι τὴν κεφαλὴν τῷ λοιπῷ σώματι καὶ πάνυ βραχυτέραν, ἑτέρα δὲ τοιόνδε σῶμα ἀναλαμβάνει, ὡς ὀλίγῳ ἐκείνου γενέσθαι λογικωτέρα, καὶ ἄλλη ἔτι μᾶλλον, τῆς φύσεως τοῦ σώματος ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον ἀντιπραττούσης τῇ τοῦ λόγου ἀντιλήψει·
 [00507]  [1.48] Εἰ καὶ μὴ ἀπολογήσεται οὖν ὁ Ἰουδαῖος περὶ Ἰεζεκιὴλ καὶ Ἡσαΐου, κοινοποιούντων ἡμῶν τὰ περὶ τῆς ἀνοίξεως τῶν οὐρανῶν ἐπὶ Ἰησοῦ καὶ τῆς ἀκουσθείσης αὐτῷ φωνῆς καὶ τὰ ὅμοια εὑρισκόντων ἐν τῷ Ἰεζεκιὴλ ἀναγεγραμμένα καὶ ἐν τῷ Ἡσαΐᾳ ἢ καί τινι ἄλλῳ προφήτῃ, ἀλλ' ἡμεῖς γε τὸν λόγον ὅση δύναμις ἡμῖν παραστήσομεν λέγοντες ὅτι, ὥσπερ ὄναρ πεπίστευται πολλοὺς πεφαντασιῶσθαι τινὰ μὲν θειότερα τινὰ δὲ περὶ μελλόντων βιωτικῶν ἀναγγέλλοντα εἴτε σαφῶς εἴτε καὶ δι' αἰνιγμάτων, καὶ τοῦτ' ἐναργές ἐστι παρὰ πᾶσι τοῖς παραδεξαμένοις πρόνοιαν, οὕτως τί ἄτοπον τὸ τυποῦν τὸ ἡγεμονικὸν ἐν ὀνείρῳ δύνασθαι αὐτὸ τυποῦν καὶ ὕπαρ πρὸς τὸ χρήσιμον τὸ ἐν ᾧ τυποῦται ἢ τοῖς παρ' αὐτοῦ ἀκουσομένοις;
 [00540]  [1.49] Μετὰ ταῦτ' οὐκ οἶδ' ὅπως τὸ μέγιστον περὶ τῆς συστάσεως τοῦ Ἰησοῦ κεφάλαιον, ὡς ὅτι ἐπροφητεύθη ὑπὸ τῶν παρὰ Ἰουδαίοις προφητῶν, Μωϋσέως καὶ τῶν μετ' αὐτὸν ἢ καὶ πρὸ Μωϋσέως, παραπίπτει ἑκών, ὡς οἶμαι τῷ μὴ δύνασθαι ἀπαντᾶν πρὸς λόγον ὡς οὐδὲ Ἰουδαῖοι οὐδ' ὅσαι αἱρέσεις οὐ βούλονται πεπροφητεῦσθαι τὸν Χριστόν.
 [00554]  Καὶ οὐκ οἶδ' ὅπως βουλόμενος καὶ ἑτέροις περιθεῖναι τὸ δύνασθαι ὑπονοεῖσθαι ὅτι αὐτοὶ ἦσαν οἱ προφητευθέντες φησὶν ὅτι οἱ μὲν ἐνθουσιῶντες οἱ δὲ ἀγείροντές φασιν ἥκειν ἄνωθεν υἱόν θεοῦ·
 [00557]  Καὶ ἐπεὶ ἐν τοῖς ἑξῆς φησιν ἐν τῇ τοῦ Ἰουδαίου πρὸς τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύοντας προσωποποιΐᾳ τὰς εἰς τὰ περὶ τούτου ἀναφερομένας προφητείας δύνασθαι καὶ ἄλλοις ἐφαρμόζειν πράγμασι, δεινῶς καὶ κακούργως τοῦτο λέγων, ὀλίγας ἀπὸ πλειόνων ἐκθησόμεθα·
 [00577]  Τοῦτ' οὖν αἴτιον γεγένηται καὶ Ἰουδαίων πολλοῖς τότε τοῦ <μὴ δύνασθαι> ἀντιβλέψαι ταῖς ἐναργείαις τῶν τε προφητειῶν καὶ τῶν τεραστίων, ὧν ἐποίησε καὶ πεπονθέναι ἀναγέγραπται ὁ Ἰησοῦς.
 [01307]  Οὕτω γὰρ ἂν ἔδοξε μὴ συναρπάζειν τηλικοῦτον κεφάλαιον διὰ λεξειδίων ὀλίγων, καὶ μάλιστα ἐπεί φησι μυρίοις ἄλλοις ἐφαρμοσθῆναι δύνασθαι πολὺ πιθανώτερον τὰ προφητικὰ ἢ τῷ Ἰησοῦ.
 [02213]  Οἶμαι δὲ καὶ τὸν Ἰησοῦν διὰ τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρῆσθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν ὑπόνοια πιθανῶν σοφισμάτων, λαμπρῶς δὲ τοῖς συνιέναι δυναμένοις ἐμφαίνηται ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων, ἐχούσης πολὺ τό, ἵν' οὕτως ὀνομάσω, ἀφελές, ἠξιώθη θειοτέρας δυνάμεως, πολλῷ μᾶλλον ἀνυούσης ἤπερ ἀνύειν δύνασθαι δοκεῖ περιβολὴ λόγων καὶ λέξεων σύνθεσις καὶ μετὰ διαιρέσεων καὶ τεχνολογίας ἑλληνικῆς ἀκολουθία.
 [02398]  <καὶ> τοὺς μέν γε ληρεῖν καὶ ἀποπλήκτους εἶναι καὶ μηδὲν τῷ ὄντι καλὸν μήτ' εἰδέναι μήτε δύνασθαι ποιεῖν, ὕθλοις κενοῖς προκατειλημμένους, σφᾶς δὲ μόνους ὅπως δεῖ ζῆν ἐπίστασθαι, καὶ ἂν αὐτοῖς οἱ παῖδες πείθωνται, μακαρίους αὐτοὺς ἔσεσθαι καὶ τὸν οἶκον ἀποφανεῖν εὐδαί μονα·
 [02548]  Ὁ δὲ Κέλσος φησὶν ὡς μὴ νοήσας, πῶς λέγεται ὁ θεὸς πάντα δύνασθαι, ὅτι οὐκ ἐθελήσει οὐδὲν ἄδικον, διδοὺς ὅτι δύναται μὲν καὶ τὸ ἄδικον, οὐ θέλει δέ.
 [02551]  Εἰ δέ τι τῶν ὄντων δύναται ἀδικεῖν τῷ καὶ πρὸς τὸ ἀδικεῖν πεφυκέναι, δύναται ἀδικεῖν οὐκ ἔχον ἐν τῇ φύσει τὸ μηδαμῶς δύνασθαι ἀδικεῖν.
 [02804]  Καίτοι γε ὁ ἰατρὸς ὁρῶν τὰ δεινὰ καὶ θιγγάνων τῶν ἀηδῶν οὐ πάντως ἐκφεύγει τὸ τοῖς αὐτοῖς δύνασθαι περιπεσεῖν·
 [02910]  ἆρά γε οἱ νικῶντες τὴν δριμυτάτην πρὸς ἀφροδίσια ὄρεξιν, πολλῶν ποιήσασαν τοὺς θυμοὺς μαλθακοὺς καὶ κηρίνους, καὶ διὰ τοῦτο νικῶντες, ἐπείπερ ἐπείσθησαν μὴ ἄλλως οἰκειωθῆναι δύνασθαι τῷ θεῷ, ἐὰν μὴ καὶ διὰ σωφροσύνης ἀναβῶσι πρὸς αὐτόν, σκωλήκων ἡμῖν δοκοῦσιν εἶναι ἀδελφοὶ καὶ μυρμήκων συγγενεῖς καὶ βατράχοις παραπλήσιοι;
 [03331]  [4.62] Ἑξῆς τούτοις τὰ διὰ πολλῶν καὶ οὐκ εὐκαταφρονήτων λόγων ποικίλως ζητηθέντα περὶ φύσεως κακῶν καὶ διαφόρως ἑρμηνευθέντα δι' ὀλίγων λεξειδίων οἴεται δύνασθαι ἡμᾶς μαθεῖν, φάσκων·
 [03339]  Καὶ τοῦτό φαμεν κατὰ Πλάτωνα, τὸ ἥττονα εἶναί ποτε τὰ κακά, διὰ τὴν ἐν τῷ Θεαιτήτῳ λέξιν, φάσκουσαν μὴ δύνασθαι ἀπο λέσθαι ἐξ ἀνθρώπων τὰ κακά.
 [03506]  [4.79] Εἶτα λέγει πρὸς τὸ τῶν αἰσθανομένων τῆς ἑαυτῶν ὑπεροχῆς ἀνθρώπων γένος, ἣν ὑπερέχει τῶν ἀλόγων ζῴων, ὅτι πρὸς ὃ ὑμεῖς φατε, ὡς ὁ θεὸς ἡμῖν δέδωκεν αἱρεῖν τὰ θηρία δύνασθαι καὶ καταχρήσασθαι, ἐροῦμεν ὅτι ὡς εἰκός, πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας καὶ ὅπλα καὶ δίκτυα, ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δ' ὑπ' ἀνθρώπων ἥκιστα ἡλίσκετο.
 [04257]  περὶ ὧν ἐν τοῖς ἀνωτέρω ἐπ' ὀλίγον διειλήφαμεν, λέγοντες ὅτι καὶ μεταλαμ βανόμενα εἰς ἄλλην διάλεκτον τὰ πεφυκότα δύνασθαι ἐν τῇ δεῖνα διαλέκτῳ οὐκέτι ἀνύει τι, ὡς ἤνυσεν ἐν ταῖς οἰκείαις φωναῖς.
 [05052]  Ἐὰν δέ τις νομίζῃ δύνασθαι ταῦτ' ἀναφέρεσθαι ἐπὶ τὸ Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἐπιστησάτω ὅτι πρὸ τοῦ Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς καὶ τοῦ Ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν λέλεκται τό·
 [05144]  ∆ιὰ τοῦτο οὐ παρὰ τὸ μὴ δύνασθαι τὸν θεὸν πείθειν λεκτέον τοὺς μὴ πειθομένους μὴ πείθεσθαι, ἀλλὰ παρὰ τὸ ἐκείνους μὴ δέχεσθαι τοὺς πειστικοὺς λόγους τοῦ θεοῦ.
 [05344]  Καὶ τούτῳ ἀκόλουθον τὸ μὴ δύνασθαι ἀναστῆναι μετὰ τοῦ σώματος τὸν Ἰησοῦν·
 [05463]  Καὶ πρῶτόν γε κατ' ἀρχὰς ἐξετάζομεν ὧν οἴεται <τὸ> τοὺς μὲν ἄλλον εἰσηγουμένους θεὸν παρὰ τὸν Ἰουδαίων θεὸν μηδαμῶς δύνασθαι ἀπαντᾶν πρὸς τὰς ἐπαπορήσεις αὐτοῦ, ἡμᾶς δέ, τοὺς τὸν αὐτὸν τηρήσαντας θεόν, καταφεύγειν ἐπὶ τὴν διὰ τῶν προφητευο μένων περὶ Χριστοῦ ἀπολογίαν.
 [05525]  ἢ μὴ λεχθέντα, ὡς ἄπιστος φάσκων δύνασθαι καὶ μὴ λελέχθαι αὐτὰ ἀλλ' ἀναγεγράφθαι τάχα τὰ μὴ λεχθέντα.
 [05573]  [7.12] Οἴεται δὲ καὶ τοὺς ἀπὸ τῶν προφητῶν ἀπολογου μένους περὶ τῶν κατὰ τὸν Χριστὸν μηδὲν μὲν δύνασθαι πρὸς ἔπος λέγειν, ἐπὰν φαίνηταί τι πονηρὸν ἢ αἰσχρὸν ἢ ἀκάθαρτον λεγόμενον περὶ τοῦ θείου ἢ μιαρόν.
 [05694]  Εἰ δὲ ἡ διακονία τοῦ θανάτου <ἐν> γράμμασιν ἐντετυπω μένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
 [05784]  ὥστε μὴ δύνασθαι ἐφαρμόζειν αὐτῇ τὸ Εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, κἂν συμβολικῶς σκιὰ εἶναι ἀποδεικ νύηται ἡ Ἰουδαία καὶ ἡ Ἱερουσαλὴμ τῆς καθαρᾶς ἐν καθαρῷ κειμένης οὐρανῷ γῆς ἀγαθῆς καὶ πολλῆς, ἐν ᾗ ἐστιν ἡ ἐπουράνιος Ἱερουσαλήμ·
 [05876]  Εἰ μὲν γὰρ ἰδιωτῶν ἀνέπλασσε λόγους, πόθεν τοῖς τοιούτοις δύνασθαι διακρίνειν αἴσθησιν ἀπὸ τοῦ νοῦ καὶ αἰσθητὰ νοητῶν καὶ δογματίζειν παραπλησίως τοῖς ἀναιροῦσι νοητὰς οὐσίας Στωϊκοῖς περὶ τοῦ αἰσθήσεσιν καταλαμβάνεσθαι τὰ καταλαμβανόμενα καὶ πᾶσαν κατάληψιν ἠρτῆσθαι τῶν αἰσθήσεων;
 [05892]  ἐφ' οἷς οἴεται μηδένα Χριστιανῶν ἐπαΐειν δύνασθαι τῶν ὑπ' αὐτοῦ λεγομένων, φησὶ γάρ·
 [05937]  [7.43] Ἀλλὰ καὶ λέγων ὁ Πλάτων ὅτι τὸν εὑρόντα ἀδύ νατόν ἐστιν εἰς πάντας λέγειν τὸν ποιητὴν καὶ πατέρα τοῦ παντός, ἄρρητον μὲν καὶ ἀκατονόμαστον οὔ φησιν αὐτὸν εἶναι ῥητὸν δ' ὄντα εἰς ὀλίγους δύνασθαι λέγεσθαι.
 [06128]  Ὥσπερ δὲ εἰ ὁ <Πλάτων> τοὺς αἰγυπτιάζοντας ἢ τοὺς συριάζοντας ὠφελεῖν ὑγιέσι δόγμασιν ἐβούλετο, Ἕλλην τυγχάνων, προενοήσατο ἂν μαθεῖν τὰς τῶν ἀκουσομένων διαλέκτους καί, ὡς Ἕλληνες ὀνομάζουσι, βαρβαρίζειν μᾶλλον ὑπὲρ τῆς Αἰγυπτίων καὶ Σύρων βελτιώσεως ἢ Ἕλλην μένων μηδὲν δύνασθαι χρήσιμον λέγειν Αἰγυπτίοις καὶ Σύροις·
 [06385]  Ἀποδεδώκαμεν δὲ τὸν φαινόμενον ἡμῖν λόγον εἰς τὸ μὴ δεῖν δυσὶ κυρίοις δουλεύειν, ὅτε καὶ παρεστήσαμεν μηδεμίαν στάσιν περὶ τὸν Ἰησοῦν καὶ κύριον ἀποδείκνυσθαι δύνασθαι ἐν τοῖς ὁμολογοῦσιν ὑπεραναβεβηκέναι μὲν πάντα κύριον μόνῳ δὲ κυρίῳ δουλεύειν τῷ υἱῷ τοῦ θεοῦ λόγῳ θεοῦ.
 [06409]  Πάντων δὲ τῶν οὕτως ὀνομαζομένων ναῶν κρείττων ἦν καὶ διαφέρων νεὼς τὸ ἱερὸν καὶ καθαρὸν σῶμα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ὅστις ἐπιστάμενος ἐπιβουλεύεσθαι μὲν δύνασθαι ὑπὸ τῶν ἀσεβῶν τὸν ναὸν τοῦ ἐν αὐτῷ θεοῦ, οὐ μὴν ὥστε ἰσχυροτέραν εἶναι τὴν τῶν ἐπιβουλευόντων προαίρεσιν τῆς τὸν νεὼν οἰκοδο μούσης θειότητος, φησὶ πρὸς ἐκείνους·
 [06473]  ἢ δεικνύτω ὁ βουλόμενος μὴ λόγον ὑγιῆ εἶναι τὴν περὶ ἀνθρώπων καὶ ἀγγέλων διαίρεσιν, ἢ λόγον ἔχοντα παραπλήσιον δύνασθαι ἀποδείκνυσθαι καὶ ἐπὶ δαιμόνων.
 [06564]  Οὐκ ἀναιροῦμεν οὖν καὶ ἡμεῖς τὸ πολλοὺς εἶναι δαίμονας ἐπὶ γῆς ἀλλά φαμεν εἶναι μὲν αὐτοὺς καὶ δύνασθαι ἐν τοῖς φαύλοις διὰ τὴν ἐκείνων κακίαν, μηδὲν δὲ δύνασθαι πρὸς τοὺς ἐνδυσαμένους τὴν πανοπλίαν τοῦ θεοῦ καὶ ἀναλαβόντας ἰσχὺν πρὸς τὸ ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου καὶ μελετῶντας ἀεὶ τὰ ἐκείνων παλαίσματα τῷ ἐγνωκέναι Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.
 [06831]  Ἐγὼ δ' εἴποιμ' ἂν ὅτι οὐδ' ἐναργές ἐστι τὸ τοὺς δαίμονας τούτους ὅπως ποτὲ θεραπευομένους δύνασθαι θεραπεύειν τὰ σώματα·
 [06950]  πότερον δὲ ὥστε μηδαμῇ μηδαμῶς ἔτι αὐτὴν ἐπιτραπῆναι δύνασθαι ἢ μή, οὐ τοῦ παρόντος ἐστὶ λόγου διδάξαι.
000-00-00 Serial Number=0516537130
De oratione Ante [Go Back]  
 [00345]  ἴσμεν δὲ πολλάκις φυγάδας προσταγμάτων θεοῦ καταποθέντας ὑπὸ τοῦ θανάτου, πρότερον κατ' αὐτῶν ἰσχύσαντος, διὰ τὴν μετάνοιαν σωθέντας ἀπὸ τοῦ τηλικούτου κακοῦ, οὐκ ἀπε γνωκότας τὸ σῴζεσθαι δύνασθαι ἤδη «ἐν τῇ κοιλίᾳ τοῦ» θανάτου κεκρατημένους·
 [00501]  στρατιάν τε ἀγγέ λων καὶ ἀρχιστρατήγους ἐν αὐτοῖς δυνάμεων κυρίου ἀρχαγγέλους τε καὶ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας ὑπερουρανίους, ὡς χωρεῖ ὁ ἔτι δεδεμένος σώματι ἀνθρώπινος νοῦς, κατὰ τὸ δυνατὸν τρανῶς ἰδὼν καὶ κατειληφὼς δύνασθαι ἰσοτίμου παρὰ τοῦ πατρὸς ἐκείνοις τυχεῖν, πῶς οὐχὶ, κἂν σκιᾶς ἀδρανέστερος ᾖ, καὶ τούτων τῶν παρὰ τοῖς ἀνοήτοις θαυμαζομένων ὡς ἀμαυροτάτων καὶ οὐ δενὸς λόγου ἀξίων συγκρίσει καταφρονῶν, κἂν διδῶται ταῦτα πάντα, ὑπερόψεται ὑπὲρ τοῦ τῶν ἀληθινῶν ἀρχῶν καὶ θειοτέρων ἐξουσιῶν μὴ ἀποτυχεῖν;
 [00624]  καὶ ὥσ περ «σπέρμα» τοῦ θεοῦ, ἐν τῷ γεγεννημένῳ «ἐκ τοῦ θεοῦ» μένον, αἴτιον τοῦ μὴ δύνασθαι «ἁμαρτάνειν» γίνεται τῷ κατὰ τὸν μονογενῆ λόγον μεμορφωμένῳ·
 [00625]  οὕτως ἐν παντὶ τῷ ποιοῦντι «τὴν ἁμαρτίαν» «σπέρμα» τοῦ διαβόλου ἔνεστιν, ὅσον ἐνυπάρχει τῇ ψυχῇ, μὴ ἐῶν δύνασθαι κατορθοῦν τὸν ἔχοντα αὐτό.
 [00865]  δι' ὅλων τε μεταβλητὴν καὶ δι' ὅλων διαιρετὴν λέγουσιν εἶναι, καὶ πᾶσαν οὐσίαν πάσῃ συγχεῖσθαι δύνασθαι, ἡνωμένην μέντοι.
 [00869]  καὶ πάλιν ὃν τρόπον κατὰ τὴν ποιότητα τῆς «τρο φῆς,» «στερεᾶς» οὔσης καὶ ἀθληταῖς ἁρμοζούσης ἢ γαλακτώδους τινὸς καὶ λαχανώδους, ἐν διαφόρῳ δυνάμει ὁ τρεφόμενος γίνεται, οὕτως ἀκόλουθόν ἐστι, τοῦ λόγου τοῦ θεοῦ ἤτοι ὡς γάλακτος παιδίοις ἁρμοζόντως διδομένου ἢ ὡς λαχάνου ἀσθενοῦσιν ἐπιτηδείως ἢ ὡς σαρκὸς ἀγωνιζομένοις προσ<καίρως>, ἕκαστον τῶν τρεφομένων κατὰ τὴν ἀναλογίαν, ᾧ ἐμπαρέσχεν ἑαυτὸν λόγῳ, τόδε τι ἢ τόδε δύνασθαι καὶ τοιόνδε ἢ τοιόνδε γίνεσθαι.
 [00886]  καὶ ἐπὶ τῶν ἀνθρώπων τὸ δύνασθαι τρέφεσθαι ἀπὸ πάντων τού των ἕνα ἕκαστον ἡμῶν;
 [01014]  πιστὸς δὲ ὁ θεὸς, <ὃς> οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ [20πειρασμῷ] καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.».
000-00-00 Serial Number=0760855556
De principiis Ante [Go Back]  
 [00165]  ἡμεῖς δὲ ἀποκρινούμεθα τούτων οὕτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθίᾳ καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπι δίδωσιν ἑαυτὸν ᾧ νομίζει δύνασθαι αὐτὸν χειραγωγήσειν ἐπὶ παί δευσιν καὶ ἀρετήν, ἐπιδιδόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενὸς ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσ αγηοχότι θεραπευθησόμενον, ἀλλ' ὡς ἐπαγγελλόμενος βελτιώσειν τὸν βουλόμενον·
 [00168]  καὶ ἔστι φέρ' εἰπεῖν τὸ «τοὺς τυφλοὺς ἀναβλέψαι» ἔργον κατὰ μὲν τὸ ἠξιω κέναι πιστεύσαντας δύνασθαι θεραπεύεσθαι τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν τῆς ὁράσεως τοῦ σωτῆρος ἡμῶν.
 [00210]  [3.1.19] Τοιαύτην τοίνυν ἀπολογίαν ἡγοῦμαι δύνασθαι ἡμᾶς πορί ζειν πρὸς τὸ «ἄρ' οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ».
 [00346]  ἀλλ' ὥσπερ οὐ χρεοκοπεῖται ἡ πρόνοια διὰ τὰ μὴ γινωσκόμενα παρὰ τοῖς γε ἅπαξ παραδεξαμένοις αὐτὴν καλῶς, οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτήν, διὰ τὸ μὴ καθ' ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθένειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ.
 [00441]  [4.2.9] Ἀλλ' ἐπείπερ, εἰ δι' ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρή σιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστορίας ἀκόλουθον καὶ γλα φυρόν, ἠπιστήσαμεν ἂν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς, ᾠκονόμησέ τινα οἱονεὶ «σκάνδαλα» καὶ «προσκόμματα» καὶ «ἀδύνατα» διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος, ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες, τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κινούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν.
 [00457]  τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα, ἑωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες;
 [00476]  ἵνα γὰρ χαρισώμεθα τὸ δύνασθαι ἐκ τοῦ ὁρᾶν «σκανδαλίζεσθαί» τινα, πῶς τῶν δύο ὀφθαλμῶν ὁρώντων τὴν αἰτίαν ἀνενεκτέον ἐπὶ τὸν δεξιόν;
000-00-00 Serial Number=0166022837
Enarrationes in Job Ante [Go Back]  
 [00647]  Ἡδὺ, φησὶ, τοῖς ἀσεβέσι τὸ τρέφειν νεανίσκους, ἐφ' ᾧ δύνασθαι δι' αὐτῶν τὰς ἐπηρείας ἐργάζε σθαι.
000-00-00 Serial Number=0973653316
Excerpta in Psalmos Ante [Go Back]  
 [00537]  Ἐὰν ἴδῃς τὸν τόνον καὶ τὴν δύναμιν συντετριμμέ νην τοῦ ἀσεβοῦς, ὥστε μὴ δύνασθαι αὐτὸν ἐκτεῖναι τὴν χεῖρα ἐπὶ πρᾶξιν ἀγαθὴν (συντετριμμένη γάρ ἐστιν), ὄψει, ὅτι πεπλήρωται τό·
 [00730]  Ἐπειδὴ γὰρ, πεῖραν πολλὴν λαβόντες τῆς θείας δυ νάμεως, οὐκ ἐπίστευσαν τὸν φιλάνθρωπον δύνασθαι χορηγῆσαι αὐτοῖς τροφὴν, καὶ ταύτην ἔδωκε, καὶ τὴν παιδείαν ἐπήγαγεν, ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν.
 [00840]  Ἐὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἀπαγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι τὰ ἑαυτοῦ κινήματα τῷ λόγῳ, παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύνασθαι βαστάζειν τοῦ νοῦ τὰ ἀπόῤῥητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ Ἰακὼβ, ὡς μιμητὴς τοῦ πτερνιστοῦ Ἰακώβ.
000-00-00 Serial Number=0168864906
Expositio in Proverbia Ante [Go Back]  
 [00375]  τοῦτο γὰρ βασιλεύειν, τὸ δύνασθαι δικαίως κεχρῆσθαι τῇ ἀρχῇ, βέλτιον·
000-00-00 Serial Number=0666421056
Fragmenta de principiis Ante [Go Back]  
 [00042]  (Οἶμαι δὲ δύνασθαι ἀπὸ τῶν ὑποτεταγμέ νων τοῖς χείροσιν ἀρχαῖς καὶ ἐξουσίαις καὶ κοσμοκράτορσι καθ' ἕκαστον κόσμον ἤ τινας κόσμους ἐνίους τάχιον, <ἐνίους δὲ βράδιον> εὐεργετου μένους καὶ βουλησομένους ἐξ αὑτῶν μεταβαλεῖν συμπληρώσειν ποτὲ ἀνθρωπότητα.) [13] Just.
 [00044]  (Ὅτι δὲ πρεσβυτέρα ἡ ψυχὴ τοῦ ἡλίου τῆς ἐνδέσεως αὐτοῦ τῆς εἰς τὸ σῶμα, μετὰ τὸ συλλογίσασθαι ἐκ συγκρίσεως ἀνθρώπου τῆς πρὸς αὐτὸν καὶ ἐντεῦθεν ἀπὸ τῶν γραφῶν οἶμαι ἀποδεῖξαι δύνασθαι.) [14] Just.
 [00139]  (Ὁ τοίνυν λόγος, οἶμαι, δείκνυσι πᾶς, πᾶν ὅ τι ποτὲ λογικὸν ἀπὸ παντὸς οὑτινοσοῦν λογικοῦ δύνασθαι γενέσθαι.) Καὶ μετὰ βραχέα ἐπάγει λέγων·
000-00-00 Serial Number=0111679852
Fragmenta ex commentariis in Exodum Ante [Go Back]  
 [00168]  «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» Τὸ γὰρ, «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» δυσ-ωπητικῶς λέγεται πρὸς τὸν Φαραὼ οὐκ ἐντρεπόμενον, οὐ παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι.
000-00-00 Serial Number=0399621725
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00077]  ἀλλ' εἰκός τινα ἀπογνόντα τὸ ἤδη δύνασθαι ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γενέσθαι τὸν ἔτι τὸ σῶμα τοῦτο περικείμενον, κατακούοντα δὲ καὶ τοῦ ἐκ μέρου γινώκομεν καὶ ἐκ μέρου προφητεύομεν, προσκόψειν τῷ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, ὡς κατακεχαρισμένως μᾶλλον ἢ ἀληθῶς εἰρημένῳ·
 [00096]  ὥσπερ δὲ ὁ καιρὸς τοῦ παραλαβεῖν τὴν πατρῴαν κτῆσιν τὸν κληρονόμον γενόμενον ἐν ἡλικίᾳ ἀνδρὸς πλήρωμα ἄν πως ὀνομάζοιτο τοῦ χρόνου αὐτοῦ ἢ τοῦ καιροῦ αὐτοῦ, οὕτως ἐν πληρώματι τῶν καιρῶν γένοιτ' ἂν ὁ διὰ τῶν φερουσῶν ἐπὶ τὴν τελειότητα ὁδῶν καὶ προκοπῶν καταντήσας ἐπὶ τὸ δύνασθαι τὰ προωρισμένα καὶ προτεθει μένα ὑπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις λαβεῖν.
 [00200]  τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας «παραπτώματα» δύνασθαι ἂν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς «ἁμαρτίαις.».
 [00671]  vi11 [ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.] [Ὠριγένης δέ φησιν] ἐκ τῶν ἑξῆς καὶ τῶν περὶ τοῦ σωτῆρος ἀναγεγραμμένων ἔστιν εἰπεῖν παν οπλίαν εἶναι τοῦ Θεοῦ τὸν Χριστόν, ὥστε ταὐτὸν εἶναι τὸ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ τῷ ἐνδύαθε τὸν Κύριον Ἰηοῦν Χριτόν.
000-00-00 Serial Number=0352141321
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00575]  ἀκατάστατοι ἐγένοντο, τυφλοὶ ἐν ταῖς ἐξόδοις, ἐφύρησαν ἐν αἵματι, ὥστε μὴ δύνασθαι ἅψασθαι τῆς ἐσθῆτος αὐτῶν.
000-00-00 Serial Number=0983046889
Fragmenta in Psalmos Ante [Go Back]  
 [00176]  τῶν γὰρ κρειττόνων μεταλαμβάνουσα, ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ πρὸς τὸ δύνασθαι τὰ ἐπι βάλλοντα αὐτῇ εργα ἐπιτελεῖν.
 [00704]  Πάνυ γὰρ κατάδηλά ἐστιν, ὡς ἀπ' αὐτῆς τῆς κτί σεως καὶ τῶν δημιουργημάτων ἀναλόγως δύνασθαι τὸν γενεσιουργὸν θεωρεῖν·
 [00732]  Μακάριος ὁ τὴν ἐν βάθει πληγὴν ἑαυτοῦ γνωρίζων, ὡς δύνασθαι τῷ ἰατρῷ προσιέναι, καὶ λέγειν·
 [00946]  Εἰ δέ τις νομίζει πάντα τὸν ἁμαρτωλὸν δύνασθαι λέ γειν, κατανοησάτω τίνες ἡδόμενοι ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν·
 [01872]  Τὸ ἐν Θεῷ δὲ ἀγαλλιᾶν καὶ εὐφημεῖν νομίζω μὴ δύνασθαι κατορ θοῦσθαι ἡμῖν χωρὶς τῆς ἀπὸ τῶν καλου μένων πτερύγων τοῦ Θεοῦ σκεπῆς, τουτέστι τῶν ἀρετῶν αὐτοῦ·
 [02821]  σκοπῶν δὲ υστερον, ευρισκον μὴ δύνασθαι τοῦτο πρὸ τῆς γενέσεως τοῦ Ιακὼβ ἐπ' ἐκεῖνον τὸν χρόνον ἀναφέρεσθαι, ἐξέβη δὲ ἡνίκα Ιουδαῖοι ἐξῆλθον ἐκ γῆς Αἰγύπτου, τότε πρῶτον ἐχρημάτισε μερὶς Θεοῦ ὁ Ιακὼβ, τουτέστιν ὁ ἐξ Ιακὼβ λαός.
 [05035]  Τῷ δὲ τυχόντι τῆς ἐν τούτοις συνέσεως, περιέσται τὸ καὶ αλλους ὠφελεῖν δύνασθαι, καὶ τὴν θαυμάσιον εὐεργεσίαν ἐξαγγέλλειν Θεοῦ, τὴν ἀποκειμένην τοῖς οσια πράττου σι·
 [05805]  Εἰ καὶ μακράν ἐστιν ἀπὸ ἁμαρτωλῶν ἡ σωτηρία, ἀλλὰ πολλοί εἰσιν οἱ οἰκτιρμοὶ Κυρίου, ὡς τοὺς μακρὰν ἐγγὺς γενέσθαι δύνασθαι.
000-00-00 Serial Number=0812437117
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [01011]  πρὸ τοῦ πληρώματος τοῦ χρόνου λόγοι, ἀπογινώσκουσι <δὲ> τοῦ δύνασθαι παῦσαι τοῦ ἐπὶ τῷ νεκρῷ κλαυθμοῦ τὴν ἀδελφὴν τοῦ τεθνεῶτος.
 [01056]  δύνασθαι γάρ φασιν ἔστιν ὅτε προλέγειν τοὺς δαί μονας ὡς ἐπὶ Παύλου τὸ πνεῦμα τοῦ πύθωνος, καὶ ἐπὶ τοῦ σωτῆρος τὸ «Ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ;» μανθάνομεν δὲ ὅτι οὐ πάντα λέγουσιν ἀφ' ἑαυτῶν οἱ ἄνθρωποι, ἀλλά τινα καὶ ἐνεργούμενοι ἢ ὑπὸ κρείττονός τινος δυνάμεως ἢ ὑπὸ χείρονος.
000-00-00 Serial Number=0595445633
Homiliae in Lucam Ante [Go Back]  
 [00054]  Παράδειγμα δὲ τοῦ δύνασθαι ἄν θρωπον παρὰ τὸ μηκέτι ἁμαρτάνειν χρηματίζειν ἀναμάρτητον τὰ κατὰ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ.
 [00135]  Ἐὰν οὖν ἴδῃς Ἰουδαίων τὴν πολιτείαν ἄλογον, ὡς μὴ δύνασθαι αὐτοὺς διδόναι λόγον, περὶ ὧν πράτ τουσι, βλέπε τὸν τύπον τὸν γεγενη μένον ἐπὶ Ζαχαρίου διαμένοντος κωφοῦ καὶ διανεύοντος αὐτοῖς.
000-00-00 Serial Number=0120382488
In Jeremiam Ante [Go Back]  
 [02257]  ὅταν ἔξω τις γένηται τῆς πατρίδος, εἴτε δι καίως εἴτε ἀδίκως, ἀπολαμβάνῃ δὲ τὸ δύνασθαι πάλιν ἐν τῇ πατρίδι εἶναι κατὰ τοὺς νόμους, ἀπεκατέστη ἐπὶ τὴν πατρίδα τὴν ἑαυτοῦ.
 [02266]  πολλαχόθεν μὲν οὖν ἔστι συναγαγεῖν τὰ ἐξαίρετα τῶν προφητῶν, τὸ ἐλεύθερον αὐτῶν, τὸ εὔτονον, τὸ ἐγρηγορός, τὸ διεγηγερμένον, ὅτι οὐκ ἐφρόντιζον ἐν ταῖς περιστάσεσι γινόμενοι διὰ τὴν ἐλευθερίαν, μόνον ἵνα ἐλέγξωσιν, ἵνα ἐπιστρέψωσιν ὡς [οἱ] προ φῆται ἐκ τοῦ μετὰ παρρησίας τὸν λόγον τοῦ θεοῦ λέγειν ἐπιπληκτι κῶς τῶν ἁμαρτανόντων, εἰ καὶ ἐδόκουν μεγάλα δύνασθαι οἱ ἐλεγχό μενοι.
 [03072]  καὶ δὴ ὁμολογῶ κατ' ἐμαυτὸν μὴ δύνασθαι αὐτὰ διηγήσασθαι, ἀλλὰ δεῖσθαι, ὡς προεῖπον, ἐπιφανείας τῆς δυνάμεως Ἰησοῦ, καθ' ὃ σοφία ἐστί, καθ' ὃ λόγος, καθ' ὃ ἀλήθεια, ἵνα ἡ ἐπιφάνεια αὐτοῦ ποιήσῃ φῶς ἐπὶ τοῦ προσώπου τῆς ψυχῆς μου.
 [03579]  εἴθε κἀγώ, ἅμα τῷ ἁμαρτῆσαι καὶ εἰπεῖν λόγον ἁμαρτητικόν, ᾐσθανόμην ὅτι «γέγονε πῦρ ἐν τῇ καρδίᾳ μου καιόμενον καὶ φλεγόμενον ὥστε με μὴ δύνασθαι φέρειν».
 [03587]  ἐκεῖνο μὲν γὰρ καίει τὴν ἐπιφάνειαν, τοῦτο δὲ καίει τὴν καρδίαν, καὶ ἀρξάμενον ἀπὸ τῆς καρδίας διϊκνεῖται ἐπὶ πάντα τὰ ὀστᾶ, καὶ διϊκνούμενον ἐπὶ τὰ ὀστᾶ ἔρχεται ἐπὶ ὅλον τὸν καιόμενον, καὶ οὕτως ἔρχεται ὡς μὴ δύνασθαι τὸν καιόμενον φέρειν.
000-00-00 Serial Number=0861184716
Philocalia Ante [Go Back]  
 [00227]  οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτὴν, διὰ τὸ μὴ καθ' ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθέ νειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ.
 [00366]  [1.16] Ἀλλ' εἴπερ, εἰ δι' ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρήσιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστο ρίας ἀκόλουθον καὶ γλαφυρὸν, ἠπιστήσαμεν ἂν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς·
 [00390]  τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατω τέρω καὶ ὑποκείμενα, ἑωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες;
 [00416]  ἵνα γὰρ χαρισώμεθα τὸ δύνασθαι ἐκ τοῦ ὁρᾷν σκανδαλίζεσθαί τινα, πῶς τῶν δύο ὀφθαλμῶν ὁρώντων τὴν αἰτίαν ἀνενεκτέον ἐπὶ τὸν δεξιόν;
 [01154]  ὥσπερ δὲ εἰ ὁ [Πλάτων] τοὺς αἰγυπτιάζοντας ἢ τοὺς συριάζοντας ὠφελεῖν ὑγιέσι δόγμασιν ἐβούλετο Ἕλλην τυγχάνων, προενοήσατο ἂν μαθεῖν τὰς τῶν ἀκουσομένων διαλέκτους καὶ, ὡς Ἕλληνες ὀνομάζουσι, βαρβαρίζειν μᾶλλον ὑπὲρ τῆς Αἰγυπτίων καὶ Σύρων βελτιώσεως ἢ Ἕλλην μένων μηδὲν δύνασθαι χρήσιμον λέγειν Αἰγυπτίοις καὶ Σύροις·
 [01350]  περὶ ὧν ἐν τοῖς ἀνωτέρω ἐπ' ὀλίγον διειλήφαμεν, λέγοντες ὅτι καὶ μεταλαμβανόμενα εἰς ἄλλην διάλεκτον τὰ πεφυκότα δύνασθαι ἐν τῇ δεῖνα διαλέκτῳ οὐκέτι ἀνύει τι, ὡς ἤνυεν ἐν ταῖς οἰκείαις φωναῖς.
 [01749]  οἶμαι δὲ καὶ τὸν Ἰησοῦν διὰ τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρήσασθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν ὑπόνοια πιθανῶν σοφισμάτων, λαμπρῶς δὲ τοῖς συνιέναι δυναμένοις ἐμφαίνηται ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων, ἐχούσης πολὺ τὸ, ἵν' οὕτως ὀνομάσω, ἀφελὲς, ἠξιώθη θειο τέρας δυνάμεως, πολλῷ μᾶλλον ἀνυούσης ἤπερ ἀνύειν δύνασθαι δοκεῖ περιβολὴ λόγων καὶ λέξεων σύνθεσις καὶ μετὰ διαιρέσεων καὶ τεχνολογίας ἑλληνικῆς ἀκολουθία.
 [01840]  [20.6] Εἶτα λέγει πρὸς τὸ τῶν αἰσθανομένων τῆς ἑαυτῶν ὑπεροχῆς ἀνθρώπων γένος, ἣν ὑπερέχει τῶν ἀλόγων ζώων, ὅτι «Πρὸς ὃ ὑμεῖς φατὲ, ὡς ὁ θεὸς ἡμῖν δέδωκεν αἱρεῖν τὰ θηρία δύνασθαι καὶ καταχρήσασθαι, ἐροῦμεν ὅτι, ὡς εἰκὸς, πρὶν πόλεις εἶναι καὶ τέχνας καὶ τοιαύτας ἐπιμιξίας καὶ ὅπλα καὶ δίκτυα, ἄνθρωποι μὲν ὑπὸ θηρίων ἡρπάζοντο καὶ ἠσθίοντο, θηρία δ' ὑπ' ἀνθρώπων ἥκιστα ἡλίσκετο.».
 [02346]  ἡμεῖς δὲ ἀποκρινούμεθα τούτων οὕτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθίᾳ καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπιδίδωσιν ἑαυτὸν ᾧ νομίζει δύνασθαι αὐτὸν χειραγωγήσειν ἐπὶ παίδευσιν καὶ ἀρετὴν, ἐπιδι δόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενὸς ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσαγηοχότι θεραπευθησόμενον, ἀλλ' ὡς ἐπαγ γελλόμενος βελτιώσειν τὸν βουλόμενον·
 [02349]  καὶ ἔστι φέρ' εἰπεῖν τὸ τοὺς τυφλοὺς ἀναβλέψαι ἔργον, κατὰ μὲν τὸ ἠξιωκέναι πιστεύσαντας δύνασθαι θεραπεύεσθαι, τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν τῆς ὁράσεως, τοῦ σωτῆρος ἡμῶν.
 [02400]  [21.18] Τοιαύτην τοίνυν ἀπολογίαν ἡγοῦμαι δύνασθαι ἡμᾶς πορίζειν πρὸς τό·
 [02646]  ὑπεξῃ ρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πε πονθότας, διηγουμένους ἃ δεδράκασιν ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετευχότα.
 [02688]  [23.6] Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολ λῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε ἐνεργούντων ἢ πασχόντων), ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν ἐν τοῖς ἑξῆς δείξομεν.
 [02700]  καί φασιν ἀκολουθεῖν τῷ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὸ ἐφ' ἡμῖν σώζεσθαι.
 [02823]  παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον.
 [02840]  φέρε γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, καὶ ἀπὸ τῆς ἑκάστου αὐτῶν.
 [02868]  ἔστω δὴ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δω δεκατημορίου λαμβάνεσθαι τὸ ἀληθὲς, ἀλλὰ τήν γε σύγ κρασιν παρ' αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχη ματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἷοί τε σῶσαι κατ' ἀξίαν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρου μένου·
 [02874]  διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν, ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.
 [03006]  εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ' ἀνθρώ πων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας;
 [03021]  ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπού μενος·
 [03106]  πότερον δυνάμενον μὲν κἀ κείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἢ τὸ δύνασθαι μὴ ἔχοντα;
 [03120]  εἰ δ' ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν·
 [03642]  δυσω-πητικῶς λέγεται πρὸς τὸν Φαραὼ, ὡς οὐκ ἐντρεπόμενον οὐ παρὰ τὸ μὴ δύνασθαι ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι.
000-00-00 Serial Number=0879439652
Philocalia sive Ecloga Ante [Go Back]  
 [00035]  Ὑπεξῃ ρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πεπονθότας, διηγουμένους ἃ δεδράκασιν ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετευχότα.
 [00081]  [23.6] Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχημα τισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε ἐνεργούντων ἢ πασχόντων), ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν ἐν τοῖς ἑξῆς δείξομεν.
 [00093]  καί φασιν ἀκολουθεῖν τῷ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὸ ἐφ' ἡμῖν σῴζεσθαι.
 [00212]  παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον.
 [00229]  Φέρε γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, καὶ ἀπὸ τῆς ἑκάστου αὐτῶν.
 [00257]  Ἔστω δὴ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές, ἀλλὰ τήν γε σύγκρασιν παρ' αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἷοί τε σῶσαι κατ' ἀξίαν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου·
 [00263]  ∆ιὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν, ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.
 [00787]  «Ἕως τίνος οὐ βούλει ἐντραπῆναί με;» δυσωπητικῶς λέγεται πρὸς τὸν Φαραώ, ὡς οὐκ ἐντρεπόμενον οὐ παρὰ τὸ μὴ δύνασθαι ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι.
000-00-00 Serial Number=0540189981
Scholia in Lucam Ante [Go Back]  
 [00304]  τὰ δέ γε ἔθνη δύνασθαι τὸν Θεὸν ποιῆσαι τέκνα τοῦ Ἀβραάμ.
 [00637]  ὥστε οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν δύνασθαι ἐν τοῖς κλάδοις τῆς τοιαύτης πίστεως.
000-00-00 Serial Number=0098893583
Selecta in Exodum Ante [Go Back]  
 [00138]  Οἱ ἀπὸ τῶν αἱ ρέσεων οὐκ ἀρεσκόμενοι τῷ ἀγαθὸν ἢ δίκαιον εἶναι Θεὸν δύνασθαι, τὸν ἀποδιδόντα ἁμαρτίας πατέρων εἰς κόλπον τέκνων αὐτῶν, λέγουσιν, ὅτι ὁ τοῦ νόμου Θεὸς οὐκ ἔστι δίκαιος, οὐκ ἔστιν ἀγαθὸς, ἀποδιδοὺς τὰ ἁμαρτήματα τῶν πατέρων ἐπὶ τοὺς υἱούς·
000-00-00 Serial Number=0737419009
Selecta in Ezechielem Ante [Go Back]  
 [00148]  ὡς μὴ δύνασθαι πάντη ἐκφυγεῖν αὐτὰς καὶ ἐξελθεῖν ἀπ' αὐτῶν;
 [00516]  Τῶν δὲ ἐν τῷ λέβητι κρεῶν λόγον ἐπέχομεν ἡμεῖς, τοῦ τῶν Βαβυλωνίων πυρὸς περικειμένου ἡμῖν, ὡς μὴ δύνασθαι ἡμᾶς φυγεῖν ἀπὸ τῆς φλογὸς τοῦ τῶν πολεμίων πυρός.
000-00-00 Serial Number=0065434039
Selecta in Genesim Ante [Go Back]  
 [00869]  εἰ μή πού ἐστι ταὐτὸν τῷ, τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι βλέπειν, τὸ ἰδεῖν τὸν Ἰσραὴλ τὸ σπέρμα τοῦ Ἰωσὴφ, τοῦ Θεοῦ δείξαντος αὐτῷ τὰ γενησόμενα.
000-00-00 Serial Number=0788115025
Selecta in Psalmos Ante [Go Back]  
 [00811]  Ἀλλὰ μήποτε οἱ μὲν τέλειοι βασιλεῖς τυγχάνουσιν, οἱ δὲ κἂν τῷ φόβῳ παιδαγωγούμενοι κριταὶ γῆς, ἐν οἷς προστάσσει ὁ Σωτὴρ ἀγαλλιᾷν μὴ ἀνειμένως, μηδὲ ἀπολελυμένως, ἵνα μὴ ἐκπέσωσιν εἰς χαύνωσιν καὶ οἴησιν, ἀλλ' «ἐν τρόμῳ,» καὶ οἱονεὶ συνεσταλμένως, μετὰ τοῦ σκοπεῖν τὸ δύνασθαι πεσεῖν, εἰ καταλείποι ἡ ἐπισκοπὴ τὸν γενόμενον ἔν τινι ἀξίῳ τοῦ εὐλό γως ἐπαίρεσθαι.
 [01505]  Οἶμαι δὲ καὶ τὸ ἀπόῤῥητον τοῦτο δηλοῦσθαι ἐν τῇ Ἐξόδῳ, ὅτι Μωϋσέως ἐπὶ πλέον ὁμιλοῦντος τῷ Θεῷ καὶ συνόντος αὐτῷ δεδόξασται πρόσωπον, ὥστε [12.1165] μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίσαι εἰς τὴν δόξαν αὐτοῦ, καὶ διὰ τοῦτο κάλυμμα λαβόντα τὸν θεράποντα ὁμιλεῖν τῷ λαῷ.
 [01548]  Ἐὰν μὲν ἐκ προσώπου τοῦ Χριστοῦ ὁ ψαλμὸς ἀπαγγέλληται κατὰ τὴν διδομέ νην αὐτῷ μεγαλειότητα ἀπὸ τοῦ Πατρὸς ἀπαράβλητον οὖσαν, ὥστε μηδένα δύνασθαι τοῦ παντὸς τοῦ μεγέ θους αὐτοῦ μεταλαβεῖν, ἀκολούθως φησὶ τὸ, «Κατὰ μόνας κατῴκισάς με.».
 [02570]  εἰ δὲ μεθ' ἁφῆς Ἰησοῦ ἐπιτιμῶντος τῷ πυρετῷ (ὡς παραχρῆμα δύνασθαι ἀποδιδόναι ὑγιαι νόντων καὶ εὐεκτούντων ἐνεργείας), ἢ ἁπτομένου καὶ λέγοντος·
 [03869]  Τοιγαροῦν καὶ ἐν θάδε ὁ προφήτης παρασκευάζειν ἑαυτὸν βούλεται, ὥστε δύνασθαι μὲν εἶναι μετὰ ἁμαρτωλῶν καὶ ἐργα ζομένων ἀνομίαν, μὴ συνελκυσθῆναι δὲ αὐτοῖς.
 [04654]  Σύ μοι τὸ δύνασθαι φέρειν κεχάρισαι·
 [04820]  Τε λείου ἐστὶ τὸ δύνασθαι τοῦτο λέγειν·
 [06654]  τῷ δύνασθαι τὸν Θεὸν ὁρᾷν ἅπερ ἡμεῖς οὐχ ὁρῶμεν.
 [09424]  ἀγγέλων μὲν γάρ ἐστι τὸ διαπαντὸς βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ, τουτέστι τὴν θεωρίαν αὐτοῦ, ἀνθρώπων δὲ τὸ δύνασθαι δια παντὸς δικαιοπραγεῖν κατ' ἐνέργειαν·
 [09999]  εἰκὸς δὲ καθ' ἑαυτὴν γενομένην δύνασθαι τὴν ψυχήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»