0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δηλονότι [182]


000-00-00 Serial Number=0874432504
Adnotationes in Jesum filium Nave Ante [Go Back]  
 [00007]  Εἰς τύπον τῶν ἀποστόλων δηλονότι.
000-00-00 Serial Number=0836095214
Adnotationes in Judices Ante [Go Back]  
 [00011]  Ἢ δηλονότι διὰ προλαβούσας αἰτίας.
000-00-00 Serial Number=0993526518
Commentarii in Genesim Ante [Go Back]  
 [00048]  οἰήσεται δὲ δηλονότι ἐσφαλμένως·
000-00-00 Serial Number=0831474304
Commentarii in Romanos Ante [Go Back]  
 [00056]  [······]·σ̣περ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποι[ο]ῦσι[ν καὶ ἐνδείκνυ]νται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν *** τ̣ο`̣ν̣ φ̣ύσε̣[ι νό]μον τοῦτον εἶναι τὸν τοῦ Θεοῦ νόμον, τὸν δὲ κατὰ τὰς πόλεις γραπτὸν μὴ εἶναι φύσει ἀλλὰ θέσει νόμον καὶ μάλιστα ὅτ̣ε ἔν τισιν ἐναντιοῦται | τῷ τῆς φύσεως νόμῳ *** εἴπερ τὸν Μωσέως νόμον ὑπολαμβάνεται εἶναι περὶ οὗ τῷ Παύλῳ ἐστὶν ὁ λόγος, δηλονότι ἡ ἁμαρτία οὐκ ἐλλογηθήσεται πρὸ Μωσέως οὔτε τῷ Κάϊν ἀδελφοκτονήσαντι, οὔτε τοῖς διὰ τὰ ἁμαρτήματα τὸν κατακλυσμὸν πεπονθόσιν ἀλλ' οὔτε τοῖς ἐν Σοδόμοις πονηροῖς καὶ ἁμαρτωλοῖς σφόδρα ἐνώπιον τοῦ Θεοῦ καταλελο γισμένοις | καὶ διὰ ταῦτα καταδικασθεῖσιν πυρὶ καὶ θείῳ κατὰ [τὰ] α᾿̣ ναγεγραμμένα *** Καὶ Ἑλλήνων δέ τινες οὐ κακῶς ·
 [00208]  Εἰ γὰρ ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν ἐκ τοῦ Θεοῦ γεγέννηται, ὁ δὲ ἐκ τοῦ Θεοῦ γεγεννημένος οὐχ ἁμαρτάνει, δηλονότι ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν οὐχ ἁμαρτάνει, ὁ δὲ ἁμαρτάνων οὐ πιστεύει *** | Πατέρα δὲ ἑαυτοῦ καὶ τῶν ἐκ περιτομῆς λέγων εἶναι τὸν Ἀβραὰμ ὁ Παῦ‖λος προστίθεται ὡς ἄρα πατὴρ ἦν κατὰ σάρκα, ὅπερ οὐχ ἡγοῦμαί τινα τῶν ἀπὸ τῶν ἐθνῶν ὑγιῶς ἂν λέξειν, ἐὰν <μὴ> ἄρα τις ἐκ σπέρματος τυγχάνῃ [182] Ἰσμαὴλ ἢ ἀπό τινος τῶν ἐξ Ἠσαῦ γενομένων ἢ καὶ ἀπὸ τῶν Χεττούρας υἱῶν·
 [00234]  Εἰ δὲ μὴ δικαίῳ, δηλονότι γενομένῳ πρὸ τῆς πίστεως ἀδίκῳ.
 [00263]  Εἰ οἱ κληρονόμοι κληρονόμοι γίγνον ται οὐκ ἐκ πίστεως ἀλλ' ἐκ νόμου, δηλονότι κενὴ ἔσται ἡ πίστις, μηδενὸς δι' αὐτῆς πληρουμένου τῷ πεπιστευκότι, καὶ ἡ | διὰ πίστεως ἐπαγγελία γενο μένη ἔσται καταργουμένη τῷ τὴν κληρονομίαν μὴ ἀκολούθως τῇ ἐκ πίστεως ἐπαγγελίᾳ δίδοσθαι τῷ πεπιστευκότι ἀλλὰ τῷ τὸν νόμον πεπληρωκότι *** ὥσπερ δὲ ὁ πιστεύων εἰς Ἰησοῦν Χριστὸν πιστεύει εἰς τὸν πέμψαντα αὐτὸν [198] Θεόν, οὕτως ὁ πιστεύων Μωσεῖ πιστεύει εἰς τὸν Χριστόν, ὡς δῆλον ἐκ τοῦ «Εἰ ἐπιστεύετε Μωσεῖ, ἐ|πιστεύετε ἂν ἐμοί»·
 [00264]  εἰ δὲ ὁ πιστεύων Χριστῷ πιστεύει τῷ Πατρί, δηλονότι καὶ ὁ πιστεύων Μωσεῖ πιστεύει τῷ Θεῷ *** Οἱ γοῦν πρὸ τοῦ Μωσέως νόμου δικαιωθέντες, ὥσπερ Ἑνὼχ ὁ εὐαρεστήσας τῷ Θεῷ καὶ Νῶε ὁ μαρτυρηθεὶς εἶναι δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ καὶ οἱ καταξιωθέντες τῆς τοῦ Θεοῦ ἐπικλήσεως Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ οὐτῷ Μωσέως ἐντυχόν|τες νόμῳ τοιοῦτοι παρὰ Θεῷ ἐχρηματίσαν, ὁποίους αὐτοὺς ὁ τὸν νόμον γραψὰς Μωσῆς εἶναι ἐμαρτύρησεν·
 [00272]  εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως·
000-00-00 Serial Number=0074405849
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00106]  εἰ δὲ πᾶσιν ἀνθρώποις ὁ θεὸς διὰ τῶν ἐν τῷ φυσικῷ λόγῳ ἀφορμῶν τὴν ἀλήθειαν ἐφανέρωσεν, καὶ τὸ γνωστὸν ἑαυτοῦ ὡς ἕκαστος κεχώρηκεν ὅτε τὸν λόγον συμπεπλήρωκεν, δηλονότι ἀναγ καῖον ἔσται διὰ πάντα τὰ ἀσεβῶς γεγενημένα καὶ ἀδίκως πεπραγμένα, τοῖσδε μὲν πλείονα τοῖσδε δὲ ἐλάττονα, κατὰ ἀναλογίαν ἐλθεῖν τὴν ἀποκάλυψιν τῆς ὀργῆς τοῦ θεοῦ ἀπ' οὐρανοῦ.
 [00374]  εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως·
000-00-00 Serial Number=0012786508
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00324]  [1.19.117] Πῶς γὰρ καθ' ὃ ζωή ἐστι δύναται εἶναι ἀρχή, ἥτις ζωὴ γέγονεν ἐν τῷ λόγῳ, δηλονότι ἀρχῇ τυγχά νοντι αὐτῆς;
 [00594]  [1.31.225] Καὶ ἐφαρμο στέον γε διὰ τὸ «ἀκρογωνιαῖον» εἶναι «λίθον» τὸν Χριστὸν τῷ ἡνωμένῳ παντὶ σώματι τῶν σῳζομένων τὸ παράδειγμα τὸ «πάντα» γὰρ καὶ «ἐν πᾶσι» Χριστὸς ὁ μονογενής, ὡς μὲν ἀρχὴ ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὡς δὲ τέλος ἐν τῷ τελευταίῳ τῶν ἁγίων δηλονότι τυγχάνων καὶ ἐν τοῖς μεταξύ, ἢ ὡς μὲν ἀρχὴ ἐν Ἀδάμ, ὡς δὲ τέλος ἐν τῇ ἐπιδημίᾳ, κατὰ τὸ εἰρημένον·
 [01210]  «Ὃ γέγονε, γάρ φησιν, ἐν αὐτῷ» δηλονότι τῷ προειρη μένῳ λόγῳ »ζωὴ ἦν».
 [01902]  [6.22.121] Ταῦτα γὰρ ὑπὸ τοῦ βαπτιστοῦ εἴρηται παρὰ τῷ Ματθαίῳ ἰδόντος πολλοὺς τῶν φαρισαίων καὶ σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα, δηλονότι οὐκ ἔχοντας καρποὺς μετανοίας καὶ φαρισαϊκῶς ἀλαζονευομένους ἐν ἑαυτοῖς ἐπὶ τῷ Ἀβραὰμ ὡς πατρί·
 [02085]  [6.34.171] Ἕτερον μὲν γὰρ τὸ βαστάζειν τὰ ὑποδήματα, δηλονότι ἤδη λελυμένα ἀπὸ τῶν τοῦ ὑποδεδεμένου ποδῶν, ἕτερον δὲ τὸ κύψαντα λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων.
 [02262]  [6.46.238] Ἔτι δὲ καὶ τοῦτο παρατηρητέον, ὅτι μέλλων ἀναλαμβάνεσθαι Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, λαβὼν τὴν μηλωτὴν αὐτοῦ καὶ εἰλήσας ἐπάταξεν τὸ ὕδωρ, ὅπερ διῃρέθη ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι, δηλονότι αὐτὸς καὶ ὁ Ἐλισαῖος.
 [02286]  «Ἐκεῖ ἐκαθίσαμεν», δηλονότι διὰ τὸ μὴ δύνασθαι στῆναι, «καὶ ἐκλαύσαμεν».
 [02312]  «Καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ» δηλονότι ἡ Ἐλισάβετ »καὶ εἶπεν».
 [02403]  [6.55.286] Καὶ θαρρεῖν γοῦν θλιβόμενοι ἐν τῷ κόσμῳ διδασκόμεθα, τὴν αἰτίαν τοῦ θαρρεῖν μανθάνοντες ταύτην εἶναι, τὸ νενικῆσθαι τὸν κόσμον καὶ δηλονότι ὑποτετάχθαι τῷ νικήσαντι αὐτόν.
 [02980]  Τίς ἐστιν οὗτος;» Οἱ ὄχλοι, δηλονότι οἱ προάγοντες καὶ ἀκολου θοῦντες, ἀπεκρίναντο τοῖς ἐρωτῶσιν, τίς εἴη, τὸ «Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.
 [04841]  ἅμα δὲ καὶ διαστέλλει ὅτι τις ἁμαρτία θάνατός ἐστιν ψυχῆς, καί τις ἁμαρτία ἀσθένεια αὐτῆς τάχα δὲ καὶ τρίτον τις ἁμαρτία ζημία ψυχῆς ἐστιν, ἁμαρτία δηλονότι ἐκ τοῦ «Τί ὠφεληθήσεται ἄνθρωπος ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ «τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ ἢ ζημιωθῇ;» καὶ ἐκ τοῦ «Εἴ τινος τὸ [19.14.86] «ἔργον κατακαήσεται, ζημιωθήσεται».
000-00-00 Serial Number=0383618653
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [01241]  «στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεα σάμενος αὐτοὺς (δηλονότι Πέτρον καὶ Ἀνδρέαν) ἀκολουθοῦντας λέγει αὐτοῖς·
 [01626]  μετάβα ἔνθεν (δηλονότι ἀπὸ τοῦ πάσχοντος ἀνθρώπου) <ἐκεῖ> (ἐπὶ τάχα τὴν ἄβυσσον) καὶ μετα βήσεται.
 [01709]  ταῦτ' οὖν (οἶμαι) δηλῶσαι ὁ Ματθαῖος βουλόμενος ἐπήγαγε τῷ «ἐκεῖνον λα βὼν (δηλονότι τὸν «στατῆρα») δὸς αὐ τοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ» τὸ ἐν ἐκεί νῃ τῇ ἡμέρᾳ <ἢ ὥρᾳ> προσῆλ θον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέ γοντες·
 [01743]  εἰ δ' οὐδέν, δηλονότι οὐδὲ φό βος, ἀλλ' εἰ ἄρα ἀνάλογόν τι τοῖς <ἄλλοις> πάθεσι, καὶ ταῦτα ἀμυδρὰ καὶ τάχιστα ἀνασκευαζόμενα καὶ θεραπευόμενα γίνεται ἐν τοῖς παιδίοις, ὡς ἀγαπητὸν εἶναι ἐπὶ τοῦ το φθάσαι τὸν στραφέντα ὡς τὰ παιδία ὅσον ἔχει τῆς οἱονεὶ ὑποβο λῆς τῶν παθῶν ὡς τὰ παιδία.
 [01794]  καὶ ἑξῆς τούτοις φησὶν ὅτι «λαβὼν παιδίον (δηλονότι ὁ Ἰη σοῦς) ἔστησεν ἐν μέσῳ» τῶν μαθη τῶν αὐτοῦ, «καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς·
 [01962]  [13.31] Καλῶς δέ μοι δοκεῖ συνῆ φθαι τῷ μετὰ τὸ τρὶς νενουθετῆσθαι κριθέντι εἶναι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης τὸ ἀμὴν λέγω ὑμῖν (δηλονότι τοῖς κρίνασιν εἶναί τινα ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης), ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς.
 [02357]  ἀλλὰ λεκτέον πρὸς αὐτὸν ὅτι, εἴπερ ἡ κατὰ τὸν νόμον μοιχευομένη λιθοβοληθήσεται, δηλονότι οὐ κατὰ τοῦτο νοεῖται τὸ «ἄσχημον πρᾶγμα»·
 [02371]  εἰ γὰρ «ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ», ἀπολύσας δὲ αὐτὴν πρόφασιν αὐτῇ δίδωσι δευτέρου γάμου, δηλονότι παρὰ τοῦτο ποιεῖ αὐτὴν μοιχευθῆναι.
 [02619]  <καὶ εἰ πᾶσα ἐντολὴ «ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγα πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν»>, τέλειος δὲ ὁ πᾶσαν πληρώσας ἐντο-λήν, δηλονότι τέλειος ἂν εἴη ὁ πλη-ρώσας <καὶ> τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐν-τολήν.
 [02851]  «εἰς ὃν ἄρτι μὴ ὁρῶντες (δηλονότι Ἰησοῦν Χριστὸν) πιστεύ οντες δὲ ἀγαλλιᾶτε» καὶ τὰ ἑξῆς ἕως τοῦ «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρα κύψαι»·
 [02907]  εἰ δὲ εὐλό γως ὁ Ματθαῖος τὴν περὶ τῆς παραβολῆς διήγησιν ἀπεσιώπησε, δηλονότι κἂν ἐκ μέρους τις αὐτὴν νοῆσαι δυνηθῇ, τάχα μὲν εὐλόγως ἂν αἰνίξαιτό <τι> τῆς φαινομένης αὐ τῷ διηγήσεως, οὐ μὴν πάντα τὰ ἀπο καλυπτόμενα αὐτῷ σαφηνίζων καὶ γραφῇ πιστεύων ἔξω κινδύνου τοῦ περὶ τῆς ἐκθέσεως τῶν μυστη ρίων ἔσται.
 [02958]  ἐπεὶ δὲ ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, δηλονότι καὶ αὐτοῖς εἶπεν·
 [03258]  οὗτος γὰρ ἐκράτει ἡμῶν, ἕως δοθῇ τὸ ὑπὲρ ἡμῶν αὐτῷ λύτρον ἡ τοῦ Ἰησοῦ ψυχή, ἀπατηθέντι <δηλονότι καὶ φαντασθέντι> ὡς δυναμένῳ αὐτῆς κυριεῦσαι καὶ οὐχ ὁρῶντι ὅτι οὐ φέρει τὴν ἐπὶ τῷ κατέχειν αὐτὴν βάσανον.
 [04020]  εἰ δὲ ἀληθὲς τὸ <ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ> δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλονότι οὐδενὶ τῶν μὴ ποιούντων τοὺς καρποὺς τῆς τοῦ θεοῦ βασι λείας δίδοται ἡ τοῦ θεοῦ βασι λεία·
 [04413]  εἰ οὖν ἐν τῇ μακαριότητι οἱ γέρως ἀξιούμενοι διὰ τὸν ἐνεστηκότα αἰῶνα ἐν ᾧ καλῶς ἐβίωσαν ἐν ἐκείνῃ ἔσονται τῇ ζωῇ, καὶ οὐδεὶς τῶν μὴ ἀγωνισα μένων ἐνταῦθα καταξιοῦται τῆς ἐκ νεκρῶν ἀναστάσεως, δηλονότι ὧν ἐνταῦθα διὰ γένεσιν χρεία ἦν, ταῦτα οὐκ ἔσται ἐκεῖ.
000-00-00 Serial Number=0150699854
Contra Celsum Ante [Go Back]  
 [00076]  [1.2] Ἑξῆς βάρβαρόν φησιν ἄνωθεν εἶναι τὸ δόγμα, δηλονότι τὸν ἰουδαϊσμόν, οὗ χριστιανισμὸς ἤρτηται.
 [00382]  Εἰ γὰρ οὐδεὶς εὑρεθήσεται, δηλονότι τὸ τῷ Ἄχαζ εἰρημένον τῷ οἴκῳ εἴρηται ∆αυὶδ διὰ τὸ ἐκ σπέρματος ∆αυὶδ ἀναγεγράφθαι τὸν σωτῆρα γεγονέναι τὸ κατὰ σάρκα·
 [01300]  Οὐ συνεῖδε δ' ὁ Κέλσος ὅτι οὐκ ἔστι κατὰ τοὺς αὐτοὺς καὶ ἠπατῆσθαι περὶ τοῦ Ἰησοῦ ὡς θεοῦ καὶ προφητευθέντος καὶ πλάσασθαι περὶ αὐτοῦ δηλονότι ἐγνω κότας ὅτι οὐκ ἀληθῆ τὰ πλάσματα.
 [01861]  [2.77] Μετὰ ταῦτα ὁ Ἰουδαῖος αὐτῷ λέγει, δηλονότι κατὰ τὸ Ἰουδαίοις ἀρέσκον, ὅτι ἐλπίζομεν δή που ἀναστήσεσθαι ἐν σώματι καὶ βιοτὴν ἕξειν αἰώνιον, καὶ τούτου παράδειγμα καὶ ἀρχηγέτην τὸν πεμπόμενον ἡμῖν ἔσεσθαι, δεικνύντα ὅτι οὐκ ἀδύνατόν τινα τῷ θεῷ σὺν τῷ σώματι <ἀναστῆσαι>.
 [02164]  εἰ δ' ἀπορήσει κἂν πιθανόν τι εἰς τὸν τόπον λέγειν, δηλονότι τὸ ὅσον ἐπὶ τῷ μὴ εὑρίσκεσθαι λόγον, ἤτοι συμβα λοῦμεν τοῖς αὐτὴν μὴ παραδεξαμένοις καὶ ἐγκαλέσομεν τῇ ἱστορίᾳ ὡς οὐκ ἀληθεῖ, ἢ δαιμόνιόν τι φήσομεν παραπλήσιον τοῖς ἐπιδεικνυμένοις γόησιν ἀπάτῃ ὀφθαλμῶν πεποιηκέναι καὶ <τὰ> περὶ τὸν Ἀστυπαλαιέα·
 [02907]  Εἰ δ' ἡ τοῦ λόγου φύσις οὐδὲ τοῦτο παραδέξασθαι ἐπιτρέπει, δηλονότι οὐχ ὑβρίσομεν τὴν πρὸς ἀρετὴν κατεσ κευασμένην ἀνθρωπίνην φύσιν, κἂν δι' ἄγνοιαν ἐξαμαρτάνῃ, οὐδ' ἐξομοιώσομεν αὐτὴν τοῖς τοιοῖσδε ζῴοις.
 [03273]  ὕλη γὰρ ἡ αὐτή, καὶ τὸ φθαρτὸν αὐτῶν ὅμοιον, λεκτέον καὶ πρὸς τοῦτον αὐτοῦ τὸν λόγον ὅτι εἴπερ, ἐπεὶ ἡ ὕλη ἡ αὐτὴ ὑπόκειται νυκτερίδος ἢ εὐλῆς ἢ βατράχου ἢ ἀνθρώπου σώματι, οὐδὲν διοίσει ἀλλήλων ταῦτα τὰ σώματα, δηλονότι οὐδὲν διοίσει τὰ τούτων σώματα ἡλίου ἢ σελήνης ἢ ἀστέρων ἢ οὐρανοῦ ἢ οὑτινοσοῦν ἄλλου λεγομένου παρ' Ἕλλησιν αἰσθητοῦ θεοῦ.
 [03297]  εἰ μὲν πᾶσα ψυχὴ θεοῦ ἔργον, δηλονότι καὶ τῶν ἀλόγων καὶ εὐτελεστάτων, ἵνα καὶ παντὸς σώματος ἄλλη φύσις ᾖ παρὰ τὴν τῆς ψυχῆς.
 [03604]  Φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας, καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν ὅτι γνωρίζουσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ δὴ προεῖπον.
 [03628]  Λεκτέον οὖν ὅτι, εἴπερ τις θεία φύσις ἦν ἐν αὐτοῖς τῶν μελλόντων προ γνωστικὴ καὶ ἐπὶ τοσοῦτον πλουσία, ὡς ἐκ περιουσίας καὶ τῷ βουλομένῳ τῶν ἀνθρώπων δηλοῦν τὰ ἐσόμενα, δηλονότι πολὺ πρότερον τὰ περὶ ἑαυτῶν ἐγίνωσκον·
 [03675]  δηλονότι καὶ ἡμεῖς πταρνύμενοι οἱ ἄνθρωποι ἀπό τινος ἐν ἡμῖν οὔσης θειότητος καὶ μαντικῆς περὶ τὴν ψυχὴν ἡμῶν πταρνύμεθα.
 [03717]  Λέγει τοίνυν τὸν τρόπον τοῦτον, ὅτι φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας, καὶ αὐτοί που γνωρίζειν τὰ λεγόμενα καὶ ἔργῳ δεικνύειν ὅτι οὐκ ἀγνοοῦσιν, ὅταν προειπόντες ὅτι ἔφασαν οἱ ὄρνιθες ὡς ἀπίασί ποι καὶ ποιήσουσι τόδε ἢ τόδε δεικνύωσιν ἀπελθόντας ἐκεῖ καὶ ποιοῦντας ἃ ἤδη προεῖπον.
 [03767]  Εἰ γὰρ καθόλου λελεγμένον τὸ θεὸς καὶ θεοῦ παῖς οὐδεὶς κατῆλθεν οὐδὲ κατέλθοι <ἂν> ἀληθῶς τῷ Κέλσῳ εἴρηται, δηλονότι ἀνῄρηται τὸ εἶναι θεοὺς ἐπὶ γῆς, κατελθόντας ἐξ οὐρανοῦ, ἵνα ἤτοι μαντεύσωνται τοῖς ἀνθρώποις ἢ διὰ χρησμῶν θεραπεύσωσι, καὶ οὔτε ὁ Πύθιος οὔτ' Ἀσκληπιὸς οὔτ' ἄλλος τις τῶν νενομισμένων τὰ τοιαῦτα ποιεῖν θεὸς ἂν εἴη καταβὰς ἐξ οὐρανοῦ, ἢ θεὸς μὲν εἴη ἂν ἀεὶ δὲ λαχὼν οἰκεῖν τὴν γῆν καὶ ὡσπερεὶ φυγὰς τοῦ τόπου τῶν θεῶν, ἤ τις τῶν μὴ ἐξουσίαν ἐχόντων κοινωνεῖν τοῖς ἐκεῖ θείοις εἴη ἄν, ἢ οὐ θεοὶ εἶεν ὁ Ἀπόλλων καὶ ὁ Ἀσκληπιὸς καὶ ὅσοι ἐπὶ γῆς τι ποιεῖν πεπιστευμένοι εἰσὶν ἀλλά τινες δαίμονες, τῶν ἐν ἀνθρώποις σοφῶν καὶ ἐπὶ τὴν ἁψῖδα τοῦ οὐρανοῦ διὰ τὴν ἀρετὴν ἀναβαινόντων πολλῷ χείρους.
 [04033]  Ἐβουλόμην δὲ πρὸς ταῦτα αὐτοῦ ἢ τῶν συμφρονούντων αὐτῷ πυθέσθαι, τίς ἄρα εἴη ὁ τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις διανείμας καὶ δηλονότι τὴν Ἰουδαίων χώραν καὶ τοὺς Ἰουδαίους τῷ λαχόντι ἢ τοῖς λαχοῦσιν αὐτήν.
 [06201]  εἰ δὲ καὶ κυρίως τις ἀκούοι τοῦ διοι κεῖσθαι, διοικεῖσθαι μὲν λέγει τὰ ἀπὸ κακίας διοικούμενα δηλονότι πάντα κατὰ γνώμην διοικεῖται τοῦ θεοῦ , καὶ οὐ παρανομεῖ εἰς τὴν διοίκησιν τοῦ θεοῦ πᾶς ἁμαρτάνων.
 [06458]  Εἰ δ' εἰσί τινες δαίμονες, δηλονότι καὶ οὗτοι τοῦ θεοῦ εἰσιν, οἷς καὶ πιστευτέον καὶ καλλιερητέον κατὰ νόμους καὶ προσευκτέον, ἵν' εὐμενεῖς ὦσι.
 [06472]  Εἰ δ' εἰσί τινες δαίμονες, δηλονότι καὶ οὗτοι τοῦ θεοῦ·
 [06481]  εἰ δὲ τοῦτο μὴ δύναται οὐ γὰρ κἂν ἀλλήλοις ταὐτὰ λέγουσιν οἱ τῶν πολλῶν πόλεων νόμοι , δηλονότι οὐδὲ κυρίως νόμους ἢ φαύλων νόμους, οἷς οὐ πιστευτέον·
 [06493]  Τοσαῦτα καὶ εἰς τὸ εἰ δ' εἰσί τινες δαίμονες, δηλονότι καὶ οὗτοι τοῦ θεοῦ εἰσιν, <οἷς> καὶ πιστευ τέον καὶ καλλιερητέον κατὰ νόμους καὶ προσευκτέον, ἵν' εὐμενεῖς ὦσιν.
 [06520]  Οὐδαμῶς μέντοι γε λέγοντες μετενσωμάτωσιν εἶναι ψυχῆς καὶ κατάπτωσιν αὐτῆς μέχρι τῶν ἀλόγων ζῴων δηλονότι οὐδ' ὁμοίως Πυθαγόρᾳ, κἂν ἀπεχώμεθά ποτε ζῴων, οὐ χρησόμεθα αὐτῶν ταῖς σαρξί.
 [06910]  Εἰ γάρ, ὡς λέγει Κέλσος, τὸ αὐτό μοι ποιήσειαν ἅπαντες, δηλονότι καὶ οἱ βάρβαροι τῷ λόγῳ τοῦ θεοῦ προσελθόντες νομιμώτατοι ἔσονται καὶ ἡμερώτατοι·
000-00-00 Serial Number=0898223341
De oratione Ante [Go Back]  
 [00623]  «0πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς20,» δηλονότι «ὁ ποιῶν τὴν ἁμαρτίαν,» ὥς φησιν ἐν τῇ καθολικῇ ὁ Ἰωάννης, «ἐκ τοῦ διαβόλου ἐστὶν, ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.».
 [00722]  [25.2] ἀλλ' ἐρεῖ τις πρὸς ἀμφότερα, τό τε «ἁγιασθήτω τὸ ὄνομά σου» καὶ τὸ «ἐλθέτω ἡ βασιλεία σου20,» ὅτι, εἰ ὁ εὐχόμενος ἐπὶ τῷ ἐπακούεσθαι εὔχεται καὶ ἐπακούεταί ποτε, δηλονότι ἁγιασ θήσεταί ποτε τινὶ κατὰ τὰ προειρημένα «τὸ ὄνομα» τοῦ θεοῦ, ᾧ καὶ «ἡ [20βασιλεία»] τοῦ θεοῦ ἐνστήσεται.
 [00800]  «ἀπέστειλε» δὲ ὁ θεὸς «τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς,» ὡς ἐν ψαλμοῖς γέγραπται, δηλονότι τοὺς νενοσηκότας·
000-00-00 Serial Number=0446851611
De principiis Ante [Go Back]  
 [00002]  [3.1.1] Ἐπεὶ δὲ ἐν τῷ κηρύγματι τῷ ἐκκλησιαστικῷ περιέχεται ὁ περὶ κρίσεως δικαίας θεοῦ λόγος, ὅστις καὶ τοὺς ἀκούοντας, πιστευθεὶς εἶναι ἀληθής, προκαλεῖται ἐπὶ τὸ καλῶς βιοῦν καὶ παντὶ τρόπῳ φεύγειν τὴν ἁμαρτίαν, δηλονότι συγκατατιθεμένους τῷ ἐφ' ἡμῖν εἶναι τὰ ἐπαίνου καὶ ψόγου ἄξια, φέρε καὶ [τὰ] περὶ τοῦ αὐτεξουσίου ἰδίᾳ ὀλίγα διαλάβωμεν, ἀναγκαιοτάτου ὡς ἔνι μάλιστα προβλήματος.
 [00081]  ἢ δηλονότι σωθησομένους τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης;
 [00112]  οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν «σκληρυνῶ τὴν καρδίαν Φαραώ» ὑπ' αὐτοῦ ἐνηργεῖτο, τοῦ θεοῦ δηλονότι.
 [00190]  οἱ μὲν οὖν «ἔξω» λεγόμενοι, δηλονότι συγκρίσει τῶν «ἔσω», οὐ πάντη πόρρω τῶν ἔσω τυγχάνοντες, τῶν ἔσω σαφῶς ἀκουόντων, ἀκούουσιν ἀσαφῶς διὰ τὸ «ἐν παραβολαῖς» αὐτοῖς λέγεσθαι·
 [00203]  εἴτε γὰρ ἐροῦσι ψεκτόν, παρὰ τὴν ἐνάργειαν ἀποκρινοῦνται, καὶ τῶν ἁγίων θελόντων καὶ τρεχόντων καὶ δηλονότι ἐν τούτῳ ψεκτὸν <οὐ> ποιούντων·
 [00271]  ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς ἢ περὶ τούτων οὐ κατὰ φιλομάθειαν ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν καὶ διὰ τοῦτο λέγων·
 [00302]  [4.1.3] Τί δὲ δεῖ λέγειν καὶ ὅτι προεφητεύθη [ὁ Χριστὸς] τότε «ἐκλεί ψειν τοὺς ἐξ Ἰούδα ἄρχοντας» εἰρημένους «καὶ ἡγουμένους ἐκ τῶν μη ρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται», δηλονότι ἡ βασιλεία, «καὶ ἐπι δημήσῃ ἡ τῶν ἐθνῶν προσδοκία»;
 [00507]  ὁ δὲ σύμπας τόπος, ὅντινα ᾤκουν οἱ ἀπὸ τοῦ ἔθνους, δεδομένος αὐτοῖς ἀπὸ τοῦ θεοῦ, καλεῖται Ἰουδαία, ἧς μητρόπολις Ἱερουσαλήμ, μητρόπολις δηλονότι πλειόνων πόλεων, ὧν τὰ ὀνόματα πολλαχοῦ μὲν καὶ ἄλλοθι διεσπαρμένως κεῖται, ὑφ' ἓν δὲ κατειλεγμέναι εἰσὶν ἐν Ἰησοῦ τῷ τοῦ Ναυῆ.
000-00-00 Serial Number=0614870608
Excerpta in Psalmos Ante [Go Back]  
 [00331]  γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι·
000-00-00 Serial Number=0106602192
Exhortatio ad martyrium Ante [Go Back]  
 [00454]  εἴ τινος δὲ ἄλλου «τῆς κεφαλῆς αἱ τρίχες ἠριθμημέναι εἰσὶ», κἀκείνοις δηλονότι τοῖς διὰ τὸν Ἰησοῦν ἀποτεμνο μένοις, ὁμολογήσομεν ἐν τῷ υἱῷ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων καὶ οὐ θεῶν ἔμπροσθεν·
000-00-00 Serial Number=0331541717
Expositio in Proverbia Ante [Go Back]  
 [00046]  «Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ,» τουτέστι τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως.
 [00186]  Ὤφθησαν γὰρ, φησὶν, αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπιδημίαν δηλονότι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
 [00272]  Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ (δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν) ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον·
 [00298]  εἰ δέ ἐστιν αἷμα δίκαιον, ἔστι δηλονότι καὶ αἷμα ἄδικον·
 [00508]  Οἱ δὲ δίκαιοι ἐξαναλώσου σιν αὐτοὺς, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας·
 [00796]  Οὓς κατ' ἀρετὴν δηλονότι γεγέννηκέ τις, εἰκόνα [17.212] καὶ μακαρισμὸν καταλείψει τοῖς μετέπειτα ὁ ἄμω μος, καὶ δικαιοσύνην ἀνατροφῆς ἕως τέλους.
 [00848]  εἰ δὲ τὴν ἄγνοιαν ὡς φῶς εἶχον, δηλονότι καὶ τὰ ἔργα τοῦ τῆς ἀγνοίας ἐφευρε τοῦ διαβόλου ἔπραττον·
 [01040]  εἰ δὲ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει·
 [01333]  οὐκ εἶπεν δὲ, ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔσται ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοντος δηλονότι τὰ τῶν παθῶν ὑπεκκαύ ματα, ξύλα, χόρτον, καλάμην·
000-00-00 Serial Number=0493820310
Fragmenta ex commentariis in epistulam ad Ephesios Ante [Go Back]  
 [00089]  καὶ εἴπερ τὸ τῶν μυστηρίων ὄνομα ἐπὶ τῶν θείων καὶ ἀπορρήτων καὶ μὴ ἐπιτηδείων φθάνειν εἰς πολλοὺς παραλαμβάνεται, δηλονότι καὶ περὶ τῶν σωθησομένων θελήματι τοῦ Θεοῦ μυστηρίου ἔχεται·
 [00110]  i [13] ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες [τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.] [Ὠριγένης φησίν] ἐν ᾧ (δηλονότι Χριστῷ) πρὸς ἑτέροις ἀκούσασι καὶ ὑμεῖς ἀκούσαντες τὸν τῆς ἀληθείας λόγον, ὅσπερ ἀληθείας λόγος τὸ εὐαγγέλιόν ἐστι τῆς σωτηρίας ὑμῶν, <ἐν ᾧ> καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.
 [00136]  εἰ ὁ πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστὶ πατήρ, λέγεται δὲ καὶ τῆς δόξης πατήρ, δηλονότι ἡ δόξα ὑποκείμενόν τί ἐστι καὶ οὐσιωμένον·
 [00313]  ἐν ἀγάπῃ δὲ ἐρριζωμένοις καὶ τεθεμελιωμένοις τῇ πρὸς Θεόν, δηλονότι ἐξ ὅλη ψυχῆ καὶ ἐξ ὅλη καρδία καὶ ἐξ ὅλη ἰχύο καὶ ἐξ ὅλη διανοία, καὶ τῇ πρὸς τὸν πληίον κατοικίζεται Χριστός.
 [00348]  εἴπερ οὖν διδάσκαλον εἶναι χάρισμά ἐστι διδόμενον κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ, δηλονότι καὶ ποιμένα ποιμαίνοντα μετ' ἐπιστήμης χρὴ χάρισμα ἔχοντα ποιμαίνειν·
000-00-00 Serial Number=0683193028
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00214]  ἔτι δὲ μακαριώτερον ἐξολοθρεῦσαι Βαβυλώνιον σπέρμα, λογισμὸν δηλονότι Συγχυτικόν (ἐναντίον δὲ τούτῳ σπέρ μα περὶ οὗ λέλεκται·
 [00393]  τοῦτο γὰρ τὸ κινήσατε, δηλονότι πρὸς αἰσχύνην καὶ λύπην, «ὑπερη φάνοις γὰρ ὁ θεὸς ἀντιτάσσεται».
000-00-00 Serial Number=0523949385
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00065]  πολλῶν δὲ οὐσῶν τῶν πυλῶν τῶν οἰκοδομηθεισῶν ἐν Σιὼν ἐκ πάντων τῶν κλιμάτων, φησὶν ὁ λόγος πάσας ἠφανίσθαι , καὶ τοὺς ἱερεῖς στενάζειν , δηλονότι τὰ ἱερατικὰ ἔργα τὰ κατὰ τὰς ἑορτὰς καὶ τὰς ἄλλας ἡμέρας οὐ δυναμένους ἐπιτελεῖν, ἤτοι τῷ ᾐχμαλωτίσθαι ἢ τῷ μηδένα εἶναι τὸν προσιόντα αὐτοῖς καὶ τὰς λειτουργίας τὰς ἱε ρατικὰς ἀπαιτοῦντα.
 [00266]  «ἐντείνων ἐντε νεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος», τὰς ἀντικειμένας δηλονότι ἀρχάς τε καὶ ἐξουσίας.
 [00438]  «κύριος» γὰρ «κατοικίζει μονοτρόπους ἐν οἴκῳ» φησὶν ὁ ∆αβίδ, καὶ «κατὰ μόνας εἰμὶ ἐγώ, ἕως οὗ παρέλθω», δηλονότι τοὺς πειρασμοὺς φιλανθρωπίας τυχών.
000-00-00 Serial Number=0462556779
Fragmenta in Psalmos Ante [Go Back]  
 [00382]  Εἰ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυ τοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.
 [00527]  τὸ γὰρ πρότερον, ἡ ἐντολὴ πέφυκεν ποιεῖν νό μον, τὸν εὐαγγελικὸν δηλονότι, ὡς ηδη δὲ ἀπὸ τῶν προειρημένων στοιχείων παιδαγω γηθέντες οἱ ἐξ ἐθνῶν, ενα ειναι τὸν δημιουρ γὸν, διδάσκονται λοιπὸν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπέστρεψε τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς τὴν ἀλήθειαν.
 [00877]  Μὴ καταδικάσαι, δηλονότι ὁ ἀντίδικος.
 [00930]  Οὐκ εστιν ιασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, δηλονότι αιτιον ην αὐτῷ τοῦ μὴ παθεῖν ἀπὸ ὀργῆς καὶ θυμοῦ Θεοῦ, καὶ τοῦ μὴ ειναι ιασιν ἐν τῇ σαρκὶ αὐτοῦ.
 [01212]  Περιτεί νων ἐστὶ μανίαν ἐν οικῳ Κυρίου, κατέπηξαν δηλονότι τὴν μαντείαν.
 [01302]  Ο δὲ Χρισ τὸς παρὰ πάντας κέχρισται καὶ μετόχους αὐτοῦ, δηλονότι τῇ τῆς μονάδος κέχρισται γνώσει.
 [01478]  Οὐδὲν γὰρ, φησὶν ὁ Παῦλος, εἰσενέγκα μεν εἰς κόσμον, δηλονότι οὐδὲ ἐξενέγκαι τι δυνάμεθα.
 [01954]  [Οικον], τὸν ἐπουράνιον δηλονότι·
 [01955]  ὁλο καυτώμασι δὲ, καὶ οὐκ αἰσθητοῖς, νοητοῖς δὲ δηλονότι·
 [02151]  επειτα ὑπισχνούμενοι μόνας τὰς δι' αἰνέσεως ἀναπέμπειν θυσίας, ἀπηλλαγμένοι δηλονότι τῆς κατὰ νόμον λατρείας.
 [03170]  Εἰ πάντα τὰ εθνη ηξει καὶ προσκυνήσει τὸ ονομα Κυρίου, ηξει δηλονότι καὶ τὰ εθνη τὰ τοὺς πολέμους θέλοντα·
 [04166]  Ο ηλιος εγνω τὴν δύσιν αὐτοῦ, θείῳ καὶ αὐτὸς προστάγ ματι δηλονότι πειθόμενος·
 [04243]  Τὴν τῶν πρωτοτόκων πληγὴν ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐκάλει, τῶν Αἰγυπτίων δηλονότι.
 [04517]  Εἰ τῷ ἀγαπῶντι τὴν κατάραν ερχεται ἡ κατάρα, δηλονότι καὶ τῷ ἀγαπῶντι τὴν εὐ λογίαν, ερχεται ἡ εὐλογία.
 [05351]  Ο εὐαγγελικὸς δηλονότι.
 [05388]  Οὐ γὰρ βάλλουσι νέους οινους εἰς ἀσ κοὺς παλαιοὺς, δηλονότι τὸν παλαιὸν αν θρωπον, ος ἐστι σῶμα.
 [05444]  Νυνὶ ἐλευθε ρωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέν τες δὲ τῷ Θεῷ, δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν, εχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασ μὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.
 [05776]  Καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, δηλονότι αἱ πρὸς αὐτὸν φέρουσαι·
 [05804]  Ει τις γὰρ τὰ δικαιώματα αὐτοῦ οὐκ ἐκζητεῖ, τούτου μακράν ἐστιν ἡ σωτηρία, δηλονότι ὁ Θεός.
 [05897]  Αντιδιέστειλε τῇ τοῦ κόσμου συνέσει κατὰ τέχνας τε καὶ πᾶν ἐπιτήδευμα, κατὰ τὸ λόγιόν σου προσθεὶς καὶ τὴν θείαν δηλονότι σοφίαν, ην εχοντες οἱ μαθηταὶ τοῦ Σωτῆρος, ἠλλαττοῦντο τῆς ἀνθρωπίνης·
 [05911]  Εἰ δὲ οὐκ εστιν ἐν τόποις ὁ Θεὸς, ἐγγίζειν δὲ εσ τι τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγ γίζομεν αὐτῷ.
 [05995]  Αποπήδη σον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς σὸν ομμα πρὸς αὐτὴν, δηλονότι τὴν ἀντικειμένην δύναμιν, η τὴν κακίαν, ην σωματικῶς ἡ σοφία μορφοῖ εἰς γυναῖκα.
 [06047]  Οὐκ ειπεν δηλονότι οὐ σαλευθήσεται ὁ κατοικήσας, ἀλλ' ὁ κα τοικῶν·
000-00-00 Serial Number=0201605201
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [00042]  [2] Ὃ γέγονεν ἐν αὐτῷ , δηλονότι τῷ λόγῳ, ζωὴ ἦν ·
 [00090]  Ὅσον ἐφ' ἑαυτῷ δηλονότι, εἰ καὶ μὴ πάντες ἐπίστευσαν·
 [00114]  τίς δὲ ἡ αἰτία, δι' ἣν ἔσχον τὴν ἐξουσίαν, δηλοῖ γράψας δεδόσθαι αὐτὴν τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ, τοῦ φωτὸς δηλονότι.
 [00263]  «Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς «αὐτὸν» ὡς οὐκ ὄντα ἐκεῖ δηλονότι ὅτε ἔφασκε·
000-00-00 Serial Number=0507348120
Homiliae in Ezechielem Ante [Go Back]  
 [00036]  Ὅθεν οὔτε «ἐκ δεξιῶν» ταῦτα εἶπεν οὔτε «ἐξ ἀριστερῶν», ἀλλὰ δηλονότι τῶν τριῶν «ἀνωτέρω».
 [00059]  Ἐὰν ἴδῃς ψυχὴν ἐγκειμένην τοῖς βουλομένοις ἐρασταῖς, ὄψει ὅτι «πεποίηκεν οἴκημα πορνικὸν» καὶ ἐπιδέχεται πάντας τοὺς προαιρουμένους «πορνεύειν» μετ' αὐτῆς, δηλονότι τὰς ἀκαθάρτους δυνάμεις.
000-00-00 Serial Number=0458954811
Homiliae in Job Ante [Go Back]  
 [00680]  Γέγραπται δὲ πάλιν ἀναστήσεσθαι αὐτὸν, μεθ' ὧν ὁ Κύριος ἀνίστησιν, τῶν δικαίων δηλονότι·
000-00-00 Serial Number=0685128391
Homiliae in Lucam Ante [Go Back]  
 [00342]  [12.75] [Ὡς γὰρ] ἑκάστῳ τῶν ἀνθρώπων πάρεισι δύο ἄγγελοι, ὁ μὲν τῆς δι καιοσύνης, ὁ δὲ τῆς ἀδικίας, καὶ ἐὰν μὲν ἀνατείλῃ ἡμῶν ἐπὶ τὴν καρδίαν τὰ ἀγαθά, δηλονότι ὁμιλεῖ ἡμῖν ὁ ἄγγελος τοῦ θεοῦ·
 [00578]  «πατέρα πολ λῶν ἐθνῶν τέθεικά σε», τῶν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ.
 [00583]  «ἀπολιθωθήτωσαν τὰ ἔθνη, ἕως ἂν παρέλθῃ ὁ λαὸς οὗτος, ὃν ἐκτήσω», ὡς δηλονότι μετὰ τὸ παρελθεῖν τὸν λαὸν μηκέτι ἀπολιθωθείησαν, ἀλλ' ἀπολαβέτωσαν καὶ ψυχὴν λογικὴν ἀνθρωπίνην.
 [00727]  τοῦ το ποίει καὶ ζήσῃ», δηλονότι τὴν ζωὴν τὴν αἰώνιον, περὶ ἧς κἀκεῖνος ἐπύθετο καὶ ὁ σωτὴρ διδάσκει.
000-00-00 Serial Number=0701126695
In Jeremiam Ante [Go Back]  
 [02952]  [18.7] Ἑξῆς μετὰ τὸν περὶ τῶν δύο ἐθνῶν λόγον, τοῦ προτέρου ᾧ <ἡ> ἀπειλὴ δίδοται, καὶ τοῦ δευτέρου ᾧ ἡ ἐπαγγελία δίδοται, φησίν (εἶπε δηλονότι τοῖς προτέροις)·
 [03207]  καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον καῖον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν», καὶ «λεγόντων» δηλονότι·
000-00-00 Serial Number=0757074654
In Jesu Nave homiliae Ante [Go Back]  
 [00303]  ∆ηλοῖ δὲ ταῦτα, ὡς ὁ λαὸς τῆς περιτομῆς ὁ πρό τερος, οἱ υἱοὶ Ῥουβὴν τοῦ πρωτοτόκου, οἱ υἱοὶ Γὰδ ἄλλου πρωτοτό κου, οἱ υἱοὶ Μανασσῆ ἄλλου πρωτοτόκου (κατὰ χρόνον δηλονότι) [462] ποιοῦσι βωμὸν οὐ τὸν ἀληθινόν, ἀλλὰ σύμβολον·
000-00-00 Serial Number=0714902163
Philocalia Ante [Go Back]  
 [00176]  [1.3] Τί δὲ δεῖ λέγειν καὶ ὅτι προεφητεύθη ὁ χριστὸς, τότε ἐκλείψειν τοὺς ἐξ Ἰούδα ἄρχοντας εἰρημένους καὶ ἡγουμένους [ἐκ] τῶν μηρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται, δηλονότι ἡ βασιλεία, καὶ ἐπιδημήσῃ ἡ τῶν ἐθνῶν προσ δοκία;
 [00468]  μητρόπολις δηλονότι πλειόνων πόλεων, ὧν τὰ ὀνόματα πολλαχοῦ μὲν καὶ ἄλλοθι διεσπαρμένως κεῖται, ὑφ' ἓν δὲ κατειλεγμέναι εἰσὶν ἐν Ἰησοῦ τῷ τοῦ Ναυῆ.
 [01124]  [15.8] Μετὰ ταῦτα ἴδωμεν καὶ τὴν ἑξῆς αὐτοῦ λέξιν, τοῦ Κέλσου δηλονότι, οὕτως ἔχουσαν·
 [01164]  Ἑξῆς δὲ τούτοις λέγει, ὁ Κέλσος δηλονότι·
 [01776]  Μετὰ ταῦτά φησιν, δηλονότι ὁ Κέλσος·
 [01909]  εἰ δ' ἅπαξ βλέπει τὴν πασῶν ὁρμῶν πηγήν, δηλονότι καὶ τὴν διαφορὰν ἴδοι ἂν καὶ τὴν ὑπεροχὴν τοῦ ἀνθρώπου οὐ μόνον παρὰ τοὺς μύρμηκας ἀλλὰ καὶ παρὰ τοὺς ἐλέφαντας.
 [01953]  φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας·
 [01990]  δηλονότι πολὺ πρότερον τὰ περὶ ἑαυτῶν ἐγίνωσκον·
 [02045]  δηλονότι καὶ ἡμεῖς πταρνύμενοι οἱ ἄνθρωποι, ἀπό τινος ἐν ἡμῖν οὔσης θειότητος καὶ μαντικῆς περὶ τὴν ψυχὴν ἡμῶν πταρνύμεθα.
 [02087]  λέγει τοίνυν τὸν τρόπον τοῦτον ὅτι «φασὶ δὲ τῶν ἀνθρώπων οἱ συνετοὶ καὶ ὁμιλίας ἐκείνοις εἶναι, δηλονότι τῶν ἡμετέρων ἱερωτέρας·
 [02243]  ἢ δηλονότι σωθησομένους, τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης;
 [02286]  ὑπ' αὐτοῦ ἐνηργεῖτο, τοῦ θεοῦ δηλονότι.
 [02377]  οἱ μὲν οὖν ἔξω λεγόμενοι, δηλονότι συγκρίσει τῶν ἔσω, οὐ πάντη πόρρω τῶν ἔσω τυγχάνοντες τῶν ἔσω σαφῶς ἀκουόντων, ἀκούουσιν ἀσαφῶς διὰ τὸ ἐν παραβολαῖς αὐτοῖς λέγεσθαι·
 [02393]  εἴτε γὰρ ἐροῦσι ψεκτὸν, παρὰ τὴν ἐνάργειαν ἀποκρινοῦνται, καὶ τῶν ἁγίων θελόντων καὶ τρεχόντων, καὶ δηλονότι ἐν τούτῳ ψεκτὸν οὐ ποιούντων.
 [02485]  ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς ἢ περὶ τούτων οὐ κατὰ φιλομάθειαν ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν καὶ διὰ τοῦτο λέγων·
 [02524]  ἐβου λόμην δὲ πρὸς ταῦτα αὐτοῦ ἢ τῶν συμφρονούντων αὐτῷ πυθέσθαι, τίς ἄρα εἴη ὁ τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις διανείμας, καὶ δηλονότι τὴν Ἰουδαίων χώραν καὶ τοὺς Ἰουδαίους τῷ λαχόντι ἢ τοῖς λαχοῦσιν αὐτήν;
 [02648]  οἰήσεται δὲ δηλονότι ἐσφαλμένως·
 [03089]  τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημὶ, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος·
 [03300]  καὶ τὸ ἀπὸ τοῦ ∆ευτερονομίου δὲ πρὸς τοὺς ἁμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἂν κακὸν μὲν παριστάνειν τὰς σωματικὰς πληγὰς καὶ τὰς νόσους, ἀγαθὸν δὲ δηλονότι τὴν ὑγείαν καὶ τὴν τοῦ σώματος ῥῶσιν.
000-00-00 Serial Number=0151905477
Philocalia sive Ecloga Ante [Go Back]  
 [00037]  οἰήσεται δὲ δηλονότι ἐσφαλμένως.
 [00454]  Καὶ τὸ ἀπὸ τοῦ ∆ευτερονομίου δὲ πρὸς τοὺς ἁμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἂν κακὸν μὲν παριστάνειν τὰς σωματικὰς πληγὰς καὶ τὰς νόσους, ἀγαθὸν δὲ δηλονότι τὴν ὑγείαν καὶ τὴν τοῦ σώματος ῥῶσιν.
000-00-00 Serial Number=0846938014
Scholia in Apocalypsem Ante [Go Back]  
 [00063]  Οὗτοί εἰσιν οἱ ἀπὸ τῆς μεγάλης θλίψεως ἐρχόμενοι, διὰ μαρτυρίου καὶ ὁμολογίας δηλονότι, καὶ τῶν ἄλλων περιστάσεων τῶν διὰ Χριστὸν ἃς ἐπάγουσιν τοῖς Ἰησοῦ μαθηταῖς οἱ πονηροὶ ἄνθρωποί τε καὶ δαίμονες, λευκάναντες καὶ πλύναντες ἃς περίκεινται στολὰς τῷ αἵματι τοῦ ὑπὲρ αὐτῶν σφαγέντος ἀρνίου.
000-00-00 Serial Number=0931212962
Scholia in Lucam Ante [Go Back]  
 [00218]  Μετὰ τὸ γράψαι δηλονότι ἐν δέλτῳ, ὅτι Ἰωάν [17.324] νης ἔσται τὸ ὄνομα αὐτοῦ, ἐλύθη ἡ δεδεμένη φωνή.
000-00-00 Serial Number=0607770443
Selecta in Ezechielem Ante [Go Back]  
 [00464]  καταναλίσκον δὲ δηλονότι τὰ κακίαν ὑποστάντα.
 [00563]  Ἐν τῇ μελλούσῃ ἡμέρᾳ δηλονότι.
 [00625]  Αὐτοὶ μόνοι Νῶε, καὶ ∆ανιὴλ, καὶ Ἰὼβ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν, τὰς ἰδίας δηλονότι·
000-00-00 Serial Number=0477451026
Selecta in Genesim Ante [Go Back]  
 [00763]  Ἐπείπερ ὁ Θεὸς ἀπέ στειλε διὰ τὴν τῶν πολλῶν ζωὴν τὸν Ἰωσὴφ ἔμπρο σθεν τῶν ἀδελφῶν αὐτοῦ εἰς Αἴγυπτον, δηλονότι ὁ Θεὸς ἀποστέλλων αὐτὸν εἰς Αἴγυπτον, συγκατεχρή σατο τῷ ζήλῳ καὶ τῇ προαιρέσει τῶν ἀδελφῶν αὐτοῦ εἰς τὴν περὶ τοῦ Ἰωσὴφ ἐπὶ ζωῇ πολλῶν οἰκονομίαν.
000-00-00 Serial Number=0107850194
Selecta in Numeros Ante [Go Back]  
 [00093]  Τὸ μὲν μάταιος ἦν κατὰ τὸ πρότερον τῶν ἐθνῶν, Βεὼρ δὲ τοῦ ἐν ματαιότητι καὶ ἐν νεκρότητι κατὰ τὸ πρό-τερον δηλονότι.
000-00-00 Serial Number=0685829937
Selecta in Psalmos Ante [Go Back]  
 [00681]  ἐπὶ σωτηρίᾳ δηλονότι αὐτὸν ἔπεμπε τὸν Ἰωνᾶν.
 [01357]  Καὶ τὸ ἀπὸ τοῦ ∆ευτερονομίου δὲ πρὸς τοὺς ἁμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἂν κακὸν μὲν παριστάνειν τὰς σωματικὰς πληγὰς καὶ τὰς νόσους, ἀγαθὸν δὲ δηλονότι καὶ τὴν ὑγίειαν καὶ τὴν τοῦ σώ ματος ῥῶσιν.
 [02000]  καὶ συνελήφθη ὁ ποῦς αὐτῶν, ὁ νοητὸς δηλονότι.
 [02060]  Οὐ μὲν παντὶ δὲ δηλονότι πράγματι κυριεύσει, ἀλλ' ἔν τινι·
 [02072]  Καλῶς οὖν λέγεται ὁ διάβολος πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύειν, οὐ τῶν τελείων δηλονότι, ἀλλὰ τῶν σπευδόντων ἐπὶ τὴν τελειότητα.
 [04144]  Εἰ δὲ διώκει ἡ πορνεία, δηλονότι καὶ ἡ μοιχεία, καὶ ἡ πλεονεξία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ τὰ λοιπά.
 [04149]  ἀποβάλλει γὰρ δηλονότι τὴν δολιότητα.
 [05003]  Ὁ μὲν μακάριος ἐπαινεῖται ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷ, τὴν ἑαυτοῦ δηλονότι ζωὴν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως Θεοῦ·
 [06516]  Κατὰ μι κρὰ, φησὶ, τῶν θείων χαρισμάτων διδομένων αὐ τῇ, εὐφραίνειν καὶ ἀνατέλλειν παρασκευάζει, τὸν νοητὸν δηλονότι καρπόν.
 [06586]  «Ἐκεῖ,» δηλονότι ἐν ποταμῷ, ἔνθα εὐφρανθησόμεθα ἐπὶ τῷ Κυρίῳ, διελθόντες τῷ ποδὶ ἐν ποταμῷ·
 [06665]  εἰ δὲ ἡ προσευχὴ, καὶ τὸ ἔλεος δηλονότι·
 [06686]  Ὅσοι γήϊ νοι ὄντες ἐγένοντο ἐπουράνιοι, δηλονότι διὰ με τανοίας.
 [06997]  Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομού μενα δηλονότι νοητῶς ἐκληφθήτωσαν.
 [07345]  Μνήσθητι ταύτης τῆς κτίσεως δηλονότι.
 [07385]  Μὴ διαφθεί ρῃς αὐτὸν,» δηλονότι τὸν Σαούλ·
 [08033]  Ἀφανιεῖ αὐτοὺς κακοὺς ὄν τας, δηλονότι καλοὺς ποιῶν.
 [08663]  Τοῦ μη κέτι ἁμαρτάνοντος δηλονότι.
 [08920]  Εἰ οἱ ἐργαζό μενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ οὐ πορεύ ονται, οἱ ἐργαζόμενοι δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ πορευθήσονται.
 [09201]  Εἰ δὲ τὸ γάλα πρεσβύτερόν ἐστι τοῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα τῆς κακίας ἐστίν·
 [09301]  «Ἐξελευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδου λώθητε τῷ Θεῷ,» δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν.
 [09303]  Εἰ δὲ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας.
 [09426]  ἡ γὰρ κατὰ διάνοιαν δικαιοπραγία μόνῳ προσῆν τῷ Χριστῷ, ὃς ἁμαρτίαν οὐκ ἐποίησε, δηλονότι κατ' ἐνέργειαν, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·
 [09541]  Καιρός ἐστι χρόνος κατορθώσεως τῷ Κυρίῳ, τοῦ ποιῆσαι ἐκδίκησιν δηλονότι.
 [09783]  Εἰ δ' οὐκ ἔστιν ἐν τόπῳ ὁ Θεὸς, ἐγγίζειν δὲ ἔστι ποτὲ τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγγίζο μεν αὐτῷ.
 [09999]  ἅπερ τρο πικῶς ὠνόμασε θεμέλιον, ἀπ' ἀρχῆς καταβεβλημένον ἐν αὐτῇ τῇ ψυχῇ, δηλονότι ἵνα παντάπασιν ὁ νοῦς, ἐκπεσὼν ἀρετῆς, κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνώτερος ὑπέρου, μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου.
 [09999]  Εἰ ὁ Θεὸς πῦρ καταναλίσκον ἐστὶ, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων.
 [09999]  Πᾶσα σὰρξ εὐλογοῦσα τὸ ὄνομα Κυρίου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἔσται δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὀψομένη τὸ σωτήριον τοῦ Θεοῦ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»