0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διδόναι [86]


000-00-00 Serial Number=0154922485
Commentarii in Genesim Ante [Go Back]  
 [00038]  δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτοῖς οὐδαμῶς δυνήσονται.
000-00-00 Serial Number=0189998806
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00763]  ἐπειδὴ ἡ πρὸς τὴν ἀρετὴν καὶ θεωρίαν ὄρεξις δοκεῖ πείνη εἶναι καὶ δίψαὡσ ὑγείας ἐμποιητικὰ ψυxiκῆς, ἐὰν τοιαύτην ποτὲ πείνην ἢ δίψαν ὁ ἐχθρὸς διψήσῃ μετὰ τὸ μετανοῆσαι ἐφ' οἷς ἥμαρτεν, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἐστὶ κύων ἢ χοῖρο ἀνάξιος τῶν ἁγίων·
000-00-00 Serial Number=0408195138
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [02107]  [6.36.181] Εἰ γὰρ καὶ πρὸς τὸ συμφέρον δίδοται τὰ χαρίσματα, καὶ οὐ μόνον «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως», φιλανθρώπου ἂν εἴη θεοῦ ἔργον, προορωμένου βλάβην ἀπὸ οἰήματος ἐπακολουθήσοντος ἢ φυσιώσεως, τὸ καὶ τῷ ἀξίῳ ποτὲ μὴ διδόναι τὴν ἱκανότητα.
 [05078]  «Τίς ἄρα «ἐστὶν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃν καταστήσει ὁ κύριος «ἐπὶ τῆς οἰκετίας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς «συνδούλοις ἑαυτοῦ;» οὐ πάντες οὖν εἰσιν ἄνθρωποι σπέρμα τοῦ Ἀβραάμ·
 [05802]  [20.36.322] Εἰ τὸ πεφυτευμένον ξύλον «παρὰ τὰς διεξόδους «τῶν ὑδάτων» τοιοῦτόν ἐστιν, ὡς τὸν καρπὸν αὐτοῦ διδόναι «ἐν «καιρῷ αὐτοῦ» καὶ μηδὲ φύλλον αὐτοῦ ἀπορρεῖν ἀλλὰ πάντα ὅσα ἂν ποιῇ κατευοδοῦσθαι, τί νομιστέον περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἢ ὅτι αὐτὸς ὢν τὸ ξύλον τῆς ζωῆς κατὰ τὸ εἶναι σοφία καὶ τὴν σοφίαν εἶναι «ξύλον ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς», καὶ καρποφορεῖ καὶ τὰ ἕτερα παρὰ τοὺς καρποὺς φύλλα τοιαῦτα ἔχει ὡς μηδὲ ἓν [20.36.323] αὐτῶν ἀπορρεῖν;
 [06542]  οὐκ ἔλατ τον δὲ τούτου καλὸν καὶ τὸ μὴ διδόναι ἀφορμὴν τῷ τηλικούτῳ πειρασμῷ, ἀλλὰ παντὶ τρόπῳ περιΐστασθαι αὐτόν, οὐ μόνον διὰ τὸ περὶ τῆς ἐν αὐτῷ ἐκβάσεως ἄδηλον ἡμῖν, ἀλλὰ καὶ ἵνα μὴ ἡμεῖς πρόφασις γενώμεθα τοῦ ἁμαρτωλοτέροις γενέσθαι καὶ ἀσεβεστέροις τοῖς οὐκ ἂν μὲν τῷ ἔργῳ τοῦ ἡμῶν ἐκκεχύσθαι τὸ αἷμα γενομένοις ἐνόχοις, εἰ τὰ παρ' ἑαυτοὺς ποιοῦντες ἐξεκλίνομεν τοὺς μέχρι θανάτου ἡμῖν ἐπιβουλεύοντας, ἐσομένοις δὲ ἐν πλείονι καὶ βαρυτέρᾳ κολάσει παρ' ἡμᾶς εἰ φιλαυτοῦντες καὶ μὴ καὶ τὰ ἐκείνων σκοποῦντες ἐπι διδῴημεν αὑτοὺς τῷ ἀναιρεῖσθαι, οὐ τῆς ἀνάγκης εἰς τοῦτο κατα [28.23.195] λαβούσης.
 [07268]  εἴπερ δὲ ἃ ἐλάλει ῥήματα ὁ Ἰησοῦς πνεῦμά ἐστιν καὶ οὐ γράμμα, δι' ὅλων ζωή ἐστιν καὶ οὐδαμῶς θάνατος, καὶ μιμούμενος αὐτὸν ὁ μαθητὴς ὃν ἠγάπα πνεῦμα καὶ ζωὴν ἀναγράφει, ἀκουστέον τοῦ «Ἦν ἀνακείμενος εἷς ἐκ «τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ» ἀξίως τιμῆς, ἧς πρέπει διδόναι τὸν υἱὸν τοῦ θεοῦ καὶ λαμβάνειν τὸν ἀγαπώμενον [32.20.264] ὑπ' αὐτοῦ.
000-00-00 Serial Number=0970830262
Commentariorum series in evangelium Matthaei Ante [Go Back]  
 [00042]  σελήνην δὲ οὐ δώσουσαν «τὸ φέγγος» τὴν τῶν πονηρευομένων ἐκκλησίαν, ἐπαγγελλομένην μὲν διδόναι τὸ φῶς, τότε δὲ ἐλεγχθησομένην ἀνατραπέν των αὐτῆς τῶν δογμάτων.
000-00-00 Serial Number=0068752527
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00451]  Καὶ πρῶτόν γε τήρησον ὅτι μέλλων τοὺς τῆς εὐλογίας ἄρτους διδόναι τοῖς μαθηταῖς, ἵνα παραθῶσι τοῖς ὄχλοις, «ἐθεράπευσε τοὺς ἀρρώστους», ἵν' ὑγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων·
 [00465]  Ἐπεὶ οὖν παιδεύσας ὑμᾶς ἱκανοὺς ἐποίησα πρὸς τὸ διδόναι τοῖς δεομένοις λογικὴν τροφήν, ὑμεῖς δότε τοῖς ἀκολουθήσασί μοι ὄχλοις φαγεῖν·
 [00470]  Οἱ δὲ μὴ ἀρνούμενοι μὲν τὸ δύνασθαι διδόναι ἄρτους, πολλῷ δὲ ὀλιγωτέρους αὑτοὺς νομίζοντες εἶναι καὶ οὐχ ἱκανοὺς τρέφειν τοὺς ἀκολουθήσαντας τῷ Ἰησοῦ, οὐδὲ θεωροῦντες ὅτι ἕκαστον ἄρτον <ἢ> λόγον ὁ Ἰησοῦς λαβὼν εἰς ὅσον βούλεται ἐκτείνει, ποιῶν αὐτὸν διαρκῆ πᾶσιν ὅσους ἐὰν θρέψαι θέλῃ, φασίν·
 [00645]  Εἴ τις οὖν καὶ τῶν λεγομένων ἐν ἡμῖν πρεσβυτέρων, ἢ ὅπως ποτὲ ἀρχόντων τοῦ λαοῦ, μᾶλλον τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἂν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων καὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν.
 [00850]  Τάχα δὲ καὶ τῶν λόγων Ἰησοῦ εἰσί τινες ἄρτοι, οὓς τοῖς λογικωτέροις ὡς τέκνοις ἔξεστι διδόναι μόνοις, καὶ ἄλλοι λόγοι οἱονεὶ ψιχία ἀπὸ τῆς μεγάλης ἑστίας καὶ τραπέζης τῶν εὐγενεστέρων καὶ κυρίων, οἷς χρήσαιντ' ἄν τινες ψυχαὶ ὡς κύνες.
 [01981]  τὰ γὰρ ἡρμοσμένα ὄργανα «ἐν ἰσχύϊ καὶ ᾠδαῖς» εἶχεν ἐν ἑαυτοῖς τὴν μουσικὴν συμφωνίαν, ἥτις τοσοῦτον δύναται, ὡς δύο μό νων μετὰ τῆς πρὸς τὴν θείαν μουσι κὴν καὶ πνευματικὴν συμφωνίας αἴ τησιν προσαγόντων τῷ ἐν τοῖς οὐρα νοῖς πατρὶ περὶ οὑτινοσοῦν, τὸν πα τέρα διδόναι τὰ αἰτήματα τοῖς μετὰ τοῦ συμφωνεῖν ἐπὶ γῆς (ὅπερ ἐστὶ παραδοξότατον) αἰτήσασιν, ἅπερ αἰ τήσαιεν ἂν οἱ τὴν εἰρημένην συμ φωνίαν συμφωνήσαντες.
 [02226]  εἰ μὲν γὰρ εἶπε διδόναι, ἐνεκάλεσαν <ἂν> ὡς ὑποτάσσοντι τὸν λαὸν <τοῦ θεοῦ ἀνθρώποις καὶ προσποιοῦντα αὐτὸν> τοῖς Ῥωμαίοις καὶ οὐ τῷ νόμῳ τοῦ θεοῦ, εἰ δὲ μὴ διδόναι, ὡς πόλεμον ἐμποιοῦντι καὶ στάσιν καὶ διεγείροντι τοὺς μὴ δυναμένους στῆ ναι πρὸς τηλικαύτην στρατιάν.
 [02314]  ὡς γὰρ «κύριός ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου» καὶ οὐ δοῦλος τοῦ σαββάτου ὡς ὁ λαός, οὕτως κύριός ἐστιν ὁ τὸν νόμον διδοὺς διδόναι μὲν «ἄχρι καιροῦ διορθώσεως» καὶ ἀλ λάσσειν νόμον, ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς διορθώσεως καὶ διδόναι μετὰ τὴν προτέραν ὁδὸν καὶ μετὰ τὴν προτέραν καρδίαν «ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν» «καιρῷ δεκτῷ» «καὶ ἐν ἡμέρᾳ σωτηρίας».
 [02358]  οὐ γὰρ ἐπὶ μοιχείᾳ δεῖ γράφειν «βι βλίον ἀποστασίου» καὶ διδόναι «εἰς τὰς χεῖρας» τῆς γυναικὸς ἤ τινι τηλικαύτῃ ἀσχη μοσύνῃ.
 [02672]  προσθείη δ' ἄν τις τῇ ἐπαπορήσει ὅτι πῶς δύναται παρὰ τὸ ἀποδεδόσθαι τὰ ὑπάρχοντα καὶ πτωχοῖς [τις] διαδεδωκέναι σοφὸς γενέσθαι <καὶ δέχεσθαι> τὴν τοῦ θεοῦ σοφίαν, ὥστε λόγον διδόναι παντὶ τῷ ἐρωτῶντι αὐτὸν περὶ τῆς ἐν αὐτῷ πίστεως, περὶ ἑκάστου τῶν πεπιστευμένων καὶ περὶ τῶν ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμ μένως εἰρημένων;
 [03710]  ὁ δὲ μὴ παρασκευασάμενος διδόναι πεινῶντι τῷ Ἰησοῦ καὶ ἐφισταμένῳ τὴν ὁμο λογίαν ἢ τὴν ἐγκράτειαν, παραχρῆ μα ξηραίνεται·
 [03737]  βέλτιον δὲ εἰ, τῶν περιεστη κότων ἐπὶ τὸ ἐναντίον τῷ καρποφο ρεῖν προκαλουμένων, δυνηθείη τις καὶ διὰ τὸ πάνυ ὠφελεῖσθαι ἐκ τοῦ λόγου οὐδὲν ἧττον καὶ τότε διδόναι τοὺς καρποὺς τοῦ πνεύματος.
 [04226]  Καὶ κατὰ τὸν χρόνον οὖν τοῦ σω τῆρος, ἡνίκα φόρον ἐπετάχθησαν δοῦ ναι Ἰουδαῖοι Ῥωμαίοις, σκέψις καὶ βουλὴ ἦν ἐν Ἰουδαίοις περὶ τοῦ πότε ρον καθήκει τοὺς ἀνακειμένους τῷ θεῷ καὶ μερίδα ὄντας αὐτοῦ διδόναι φόρον τοῖς ἄρχουσιν ἢ ὑπὲρ ἐλευθε ρίας πολεμεῖν, εἰ μὴ συγχωροῖντο ζῆν ὡς βούλονται, καὶ μὴ διδόναι φόρον.
 [04227]  καὶ ἱστόρηται ὅτι Ἰούδας μὲν ὁ Γαλι λαῖος, οὗ μέμνηται καὶ Λουκᾶς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσιν, ἀπο στήσας πολὺ πλῆθος Ἰουδαίων, ἐδί δασκε μὴ δεῖν διδόναι Καίσαρι φόρον μηδὲ κύριον ἀναγορεύειν τὸν Καί σαρα·
 [04228]  ὁ δὲ κατὰ τὸν καιρὸν αὐτοῦ τετράρχης πείθειν ἐβούλετο τὸν λαὸν εἴκειν τῇ παρούσῃ καταστάσει καὶ μὴ αὐθαίρετον αἱρεῖσθαι πρὸς ἰσχυ ροτέρους πόλεμον, διδόναι δὲ τοὺς φόρους.
 [04230]  χώραν γὰρ οὐκ εἶχον <ἂν> Φαρισαῖοι βουλόμενοι παγι δεῦσαι ἐν λόγῳ τὸν Ἰησοῦν, ἀπο στείλαντες ἑαυτῶν τοὺς μαθητὰς μετὰ τῶν Ἡρωδιανῶν πυθέσθαι τοῦ Ἰησοῦ, πότερον ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ, εἰ ὁμολο γούμενον ἦν ὅτι οὐ δεῖ δοῦναι, καὶ εἰ συμπεφωνημένον ἦν τὸ <μὴ> διδόναι.
 [04233]  οἱ δὲ φαντασίᾳ ἐλευθερίας κωλύοντες διδόναι τὸν φόρον τῷ Καίσαρι, ἐδό κουν εἶναι οἱ ἀκριβοῦντες τὰ Ἰου δαίων μαθήματα Φαρισαῖοι.
 [04235]  ποία γὰρ παγὶς ἦν ἐν τῷ ἀποκρίνεσθαι τὸν Ἰησοῦν, εἴτε βούλεται κῆνσον δίδοσθαι Καίσαρι εἴτε μή, εἰ μὴ (ὡς ἀποδεδώκαμεν) κωλύοντος μὲν αὐτοῦ διδόναι κῆνσον Καί σαρι, ἔμελλον Ἡρωδιανοὶ παρα διδόναι αὐτὸν Ῥωμαίοις, ὡς ἀπο στασίαν διδάσκοντα, ἐπιτρέποντος δὲ οἱ Φαρισαῖοι ἔμελλον κατηγο ρεῖν τοῦ Ἰησοῦ ὡς βλέποντος εἰς πρόσωπον ἀνθρώπου μᾶλλον ἤπερ διδάσκοντος ἐν ἀληθείᾳ τὴν ὁδὸν τοῦ θεοῦ;
 [04237]  διδάσκαλε, οἴ δαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ δι δάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου οἷον προ καλοῦνται αὐτὸν διὰ <τούτου> τοῦ ἐπαίνου ἐπὶ τὸ μὴ λαβεῖν πρόσωπον τῶν Ἡρωδιανῶν καὶ τῶν οἳ ἐφρόνουν τὰ Καίσαρος, ἵνα ἀποφηνάμενος κατὰ τὸ βούλημα τῶν Φαρισαίων περὶ τοῦ μὴ δεῖν Καίσαρι διδόναι φόρον, ὑπ' αὐτῶν παραδοθῇ τοῖς Ἡρωδιανοῖς.
 [04244]  πρόσχες γὰρ ὅτι, ζητουμένου τοῦ εἰ δεῖ διδόναι Καίσαρι κῆνσον ἢ μή, οὐχ ἁπλῶς ἀπεφήνατο τὸ δοκοῦν ἑαυτῷ ἀλλὰ εἰπὼν ἐπιδεί ξατέ μοι τὸ νόμισμα τοῦ κήν σου ἐπύθετο, τίνος ἡ εἰκὼν καὶ ἡ ἐπιγραφή, καὶ εἰποῦσιν ὅτι Καίσαρος, ἀπεκρίνατο ὅτι δεῖ ἀπο διδόναι τῷ Καίσαρι τὰ αὐτοῦ αἰ τοῦντι καὶ μὴ ἀποστερεῖν αὐτὸν τῶν ἰδίων φαντασίᾳ θεοσεβείας·
 [04245]  οὐ δήπου δὲ τὰ μὲν Καίσαρος ἀπο διδόναι δεῖ τῷ Καίσαρι οὐχὶ δὲ καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ, καὶ οὐ κωλύεταί τις ἀποδιδοὺς Καίσαρι τὰ Καίσαρος ἀποδι δόναι τῷ θεῷ τὰ τοῦ θεοῦ.
 [04252]  οἱ μὲν γὰρ τὸ ἀνά λογον ποιοῦσι τοῖς συμβουλεύουσι μὴ διδόναι κῆνσον Καίσαρι, ὅση δύναμις νηστείαις καὶ ἀγρυπνίαις κα κοῦντες τὸ σῶμα καὶ ἀποχῇ πάσῃ τῇ διὰ τὸ σῶμα καὶ τὰς ἀναγκαίας αὐτοῦ πράξεις.
 [04253]  ἕτεροι δὲ παρὰ τούτους εἰσίν, οἳ ἀτρανώτως μὲν διαλαμβάνουσι περὶ τῶν κατὰ τὸν τόπον, φαντάζονται δὲ ὅτι καὶ τῷ σώματι χρὴ διδόναι τὰς ὀφειλάς.
000-00-00 Serial Number=0105002820
Contra Celsum Ante [Go Back]  
 [00136]  Φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι χρῆσθαι τῷ Μὴ ἐξέταζε ἀλλὰ πίστευσον καὶ Ἡ πίστις σου σώσει σε.
 [00701]  Οὐ γὰρ ἑώρα τὴν ἀκοίμητον φρουρὸν δύναμιν τῶν ἀξίων φρουρεῖσθαι καὶ τηρεῖσθαι τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ὧν πρῶτος πάντων τιμῇ καὶ ὑπεροχῇ πάσῃ μείζων ἦν ὁ Ἰησοῦς, βασιλεύς, οὐχ ὡς Ἡρώδης ᾤετο, ἐσόμενος, ἀλλ' ὡς ἔπρεπε τὸν θεὸν διδόναι βασιλείαν ἐπ' εὐεργεσίᾳ τῶν βασιλευομένων τῷ οὐ μέσην καὶ ἀδιάφορον, ἵν' οὕτως ὀνομάσω, εὐεργεσίαν εὐεργετήσοντι τοὺς ὑποτε ταγμένους ἀλλὰ νόμοις ἀληθῶς θεοῦ παιδεύσοντι καὶ ὑπάξοντι αὐτούς·
 [02872]  Ἐπὰν μέντοι, ὡς ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν, πολλὰ περὶ μελλόντων οἱ προφῆται λέγοντες ἀποδεικνύωνται περὶ πολλῶν παρεληλυ θότων ἠληθευκέναι καὶ δεῖγμα διδόναι τοῦ θεῖον πνεῦμα ἐν αὐτοῖς γεγονέναι, δῆλον ὅτι καὶ περὶ τῶν μελλόντων πιστευτέον αὐτοῖς, μᾶλλον δὲ τῷ ἐν αὐτοῖς θείῳ πνεύματι.
 [04937]  Φερεκύδην δὲ πολλῷ ἀρχαιότερον γενόμενον Ἡρακλείτου μυθοποιΐαν, στρατείαν στρατείᾳ παραταττο μένην, καὶ τῆς μὲν ἡγεμόνα Κρόνον διδόναι τῆς ἑτέρας δὲ Ὀφιονέα, προκλήσεις τε καὶ ἁμίλλας αὐτῶν ἱστορεῖν, συνθήκας τε αὐτοῖς γίνεσθαι, ἵν' ὁπότεροι αὐτῶν εἰς τὸν Ὠγηνὸν ἐμπέσωσι, τούτους μὲν εἶναι νενικημένους, τοὺς δ' ἐξώσαντας καὶ νικήσαντας τούτους ἔχειν τὸν οὐρανόν.
 [05469]  Καὶ εἰ μὴ ἄτοπον ἦν ἀφορμὰς διδόναι τοῖς ἀσθενεστέροις πρὸς παραδοχὴν χειρόνων δογμάτων, καὶ ἡμεῖς ἂν τοῦτο πεποιή κειμεν, ἵν' ἐλέγξωμεν ψεῦδος τὸ περὶ τοῦ τοὺς ἄλλον εἰση γουμένους θεὸν μηδεμίαν ἔχειν ἀπολογίαν πρὸς τὰ ὑπὸ Κέλσου λελεγμένα·
 [05926]  Τίνες δὲ καὶ οἱ σοφοὶ ἢ οἱ φιλόσοφοι, παρ' ὧν βούλεται πολλὰ καὶ θεῖα ἀκοῦσαι ἡμᾶς ὁ Κέλσος, καταλιπόντας θεράποντα θεοῦ Μωϋσέα καὶ προφήτας τοῦ τῶν ὅλων δημιουργοῦ, ἀληθῶς ἐνθέως μυρία ὅσα εἰρηκότας, καὶ αὐτὸν <τὸν> ἐπιλάμψαντα τῷ γένει τῶν ἀνθρώπων καὶ καταγγεί λαντα ὁδὸν θεοσεβείας καὶ μηδένα τὸ ὅσον ἐφ' ἑαυτῷ ἄγευστον καταλιπόντα τῶν ἰδίων μυστηρίων, ἀλλὰ δι' ὑπερβάλλουσαν φιλανθρωπίαν ἔχοντα μὲν διδόναι τοῖς συνετωτέροις θεολο γίαν, ἐπᾶραι τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγμάτων δυναμένην, οὐδὲν <δ'> ἧττον συγκαταβαίνοντα καὶ ταῖς ὑποδεεστέραις ἕξεσιν ἰδιωτῶν ἀνδρῶν καὶ ἁπλουστέρων γυναικῶν οἰκετῶν τε καὶ ἁπαξαπλῶς τῶν ὑπὸ μηδενὸς ἢ Ἰησοῦ μόνου βεβοη θημένων πρὸς τό, ὡς ἐνεχώρει, βέλτιον αὐτοὺς βιοῦν μετὰ δογμάτων ὧν ἐδύναντο περὶ θεοῦ χωρεῖν;
 [06521]  Ψυχὴν γὰρ λογικὴν τιμᾶν μόνην ἡμεῖς ἴσμεν καὶ τὰ ταύτης ὄργανα μετὰ τιμῆς παρα διδόναι κατὰ τὰ νενομισμένα ταφῇ·
000-00-00 Serial Number=0943700671
De engastrimytho Ante [Go Back]  
 [00236]  ἐγὼ δὲ οὐ δύναμαι διδόναι δαιμονίῳ τηλικαύτην δύ ναμιν, ὅτι προφητεύει περὶ Σαοὺλ [Σαμουὴλ] καὶ τοῦ λαοῦ τοῦ θεοῦ, καὶ προφητεύει περὶ βασιλείας ∆αβὶδ ὅτι μέλλει βασιλεύειν.
000-00-00 Serial Number=0772760928
De oratione Ante [Go Back]  
 [00473]  ἐὰν δέ τις ἀνθυποφέρῃ τὰ κατὰ τὸ σωματικὸν ἐκ προσευχῆς τοῖς ἁγίοις δωρηθέντα ἀλλὰ καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν, διδάσκοντος «τὰ ἐπίγεια» ἡμῖν προστίθεσθαι καὶ «τὰ μικρὰ,» ἀπαντητέον πρὸς αὐτὸν ὅτι, ὥσπερ οὐ λεκτέον, δωρουμένου τινὸς ἡμῖν ὅ τι δή ποτε σῶμα, ὅτι ὁ δεῖνα τὴν σκιὰν ἡμῖν τοῦ σώματος ἐδωρήσατο (οὐ γὰρ προθέμενος δύο τινὰ χαρίσασθαι, σῶμα καὶ σκιὰν, δέδωκε τὸ σῶμα, ἀλλ' ἡ πρόθεσις τοῦ διδόντος ἐστὶ διδόναι σῶμα, ἐπακολουθεῖ δὲ τῇ δόσει τοῦ σώματος καὶ τὸ τὴν σκιὰν αὐτοῦ ἡμᾶς λαβεῖν), οὕτως, εἰ μεγαλοφυεστέρῳ γενομένῳ ἡμῶν τῷ νῷ κατανοήσαιμεν τὰς προ ηγουμένως ὑπὸ τοῦ θεοῦ ἡμῖν διδομένας δωρεὰς, οἰκειότατα ἐροῦ μεν παρακολουθήματα τῶν μεγάλων καὶ ἐπουρανίων πνευματικῶν χαρισμάτων εἶναι τὰ σωματικὰ, «ἑκάστῳ» διδόμενα τῶν ἁγίων «πρὸς τὸ συμφέρον» ἢ «κατ' ἀναλογίαν τῆς πίστεως» ἢ «καθὼς βούλεται» ὁ διδούς·
 [01101]  ἀλλὰ καὶ ὁ φιλάνθρωπος καὶ ἀγαθὸς θεὸς, διδοὺς αὐτοῖς τὸ ἐπιθυ μούμενον, οὐχ οὕτως ἐβούλετο διδόναι, ὥστε καταλιπέσθαι ἐν αὐτοῖς ἐπιθυμίαν.
000-00-00 Serial Number=0687618732
Dialogus cum Heraclide Ante [Go Back]  
 [00180]  Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκόνα» τὸ σῶμα εἶναι καὶ τὸν Θεὸν ἀνθρωπόμορφον διδόναι, ἢ τὴν μορφὴν τοῦ Θεοῦ εἶναι κατὰ τοῦτο τὸ σχῆμα.
000-00-00 Serial Number=0424429595
Exhortatio ad martyrium Ante [Go Back]  
 [00008]  καὶ μάλιστα ἐπεὶ «τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν» «ἐλαφρὸν» τοῖς μὴ βαρουμένοις ὑπὸ τῶν περιεστηκότων καὶ τυγχάνον καὶ λεγόμενον, ὅσῳ πλεῖον ὑπερ βάλλον γίνεται, τοσούτῳ μεῖζον καὶ πλεῖον «βάρος αἰωνίου δόξης κατεργάζεται ἡμῖν», εἰ παρὰ τὸν καιρὸν τῶν θλιβόντων καὶ ὡσπερεὶ πιέζειν τὰς ψυχὰς ἡμῶν ἐθελόντων ἀποστρέψαντες τὸ ἡγεμονικὸν ἡμῶν ἀπὸ τῶν ἐπιπόνων σκοποῖμεν οὐ τὰ ἐνεστηκότα ἐπίπονα ἀλλὰ τὰ διὰ τὴν ἐν τούτοις ὑπομονὴν τοῖς «νομίμως» ἐν Χριστῷ ἀθλή σασι χάριτι θεοῦ ἀποκείμενα, πολλαπλασιάζοντος τὰς εὐεργεσίας καὶ ὑπὲρ τὴν ἀξίαν τῶν τοῦ ἀγωνισαμένου καμάτων τοσαῦτα δωρουμέ νου, ὅσα ἂν πρέπῃ μὴ γλισχρολογουμένῳ διδόναι τῷ μεγαλοδώρῳ καὶ ἐπιστημόνως τὰς ἑαυτοῦ χάριτας μεγεθύνοντι θεῷ ἐπὶ τοὺς ὅση δύναμις διὰ τοῦ καταπεφρονηκέναι τοῦ ὀστρακίνου σκεύους ἐπιδειξα μένους τὴν ὅλῃ ψυχῇ πρὸς αὐτὸν ἀγάπην.
000-00-00 Serial Number=0707344174
Expositio in Proverbia Ante [Go Back]  
 [00770]  δόμα δὲ διδόναι τῷ Θεῷ, τὴν [17.209] καθαρότητα τῆς καρδίας ὠνόμασε·
 [01233]  Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια, οὐδὲ βάλ λειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.
000-00-00 Serial Number=0566058934
Fragmenta ex commentariis in Proverbia Ante [Go Back]  
 [00173]  Καὶ μηδεὶς ὀκνείτω διδόναι·
 [00176]  ∆εῖ γὰρ καὶ ἀπαρχὰς ἀπὸ παντὸς διδόναι γεννήματος Ἐκ κλησίᾳ καὶ πένησι·
 [00178]  καὶ τῶν λόγων ἀπαρ χὴν διδόναι προσήκει, ψαλμούς.
000-00-00 Serial Number=0305039167
Fragmenta in Lamentationes Ante [Go Back]  
 [00388]  ὅταν γὰρ δοκῇ πρὸς βραχὺ διδόναι τοῖς πόνοις ἀνακωχήν, αὖθις παλιν δρομεῖ διηνεκῆ τιμωρίαν ποιούμενος.
000-00-00 Serial Number=0830224931
Fragmenta in Psalmos Ante [Go Back]  
 [00485]  Ιδιον γὰρ φευγόντων τὸ διδόναι τὰ νῶτα.
 [00852]  πλὴν καν εἰ ουτω διατεθείη, φησὶν, ὁ δίκαιος καὶ ἀγαθὸς, δη λονότι Θεὸς, οὐ παύσεται τοῦ κατοικτει ρεῖν αὐτὸν, καὶ διδόναι τὰ παρ' ἑαυτοῦ, ινα λοιπὸν λέγηται πρὸς αὐτόν.
 [02952]  Προστάττει δέχεσθαι μὲν ἀκοαῖς τὴν τῶν λόγων διδασκαλίαν, διδόναι δὲ τὴν διὰ τοῦ σώματος πρᾶξιν.
 [03947]  ταῦτα δέ ἐστι τὰ κυρίως ἀγαθὰ, τῷ Θεῷ πρέπον διδόναι, καὶ τοῖς αἰτοῦσι συμφέρει λαβεῖν.
 [04964]  Οὐδὲ δεῖ τοὺς μαργαρίτας βάλλειν εμ προσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ αγια τοῖς κυσίν.
000-00-00 Serial Number=0965788245
Fragmenta in evangelium Joannis Ante [Go Back]  
 [01008]  διαιρεῖται δὲ ὁ ιεʹ ἀριθμὸς εἰς τὸν ζʹ τοῦ σαββάτου καὶ τὸν ηʹ τῆς περιτομῆς, οἷς μόνοις μερίδα διδόναι ὁ Ἐκκλησιαστὴς παραινεῖ·
000-00-00 Serial Number=0613236487
Homiliae in Lucam Ante [Go Back]  
 [00135]  Ἐὰν οὖν ἴδῃς Ἰουδαίων τὴν πολιτείαν ἄλογον, ὡς μὴ δύνασθαι αὐτοὺς διδόναι λόγον, περὶ ὧν πράτ τουσι, βλέπε τὸν τύπον τὸν γεγενη μένον ἐπὶ Ζαχαρίου διαμένοντος κωφοῦ καὶ διανεύοντος αὐτοῖς.
 [00364]  Εἰ δὲ «εἰρή νην» λέγει ὁ σωτὴρ μὴ διδόναι «ἐπὶ γῆς», οὐκ ἔστιν «εὐδοκίας εἰρηνή».
 [00365]  Οὐ γὰρ ἀρνεῖται διδόναι τὴν εἰρήνην, ἀλλ' ἁπλῶς λέγει·
000-00-00 Serial Number=0945977211
In Jeremiam Ante [Go Back]  
 [01448]  «Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς δούλοις αὐ τοῦ;» εἶτα μέμφεταί τινας οἰκονόμους καὶ λέγει·
 [01713]  τὸν διδόντα «δόξαν τῷ θεῷ» θέλει διδόναι «δόξαν τῷ θεῷ» φωτὸς ὄντος, ὡς οὐ δυναμένης δόξης ἀπαγγέλλεσθαι τοῦ θεοῦ, ἐπὰν συσκοτάσῃ καὶ γένηται σκότος.
 [01719]  ἴσθι δὲ ὅτι δύναται γενέσθαι σκοτασμός τις, καὶ χρὴ μὴ μεῖναι τὸν σκοτασμὸν τοῦτον, ἀλλὰ πρὸ τοῦ σκοτάσαι τὴν δόξαν διδόναι τῷ θεῷ.
 [01744]  οὐκ ἐν φωναῖς καὶ λεξιδίοις ζητῶ τὸ διδόναι κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν, ἀλλ' ἐν πράξεσιν ὁ διδοὺς δόξαν κυρίῳ τῷ θεῷ δίδωσι δόξαν αὐτῷ.
 [01959]  ἐγὼ μὲν ἐδάνειζον καὶ διδόναι ἐβου λόμην τὰ πνευματικὰ χρήματα, οἱ δὲ ἀπεστρέφοντο ἀπὸ τῶν λεγο μένων καὶ οὐ παρεῖχον αὑτοὺς δεκτικοὺς ἵνα ὀφείλωσι·
 [01966]  καὶ ἔστι παράδειγμα διδόναι ἀπὸ τῶν γεγραμμένων.
 [02101]  ἢ λέγει τῷ λαῷ ἐκείνῳ, ὅτι μέλλω διὰ τὰ ἁμαρτήματά σου τοὺς θησαυρούς σου διδόναι εἰς προνομήν;
000-00-00 Serial Number=0809998691
In Jesu Nave homiliae Ante [Go Back]  
 [00147]  Καὶ κηρύττει «τῷ ταύτην ἑλόντι Ἀσχὰν διδόναι τὴν θυγα τέρα», ἣν «εἷλε Γοθονιὴλ υἱὸς Κενέζ, ἀδελφὸς Χάλεβ ὁ νεώτερος»·
000-00-00 Serial Number=0568703294
Philocalia Ante [Go Back]  
 [01388]  φησὶ δέ τινας μηδὲ βουλομένους διδόναι ἢ λαμβάνειν λόγον περὶ ὧν πιστεύουσι, χρῆσθαι τῷ·
 [02637]  δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτὸν οὐδαμῶς δυνήσονται.
000-00-00 Serial Number=0427782357
Philocalia sive Ecloga Ante [Go Back]  
 [00026]  δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτὸν οὐδαμῶς δυνήσονται.
000-00-00 Serial Number=0882466555
Scholia in Matthaeum Ante [Go Back]  
 [00128]  Εὑρὼν οὖν τις τὸν ἐν ταῖς Γραφαῖς θησαυρὸν τοῦτον, κρύπτει, μὴ ἀκίνδυνον εἰδὼς τῶν ἀποῤῥήτων τοῖς τυχοῦσι μετα διδόναι.
000-00-00 Serial Number=0110149801
Selecta in Ezechielem Ante [Go Back]  
 [00150]  ὥστε μὴ τὸν περὶ τῶν πλειόνων λόγον καὶ μυστικώτατον ἐν ἡμῖν εἶναι μετα διδόναι τοῖς παραπικραίνουσι τὸ Θεῖον καὶ μὴ χωροῦσι λόγους ἐλεγκτικούς.
000-00-00 Serial Number=0589392543
Selecta in Jesum Nave Ante [Go Back]  
 [00003]  Τοῖς φυλάσσουσι τὸν νόμον ὑπέσχετο διδόναι ἃ προείρηκεν·
000-00-00 Serial Number=0852286875
Selecta in Psalmos Ante [Go Back]  
 [00453]  Ταῦτα δὲ οὕτως ἐξειλήφαμεν, ἐπειδὴ κυρίως ἐπὶ δένδρων λέγεται τὸ «φέρειν καρπόν·» τὸ δὲ «διδόναι,» μᾶλ λον ἐμψύχοις ἁρμόζει, καὶ ταῦτα λογικοῖς.
 [00457]  Καιρὸς δὲ αὐτοῦ τοῦ διδόναι ἡ τοῦ λαμβάνοντός ἐστιν ἐπιτηδειότης.
 [00458]  Ὅσον γὰρ τὸ ἐπ' αὐτῷ, ἕτοιμόν ἐστιν ἀεὶ διδόναι τὸν καρπὸν αὐ τοῦ.
 [00460]  Ὁ αὐτὸς δὲ καιρός ἐστι τοῦ διδόναι, ὥσπερ καὶ τῷ λαμβάνοντι τοῦ λα βεῖν.
 [00976]  Ἀνάλογον δὲ τῷ ὕπνῳ τῷ κατὰ τὴν ἀπροσ εξίαν ἐστὶ νυσταγμὸς ψυχῆς ὃν ἀπαγορεύει ὁ Σολο μῶν, οὐ μόνον ὕπνον διδάσκων ἡμᾶς μὴ διδόναι τοῖς ὄμμασιν, ἀλλὰ καὶ νυσταγμόν.
 [07325]  ὕστερον δὲ ἀποστραφείσης τῆς θείας χειρὸς ἀπὸ τοῦ λαμβάνειν ἐκ μέσου τοῦ κόλπου ἀγα θὰ, καὶ διδόναι τῷ λαῷ.
 [08966]  Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπροσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσί.
 [09999]  ∆ιττῶς λέγεται διδόναι Θεὸς, ἢ συγχωρῶν ἢ ἐνεργῶν·
 [09999]  Κατὰ οὖν τὸ δεύτερον σημαινό μενον τὸ διδόναι τὸν Θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν λόγον αὐτοῦ τήκει αὐτά.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»