0185-0254- Origenes - Opera Omnia

Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐσεβείας [82]


000-00-00 Serial Number=0292201281
Adnotationes in Deuteronomium Ante [Go Back]  
 [00202]  Οἱ οὖν ἐκκλίνοντες τὴν κρίσιν τούτων, καὶ μὴ παραδιδόντες αὐτοῖς ἀνόθευτον τὸ τῆς εὐσεβείας μυστήριον, ὑπὸ κατάραν εἰσίν.
000-00-00 Serial Number=0418054998
Adnotationes in Genesim Ante [Go Back]  
 [00010]  Ἀρχὴν δέ τινα καινοῦ βίου ποιήσασθαι βουληθεὶς, τὸν Νῶε καὶ τοὺς ἐκεί νου παῖδας σὺν ταῖς γυναιξὶ διετήρησεν, εὐσεβῆ ὄντα καὶ δίκαιον, καὶ ἐκ τῆς τῶν συγγενῶν εὐσεβείας βλαστήσαντα, καὶ τὴν τῆς παρανομίας ἐπιμιξίαν μι σήσαντα.
 [00030]  Ἐπειδὴ γὰρ ἤμελλε συγχωρεῖν τοῖς ἀν θρώποις μεταλαμβάνειν κρεῶν, ἤμελλον δὲ καὶ θυ σίας αὐτῷ προσφέρειν τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε·
000-00-00 Serial Number=0054348826
Adnotationes in Leviticum Ante [Go Back]  
 [00008]  Ψυχὴ οὖν ἁμαρτάνει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ.
000-00-00 Serial Number=0291402400
Commentarii in epistulam ad Romanos Ante [Go Back]  
 [00834]  οὐκ ἔπρεπε γὰρ ἐκβληθείσης εὐσεβείας τὸν θεὸν ἔτι φρουρεῖν τὴν ἀσεβῆ ψυχήν, ἀλλὰ παραδοθῆναι εἰς ἀκαθαρσίαν ἵνα ἀτιμάζηται τὰ σώματα αὐτῶν, ναοὶ εἰδώλων γενόμενα καὶ πάσης ἀτιμίας ἄξια.
000-00-00 Serial Number=0579936504
Commentarii in evangelium Joannis Ante [Go Back]  
 [00431]  «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ».
000-00-00 Serial Number=0402749717
Commentarium in evangelium Matthaei Ante [Go Back]  
 [00634]  ἀνέθηκα γὰρ αὐτὸ εἰς λόγον τῆς εἰς θεὸν εὐσεβείας τοῖς πένησιν.
 [00780]  Τὸ δ' ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ ὀρεγομένου «ἐπισκοπῆς» διὰ τὴν παρὰ ἀνθρώποις δόξαν ἢ τὴν ἀπὸ ἀνθρώπων κολακείαν ἢ τὸν ἀπὸ τῶν προσιόντων τῷ λόγῳ πορισμὸν διδόντων προφάσει εὐσεβείας.
 [01284]  εἰ δέ τις καταφρονῶν τοῦ ἐνεστηκότος ζῆν διὰ τὸν ἐμὸν λόγον πείσαντα περὶ αἰωνίου ζωῆς μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας, ἀπόλλυσι τὴν ἑαυτοῦ ψυχὴν *** παραδιδοὺς αὐτὴν ὑπὲρ εὐσεβείας τῷ κοινότερον ὀνομαζο μένῳ θανάτῳ, οὗτος, ὡς δι' ἐμὲ ἀπο λέσας τὴν ψυχήν, σώσει αὐτὴν μᾶλλον καὶ περιποιήσεται ***.
 [01548]  εἰ δέ, ἵνα μεταδῷ ἡμῖν ὁ σωτὴρ πνεύματος «σοφίας καὶ συνέσεως», πνεύματος «βουλῆς καὶ ἰσχύος», πνεύματος «γνώσεως καὶ εὐσεβείας», καὶ ἐνε πλήσθη πνεύματος «φόβου θεοῦ», δυνατὸν καὶ ταῦτα νοεῖσθαι πλείονα ἐν τῷ αὐτῷ εἶναι κρείττονα πνεύ ματα.
 [01847]  τὰ οὖν ἐρχόμενα σκάν δαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζη τοῦντα ὄργανα δι' ὧν ἐνεργήσει εὑ ρίσκει πολλάκις μὲν τοὺς πάντη ξέ νους τῆς εὐσεβείας, ἔσθ' ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ «Τύρῳ καὶ Σιδῶνι ἀνε κτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως» ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα ὁ Ἰησοῦς καὶ τέρατα, οὐκ ἐπιστεύθη δέ.
 [02214]  πλὴν ὁ σωτὴρ καὶ τοῖς πειράζουσιν ἀποκρίνεται δόγματα <εὐσεβείας
 [03936]  διὰ γὰρ παραβολῆς κἀ κεῖ δοκεῖ μοι λέγεσθαι ὅτι μέλλων θεολογεῖν σκόπησον, εἰ δύνασαι ἀρξάμενος πάντα ἃ ἀπαιτεῖ σε ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἵνα μὴ ἀρξάμενος τῶν τῆς εὐσεβείας δογμάτων ἀτελῆ καταλίπῃς τὸν περὶ θεοῦ πύργον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς·
 [04243]  ἅμα δὲ καὶ διδασκόμεθα ἀπὸ τοῦ σωτῆρος ἡμῶν μὴ τοῖς ὑπὸ τῶν πολλῶν λεγομένοις καὶ διὰ τοῦτο ἐνδόξοις φαινομένοις προφάσει τῆς εἰς θεὸν εὐσεβείας προσέχειν, ἀλλὰ <τοῖς> ὑπὸ τῆς ἐξετάσεως καὶ τῆς ἀκολουθίας τοῦ λόγου παριστα μένοις.
000-00-00 Serial Number=0806563497
Contra Celsum Ante [Go Back]  
 [01083]  Ὧ ἀκόλουθόν ἐστιν ὅτι, εἰ καὶ ἐδέθη, ἑκὼν ἐδέθη, διδάσκων μὴ ἀκουσίως ἡμᾶς ὑπὲρ εὐσεβείας ταῦτα ἀναλαμβάνειν.
 [01139]  Αὐτόθεν γὰρ ἀνόμοιον αὐτοῦ τὸ παράδειγμα, ἐπεὶ οὐδὲν ἄτοπόν ἐστιν ἀνειληφότα τὸν ἐσόμενον ἀνθρώποις ἐγκείμενον σκοπὸν περὶ τοῦ πῶς δεῖ βιοῦν ὑποδεδειχέναι ὡς δεῖ ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν, χωρὶς τοῦ χρήσιμόν τι τῷ παντὶ γεγονέναι τὸ ὑπὲρ ἀνθρώπων αὐτὸν ἀποθανεῖν, ὡς ἐν τῷ πρὸ τούτου ἐδείξαμεν λόγῳ.
 [01174]  Πολλοὶ δὲ καὶ τῶν καθ' ἡμᾶς ἐπιστά μενοι, ὡς ὁμολογήσαντες μὲν χριστιανισμὸν ἀποθανοῦνται ἀρνησάμενοι δὲ ἀπολυθήσονται καὶ τὰ ὑπάρχοντα ἀπολή ψονται, κατεφρόνησαν μὲν τοῦ βίου ἑκουσίως δὲ τὸν ὑπὲρ εὐσεβείας θάνατον εἵλοντο.
 [01409]  [2.40] Καὶ ἀφιλόσοφον δέ τι παθὼν ὁ Κέλσος τὴν ἐν ἀνθρώ ποις ὑπεροχὴν οὐκ ἐν λόγῳ σωτηρίῳ καὶ ἤθει καθαρῷ φαντάζεται εἶναι, ἀλλὰ ἐν τῷ παρὰ τὴν ὑπόθεσιν οὗ ἀνείληφε προσώπου ποιῆσαι καὶ ἀνειληφότα τὸ θνητὸν μὴ ἀποθανεῖν, ἢ ἀποθανεῖν μὲν οὐχὶ δὲ θάνατον τὸν δυνάμενον παράδειγμα γενέσθαι τοῖς καὶ ἀπ' αὐτοῦ τοῦ ἔργου εἰσομένοις ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν καὶ παρρησιάζεσθαι ἐν αὐτῇ πρὸς τοὺς ἐσφαλμένους ἐν τῷ περὶ εὐσεβείας καὶ ἀσεβείας τόπῳ καὶ νομίζοντας τοὺς μὲν εὐσεβεῖς εἶναι ἀσεβεστάτους τοὺς δὲ πλανωμένους περὶ θεοῦ καὶ παντὶ μᾶλλον ἢ θεῷ ἐφαρμό ζοντας τὴν περὶ αὐτοῦ ἀδιάστροφον ἔννοιαν ὑπολαμβάνοντας εἶναι εὐσεβεστάτους.
 [01897]  καλήν γε βουκόλησιν, ἵν' ἀντὶ ἀκολάστων σώφρονες γένωνται ἢ προκόπτοντές γε ἐπὶ σωφροσύνην, καὶ ἀντὶ ἀδίκων δίκαιοι ἢ προκόπτοντες ἐπὶ δικαιοσύνην, καὶ ἀντὶ ἀφρόνων φρόνιμοι ἢ ὁδεύοντες ἐπὶ τὴν φρόνησιν, καὶ ἀντὶ δειλῶν καὶ ἀγεννῶν καὶ ἀνάνδρων ἀνδρεῖοι καὶ καρτερικοί, καὶ μάλιστα τοῦτο ἐπιδεικνύμενοι ἐν τοῖς ὑπὲρ εὐσεβείας τῆς εἰς τὸν κτίσαντα ὅλα θεὸν ἀγῶσιν.
 [01946]  Ὑπομνήσεως μὲν γὰρ χάριν, ἵνα ἐνορῶντες ὀλίγοις ἀγωνιζομένοις ὑπὲρ εὐσεβείας δοκιμώτεροι γίνωνται καὶ θανάτου καταφρονῶσιν, ὀλίγοι κατὰ καιροὺς καὶ σφόδρα εὐαρίθμητοι ὑπὲρ τῆς Χριστιανῶν θεοσεβείας τεθνήκασι, κωλύοντος θεοῦ τὸ πᾶν ἐκπολεμηθῆναι αὐτῶν ἔθνος·
 [02443]  καὶ ὅστις φωνὴν συνετὸς τῷ μελετᾶν τὸν νόμον κυρίου ἡμέρας καὶ νυκτὸς καὶ τῷ διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμ νασμένα ἐσχηκέναι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ μὴ ὀκνείτω προσιέναι στερεαῖς λογικαῖς τροφαῖς καὶ ἁρμοζούσαις ἀθληταῖς εὐσεβείας καὶ πάσης ἀρετῆς.
 [02908]  [4.26] Εἰ δὲ διὰ τὰ μὴ ἀρέσκοντα Κέλσῳ Χριστιανῶν καὶ Ἰουδαίων δόγματα, <ἃ> μηδὲ τὴν ἀρχὴν ἐπίστασθαι φαίνεται, οὗτοι μὲν σκώληκες καὶ μύρμηκες οἱ δὲ λοιποὶ οὐ τοιοῦτοι, φέρε ἐξετάσωμεν καὶ τὰ αὐτόθεν πᾶσι προφαινόμενα δόγματα Χριστιανῶν καὶ Ἰουδαίων <σὺν> τοῖς τῶν λοιπῶν ἀνθρώπων, εἰ μὴ ἀναφανεῖται τοῖς ἅπαξ παραδεχομένοις εἶναί τινας ἀνθρώπους σκώληκας καὶ μύρμηκας ὅτι σκώληκες μὲν καὶ μύρμηκες καὶ βάτραχοι οἱ καταπεπτωκότες ἀπὸ τῆς περὶ θεοῦ ὑγιοῦς ὑπολήψεως φαντασίᾳ δ' εὐσεβείας ἤτοι ἄλογα ζῷα ἢ ἀγάλματα σέβοντες ἢ καὶ τὰ δημιουργήματα, δέον ἐκ τοῦ κάλλους αὐτῶν θαυμάζειν τὸν πεποιηκότα κἀκεῖνον σέβειν, ἄνθρωποι δὲ καὶ εἴ τι ἀνθρώπων τιμιώτερον οἱ δυνηθέντες ἀναβῆναι ἀκολουθοῦντες τῷ λόγῳ ἀπὸ λίθων καὶ ξύλων ἀλλὰ καὶ τῆς νομιζομένης ὕλης εἶναι τιμιωτάτης ἀργύρου καὶ χρυσοῦ, ἀναβάντες δὲ καὶ ἀπὸ τῶν ἐν κόσμῳ καλῶν ἐπὶ τὸν τὰ ὅλα ποιήσαντα καὶ ἐκείνῳ ἑαυτοὺς πιστεύ σαντες καὶ ὡς μόνῳ διαρκεῖν δυναμένῳ ἐπὶ πάντα τὰ ὄντα καὶ ἐφορᾶν τοὺς πάντων λογισμοὺς καὶ ἀκούειν τῆς πάντων εὐχῆς τὰς εὐχὰς ἐκείνῳ ἀναπέμποντες καὶ ὡς ἐπὶ θεατοῦ αὐτοῦ τῶν γινομένων πάντα πράττοντες καὶ ὡς ἐπὶ ἀκροατοῦ τῶν λεγομένων φυλαττόμενοι λέγειν τὸ μὴ ἀρεσκόντως ἀπαγγελλόμενον τῷ θεῷ.
 [02909]  Εἰ μὴ ἄρα ἡ τηλικαύτη εὐσέβεια, οὔθ' ὑπὸ πόνων οὔθ' ὑπὸ κινδύνου θανάτου οὔθ' ὑπὸ λογικῶν πιθανοτήτων νικωμένη, οὐδὲν βοηθεῖ τοῖς ἀνειληφόσιν αὐτὴν πρὸς τὸ μηκέτι αὐτοὺς παραβάλλεσθαι σκώληξιν, εἰ καὶ παρεβάλλοντο πρὸ τῆς τηλικαύτης εὐσεβείας·
 [03360]  Ἐν κακοῖς γοῦν οὔσης καὶ τῆς περὶ θεοῦ ἀγνοίας, ὄντος δὲ μεγίστου κακοῦ καὶ τοῦ μὴ εἰδέναι τὸν τρόπον τῆς τοῦ θεοῦ θεραπείας καὶ τῆς εἰς αὐτὸν εὐσεβείας, πάντως μὲν καὶ κατὰ Κέλσον τινὲς τῶν φιλοσοφησάντων οὐκ ἔγνωσαν, ὅπερ δῆλόν ἐστιν ἐκ τῶν διαφόρων ἐν φιλοσοφίᾳ αἱρέσεων·
 [03523]  [4.81] Οὐχ ὁρῶν δ' ὁ γεννάδας, ὅσων φιλοσόφων, τὴν πρόνοιαν εἰσαγόντων καὶ διὰ τὰ λογικὰ πάντα ποιεῖν αὐτὴν λεγόντων, συναναιρεῖ τὸ ὅσον ἐφ' αὑτῷ χρήσιμα δόγματα τῇ Χριστιανῶν κατὰ ταῦτα πρὸς φιλοσοφίαν συμφωνίᾳ, οὐδ' ὅση βλάβη κωλυτικὴ γίνεται εὐσεβείας ἐκ τοῦ παραδέ ξασθαι ὅτι οὐδὲν μυρμήκων ἢ μελισσῶν διαφέρει ὁ ἄνθρωπος παρὰ τῷ θεῷ, φησὶν ὅτι, εἰ διὰ τοῦθ' οἱ ἄνθρωποι διαφέρειν δοκοῦσι τῶν ἀλόγων, ἐπεὶ πόλεις ᾤκισαν καὶ χρῶνται πολιτείᾳ καὶ ἀρχαῖς καὶ ἡγεμονίαις, τοῦτ' οὐδὲν πρὸς ἔπος ἐστί, καὶ γὰρ οἱ μύρμηκες καὶ αἱ μέλισσαι.
 [03729]  Ἔτι δὲ ὡς ὑπὲρ εὐσεβείας τῶν ἀλόγων ζῴων ἱστάμενος ὁ Κέλσος παραλαμβάνει τὸ ἀράβιον ζῷον, τὸν φοίνικα, διὰ πολλῶν ἐτῶν ἐπιδημοῦν Αἰγύπτῳ καὶ φέρον ἀποθανόντα τὸν πατέρα καὶ ταφέντα ἐν σφαίρᾳ σμύρνης καὶ ἐπιτιθὲν ὅπου τὸ τοῦ ἡλίου τέμενος.
 [04051]  Ταῦτα δὲ ὅρα εἰ μὴ πολλὴν ἐμφαίνει τὴν περὶ τοῦ δικαίου καὶ ὁσίου καὶ εὐσεβείας ταραχήν, οὐ διαρθρουμένης οὐδὲ φύσιν τινὰ ἰδίαν ἐχούσης καὶ εὐσεβεῖς εἶναι χαρακτηριζούσης τοὺς τὰ κατ' αὐτὴν πράττοντας.
 [04855]  ἡμεῖς δὲ καὶ τοῦτο πεποιήκαμεν, ἵνα τὸ τῆς ἀτελέστου τελετῆς πέρας δείξωμεν τῷ Κέλσῳ καὶ τοῖς ἐντυγχάνουσι τῇ γραφῇ ἐγνωκέναι ὡς ἀλλότριον τῆς Χριστιανῶν περὶ τὸ θεῖον εὐσεβείας.
 [05477]  ἴδωμεν οὖν εἰ μὴ καὶ οὕτως δύναται τοῖς φιλαλήθως ἐξετάζουσι τὰ πράγματα ἀποδείκνυσθαι ὅτι καὶ τῷ παραδεχομένῳ εἶναι ταῦτα τὰ μαντεῖα οὐκ ἀναγκαῖον προσέσθαι ὅτι θεοί τινες εἰσὶ παρ' αὐτοῖς, ἀλλ' ἐκ τοῦ ἐναντίου δαίμονές τινες φαῦλοι καὶ πνεύματα ἐχθρὰ τῷ γένει τῶν ἀνθρώπων καὶ κωλύοντα τὴν τῆς ψυχῆς ἄνοδον καὶ δι' ἀρετῆς πορείαν καὶ τῆς ἀληθινῆς εὐσεβείας ἀποκα τάστασιν πρὸς τὸν θεόν.
 [05491]  Ὁ λόγος δὴ αἱρεῖ φαῦλ' ἄττα νομίζειν εἶναι τὰ τοιαῦτα, τῇ προγνωστικῇ δυνάμει μέσῃ τυγχανούσῃ εἰς ἀπάτην ἀνθρώπων χρώμενα καὶ πρὸς τὸ περισπάσαι αὐτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῆς καθαρᾶς εἰς αὐτὸν εὐσεβείας.
 [05651]  Καὶ οὐδὲν ἄτοπον καὶ ἀποτεθνηκέναι τὸν ἄνθρωπον, καὶ τὸν θάνατον αὐτοῦ οὐ μόνον παράδειγμα ἐκκεῖσθαι τοῦ ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν ἀλλὰ γὰρ καὶ εἰργάσθαι ἀρχὴν καὶ προκοπὴν τῆς καταλύσεως τοῦ πονηροῦ καὶ διαβόλου, πᾶσαν τὴν γῆν νενεμημένου.
 [05899]  Εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν καὶ οὕτω προχείρως ὑπὲρ εὐσεβείας τιθέντας τὸ σῶμα, ὡς οὐδὲ τὸ ἱμάτιον ἀποδύσαιτ' ἂν εὐχερῶς φιλόσοφος.
 [05918]  Ἀλλὰ τὸ ὑφ' ἡμῶν δι' εὐσεβείας, ἵν' οὕτως εἴπω, ὑπερβολὴν γινόμενον, παρεχόντων ἑαυτοὺς παντὶ τρόπῳ θανάτου, καὶ τὸ ἀνασκολο πίζεσθαι ἐκείνοις προσάγει τοῖς μηδὲν τούτων πάσχουσιν·
 [05985]  ἀλλὰ γὰρ ἱκανῶς ἐκείνοις ἐγγυμνασάμενοι καὶ συνιέντες αὐτὰ ἀναβαίνουσιν ἐπὶ τὴν ἀΐδιον δύναμιν τοῦ θεοῦ καὶ ἁπαξαπλῶς τὴν θεότητα αὐτοῦ, ἐπιστάμενοι ὅτι ὁ μὲν φιλάνθρωπος θεὸς τὴν ἀλήθειαν καὶ τὸ ἑαυτοῦ γνωστὸν ἐφανέρωσεν οὐ μόνον τοῖς ἀνακειμένοις αὐτῷ ἀλλὰ καί τισι τῶν ἔξω τῆς εἰλικρινοῦς θεοσεβείας καὶ εἰς αὐτὸν εὐσεβείας·
 [06069]  Ἵνα δ' ἁπλούστερον ἀκούσωμεν τοῦ λελεγμένου, ὅρα εἰ μὴ μετὰ τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ εὐχὴ εἴρηται, παντὸς οὑτινοσοῦν τὸ περιστατικὸν οὐ προηγούμενον εἶναι νομίζοντος, ἀλλ' ὑπομένοντος τὸ μὴ προηγουμένως συμβαῖνον, ὅταν καιρὸς καλῇ.
 [06391]  Ἀγάλματα δὲ καὶ πρέποντα θεῷ ἀναθήματα, οὐχ ὑπὸ βαναύσων τεχνιτῶν κατεσκευασμένα ἀλλ' ὑπὸ λόγου θεοῦ τρανούμενα καὶ μορφούμενα ἐν ἡμῖν, αἱ ἀρεταί, μιμήματα τυγχάνουσαι τοῦ πρωτοτόκου πάσης κτίσεως, ἐν ᾧ ἐστι δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ σοφίας καὶ εὐσεβείας καὶ τῶν λοιπῶν ἀρετῶν παραδείγματα.
 [06426]  Οὐκ εἰς τὸ πιστὸν οὖν ἀφανοῦς καὶ ἀπορρήτου κοινωνίας καὶ τὸ τοιοῦτο σύνθημα φεύγομεν βωμοὺς καὶ ἀγάλματα καὶ νεὼς ἱδρύεσθαι, ἀλλ' ὅτι εὑρόντες διὰ τὴν Ἰησοῦ διδασκαλίαν τὸν τρόπον τῆς εἰς τὸ θεῖον εὐσεβείας φεύγομεν τὰ φαντασίᾳ εὐσεβείας ἀσεβεῖς ποιοῦντα τοὺς ἐσφαλμένους ἀπὸ τῆς διὰ Ἰησοῦ Χριστοῦ εὐσεβείας·
 [06427]  ὅς ἐστι μόνος ὁδὸς εὐσεβείας, ἀληθῶς λέγων τό·
 [06788]  ὁπλισάμενοι γὰρ τῇ πανοπλίᾳ τοῦ θεοῦ ἱστάμεθα ὡς ἀθληταὶ εὐσεβείας πρὸς τὸ τῶν ἐπιβουλευόντων ἡμῖν δαιμόνων γένος.
 [06803]  [8.57] Κέλσος μὲν οὖν οἴεται τῷ βίῳ λειτουργεῖν τὰ πρέποντα, μέχρι ἂν τῶν δεσμῶν ἀπολυθῶσιν ἄνθρωποι, ἐπὰν κατὰ τὰ νενομισμένα τοῖς πολλοῖς τὰς θυσίας τις ἀποδιδῷ ἑκάστῳ τῶν κατὰ πόλιν νομιζομένων θεῶν, οὐ νοήσας τὸ ἀληθῶς πρέπον ὑπὸ τῆς ἀκριβοῦς εὐσεβείας ὑπολαμβανόμενον·
 [06934]  Εἰ δὲ βούλεται πάλιν ἡμᾶς ἀθλεῖν καὶ ἀγωνίζεσθαι περὶ εὐσεβείας, ἡκέτωσαν ἀνταγωνισταί, πρὸς οὓς ἐροῦμεν·
 [06978]  καὶ οὐ συστρατευόμεθα μὲν αὐτῷ, κἂν ἐπείγῃ, στρατευόμεθα δὲ ὑπὲρ αὐτοῦ ἴδιον στρατόπεδον εὐσεβείας συγκροτοῦντες διὰ τῶν πρὸς τὸ θεῖον ἐντεύξεων.
 [06984]  [8.75] Προτρέπει δ' ἡμᾶς Κέλσος καὶ ἐπὶ τὸ ἄρχειν τῆς πατρίδος, ἐὰν δέῃ καὶ τοῦτο ποιεῖν ἕνεκεν σωτηρίας νόμων καὶ εὐσεβείας.
 [06991]  Τοῦ δ' ἐντυγχάνοντός ἐστι τῷ ἐκείνου συγγράμματι καὶ οἷς ἡμεῖς κατ' αὐτοῦ ὑπηγορεύσαμεν κρῖναι, ὁπότερα μᾶλλον πνεῖ τοῦ ἀληθινοῦ θεοῦ καὶ τοῦ τρόπου τῆς εἰς αὐτὸν εὐσεβείας καὶ τῆς εἰς ἀνθρώπους φθανούσης ὑγιῶν δογμάτων προτρεπομένων ἐπὶ τὸν ἄριστον βίον ἀληθείας.
000-00-00 Serial Number=0165861905
Enarrationes in Job Ante [Go Back]  
 [00095]  Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε·
000-00-00 Serial Number=0813247442
Exhortatio ad martyrium Ante [Go Back]  
 [00037]  περὶ δὲ εὐσεβείας μόνον «τὸ ἐκλεκτὸν» ἀγωνίζεται «γένος, τὸ βασίλειον ἱεράτευμα, τὸ ἔθνος τὸ ἅγιον, ὁ λαὸς ὁ εἰς περιποίησιν·» οὐδὲ μέχρι τοῦ δοκεῖν δεικνύντων τῶν λοιπῶν ἀνθρώπων ὅτι, εἰ ἔστι τὰ ἀνταγωνιζόμενα τοῖς εὐσε βέσι, προτίθενται ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν προτιμῶντες τὸν μετ' εὐσεβείας θάνατον τοῦ μετὰ ἀσεβείας ζῆν.
 [00246]  τίς δ' ἂν οὕτως εὐλόγως ἐπαινοῖτο τεθνηκὼς ὡς ὁ αὐτοπροαιρέτως τὸν θάνατον ὑπὲρ εὐσεβείας ἀναδεξάμενος;
 [00255]  [23] Καὶ οἱ ἑπτὰ δὲ ἐν τοῖς Μακκαβαϊκοῖς ἀναγραφέντες ἀδελφοὶ, οὓς «μάστιξι καὶ νευραῖς» ᾐκίσατο Ἀντίοχος ἐμμένοντας τῇ θεοσε βείᾳ, δυνήσονται παράδειγμα κάλλιστον εἶναι ῥωμαλέου μαρτυρίου παντὶ λογισαμένῳ ἂν, εἰ μέλλει παιδαρίων εἶναι ἐλάττων, οὐ καθ' ἕνα μόνον βασάνους ὑπομεινάντων ἀλλὰ καὶ τῷ τὴν αἰκίαν τῶν ἀδελφῶν τεθεωρηκέναι παράστημα εὔτονον εὐσεβείας ἐπιδειξαμένων.
 [00264]  ὡς δὲ ἡ ἀτμὶς ἀνεδίδοτο ὑπὸ τῆς ὠμότητος τοῦ τυράννου ὀπτωμένων τῶν τοῦ γενναιοτάτου ἀθλητοῦ τῆς εὐσεβείας σαρκῶν, οἱ λοιποὶ «παρε κάλουν ἀλλήλους σὺν τῇ μητρὶ γενναίως τελευτᾶν» παραμυθούμενοι ἑαυτοὺς τῷ λογισμῷ τοῦ ἐφορᾶν ταῦτα τὸν θεόν·
 [00266]  καὶ παρεκάλει αὐτοὺς ὁ ἀγωνοθέτης τῶν τῆς εὐσεβείας ἀθλητῶν, παρακαλούμενος καὶ, ἵν' οὕτως ὀνομάσω, εὐφραινόμενος ἐπὶ τοῖς κατεξανισταμένοις τῶν τηλικούτων πόνων.
 [00275]  διὰ τοὺς τοῦ θεοῦ νόμους ταῦτα καταλιπὼν ἐλπίζω αὐτὰ ἀπὸ θεοῦ κομίσασθαι τοιαῦτα, οἷα ἂν ἀποδῴη θεὸς τοῖς τῆς εἰς αὐτὸν εὐσεβείας ἀθληταῖς.
 [00294]  δρόσοι γὰρ εὐσεβείας καὶ πνεῦμα ὁσιότητος οὐκ εἴων ἀνάπτεσθαι ἐν τοῖς σπλάγχνοις αὐτῆς τὸ μητρικὸν καὶ ἐν πολλαῖς ἀναφλεγόμενον ὡς ἐπὶ βαρυτάτοις κακοῖς πῦρ.
 [00604]  τί δὲ καὶ ὁ κατασκευάζων ἡμᾶς ἐνεποίει πόθον τῆς πρὸς αὐτὸν εὐσεβείας καὶ κοινωνίας, ὅστις καὶ ἐν τοῖς ἐσφαλμένοις ἴχνη τινὰ σῴζει τοῦ θείου βουλήματος, εἴπερ μὴ ἦν δυνατὸν καὶ ἐφικτὸν τὸ φυσικῶς ποθούμενον τοῖς λογικοῖς καταλαβεῖν;
000-00-00 Serial Number=0382748544
Expositio in Proverbia Ante [Go Back]  
 [00435]  Ἀνεξέλεγκτος, ἡ πρόσχημα μὲν εὐσεβείας ἔχουσα, ἀγύμναστος δὲ οὖσα καὶ ἀνεξέ ταστος·
000-00-00 Serial Number=0076772094
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00085]  ὅπερ εἰ γέγονεν Ἰε χονίας, τύπος τοῖς ὑπηκόοις εὐσεβείας ἐγένετο·
000-00-00 Serial Number=0974620879
Fragmenta in Psalmos Ante [Go Back]  
 [01865]  Αιρει δὲ τὰς χεῖρας ὁ δίκαιος ἐν ὀνόματι Κυρίου, οτε ἀπὸ ὑγιῶν δογμάτων περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐπαίρει ἀπὸ τῶν γηΐνων τὸ πρακτικὸν ἑαυτοῦ, ἐν ὀνόμα τι τοῦ Θεοῦ αιρει τὰς χεῖρας ἑαυτοῦ·
 [01948]  Οὐκοῦν οἱ γενναίως διενεγκόντες τοὺς ὑπὸ τῆς εὐσεβείας ἀγῶνας, καὶ εὐδοκιμεῖν εἰωθότες διὰ πειρασμῶν, ειτα νενικηκότες καὶ εἰς τὸ τῆς ἐλπίδος καταστάντες τέλος, λέ γουσι·
 [03191]  Θεμέλια τῆς εὐσεβείας τὰ θεῖα παιδεύμα τα·
000-00-00 Serial Number=0778816223
Homiliae in Job Ante [Go Back]  
 [00097]  Καὶ δέον με, φησὶ, πάλαι εὐσεβείας ἐπιμε λούμενον, νῦν τὴν ἐκ τῶν ἔργων ἔχειν παῤ ῥησίαν.
000-00-00 Serial Number=0560505092
In Jeremiam Ante [Go Back]  
 [01057]  Ἀλλ' εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, «πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας», «πνεῦμα φόβου θεοῦ», «πνεῦμα δυνά μεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ», καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν τοὺς ἀνέμους τούτους.
000-00-00 Serial Number=0570113778
Philocalia Ante [Go Back]  
 [00029]  Πότε γὰρ Βασίλειος καὶ Γρηγόριος, οἱ ἀκαταμάχητοι τῆς εὐσεβείας ἀγωνισταὶ, κτίσμα τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ πνεῦμα τὸ ἅγιον βλασφη μοῦντός τινος ἠνέσχοντο μόνον·
 [00043]  τίς γὰρ τῶν καὶ μετρίως λόγους κρίνειν ἐπισταμένων παραδέξοιτο ἂν, ὡς οὗτοι ἐκεῖνοι οἱ τῆς εὐσεβείας ὑπέρμαχοι ἐν ταῖς ὑπ' αὐτῶν γινομέναις ἐκλογαῖς ἅμα τῷ σίτῳ συνήγαγον καὶ τὰ ἄχυρα;
 [01859]  [20.8] Οὐχ ὁρῶν δ' ὁ γεννάδας, ὅσων φιλοσόφων τὴν πρόνοιαν εἰσαγόντων καὶ διὰ τὰ λογικὰ πάντα ποιεῖν αὐτὴν λεγόντων συναναιρεῖ, τὸ ὅσον ἐφ' ἑαυτῷ, χρήσιμα δόγματα τῇ χριστιανῶν κατὰ ταῦτα πρὸς φιλοσοφίαν συμφωνίᾳ, οὐδ' ὅση βλάβη κωλυτικὴ γίνεται εὐσεβείας ἐκ τοῦ παραδέξασθαι ὅτι οὐδὲν μυρμήκων ἢ μελισσῶν διαφέρει ὁ ἄνθρωπος παρὰ τῷ θεῷ, φησὶν ὅτι «Εἰ διὰ τοῦθ' οἱ ἄν θρωποι διαφέρειν δοκοῦσι τῶν ἀλόγων, ἐπεὶ πόλεις ᾤκησαν καὶ χρῶνται πολιτείᾳ καὶ ἀρχαῖς καὶ ἡγεμονίαις·
 [02101]  ἔτι δὲ, ὡς ὑπὲρ εὐσεβείας τῶν ἀλόγων ζώων ἱστάμενος ὁ Κέλσος, παραλαμβάνει τὸ Ἀράβιον ζῶον, τὸν φοίνικα, διὰ πολλῶν ἐτῶν ἐπιδημοῦν Αἰγύπτῳ, καὶ φέρον ἀποθανόντα τὸν πατέρα καὶ ταφέντα ἐν σφαίρᾳ σμύρνης, καὶ ἐπιτιθὲν ὅπου τὸ τοῦ ἡλίου τέμενος.
 [02545]  ταῦτα δὲ ὅρα εἰ μὴ πολλὴν ἐμφαίνει τὴν περὶ τοῦ δικαίου καὶ ὁσίου καὶ εὐσεβείας ταραχὴν, οὐ διαρθρουμένης οὐδὲ φύσιν τινὰ ἰδίαν ἐχούσης καὶ εὐσεβεῖς εἶναι χαρακτηριζούσης τοὺς τὰ κατ' αὐτὴν πράττοντας.
 [03383]  καὶ ἔσται διαφέρων ὁ πλοῦτος, ὃν οἴονται ἐπαγγέλλεσθαι τὴν γραφὴν, καὶ ἡ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης καὶ αὐτῆς δὲ τῆς ὁσιότητος καὶ τῆς εὐσεβείας καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀν δραγαθημάτων.
000-00-00 Serial Number=0664761841
Philocalia sive Ecloga Ante [Go Back]  
 [00536]  καὶ ἔσται διαφέρων ὁ πλοῦτος, ὃν οἴονται ἐπαγγέλλεσθαι τὴν γραφήν, καὶ ἡ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης καὶ αὐτῆς δὲ τῆς ὁσιότητος καὶ τῆς εὐσεβείας καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀνδραγαθημάτων.
000-00-00 Serial Number=0447895288
Scholia in Matthaeum Ante [Go Back]  
 [00195]  Ὡς Θεὸς γὰρ πανταχοῦ ὢν, ἐν μέσῳ ἐστὶ τῶν δι' εὐσεβείας συναπτομένων.
000-00-00 Serial Number=0584762037
Selecta in Genesim Ante [Go Back]  
 [00236]  Βουλόμενον οὖν τὸ πνεῦμα δεῖξαι τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν, τρόπον τινὰ ἀπαλλοτριοῖ τῆς τῶν ἀδελφῶν εὐσεβείας προσθήκῃ τοῦ, Χὰμ ἦν πατὴρ Χαναάν.
 [00367]  ∆ηλοῦται γὰρ τὸ βέβαιον τῆς εὐσεβείας αὐτοῦ, διὸ καὶ ἐγγίσαι δεδύνηται.
000-00-00 Serial Number=0652860522
Selecta in Leviticum Ante [Go Back]  
 [00033]  Ψυχὴ οὖν ἁμαρτά νει ἀκουσίως, ὅτε προφάσει εὐσεβείας τὸ μὴ δέον τηρεῖ.
 [00048]  Λέγομεν ὡς διατροφῆς ἀφορμὴ μᾶλλον τοῖς ἱερεῦσιν ἦσαν αἱ θυσίαι καὶ σκιὰ τῆς εὐσεβείας.
000-00-00 Serial Number=0199968874
Selecta in Psalmos Ante [Go Back]  
 [00230]  Οἱ δὲ μηδ' ἕτερα ἐπιγεγραμμένοι τῶν ψαλμῶν, λέγω δὲ, μήτε ᾠδὴ, μήτε ὕμνος, μήτε ψαλ μὸς, μήτε μελῴδημα, μήτε αἴνεσις, μήτε προσευχὴ, μήτε τι τῶν τοιούτων, ὠφελίμους τινὰς ἐοίκασι διδα σκαλίας περιέχειν, καὶ λόγους παραινετικοὺς καὶ προτρεπτικοὺς εἰς εὐσεβείας ἀνάληψιν·
 [00728]  «Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαῖ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ.».
 [01442]  καὶ ἔσται διαφέρων ὁ πλοῦτος, ὃν οἴονται ἐπαγγέλλεσθαι τὴν Γραφὴν, καὶ ἡ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης, καὶ αὐτῆς δὲ τῆς ὁσιότητος, καὶ τῆς εὐσεβείας, καὶ τῆς θεοσεβείας τῶν τηλικού των ἀνδραγαθημάτων·
 [05354]  Βάρεις γὰρ αὐτῆς αἱ καθ' ἕκα στον θεωρίαι, ἐν αἷς οἰκεῖ τῆς εὐσεβείας τὰ δό γματα.
 [06325]  Αἵρει δὲ καὶ τὰς χεῖρας ὁ δίκαιος ἐν ὀνόματι τοῦ Κυρίου, ὅτε ἀπὸ ὑγιῶν δογμάτων περὶ Θεοῦ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐπαίρει ἀπὸ τῶν γηΐνων τὸ πρακτικὸν ἑαυτοῦ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»